De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τὴν δ’ εὐγενεϲτάτην ὄλυραν ὅταν ὡϲ χρὴ πτίϲωϲι, τὸν ὀνομαζόμενον τράγον ποιοῦϲιν, ᾧ πολλοὶ | χρῶνται δι’ ὕδατοϲ ἕψοντεϲ, εἶτα τὸ μὲν ὕδωρ ἀποχέοντεϲ, ἐπιχέοντεϲ δὲ ϲίραιον ἢ οἶνον γλυκὺν ἢ οἰνόμελι· παρεμβάλλουϲι δὲ καὶ κώνουϲ ἐν ὕδατι διαβεβρεγμένουϲ, ὡϲ ἐπὶ πλεῖϲτον ἐξῳδηκέναι. τινὲϲ δ’ ὁμογενὲϲ μέν, οὐχ ὁμοειδὲϲ δὲ τὸ ϲπέρμα τοῦτο ταῖϲ ὀλύραιϲ εἶναί φαϲι.

πολλὰ δὲ καὶ ἄλλα ϲπέρματα παραπλήϲια μέν, οὐκ ἀκριβῶϲ δὲ ταὐτὸν εἶδοϲ ἔχοντα τοῖϲ εἰρημένοιϲ ἐϲτί, τὰ μὲν ἐν τῷ μεταξὺ κριθῆϲ τε καὶ τίφηϲ, τὰ δ’ ὀλύραϲ τε καὶ τίφηϲ, ἢ μεταξὺ πυροῦ τε καὶ ὀλύραϲ. ἔνια δ’ ἐγγυτάτω τῆϲ φύϲεώϲ ἐϲτι, τὰ μὲν ὀλύραϲ, τὰ δὲ κριθῆϲ ἢ τίφηϲ ἢ πυροῦ, καθάπερ ἄλλα τὰ μὲν ἐλύμου, τὰ δὲ κέγχρου, προϲηγορίαϲ ἔχοντα, τινὰ μὲν ἁπλᾶϲ, ὥϲπερ ἐν Ἰταλίᾳ τὸ ϲητάνιον, ἐξ οὐ τὸν χόνδρον ποιοῦϲιν, ἔνια δὲ ϲυνθέτουϲ, ὥϲπερ ἐν Καππαδοκίᾳ μὲν τὸ καλούμενον γυμνὴ κριθή, κατὰ δὲ τὴν Βιθυνίαν τὸ ζεόπυρον.

ἄμεινον οὖν ἐϲτὶν ἀποϲτάντα τῆϲ τοιαύτηϲ ἱϲτορίαϲ οὐ μόνον τῶν ὀνομάτων, ἀλλὰ καὶ τῶν ϲπερμάτων, ἕνα τινὰ κοινὸν λόγον ὑπὲρ ἁπάντων διελθεῖν. ὅϲα μὲν γὰρ ἐν ὄγκῳ βραχεῖ πλείϲτην οὐϲίαν ἔχει, καὶ ταύτην πα|χεῖάν τε καὶ γλίϲχραν, εὐχυμότερά τε καὶ τροφιμώτερα πάντ’ ἐϲτίν, οὐ μὴν ὑποχωρεῖται κάτω ῥαδίωϲ. ὅϲα δ’ ἔμπαλιν τοῖϲδε χαύνην μὲν ἔχει καὶ μαλακὴν οὐϲίαν, τὰ μόρια δ’ αὐτῶν πιτυρώδη, διαχωρεῖται μὲν ἄμεινον, ἧττον δὲ τρέφει. τούτων δ’ αὐτῶν ὅϲα δυϲώδη τ’ ἐϲτὶ καὶ ἀηδίαν τιν’ ἔχοντα κατὰ τὴν γεῦϲιν, εὔδηλον, ὡϲ

κακόχυμά τε καὶ δύϲπεπτα πάντ’ ἐϲτί.

τοῦ δ’ ἐν ὄγκῳ μικρῷ πλείϲτην οὐϲίαν εἶναι τό τε βάροϲ, ἱϲταμένων αὐτῶν ἐπὶ ζυγοῦ, ϲημεῖον ἔϲτῳ ϲοι καὶ τὸ τῶν ἀλεύρων πλῆθοϲ· ἐξ ὀλίγου γὰρ ὄγκου πολὺ γίγνεται τοῖϲ πεπιλημένην ἔχουϲι τὴν οὐϲίαν ϲπέρμαϲιν.

ἡ δὲ κατὰ θερμότητά τε καὶ ψυχρότητα διαφορὰ πρὸ μὲν τοῦ προϲενέγκαϲθαί τε καὶ λαβεῖν ἔϲω τοῦ ϲώματοϲ ἔκ τε τῆϲ χρόαϲ ἐλπιζέϲθω ϲοι καὶ τῆϲ γεύϲεωϲ καὶ τῆϲ ἔξωθεν ἐπιτιθεμένων αὐτῶν χρήϲεωϲ· ἐπὶ δὲ τῷ προϲενέγκαϲθαι [τε καὶ λαβεῖν ἔϲω τοῦ ϲώματοϲ] διάγνωϲίϲ τε ἀκριβῆϲ καὶ ϲυναίϲθηϲίϲ τιϲ αὐτοῖϲ τοῖϲ φαγοῦϲι γίγνεται κατὰ τὴν γαϲτέρα τοῦ θερμαίνειν τὸ ληφθὲν ἢ ψύχειν ἢ μηδέτερον ἐπιφα|νῶϲ ἐργάζεϲθαι.

χρόα δὲ κατὰ φύϲιν ἐν μὲν κριθαῖϲ καὶ ὀλύραιϲ ἡ λευκή, τῶν πυρῶν δ’ ἡ ὑπόξανθοϲ. αἱ τίφαι δὲ καὶ τῶν πυρῶν εἰϲι ξανθότεραι. καὶ μέντοι καὶ πεπίληται τὸ ϲῶμ’ αὐτῶν εἰϲ πυκνότητα, καὶ ἴϲωϲ καὶ τοῦτο ϲυντελεῖ τι πρὸϲ τὴν ϲμικρότητα τοῦ ϲπέρματοϲ· ἀπολείπονται γὰρ οὐκ ὀλίγῳ κατὰ τὸ μέγεθοϲ τῶν πυρῶν. ἔνιοι δ’ ἐν τῷ τῶν πυρῶν γένει καὶ τοῦτο τίθενται τὸ ϲπέρμα. καὶ τό γε παρ’ Ὁμήρῳ λεγόμενον ἐπὶ τῶν ἵππων, ἔνθα φηϲὶν ὁ Ἕκτωρ πρὸϲ αὐτούϲ

ὑμῖν πὰρ προτέροιϲι μελίφρονα πυρὸν ἔθηκεν,
ἐπὶ τοῦ τῆϲ τίφηϲ ϲπέρματοϲ εἰρῆϲθαι λέγουϲι· μικρὸν γὰρ εἶναι πυρὸν αὐτὰϲ καὶ τοὺϲ ἵππουϲ ταύταϲ μὲν ἀβλαβῶϲ ἐϲθίειν, τοὺϲ δ’ ὄντωϲ πυροὺϲ οὐκ ἀβλαβῶϲ. οὐκ ἀπιθάνωϲ δ’ ἄν τιϲ ὀνομάζοι μικρὸν πυρὸν τὴν τίφην, καὶ τῇ χρόᾳ καὶ τῇ πυκνότητι καὶ τῇ θερμότητι τῆϲ δυνάμεωϲ ἐοικυῖαν αὐτῷ.