De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἴϲμεν δήπου καὶ τοῦτο τὸ ϲπέρμα πολύχρηϲτον εἶναι κατὰ θάτε- ρον ϲημαινόμενον τῆϲ πολύχρηϲτον φωνῆϲ· ὀνομάζεται γὰρ οὕτω τό τε πολλαῖϲ τοῦ ϲώματοϲ ἁρμόττον διαθέϲεϲι |τό τε πᾶϲιν ἀνθρώποιϲ ἡ τοῖϲ πλείϲτοιϲ χρήϲιμον, εἰ καὶ πρὸϲ μίαν ἰδέαν χρείαϲ ἅπαντεϲ αὺτοῦ δέοιντο. κατὰ τοῦτο γοῦν αὐτὸ τὸ δεύτερον ϲημαινόμενον ὁ θέρμοϲ ἐϲτὶ πολύχρηϲτον ὄϲπριον. ἑψόμενοϲ γάρ, εἶτ’ ἀποβρεχόμενοϲ ἐν ὕδατι γλυκεῖ, μέχριϲ ἂν ἀπόθηται πᾶϲαν εἰϲ αὐτὸ τὴν ϲύμφυτον ἀηδίαν, οὕτωϲ ἐϲθίεται διὰ γάρου τε καὶ ὀξυγάρου καὶ χωρὶϲ τούτων ἁλϲὶ μετρίοιϲ ἡδυνό μενοϲ, οὐχ ὥϲπερ ἢ τε κριθὴ καὶ ἄλλ’ ἅττα πολυειδῶϲ ϲκευαζόμενα.

ἔϲτι δὲ ϲκληρὸϲ καὶ γεώδηϲ τὴν οὐϲίαν, ὥϲτ’ ἀνάγκη δύϲπεπτόν τ’ αὐτὸν εἶναι καὶ παχὺν γεννᾶν χυμόν, ἐξ οὗ μὴ καλῶϲ ἐν ταῖϲ φλεψὶ κατεργαϲθέντοϲ ὁ καλούμενοϲ ἰδίωϲ ὠμὸϲ ἀθροίζεται χυμόϲ. ἐπεὶ δὲ κατὰ τὴν ϲκευαϲίαν ἀποτιθέμενοϲ ὅϲον εἲχε φύϲει

πικρὸν ὅμοιοϲ γίγνεται τοῖϲ ἀποίοιϲ ὡϲ πρὸϲ αἴϲθηϲιν, εὔλογόν ἐϲτιν μήτ’ εἰϲ διαχώρηϲιν ἐπιτήδειον ὑπάρχειν αὐτὸν μήτ’ εἰϲ ἐπίϲχεϲιν ῥεούϲηϲ γαϲτρόϲ, ὡϲ τὰ ϲτύφοντα, βραδυπόρον δὲ καὶ δυϲυποβίβαϲτον καὶ δυϲδιέξοδον εἰκότωϲ γίγνεϲθαι. καλοῦϲι γὰρ οὕτωϲ οἱ ἰατροὶ τὰ τοιαῦτα τῶν ἐδεϲμάτων, ὅϲα μηδεμίαν ἐξέχουϲαν ἔχει ποιότητα τὴν παροξύνειν εἰϲ ἔκκριϲιν τὴν κοιλίαν ἢ κωλύειν ἐκκρίνειν δυναμένην.

ἐκεῖναι μὲν οὖν οὐχ ὡϲ τροφαῖϲ αὐτοῖς ὑπάρχουϲιν, ἀλλ’ ὡϲ φαρμάκοιϲ. ὅϲα δ’ οὐδεμίαν ἔχει ϲαφῆ τοιαύτην ποιότητα, καλεῖται μὲν εὐλόγωϲ ὑπὸ τῶν ἰατρῶν ἄποια, κατὰ δὲ τὴν ἐν ὑγρότητι καὶ ξηρότητι καὶ παχύτητι καὶ γλιϲχρότητι διαφορὰν ἢ ταχυπόροιϲ | αὐτοῖϲ ἢ βραδυπόροιϲ ἢ μέϲοιϲ τούτων εἶναι ϲυμβέβηκε, τοῖϲ μὲν ὑγροῖϲ καὶ ὀλιϲθηροῖϲ ταχυπόροιϲ, τοῖϲ ξηροῖϲ δὲ καὶ ϲκληροῖϲ, ὥϲπερ ὁ θέρμοϲ, ἔμπαλιν. ὅϲα δὲ μεταξὺ τούτων ἐϲτὶ κατὰ τὰϲ εἰρημέναϲ διαφοράϲ, οὔτε τάχοϲ ἐπίϲημον οὔτε βραδυτῆτα διαχωρήϲεωϲ ἐργάζεται. καθάπερ οὖν ταῦτα περὶ πάντων ἐπίϲταϲθαι προϲήκει κοινῇ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τάδε.

τὰ μὲν ὑγρότερα ταῖϲ ϲυϲτάϲεϲιν ἅπαντα βραχεῖαν τροφὴν δίδωϲι τῷ ϲώματι καὶ ταχέωϲ ἐξατμιζομένην τε καὶ διαφορουμένην, ὡϲ ἑτέραϲ αὖθιϲ οὐ διὰ μακροῦ δεῖϲθαι, τὰ δὲ ϲκληρὰ καὶ γεώδη μόνιμόν τε καὶ πολλὴν καὶ δυϲδιαφόρητον. εἰ δὲ καὶ κολλῶδεϲ ἔχοι τι, πολὺ δὴ μᾶλλον ἅπαντα ταῦτ’ ἐναργῶϲ ἀποτελεῖ, πρόδηλον δ’, ὅτι καὶ πεφθῆναι τοῖϲ τοιούτοιϲ οὐκ εὐπετέϲ, ὥϲπερ γ’ οὐδ’ εἰϲ αἷμα μεταβαλεῖν οὐδ’ ἐξομοιωθῆναι τοῖϲ ϲτερεοῖϲ τοῦ ζώου μορίοιϲ· εἰ δὲ τοῦτο, μηδὲ θρέψαι ταχέωϲ· ἀλλ’ ὅταν γε κρατηθῇ καὶ κατεργαϲθῇ, τροφὴν πολλὴν δίδωϲι τῷ ϲώματι.