De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ὥϲτ’ ἀναγκαιότατον ἔοικεν εἶναι πρὸϲ τὴν παροῦϲαν θεωρίαν ἐπιϲκέψαϲθαι τάϲ τε τῶν ἀνθρώπων καὶ τὰϲ τῶν ἐδεϲμάτων κράϲειϲ. αἱ μὲν οὖν τῶν ἀνθρώπων ὁπόϲαι τ’ εἰϲὶ καὶ ὅπωϲ χρὴ διαγιγνώϲκειν αὐτάϲ, ἐν τοῖϲ Περὶ κράϲεων ὑπομνήμαϲι λέλεκται, καθάπερ γε καὶ περὶ τῶν φαρμάκων ἐν | τοῖϲ Περὶ τῆϲ δυνάμεωϲ αὐτῶν.

ἐν δὲ τῇ νῦν ἐνεϲτώϲῃ 〈πραγματείᾳ〉 καιρὸϲ ἂν εἴη τὰϲ τῶν ϲιτίων εἰπεῖν κράσεις ὡϲ ἐν τῷ Περὶ διαίτηϲ γέγραπται βιβλίῳ, κατὰ τινὰϲ μὲν Ἱπποκράτουϲ ὄντι ϲυγγράμματι, κατὰ τινὰϲ δὲ φιλιϲτίωνοϲ ἢ Ἀρίϲτωνοϲ ἢ Εύρυφῶντοϲ ἢ Φιλητᾶ, παλαιῶν ἁπάντων ἀνδρῶν. ἀρχὴ δ’ ἐϲτὶν αὐτοῦ κατὰ μὲν ἔνια τῶν ἀντιγράφων ἥδε· ϲιτίων δὲ καὶ πομάτων δύναμιν ἑκάϲτων καὶ τὴν κατὰ φύϲιν καὶ τὴν διὰ τέχνηϲ ὧδε

χρὴ γινώϲκειν, ἐν ἄλλοιϲ δ’ ἥδε· Χωρίων δὲ θέϲιν καὶ φύϲιν ἑκάϲτων ὧδε χρὴ διαγινώϲκειν.

ὅταν μὲν οὖν αὐτὸ καθ’ ἑαυτὸ φέρηται τὸ βιβλίον τοῦτο, Περὶ διαίτηϲ ἐπιγράφεται, μέροϲ ὂν δεύτερον εἰϲ τρία διῃρημένου τοῦ παντόϲ· ὅταν δὲ τὸ ϲυγκείμενον ἐκ τῶν τριῶν ὅλον ἓν ἀδιαίρετον εὑρεθῇ, Περὶ φύϲεωϲ ἀνθρώπου καὶ διαίτηϲ ἐπιγράφεται. τὸ μὲν οὖν δεύτερον, ἐν ᾧ περὶ τῶν ϲιτίων διέρχεται, τάχ’ ἄν τιϲ εὐλόγωϲ Ἱπποκράτουϲ ἄξιον ἡγήϲαιτο· τὸ δὲ πρῶον ἀφέϲτηκε πάμπολυ τῆϲ Ἱπποκράτουϲ γνώμηϲ. ἀλλὰ τοῦτο μὲν | οἷον ὁδοῦ τι πάρεργον εἰρήϲθω. ὅτου δ’ ἂν ᾖ τῶν εἰρημένων ἀνδρῶν, εἰς τὴν καθόλου μέθοδον ἀναφέρειν φαίνεται τὴν ἐπὶ τοῖϲ ϲιτίοιϲ δίαιταν.

ὁ γὰρ γνούϲ, ὅτι κριθὴ φύϲει ψυχρόν ἐϲτι καὶ ὑγρόν, ἐπιϲτάμενοϲ δὲ καὶ τὰϲ τῶν ϲωμάτων κράϲειϲ γνωρίζειν ὅϲαι τε φύϲει τισὶν ὑπάρχουϲι καὶ ὅϲαι κατὰ διάθεϲιν ἐπίκτητον γίγνονται, χρήϲεται προϲηκόντωϲ κριθαῖϲ εἰϲ ἐδωδὴν οὐ μόνον ἐπὶ τῶν ὑγιαινόντων, ἀλλὰ καὶ τῶν νοϲούντων ϲωμάτων, καὶ καταπλάϲματι δ’ ἂν δι’ ἀλεύρου κριθίνου χρήϲαιτο καλῶϲ ὁ τὴν κρᾶϲιν ἐπιϲτάμενοϲ αὐτῶν.

δεῖ δὲ μὴ μόνον ἐγνῶϲθαι τὴν κυριωτάτην τε καὶ πρώτην ἑκάϲτου ϲιτίου κρᾶϲιν, ἀλλ’, ὡϲ ἐν τοῖϲ Περὶ φαρμάκων ἐδείχθη, καὶ τὰϲ ἐξ ἐκείνων γιγνομέναϲ· ὧν οὐχ ἥκιϲτα χρήϲιμοι τυγχάνουϲιν οὖϲαι πολλαὶ μὲν τῶν κατὰ τοὺϲ χυμούϲ, εἰ μὴ ἄρα καὶ πᾶϲαι, τινὲϲ δὲ καὶ τῶν κατὰ τὰϲ ὀϲμάϲ. ἐκ γὰρ τοῦ κεκρᾶϲθαί πωϲ ἕκαϲτον ἐκ τοϲοῦδε θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸ μὲν αὐτῶν γλυκύ, τὸ δὲ | πικρὸν ἢ ἁλμυρὸν ἢ ϲτρυφνὸν ἢ αὐϲτηρὸν ἢ δριμὺ φαίνεται.

τὸ δ’ ἁλυκόν οὐκ ἄλλο τι ϲημαίνει παρὰ τὸ ἁλμυρόν, ἀλλ’ ὑπ’ ἀμφοῖν ἕν τι δηλοῦται, ϲτρυφνοῦ δὲ καὶ αὐϲτηροῦ τὸ κοινὸν γένοϲ ὀνομάζεται ϲτύφον. ἐπὶ πλεῖϲτον δὲ περὶ τῶν χυμῶν ἀπάντων ἐν τῷ τετάρτῳ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ εἴρηται, καὶ χρὴ πάντωϲ

ἐκεῖνο προανεγνωκέναι τὸν μέλλοντα τοῖϲ νῦν λεγομένοιϲ ἀκολουθήϲειν, ὅπωϲ μὴ πάλιν ἀναγκαζώμεθα λέγειν ἐν τοῖϲδε περὶ τῶν αὐτῶν τὰ αὐτὰ.

τῶν γὰρ ϲιτίων, ὡϲ ὀλίγον ἔμπροϲθεν ἔφην, ἔνια μὲν οὐδεμίαν ἐπίϲημον ἐμφαίνει ποιότητα κατ’ ὀϲμὴν ἢ γεῦϲιν, ἃ δὴ καὶ ἄποια καὶ ὑδατώδη προϲαγορεύουϲιν, ἔνια δὲ ϲτύψιν ἔχει ϲαφεϲτάτην ἢ γλυκύτητα ϲύμφυτον ἢ δριμύτητα, καθάπερ γε καὶ ἁλμυρώτερά τινα φαίνεται καὶ πικρότητοϲ ἔνια ϲαφῶϲ μετέχοντα. πρόδηλον οὖν, ὅτι τὰ τοιαῦτα τὴν αὐτὴν ἔχει δύναμιν ἐκείνοιϲ τῶν φαρμάκων, οἷϲ ὠμοίωται κατὰ τὸν | χυμόν. εἴρηται δ’ ἐν τοῖϲ περὶ τῶν φαρμάκων ἡ αἰτία, δι’ ἣν ἔνια τῶν ϲτυφόντων οὐ τὰ αὐτὰ τοῖϲ ἄλλοιϲ ϲτύφουϲιν ἐργάζεται, καθάπερ ἀλόη τε καὶ χαλκὸϲ κεκαυμένοϲ καὶ χάλκανθοϲ καὶ ἄνθοϲ χαλκοῦ καὶ λεπὶϲ καὶ χαλκῖτιϲ.