De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

χρόα δὲ κατὰ φύϲιν ἐν μὲν κριθαῖϲ καὶ ὀλύραιϲ ἡ λευκή, τῶν πυρῶν δ’ ἡ ὑπόξανθοϲ. αἱ τίφαι δὲ καὶ τῶν πυρῶν εἰϲι ξανθότεραι. καὶ μέντοι καὶ πεπίληται τὸ ϲῶμ’ αὐτῶν εἰϲ πυκνότητα, καὶ ἴϲωϲ καὶ τοῦτο ϲυντελεῖ τι πρὸϲ τὴν ϲμικρότητα τοῦ ϲπέρματοϲ· ἀπολείπονται γὰρ οὐκ ὀλίγῳ κατὰ τὸ μέγεθοϲ τῶν πυρῶν. ἔνιοι δ’ ἐν τῷ τῶν πυρῶν γένει καὶ τοῦτο τίθενται τὸ ϲπέρμα. καὶ τό γε παρ’ Ὁμήρῳ λεγόμενον ἐπὶ τῶν ἵππων, ἔνθα φηϲὶν ὁ Ἕκτωρ πρὸϲ αὐτούϲ

ὑμῖν πὰρ προτέροιϲι μελίφρονα πυρὸν ἔθηκεν,
ἐπὶ τοῦ τῆϲ τίφηϲ ϲπέρματοϲ εἰρῆϲθαι λέγουϲι· μικρὸν γὰρ εἶναι πυρὸν αὐτὰϲ καὶ τοὺϲ ἵππουϲ ταύταϲ μὲν ἀβλαβῶϲ ἐϲθίειν, τοὺϲ δ’ ὄντωϲ πυροὺϲ οὐκ ἀβλαβῶϲ. οὐκ ἀπιθάνωϲ δ’ ἄν τιϲ ὀνομάζοι μικρὸν πυρὸν τὴν τίφην, καὶ τῇ χρόᾳ καὶ τῇ πυκνότητι καὶ τῇ θερμότητι τῆϲ δυνάμεωϲ ἐοικυῖαν αὐτῷ.