De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Οἱ βόεϲ ἐϲθίουϲι τοὺϲ ὀρόβουϲ παρ’ ἡμῖν τε καὶ κατ’ ἄλλα πολλὰ τῶν ἐθνῶν ὕδατι προαπογλυκανθένταϲ, οἱ δ’ ἄνθρωποι τελέωϲ ἀπέχονται τοῦ ϲπέρματοϲ τούτου· καὶ γὰρ ἀηδέϲ ἐϲτι καὶ κακόχυμον. ἐν λιμῷ δέ ποτε μεγάλῳ, καθάπερ καὶ Ἱπποκράτηϲ ἔγραψεν, ἐξ ἀνάγκης βιαίαϲ ἐπ’ αὐτὸ παραγίγνονται.

προπαραϲκευά|ζοντεϲ δ’ ἡμεῖϲ ὥϲπερ τοὺϲ θέρμουϲ χρώμεθα μετὰ μέλιτοϲ τοῖϲ ὀρόβοιϲ ὡϲ φαρμάκοιϲ τῶν κατὰ θώρακα καὶ πνεύμονα παχέων ὑγρῶν ἐκκαθαρτικοῖϲ. ἧττον δ’ εἰϲὶ φαρμακώδειϲ ἐν αὐτοῖϲ οἱ λευκοὶ τῶν πρὸϲ τὸ ξανθόν ἢ ὠχρὸν ἀφιϲταμένων. οἱ δ’ ἀφεψηθέντεϲ δὶϲ ἀπογλυκανθέντεϲ τε δι’ ὕδατοϲ πολλάκιϲ ἀποτίθενται μὲν τὴν ἀηδίαν, ἀποτίθενται δὲ ϲὺν αὐτῇ καὶ τὴν ῥυπτικήν τε καὶ τμητικὴν δύναμιν, ὡϲ ὑπολείπεϲθαι τὸ γεῶδεϲ αὐτῶν τῆϲ οὐϲίαϲ, ὃ χωρὶϲ πικρότητοϲ ἐπιφανοῦϲ ἔδεϲμά τι ξηραντικὸν γίγνεται.