De parvae pilae exercitio

Galen

Galen, De parvae pilae exercitio, Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

Πηλίκον ἀγαθόν ἐστιν εἰς ὑγείαν, ὦ Ἐπίγενες, γυμνάσια, καὶ ὡς χρὴ τῶν σιτίων ἡγεῖσθαι αὐτὰ, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· ὅσον δ’ ὑπὲρ τὰ ἄλλα τὰ διὰ τῆς μικρᾶς σφαίρας ἐστὶν, τοῦτο οὐδέπω τῶν πρόσθεν ἱκανῶς οὐδεὶς ἐξηγήσατο. δίκαιον οὖν ἡμᾶς, ἃ γινώσκομεν, εἰπεῖν. ὑπὸ σοῦ δὲ κριθησόμεθα, τοῦ πάντων ἠσκηκότος ἄριστα τὴν ἐν αὐτοῖς τέχνην. χρήσιμα δ’ ἱκανῶς εἰρῆσθαι ἂν δόξειε καὶ τοῖς ἄλλοις, οἷς ἃν μεταδῷς τοῦ λόγου, γενησόμενα. φημὶ γὰρ, ἄριστα μὲν ἁπάντων γυμνάσια εἶναι τὰ μὴ μόνον

900
τὸ σῶμα διαπονεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν τέρπειν δυνάμενα. καὶ ὅσοι κυνηγεσίαν καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν αὐτοῖς πόνον κερασάμενοι, σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην ἀκριβῶς καταμεμαθηκότες. τοσοῦτον γὰρ ἐν αὐτῇ δύναται ψυχὴν κινῆσαι, ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοσημάτων, ἡσθέντες μόνον, πολλοὶ δ’ ἑάλωσαν ἀνιαθέντες. οὐκ ἔστι δ’ οὕτως ἰσχυρόν τι τῶν κατὰ τὸ σῶμα παθημάτων, ὡς κρατεῖν τῶν περὶ τὴν ψυχήν· οὐκοῦν οὐδ’ ἀμελεῖν χρὴ τῶν ταύτης κινήσεων, ὁποῖαί τινες ἔσονται, πολὺ δὲ μᾶλλον ἢ τῶν τοῦ σώματος ἐπιμελεῖσθαι, τά τ’ ἄλλα καὶ ὅσῳ κυριώτερον σώματος ἡ ψυχή. τοῦτο μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων τῶν μετὰ τέρψεως, ἄλλα δ’ ἐξαίρετα τῶν διὰ τῆς μικρᾶς σφαίρας, ἃ ἐγὼ νῦν ἐξηγήσομαι.

Πρῶτον μὲν ἡ εὐπορία. εἰ γοῦν ἐννοήσαις, ὅσης δεῖται παρασκευῆς τε ἅμα καὶ σχολῆς τά τ’ ἄλλα πάντα τὰ περὶ θήραν ἐπιτηδεύματα καὶ τὰ κυνηγέσια,

901
σαφῶς ἂν μάθοις, ὡς οὔτε τῶν τὰ πολιτικὰ πραττόντων οὐδενὶ, οὔτε τῶν τὰς τέχνας ἐργαζομένων δυνατὸν μεταχειρίζεσθαι τὰ τοιαῦτα γυμνάσια. καὶ γὰρ πολλῶν ταῦτα δεῖται καὶ σχολὴν ἄγοντος οὐκ ὀλίγην ἀνθρώπου· τοῦτο δὲ μόνον οὕτω φιλάνθρωπον, ὡς μηδὲ τὸν πενέστατον ἀπορεῖν τῆς ἑαυτοῦ παρασκευῆς· οὐ γὰρ δικτύων, οὐδ’ ὅπλων, οὐδ’ ἵππων, οὐδὲ κυνῶν θηρευτικῶν, ἀλλὰ σφαίρας μόνης δεῖται, καὶ ταύτης μικρᾶς· οὕτω δ’ εὔγνωμον εἰς τὰς ἄλλας πράξεις, ὥστ’ οὐδεμιᾶς αὐτῶν ὀλιγωρεῖν ἀναγκάζει δι’ αὑτό. καίτοι τί ἂν εὐπορώτερον γένοιτο τοῦ καὶ τύχην ἀνθρωπίνην ἅπασαν καὶ πρᾶξιν προσιεμένου; τῶν μὲν γὰρ ἀμφὶ τὰς θήρας γυμνασίων τῆς χρήσεως οὐκ ἐφ’ ἡμῖν ἡ εὐπορία· πλούτου τε γὰρ δεῖται τὴν παρασκευὴν τῶν ὀργάνων ἐκπορίζοντος καὶ ἀργίας σχολῆς τὸν καιρὸν ἐπιτηρούσης. τούτων δὲ τῶν ὀργάνων παρασκευὴ καὶ τοῖς πενεστάτοις, ὡς εἴρηται, εὔπορος, ὅ τε καιρὸς τῆς χρήσεως καὶ τοὺς ἱκανῶς ἀσχόλους ἀναμένει. τὸ μὲν δὴ τῆς εὐπορίας αὐτοῦ τηλικοῦτον ἀγαθόν. ὅτι δὲ καὶ πολυαρκέστατον τῶν ἄλλων
902
γυμνασίων, ᾧδ’ ἂν μάλιστα μάθοις, εἰ σκέψαιο καθ’ ἕκαστον αὐτῶν, ὅ τι τε δύναται καὶ οἷόν τι τὴν φύσιν ἐστίν. εὑρήσεις γὰρ ἢ σφοδρὸν, ἢ μαλακὸν, ἢ τὰ κάτω μᾶλλον, ἢ τὰ ἄνω κινοῦν, ἢ μέρος τι πρὸ τῶν ἄλλων, οἷον ὀσφὺν, ἢ κεφαλὴν, ἢ χεῖρας, ἢ θώρακα, πάντα δ’ ἐξ ἴσου τὰ μέρη τοῦ σώματος κινοῦν καὶ δυνάμενον ἐπί τε τὸ σφοδρότατον ἀνάγεσθαι καὶ ἐπὶ τὸ μαλακώτατον ὑφίεσθαι, τῶν μὲν ἄλλων οὐδὲν, τοῦτο δὲ μόνον, τὸ διὰ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὀξύτατον ἐν μέρει καὶ βραδύτατον γενόμενον, σφοδρότατόν τε καὶ πρᾳότατον, ὡς ἂν αὐτός τε βουληθῇς καὶ τὸ σῶμα φαίνηται ἐμμένον. οὕτω δὲ καὶ τὰ μέρη κινεῖν μὲν ἔστιν αὐτοῦ πάνθ’ ὁμοῦ, εἰ τοῦτο συμφέρειν δόξειεν, ἔτι δὲ πρὸ ἄλλων ἄλλα, εἰ καὶ τοῦτό ποτε δόξειεν. ὅταν γὰρ συνιστάμενοι πρὸς ἀλλήλους καὶ ἀποκωλύοντες ὑφαρπάσαι τὸν μεταξὺ διαπονῶσι, μέγιστον αὐτὸ καὶ σφοδρότατον καθίσταται, πολλοῖς μὲν τραχηλισμοῖς, πολλαῖς δ’ ἀντιλήψεσι παλαιστικαῖς ἀναμεμιγμένον, ὥστε κεφαλὴν μὲν καὶ αὐχένα πονεῖσθαι τοῖς τραχηλισμοῖς, πλευρὰς δὲ καὶ
903
θώρακα, καὶ γαστέρα, ταῖς τε τῶν ὀμμάτων μετάρσεσι, καὶ θέσεσι, καὶ ἀπώσεσι, καὶ ἀποστηρίξεσι, καὶ ταῖς ἄλλαις παλαιστικαῖς λαβαῖς. τούτῳ δὲ καὶ ὀσφὺς τείνεται σφοδρῶς, καὶ σκέλη ἑδραῖα τῆς βάσεως ἐν τῷ τοιούτῳ πόνῳ· τὸ δὲ καὶ προβαίνειν καὶ εἰς τὰ πλάγια μεταπηδᾷν οὐ μικρὸν σκελῶν γυμνάσιον.

Ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, μόνον ἐστὶ δικαιότατον κινοῦν πάντ’ αὐτῶν τὰ μόρια. τοῖς μὲν γὰρ προσιοῦσιν ἕτερα νεῦρα καὶ μύες, τοῖς δ’ ὑποβαίνουσιν ἕτερα διαπονεῖται πλέον, οὕτω δὲ καὶ τοῖς εἰς πλάγιον μεθισταμένοις ἄλλα. καὶ ὅστις καθ’ ἓν εἶδος κινήσεως κινεῖ τὰ σκέλη, καθάπερ οἱ θέοντες ἀνωμάλως, καὶ οὕτως ἀνίσως τὰ μέρη γυμνάζει τοῖς εἰς τὸ πλάγιον μεθισταμένοις. ἀλλὰ καὶ ὡς τοῖς σκέλεσιν, οὕτω καὶ χερσὶ τὸ γυμνάσιον τοῦτο δικαιότατον, ἐν παντὶ σχήματι λαμβάνειν ἐθιζομένων τὴν σφαῖραν. ἀνάγκη γὰρ ἐνταῦθα τὴν ποικιλίαν τῶν σχημάτων ἄλλοτ’ ἄλλους τῶν μυῶν τείνειν σφοδρότερον, ὥστε πάντας ἐν μέρει πονοῦντας ἴσην ἔχειν ἀνάπαυλαν

904
τοῖς ἡσυχάζουσιν τὸν χρόνον τῶν ἐνεργούντων, καὶ αὕτως ἐν μέρει πάντας ἐνεργοῦντάς τε καὶ ἀναπαυομένους οὔτ’ ἀργοὺς μένειν τὸ πάμπαν, οὔτε κόποις ἁλίσκεσθαι μόνους πονοῦντας. ὄψιν δὲ ὅτι γυμνάζειν δεῖ, μαθεῖν ἔνεστιν ὑπομνησθέντας, ὡς, εἰ μή τις ἀκριβῶς τὴν ῥοπὴν τῆς σφαίρας, ὅποι φέροιτο, προαισθάνοιτο, διαμαρτάνειν τῆς λαβῆς ἀναγκαῖον αὐτῷ. ἐν τούτῳ δὲ καὶ τὴν γνώμην ἴσην τῇ φροντίδι τοῦ τε μὴ καταβαλεῖν καὶ τοῦ διακωλῦσαι τὸν μέσον, ἢ αὐτὸν ὑφαρπάσαι ἐν τούτῳ κατασταίη. φροντὶς δὲ μόνη καταλεπτύνει, μιχθεῖσα δέ τινι γυμνασίῳ καὶ φιλοτιμίᾳ εἰς ἡδονὴν τελευτήσασα τὰ μέγιστα τὸ σῶμα πρὸς ὑγίειαν καὶ τὴν ψυχὴν εἰς σύνεσιν ὀνίνησιν. οὐ σμικρὸν δὲ καὶ τοῦτο ἀγαθὸν, ὅταν ἄμφω τὸ γυμνάσιον ὠφελεῖν δύνηται, καὶ σῶμα, καὶ ψυχὴν, εἰς τὴν ἰδίαν ἑκατέρου ἀρετήν. ὅτι δ’ ἀσκεῖν ἄμφω δύναται τὰς μεγίστας ἀσκήσεις, ἃς μάλιστα μετιέναι τοῖς στρατηγικοῖς οἱ πόλεως βασιλεῖς νόμοι κελεύουσιν, οὐ χαλεπὸν κατιδεῖν. ἐπιθέσθαι
905
γὰρ ἐν καιρῷ, καὶ λαθεῖν ἐπιθέμενον, καὶ ὀξυλαβῆσαι τὴν πρᾶξιν, καὶ σφετερίσασθαι τὰ τῶν ἐναντίων, ἢ βιασάμενον, ἢ ἐξ ἀδοκήτου ἐπιθέμενον, καὶ φυλάξαι τὰ κτηθέντα, τῶν ἀγαθῶν στρατηγῶν ἔργα· καὶ τὸ σύμπαν φάναι, φύλακά τε καὶ φῶρα δεινὸν εἶναι χρὴ τὸν στρατηγὸν, καὶ ταῦτα τῆς τέχνης αὐτῆς ὅλης τὸ κεφάλαιον. ἆρ’ οὖν ἄλλό τι γυμνάσιον οὕτω προεθίζειν ἱκανὸν, ἢ φυλάττειν τὸ κτηθὲν, ἢ ἀνασώζειν τὸ μεθιστάμενον, ἢ τῶν ἐναντίων τὴν γνώμην προαισθάνεσθαι; θαυμάζοιμ’ ἂν, εἴ τις εἰπεῖν ἔχοι. τὰ πολλὰ γὰρ αὐτῶν αὐτὸ τοὐναντίον· ἀργοὺς γὰρ, καὶ ὑπνηλοὺς, καὶ βραδεῖς τὴν γνώμην ἐργάζεται. καὶ γὰρ καὶ ὅσοι κατὰ παλαίστραν πονοῦσιν, εἰς πολυσαρκίαν μᾶλλον ἢ ἀρετῆς ἄσκησιν φέρονται· πολλοὶ γοῦν οὕτως ἐπαχύνθησαν, ὡς δυσχερῶς ἀναπνεῖν. ἀγαθοὶ δ’ ἂν οὐδ’ οἱ τοιοῦτοι πολέμου γενέσθαι στρατηγοὶ, ἢ βασιλικῶν, ἢ πολιτικῶν πραγμάτων ἐπίτροποι· θᾶττον ἂν τοῖς γε συσὶν ἢ τούτοις τὶς ὁτιοῦν ἐπιτρέψειεν. ἴσως δὲ οἰήσει με δρόμον ἐπαινεῖν, καὶ τἄλλα ὅσα λεπτύνει τὸ σῶμα γυμνάσια τὸ δ’ οὐχ
906
οὕτως ἔχει· τὴν γὰρ ἀμετρίαν ἐγὼ πανταχοῦ ψέγω, καὶ πᾶσαν τέχνην ἀσκεῖν φημι χρῆναι τὸ σύμμετρον, καὶ εἴ τι μέτρου στερεῖται, τοῦτ’ οὐκ εἶναι καλόν. οὐκοῦν οὐδὲ δρόμους ἐπαινῶ τῷ καταλεπτύνειν τὴν ἕξιν καὶ τῷ μηδεμίαν ἄσκησιν ἀνδρείας ἔχειν. οὐ γὰρ δὴ τῶν ὠκέως φευγόντων τὸ νικᾷν, ἀλλὰ καὶ τῶν συστάδην κρατεῖν δυναμένων· οὐδὲ διὰ τοῦτο Λακεδαιμόνιοι πλεῖστον ἐδύναντο, τῷ τάχιστα θεῖν, ἀλλὰ τῷ μένοντας ἀναιρεῖν. εἰ δὲ πρὸς ὑγίειαν ἐξετάζοις, ἐφ’ ὅσον ἀνίσως γυμνάζει τὰ μέρη τοῦ σώματος, ἐπὶ τοσοῦτον οὐδ’ ὑγιεινόν. ἀνάγκη γὰρ οὕτω τὰ μὲν ὑπερπονεῖν, τὰ δ’ ἀργεῖν παντελῶς. οὐδέτερον δ’ αὐτῶν ἀγαθὸν, ἀλλ’ ἄμφω καὶ νόσων ὑποτρέφει σπέρματα, καὶ δύναμιν ἄῤῥωστον ἐργάζεται.

Μάλιστα οὖν ἐπαινῶ γυμνάσιον, ὃ καὶ σώματος ὑγίειαν ἐκπορίζει, καὶ μερῶν εὐαρμοστίαν, καὶ ψυχῆς ἀρετὴν παρὰ τούτοις· τοῦτο δὲ τὸ διὰ τῆς μικρᾶς σφαίρας ὑπάρχει. καὶ γὰρ εἰς πάντα ψυχὴν δυνατὸν

907
ὠφελεῖν, καὶ τοῦ σώματος τὰ μέρη δι’ ἴσου μάλιστα γυμνάζει πάντα, ὃ καὶ μάλιστα εἰς ὑγείαν συμφέρει, καὶ συμμετρίαν ἕξεως ἐργάζεται, μήτ’ ἄμετρον πολυσαρκίαν, μήθ’ ὑπερβάλλουσαν ἰσχνότητα φέρον, ἀλλ’ εἴς τε τὰς ἰσχύος δεομένας πράξεις ἱκανὸν, καὶ ὅσαι τάχους χρῄζουσιν, ἐπιτήδειον. οὕτω μὲν οὖν, ὅσον ἐν αὐτῷ, σφοδρότητος οὐδενὶ τῶν πάντων κατ’ οὐδὲν ἐλλείπεται. τὸ δὲ πρᾳότατον ἴδωμεν αὖθις· ἔστι γὰρ ὅτε καὶ τούτου δεόμεθα, διά τε ἡλικίαν, ἢ μηδέπω φέρειν ἰσχυροὺς πόνους, ἢ μηκέτι δυναμένην, καὶ κάματον ἐπανεῖναι βουληθέντες, ἢ ἐκ νόσων ἀνακομιζόμενοι. δοκεῖ δέ μοι κᾀν τούτῳ πλέον ἔχειν ἑτέρου παντός· οὐδὲν γὰρ οὕτω πρᾷον, εἰ πρᾴως αὐτὸ μεταχειρίζοιο. δεῖ δὲ μέσως μένοντα τηνικαῦτα χρῆσθαι, μηδενὶ συμμέτρου ἀποστάντα, τὰ μὲν ἠρέμα προβαίνοντα, τὰ δὲ καὶ κατὰ χώραν μένοντα, μὴ πολλὰ διαγυμνασάμενον· ἐπὶ τῷδε τρίψεσι μαλακαῖς δι’ ἐλαίου καὶ λουτροῖς θερμοῖς
908
χρῆσθαι. τοῦτο μὲν ἁπάντων ἐστὶ πρᾳότατον, ὥστε καὶ ἀναπαύεσθαι δεομένοις συμφορώτατον εἶναι καὶ ἄῤῥωστον δύναμιν ἀναλαβέσθαι δυνατώτατον, καὶ γέροντι καὶ παιδὶ συμφορώτατον. ὅσα δὲ τούτου μὲν ἰσχυρότερα, τοῦ δ’ ἄκρως σφοδροῦ πρᾳότερα, διὰ τῆς μικρᾶς σφαίρας ἐνεργεῖται, χρὴ καὶ ταῦτα γινώσκειν, ὅςτις γε ὀρθῶς βούλεται διὰ παντὸς αὐτὰ μεταχειρίζεσθαι. καὶ γὰρ εἴποτε δι’ ἀναγκαίων ἔργων, οἷα τὰ πολλὰ πολλάκις ἡμᾶς καταλαμβάνει, πονήσειας ἀμέτρως ἢ τοῖς ἄνω μέρεσιν ἢ τοῖς κάτω πᾶσιν, ἢ χερσὶ μόναις, ἢ ποσὶν, ἔνεστί σοι ἐκ τοῦδε τοῦ γυμνασίου τὰ μὲν ἀναπαῦσαι, τὰ πρότερον κεκμηκότα, τὰ δὲ εἰς τὴν ἴσην ἐκείνοις κίνησιν καταστῆσαι, τὰ πρότερον ἀργὰ παντελῶς μεμενηκότα. τὸ μὲν γὰρ ἐκ διαστήματος ἱκανοῦ βάλλειν εὐτόνως, ἢ οὐδὲν τοῖς σκέλεσιν, ἢ παντάπασιν ὀλίγον χρώμενον, ἀναπαύει μὲν τὰ κάτω, τὰ δ’ ἄνω κινεῖ σφοδρότερον· τὸ δ’ ἐπιπλέον διαθέοντα καὶ ὠκέως ἐκ πολλοῦ διαστήματος ὀλιγάκις τε προχρῆσθαι τῇ βολῇ τὰ κάτω μᾶλλον διαπονεῖ· καὶ τὸ μὲν ἠπειγμένον ἐν αὐτῷ
909
καὶ ταχὺ χωρὶς συντονίας ἰσχυρᾶς τὸ πνεῦμα μᾶλλον γυμνάζει, τὸ δ’ ἕτερον, τὸ ἐν ταῖς ἀντιλήψεσι, καὶ βολαῖς, καὶ λαβαῖς, οὐ μὴν ταχύ γε, τὸ σῶμα μᾶλλον ἐντείνει τε καὶ ῥώννυσιν. εἰ δ’ εὔτονόν τε ἅμα καὶ ἠπειγμένον εἴη, διαπονήσει τοῦτο μεγάλως καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα, καὶ πάντων ἔσται γυμνασίων σφοδρότατον. ἐφ’ ὅσον δὲ δεῖ καθ’ ἑκάστην χρείαν ἐπιτείνειν τε καὶ ἀνιέναι, γράψαι μὲν οὐχ οἷόν τε, (τὸ γὰρ ἐν ἑκάστῳ ποσὸν ἄῤῥητον,) ἐπ’ αὐτῶν δὲ τῶν ἔργων εὑρεῖν τε καὶ δεῖξαι δυνατὸν, ἐν ᾧ δὴ καὶ μάλιστα τὸ πᾶν κῦρος· οὐδὲ γὰρ ἡ ποιότης ἐστὶ χρήσιμος, εἰ τῷ ποσῷ διαφθείροιτο. τούτου μὲν δὴ τῷ παιδοτρίβῃ μετέστω, τῷ μέλλοντι τῶν γυμνασίων ὑφηγεῖσθαι.

    Τὸ δ’ ὑπόλοιπον τοῦ λόγου περαινέσθω. βούλομαι γὰρ ἐφ’ οἷς εἶπον ἀγαθοῖς προσιέναι τῷδε τῷ γυμνασίῳ, μηδ’ ὡς ἐκτός ἐστι κινδύνων παραλιπεῖν, οἷς τὰ πλεῖστα τῶν ἄλλων περιπίπτει. δρόμοι μὲν γὰρ ὠκεῖς πολλοὺς ἤδη διέφθειραν, ἀγγεῖον ἐπίκαιρον ῥήξαντες· οὕτω δὲ καὶ φωναὶ μεγάλαι τε ἅμα καὶ σφοδραὶ, καθ’ ἕνα χρόνον

    910
    ἀθρόως ἐκφωνηθεῖσαι, μεγίστων κακῶν οὐκ ὀλίγοις αἴτια, καὶ ἱππασίαι σύντονοι τῶν τε κατὰ νεφροὺς ἔῤῥηξάν τι καὶ κατὰ θώρακα πολλάκις ἔβλαψαν, ἔστι δ’ ὅτε καὶ τοὺς σπερματικοὺς πόρους, ἵνα τὰ τῶν ἵππων ἁμαρτήματα παραλείπω, δι’ ὧν πολλάκις ἐκπεσόντες τῆς ἕδρας οἱ ἱππεῖς παραχρῆμα διεφθάρησαν. οὕτω δὲ καὶ τὸ ἅλμα, καὶ ὁ δίσκος, καὶ τὰ διὰ τοῦ κάμπτειν γυμνάσια. τοὺς δ’ ἐκ τῆς παλαίστρας τί δεῖ καὶ λέγειν; ὡς ἅπαντες λελώβηνται τῶν Ὁμηρικῶν Λιτῶν οὐδὲν μεῖον. ὡς γὰρ ἐκεῖνός φησι ὁ ποιητὴς

  1. χωλάς τε, ῥυσσάς τε, παραβλῶπάς τ’ ὀφθαλμὼ,
  2. οὕτω τοὺς ἐκ τῆς παλαίστρας ἴδοις ἂν ἢ χωλοὺς, ἢ διεστραμμένους, ἢ τεθλασμένους, ἢ πάντως γέ τι μέρος πεπηρωμένους. εἰ δὴ πρὸς οἷς εἶπον ἀγαθοῖς ἔτι καὶ τοῦθ’ ὑπάρχει τοῖς διὰ τῆς σμικρᾶς σφαίρας γυμνασίοις, ὡς μηδὲ κινδύνῳ πελάζειν, ἁπάντων ἂν εἴη πρὸς ὠφέλειαν ἄριστα παρεσκευασμένα.