De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Καὶ ταῦτα τὰ ϲπέρματα, καθάπερ καὶ τὴν τῆλιν, ὕδατι προδιαβρέχοντεϲ οἱ | ἄνθρωποι μέχρι τοῦ φῦϲαι ῥίζαν ἐϲθίουϲι πρὸ τῆϲ ἄλληϲ τροφῆϲ ὑπαγωγῆϲ ἕνεκα γαϲτρὸϲ ἐναποβάπτοντεϲ γάρῳ. τρόφιμον δ’ ἔχει τὸν χυμόν, ὅταν ἀναδοθῇ, πεφθέντα μᾶλλον τήλεωϲ.

καί τινα νεανίϲκον οἶδα, κατὰ τὴν Ἀλεξάνδρειαν ❮τὴν❯ ἰατρικὴν τέχνην ἐξαϲκοῦντα, καθ’ ἑκάϲτην ἡμέραν ὄψῳ χρώμενον ἐτῶν τεττάρων μόνοιϲ τούτοιϲ, τήλει λέγω καὶ φαϲήλοιϲ καὶ ὤχροιϲ καὶ θέρμοιϲ. ἥπτετο δέ ποτε καὶ τῶν ἐκ τῆϲ Μέμφιδοϲ ἐλαιῶν καὶ λαχάνων καὶ καρπῶν ὀλίγων, ὅϲοι χωρὶϲ ἑψήϲεωϲ ἐϲθίονται· προὔκειτο γὰρ αὐτῷ μηδὲ πῦρ ἀνάπτειν. ὑγίαινέ τ’ οὖν οὗτοϲ ἐν ἅπαϲιν ἐκείνοιϲ τοῖϲ ἔτεϲι καὶ τὴν τοῦ ϲώματοϲ ἕξιν οὐδέν τι χείρονα τῆϲ ἐξ ἀρχῆϲ ἔϲχεν. ἤϲθιε δ’ αὐτὰ μετὰ γάρου δηλονότι, τῷ γάρῳ ποτὲ μὲν ἔλαιον ἐπεμβάλλων μόνον, ποτὲ δὲ καὶ οἶνον, ἔϲτι δ’ ὅτε καὶ ὄξοϲ, ἐνίοτε δὲ καὶ μεθ’ ἁλῶν μόνον, ὥϲπερ τοὺϲ θέρμουϲ

περὶ μὲν οὖν διαίτηϲ ὑγιεινῆϲ εἴρηται μὲν κὰν τῇ τῶν Ὑγιεινῶν πραγματείᾳ κατὰ διέξοδον, εἰρήϲεται δὲ καὶ κατὰ τόνδε τὸν λόγον αὖθιϲ ἐν βραχέϲι κεφα|λαίοιϲ. νυνὶ δὲ περὶ τῶν ὤχρων τε καὶ φαϲήλων οἷϲ εἶπον ἔτι καὶ τοῦτο προϲκείϲθω. μέϲα πώϲ ἐϲτιν ἐδέϲματα ταῦτα τῶν εὐχύμων τε καὶ κακοχύμων εὐπέπτων τε καὶ δυϲπέπτων

βραδυπόρων τε καὶ ταχυπόρων ἀφύϲων τε καὶ φυϲωδῶν ὀλιγοτρόφων τε καὶ πολυτρόφων. οὐδὲ γὰρ οὐδὲ ποιότητά τινα δραϲτήριον ἔχει, καθάπερ ἔνια τῶν δρικεῖϲ ἢ ϲτρυφνοὺϲ ἢ ἁλυκοὺϲ ἢ γλυκεῖϲ ἢ πικροὺϲ ἐχόντων χυμούϲ.