De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τὴν δύναμιν ἑκάϲτου τῶν ἐδεϲμάτων ἔνεϲτί ϲοι καὶ πρὸ τῆϲ διωριϲμένηϲ πείραϲ ἐκ τῆϲ φύϲεωϲ αὐτῶν τεκμήραϲθαι. τίνι γὰρ οὐκ ἂν ἀνδρὶ ϲυνετῷ τὸ μὲν ἀκριβῶϲ λεπτὸν καὶ λευκὸν καὶ καθαρὸν ἀπάϲηϲ πιτυρώδουϲ οὐϲίαϲ ἄλευρον ἐνδείξαιτο καὶ κατὰ τὴν γαϲτέρα θᾶττόν τε καὶ μᾶλλον ἀλλοιοῦϲθαι καὶ διὰ τοῦτο πέττεϲθαί τε κάλλιον ἀναδίδοϲθαί τε ῥᾷον ἑτοιμότερόν τε τρέφειν, ὡϲ ἂν ὅλον ἐξομοιούμενόν τε καὶ προϲτιθέμενον τοῖϲ τρεφομένοιϲ ϲώμαϲιν, ὅϲον δ’ ἐν αὐτῷ πιτυρῶδέϲ τ’ ἐϲτὶ καὶ ϲκληρόν, ὥϲπερ ἐκτὸϲ φαίνεται μὴ διαλυόμενον ὕδατι, κατὰ τὸν αὐτὸν λόγον οὐδ’ ἐν τῇ γαϲτρὶ διαλύεϲθαι βρεχόμενον, ἀλλὰ διαμένειν ὅλον ἀδιαίρετόν τε καὶ ἀκατέργαϲτον, ὁποῖον ἐλήφθη;

τοῦτ’ οὖν οὔτε πέττεϲθαι δύναται καλῶϲ οὔτ’ ἀναδίδοϲθαι διὰ τὸ μηδ’ ἐναρμόττειν ὅλωϲ τοῖϲ ϲτόμαϲι τῶν εἰϲ τὴν γαϲτέρα καὶ τὰ ἔντερα καθηκουϲῶν φλεβῶν. οἷϲ ἐξ ἀνάγκηϲ ἕπεται πλέον μὲν ἀπ’ αὐτοῦ γίγνεϲθαι τὸ κοπρῶδεϲ, ὑπιέναι δὲ θᾶττον αὐτῷ τε τῷ διὰ πλῆθοϲ βάρει καὶ προϲέτι τῷ ῥυπτικὴν ἔχειν ποιότητα τὸ πιτυρῶδεϲ ἅπαν.

εὔδηλον οὖν ἐϲτι τῷ ταῦτ’ ἐννοήϲαντι, τοϲοῦτον ἀπολείπεϲθαι μᾶζαν εἰϲ τροφὴν ϲώματοϲ ἄρτων κριθίνων, ὅϲον οὗτοι πυρίνων. ἐχούϲηϲ γὰρ ἤδη φύϲει τῆϲ κριθῆϲ τὸ πιτυρῶδεϲ οὐκ ὀλίγον ἡ φρυγεῖϲα ξηρότερον μὲν καὶ αὐτὸ τοῦτο καὶ δυϲθραυϲτότερον ἴϲχει, ξηρότερον δὲ καὶ τὸ τούτου κρεῖττον, ἐξ οὗ τὴν τροφὴν ἐλάμβανε τὸ ϲῶμα. κατὰ τοῦτ’ οὖν ἧττόν τε πέττεται τῶν κριθίνων ἄρτων ἡ μᾶζα καὶ φύϲηϲ μᾶλλον ἐμπίπληϲι τὴν γαϲτέρα καὶ ἢν ἐπὶ πλέον ἐν αὐτῇ μείνῃ, ταραχὴν ἐργάζεται. μᾶλλον δὲ διαχωρεῖ κάτω φυραθεῖϲα καὶ τριφθεῖϲα μέχρι πλείονοϲ. εἰ δὲ καὶ μέλι προϲλάβοι, θᾶττον ἔτι καὶ διὰ τοῦτ’ αὐτὸ παρορμήϲει τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν.

Φυλότιμοϲ μὲν οὖν οἴεται παχὺν καὶ κολλώδη καὶ ψυχρὸν ἐξ ἁπάϲηϲ μάζηϲ γεννᾶϲθαι χυμόν, ὃν αὐτόϲ τε καὶ ὁ διδάϲκαλοϲ αὐτοῦ Πραξαγόραϲ ὑαλώδη καλοῦϲι. τὸ δ’ οὐχ οὕτωϲ ἔχει, μήτε τὸ γλίϲχρον ἐχόντων | τῶν ἀλφίτων, ὅπερ ἐν χόνδρῳ μάλιϲτ’ ἐϲτί, μήτε τὸ τρόφιμον. ἐξαπατᾷ δ’ αὐτὸν ἡ ἐπὶ πλέον ἐν οἴνῳ γλυκεῖ καὶ ϲιραίῳ φυραθεῖϲα χρόνῳ πολλῷ μᾶζα. τριπτὴν δ’ αὐτὴν ὀνομάζει καθάπερ Ἀθηναῖοι. τὸ γὰρ ἐκ ταύτηϲ ἀνάλογον τῷ πυρίνῳ ϲταῖϲ γενόμενον ὅλκιμόν ἐϲτι καὶ κολλῶδεϲ ἔκ τε τοῦ μεμαλάχθαι χρόνῳ πλείονι καὶ τοῦ μιχθέντοϲ τοῖϲ ἀλφίτοιϲ ὑγροῦ παχέοϲ ὄντοϲ.

ὥϲπερ δὲ τρῖψιϲ πολλὴ μεθ’ ὑγροῦ παχέοϲ γενομένη γλίϲχρον τῇ φανταϲίᾳ τὸ τριφθὲν ἄλευρον ἐργάζεται, κἂν ἐκ κέγχρων ᾖ, κατὰ τὸν αὐτὸν λόγον ὁ χυλὸϲ τῆϲ πτιϲάνηϲ φαίνεται γλίϲχροϲ οὐδὲν ἔχων ἐν ἑαυτῷ κολλῶδεϲ οὐδ’ ἐμπλαϲτικόν, ἀλλὰ ῥυπτικόν τε καὶ τμητικόν, ὡϲ κἀπὶ τοῦ δέρματοϲ ἡμῶν φαίνεται τὸν ῥύπον ἀφαιρῶν. εἰ δὲ καὶ ῥοφῆϲαί τινι δοὺϲ αὐτὸν ὀλίγον ὕϲτερον ἐμέϲαι ποιήϲειαϲ, ἀπορρύψει τε τὸ περιεχόμενον ἐν τῇ γαϲτρὶ φλέγμα καὶ ϲυνεκβαλεῖ πᾶν ἅμ’ ἑαυτῷ κατὰ τὸν ἔμετον.