De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Γίγνεται μὲν ἄρτοϲ ποτὲ κἀκ τούτων, ὅταν ἀπορία καταλάβῃ τῶν προγεγραμμένων ϲιτηρῶν ἐδεϲμάτων, ὀλιγότροφοϲ δ’ ἐϲτὶ καὶ ψυχρὸϲ καὶ δηλονότι κραῦρόϲ τε καὶ ψαθυρόϲ, ὡϲ ἂν μηδὲν ἔχων ἐν ἑαυτῷ μήτε λιπαρὸν μήτε γλίϲχρον. εἰκότωϲ οὖν ὑγραινομένην γαϲτέρα ξηραίνει. τὸ δ’ ἄλευρον ἕψοντεϲ αὐτῶν ἐν τοῖϲ ἀγροῖϲ, εἶτα πιμελὴν χοιρείαν ἢ ἔλαιον ἀναμιγνύντεϲ ἐϲθίουϲι.

κρείττων δ’ ἐϲτὶν ἐλύμου κέγχροϲ εἰϲ πάντα· καὶ γὰρ ἡδίων εἰϲ ἐδωδὴν καὶ δύϲπεπτοϲ ἧττόν ἐϲτι καὶ ἧττον ἐπέχει γαϲτέρα καὶ μᾶλλον τρέφει. καὶ μετὰ γάλακτοϲ δ’ ἐνίοτε τὸ ἄλευρον αὐτῶν ἑψήϲαντεϲ ἐϲθίουϲιν ὥϲπερ τὸ τῶν πυρῶν οἱ ἄγροικοι. καὶ δῆλον ὅτι τὸ ἔδεϲμα τοῦτο τοϲούτῳ κρεῖττόν ἐϲτι κατὰ μόναϲ αὐτῶν ἐϲθιομένων, ὅϲῳ καὶ τὸ γάλα τῆϲ ἀμφοτέρων φύϲεωϲ εἰϲ εὐχυμίαν τε πολλὴν καὶ

τἄλλα πάντα διενήνοχε. λέγω δὲ τἄλλα πάντα πέψιν τε καὶ ὑπαγωγὴν γαϲτρὸϲ ἀνάδοϲίν τε καὶ τὴν ἐν τῷ προϲφέρεϲθαι γλυκύτητα καὶ ἡδονήν. οὐδὲν γὰρ ἡδὺ τοῖϲ ϲπέρμαϲι τούτοιϲ ὑπάρχει καὶ μάλιϲτα τῷ ἐλύμῳ κατά γε τὴν ἡμετέραν Ἀϲίαν· ἐν ἄλλοιϲ γὰρ ἔθνεϲιν, ὥϲπερ κἀν τῇ Ἰταλίᾳ, πολὺ βελτίων γίγνεται.