De parvae pilae exercitio

Galen

Galen, De parvae pilae exercitio, Marquardt, Domschule, 1879

Πηλίκον μὲν ἀγαθόν ἐστιν εἰς ὑγίειαν, ὦ Ἐπίγενες, γυμνάσια, καὶ ὡς χρὴ τῶν σιτίων ἡγεῖσθαι αὐτά, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· ὅσον δ’ ὑπὲρ τἆλλα τὰ διὰ τῆς σμικρᾶς σφαίρας ἐστίν, τοῦτ’ οὐδέπω τῶν πρόσθεν ἱκανῶς οὐδεὶς ἐξηγήσατο. δίκαιον οὖν ἡμᾶς, ἃ γιγνώσκομεν, εἰπεῖν, ὑπὸ σοῦ μὲν κριθησόμενα, τοῦ πάντων ἠσκηκότος ἄριστα τὴν ἑαυτοῦ τέχνην, χρήσιμα δὲ καὶ τοῖς ἄλλοις, οἷς ἂν μεταδῷς τοῦ λόγου, γενησόμενα. φημὶ γὰρ ἄριστα μὲν ἁπάντων γυμνασίων εἶναι τὰ μὴ μόνον τὸ σῶμα διαπονεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν τέρπειν δυνάμενα. καὶ ὅσοι κυνηγέσια καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν αὐτοῖς πόνον κερασάμενοι, σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην ἀκριβῶς καταμεμαθηκότες. τοσοῦτον γὰρ ἐν αὐτῇ δύναται ψυχῆς κίνησις, ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοσημάτων ἡσθέντες μόνον, πολλοὶ δ’ ἑάλωσαν ἀνιαθέντες. οὐδ’ ἔστιν οὐδὲν οὕτως ἰσχυρὸν τῶν κατὰ τὸ σῶμα παθημάτων, ὡς κρατεῖν

4
τῶν περὶ τὴν ψυχήν. οὔκουν οὐδ’ ἀμελεῖν χρὴ τῶν ταύτης κινήσεων, ὁποῖαί τινες ἔσονται, πολὺ δὲ μᾶλλον ἢ τῶν τοῦ σώματος ἐπιμελεῖσθαι τά τ’ ἄλλα καὶ ὅσῳ κυριωτέρα σώματος ἡ ψυχή. τοῦτο μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων τῶν μετὰ τέρψεως, ἄλλα δ’ ἐξαίρετα τῶν διὰ τῆς σμικρᾶς σφαίρας, ἃ ἐγὼ νῦν ἐξηγήσομαι.

Πρῶτον μὲν ἡ εὐπορία. εἰ γοῦν ἐννοήσαις, ὅσης δεῖται παρασκευῆς θ’ ἅμα καὶ σχολῆς τά τ’ ἄλλα πάντα τὰ περὶ τὴν θήραν ἐπιτηδεύματα καὶ τὰ κυνηγέσια, σαφῶς ἂν μάθοις, ὡς οὔτε τῶν τὰ πολιτικὰ πραττόντων οὐδεὶς οὔτε τῶν τὰς τέχνας ἐργαζομένων δύναται μεταχειρίζεσθαι τὰ τοιαῦτα γυμνάσια. καὶ γὰρ πλούτου ταῦτα δεῖται πολλοῦ καὶ σχολὴν ἄγοντος οὐκ ὀλίγην ἀνθρώπου. τοῦτο δὲ μόνον οὕτω γε φιλάνθρωπον, ὡς μηδὲ τὸν πενέστατον ἀπορεῖν τῆς αὐτοῦ παρασκευῆς. οὐ γὰρ δικτύων, οὐδ’ ὅπλων, οὐδ’ ἵππων, οὐδὲ κυνῶν θηρευτικῶν, ἀλλὰ σφαίρας μόνης δεῖται καὶ ταύτης σμικρᾶς. οὕτω δ’ εὔγνωμον εἰς τὰς ἄλλας πράξεις, ὥστ’ οὐδεμιᾶς αὐτῶν ὀλιγωρεῖν ἀναγκάζει δι’ αὑτό. καίτοι τί ἂν εὐπορώτερον γένοιτο τοῦ καὶ τύχην ἀνθρωπίνην ἅπασαν καὶ πρᾶξιν προσιεμένου; τῶν μὲν γὰρ ἀμφὶ τὰς θήρας γυμνασίων τῆς χρήσεως οὐκ ἐφ’ ἡμῖν ἡ εὐπορία. πλούτου τε γὰρ δεῖται τὴν παρασκευὴν τῶν ὀργάνων ἐκπορίζοντος καὶ ἀργίας τὸν καιρὸν ἐπιτηρούσης. τούτου δ’ ἡ τῶν ὀργάνων παρασκευὴ καὶ τοῖς πενεστάτοις εὔπορος, ὅ τε καιρὸς τῆς χρήσεως καὶ τοὺς ἱκανῶς ἀσχόλους ἀναμένει. τὸ μὲν δὴ τῆς εὐπορίας αὐτοῦ τηλικοῦτον ἀγαθόν. ὅτι δὲ καὶ πολυαρκέστατον τῶν ἄλλων γυμνασίων. ὧδ’ ἂν μάλιστα μάθοις, εἰ σκέψαιο καθ’ ἕκαστον αὐτῶν, ὅ τι τε δύναται καὶ οἷόν τι τὴν φάσιν ἐστίν. εὑρήσεις γὰρ ἢ σφοδρὸν ἢ μαλακὸν ἢ τὰ κάτω μᾶλλον ἢ τὰ ἄνω κινοῦν ἢ μέρος τι πρὸ τῶν ἄλλων, οἷον ὀσφὺν ἢ κεφαλὴν ἢ χεῖρας ἢ θώρακα. Πάντα δ’ ἐξ ἴσου τὰ μέρη τοῦ σώματος κινοῦν καὶ δυνάμενον ἐπί τε τὸ σφοδρότατον ἀνάγεσθαι καὶ ἐπὶ τὸ μαλακώτατον ὑφίεσθαι τῶν μὲν ἄλλων οὐδέν, τοῦτο δὲ μόνον τὸ διὰ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὀξύτατον ἐν μέρει καὶ βραδύτατον γενόμενον, σφοδρότατον καὶ πρᾳότατόν τε, ὡς ἂν αὐτός τε βουληθῇς καὶ τὸ σῶμα φαίνηται δεόμενον. οὕτω δὲ καὶ τὰ μέρη κινεῖν μὲν ἔστιν αὐτοῦ πάνθ’ ὁμοῦ, εἰ τοῦτο συμφέρειν δόξειεν, ἔτι δὲ πρὸ ἄλλων ἄλλα, εἰ

5
καὶ τοῦτό ποτε δόξειεν. ὅταν μὲν γὰρ συνιστάμενοι πρὸς ἀλλήλους καὶ ἀποκωλύοντες ὑφαρπάσαι τὸν μεταξὺ διαπονῶσι, μέγιστον αὐτὸ καὶ σφοδρότατον καθίσταται πολλοῖς μὲν τραχηλισμοῖς, πολλαῖς δ’ ἀντιλήψεσι παλαιστικαῖς ἀναμεμιγμένον, ὥστε κεφαλὴν μὲν καὶ αὐχένα διαπονεῖσθαι τοῖς τραχηλισμοῖς, πλευρὰς δὲ καὶ θώρακα καὶ γαστέρα ταῖς τε τῶν ἁμμάτων περιθέσεσι καὶ ἀπώσεσι καὶ ἀποστηρίξεσι καὶ ταῖς ἄλλαις παλαιστικαῖς λαβαῖς. ἐν τούτῳ δὲ καὶ ὀσφὺς τείνεται σφοδρῶς καὶ σκέλη. καὶ γὰρ οὖν καὶ ἑδραιοτάτης δεῖ τῆς βάσεως ἐν τῷ τοιούτῳ πόνῳ. τὸ δὲ καὶ προβαίνειν καὶ εἰς τὰ πλάγια μεταπηδᾶν οὐ μικρὸν σκελῶν γυμνάσιον, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μόνον δικαιότατα κινοῦν πάντ’ αὐτῶν τὰ μόρια. τοῖς μὲν γὰρ προϊοῦσιν ἕτερα νεῦρα καὶ μύες, τοῖς δ’ ὑποβαίνουσιν ἕτερα διαπονεῖται πλέον. οὕτω δὲ καὶ τοῖς εἰς τὰ πλάγια μεθισταμένοις ἄλλα. καὶ ὅστις καθ’ ἓν εἶδος κινήσεως κινεῖ τὰ σκέλη καθάπερ οἱ θέοντες, ἀνωμάλως οὗτος καὶ ἀνίσως τὰ μέρη γυμνάζει.

Ὡς δὲ τοῖς σκέλεσιν, οὕτω καὶ ταῖς χερσὶ τὸ γυμνάσιον τοῦτο δικαιότατον ἐν παντὶ σχήματι λαμβάνειν ἐθιζομένων τὴν σφαῖραν. ἀνάγκη γὰρ κἀνταῦθα τὴν ποικιλίαν τῶν σχημάτων ἄλλοτ’ ἄλλους τῶν μυῶν τείνειν σφοδρότερον, ὥστε πάντας ἐν μέρει πονοῦντας ἴσην ἔχειν ἀνάπαυλαν καὶ οὕτως ἐν μέρει πάντας ἐνεργοῦντάς τε καὶ ἀναπαυομένους οὔτ’ ἀργοὺς μένειν τὸ πάμπαν, οὔτε κόποις ἁλίσκεσθαι μόνους πονοῦντας. ὄψιν δ’ ὅτι καὶ γυμνάζει, μαθεῖν ἔνεστιν ὑπομνησθέντας, ὡς, εἰ μή τις ἀκριβῶς τὴν ῥοπὴν τῆς σφαίρας, εἰς ὅ τι φέροιτο, προαισθάνοιτο, διαμαρτάνειν τῆς λαβῆς ἀναγκαῖόν ἐστιν αὐτόν. τοῦτο δὲ καὶ τὴν γνώμην θήγει τῇ φροντίδι τοῦ τε μὴ καταβαλεῖν καὶ τοῦ διακωλῦσαι. φροντὶς δὲ μόνη μὲν καταλεπτύνει, μιχθεῖσα δέ τινι γυμνασίῳ καὶ φιλοτιμίᾳ καὶ εἰς ἡδονὴν τελευτήσασα τὰ

6
μέγιστα καὶ τὸ σῶμα πρὸς ὑγίειαν καὶ τὴν ψυχὴν εἰς σύνεσιν ὀνίνησιν. οὐ σμικρὸν δὲ καὶ τοῦτ’ ἀγαθόν, ὅταν ἄμφω τὸ γυμνάσιον ὠφελεῖν δύνηται, καὶ σῶμα καὶ ψυχήν, εἰς τὴν ἰδίαν ἑκάτερον ἀρετήν. ὅτι δ’ ἀσκεῖν ἄμφω δύναται τὰς μεγίστας ἀσκήσεις, ἃς μάλιστα μετιέναι τοῖς στρατηγοῖς οἱ πόλεως βασιλεῖς νόμοι κελεύουσιν, οὐ χαλεπὸν κατιδεῖν. ἐπιθέσθαι γὰρ ἐν καιρῷ καὶ λαβεῖν ἐπιθέμενον, καὶ ὀξυλαβῆσαι τὴν πρᾶξιν, καὶ σφετερίσασθαι τὰ τῶν ἐναντίων ἢ βιασάμενον ἢ ἐξ ἀδοκήτου ἐπιθέμενον, καὶ φυλάξαι τὰ κτηθέντα τῶν ἀγαθῶν στρατηγῶν ἔργα· καὶ τὸ σύμπαν φάναι, φύλακά τε καὶ φῶρα δεινὸν εἶναι χρὴ τὸν στρατηγόν, καὶ ταῦτ’ αὐτοῦ τῆς ὅλης τέχνης τὸ κεφάλαιον. ἆρ’ οὖν ἄλλο τι γυμνάσιον οὕτω προεθίζειν ἱκανόν, ἢ φυλάττειν τὸ κτηθέν, ἢ ἀνασώζειν τὸ μεθεθέν, ἢ τῶν ἐναντίων τὴν γνώμην προαισθάνεσθαι; θαυμάζοιμ’ ἄν, εἴ τις εἰπεῖν ἔχοι. τὰ πολλὰ γὰρ αὐτῶν αὐτὸ τοὐναντίον ἀργοὺς καὶ ὑπνηλοὺς καὶ βραδεῖς τὴν γνώμην ἐργάζεται. καὶ γὰρ καί, ὅσοι κατὰ παλαίστραν πονοῦσιν, εἰς πολυσαρκίαν μᾶλλον ἢ ἀρετῆς ἄσκησιν φέρει. πολλοὶ γοῦν οὕτως ἐπαχύνθησαν, ὡς δυσχερῶς ἀναπνεῖν. ἀγαθοί γ’ οὐδ’ ἂν οἱ τοιοῦτοι πολέμου γένοιντο στρατηγοὶ ἢ βασιλικῶν ἢ πολιτικῶν πραγμάτων ἐπίτροποι· θᾶττον ἂν τοῖς ὑσὶν ἢ τούτοις τις ὁτιοῦν ἐπιτρέψειεν. ἴσως δ’ οἰήσει με δρόμον ἐπαινεῖν καὶ τἆλλ’ ὅσα καταλεπτύνει τὸ σῶμα γυμνάσια. τὸ δ’ οὐχ οὕτως ἔχει. τὴν γὰρ ἀμετρίαν ἐγὼ πανταχοῦ ψέγω, καὶ πᾶσαν τέχνην ἀσκεῖν φημι χρῆναι τὸ σύμμετρον, καὶ εἴ τι μέτρου στερεῖται, τοῦτ’ οὐκ εἶναι καλόν. οὔκουν οὐδὲ τοὺς δρόμους ἐπαινῶ τῷ τε καταλεπτύνειν τὴν ἕξιν καὶ τῷ μηδεμίαν ἄσκησιν ἀνδρείας ἔχειν. οὐ γὰρ δὴ τῶν ὠκέως φευγόντων τὸ νικᾶν, ἀλλὰ τῶν συστάδην κρατεῖν δυναμένων, οὐδὲ διὰ τοῦτο Λακεδαιμόνιοι πλεῖστον ἠδύναντο τῷ τάχιστα θεῖν, ἀλλὰ τῷ μένοντες θαρρεῖν. εἰ δὲ καὶ πρὸς ὑγίειαν ἐξετάζοις, ἐφ’ ὅσον ἀνίσως γυμνάζει τὰ μέρη τοῦ σώματος, ἐπὶ τοσοῦτον οὐδ’ ὑγιεινόν. ἀνάγκη γὰρ αὐτῷ τὰ μὲν ὑπερπονεῖν, τὰ δ’ ἀργεῖν παντελῶς. οὐδέτερον δ’ αὐτῶν ἀγαθόν, ἀλλ’ ἄμφω καὶ νόσων ὑποτρέφει σπέρματα καὶ δύναμιν ἄρρωστον ἐργάζεται.

Μάλιστ’ οὖν ἐπαινῶ γυμνάσιον, ὃ καὶ σώματος ὑγίειαν ἱκανὸν ἐκπορίζειν καὶ μερῶν εὐαρμοστίαν καὶ ψυχῆς ἀρετήν, ἃ πάντα τῷ διὰ τῆς σμικρᾶς σφαίρας ὑπάρχει. καὶ γὰρ ψυχὴν εἰς

7
πάντα δυνατὸν ὠφελεῖν καὶ τοῦ σώματος τὰ μέρη δι’ ἴσου πάντα γυμνάζει, ὃ καὶ μάλιστα εἰς ὑγίειαν συμφέρει καὶ συμμετρίαν ἕξεως ἐργάζεται, μήτ’ ἄμετρον πολυσαρκίαν, μήθ’ ὑπερβάλλουσαν ἰσχνότητα φέρον, ἀλλ’ εἴς τε τὰς ἰσχύος δεομένας πράξεις ἱκανόν, καὶ ὅσαι τάχους χρῄζουσιν, ἐπιτήδειον. οὕτω μὲν οὖν, ὅσον ὲν αὐτῷ σφοδρότατον, οὐδενὸς τῶν πάντων κατ’ οὐδὲν ἀπολείπεται. τὸ δὲ πρᾳότατον ἴδωμεν αὖθις· ἔστι γὰρ ὅτε καὶ τούτου δεόμεθα διά θ’ ἡλικίαν ἢ μηδέπω φέρειν ἰσχυροὺς πόνους ἢ μηκέτι δυναμένην, καὶ κάματον ἐπανεῖναι βουληθέντες ἢ ἐκ νόσου ἀνακομιζόμενοι. δοκεῖ δέ μοι κἀν τούτῳ πλέον ἔχειν ἑτέρου παντός· οὐδὲν γὰρ οὕτω πρᾷον, εἰ πρᾴως αὐτὸ μεταχειρίζοιο. δεῖ δὲ μέσως μὲν ἔχοντα μηδὲ συμμέτρου ἀποστάντα, τὰ μὲν ἠρέμα προβαίνειν, τὰ δὲ κατὰ χώραν μένειν, μὴ πολλὰ διαγυμνασάμενον, ἐπὶ τῷδε τρίψεσι μαλακαῖς δι’ ἐλαίου καὶ λουτροῖς θερμοῖς χρῆσθαι. τοῦτο μὲν ἁπάντων ἐστὶ πρᾳότατον, ὥστε καὶ ἀναπαύσασθαι δεομένῳ συμφορώτατον εἶναι καὶ ἄρρωστον δύναμιν ἀναλαβεῖν δυνατώτατον καὶ γέροντι καὶ παιδὶ συμφορώτατον. ὅσα δὲ τούτου μὲν ἰσχυρότερα, τοῦ δ’ ἄκρως σφοδροῦ πρᾳότερα διὰ τῆς σμικρᾶς σφαίρας ἐνεργεῖται. χρὴ καὶ ταῦτα γιγνώσκειν, ὅστις γ’ ὀρθῶς βούλεται διὰ παντὸς αὐτὰ μεταχειρίζεσθαι. καὶ γὰρ εἴ ποτε δι’ ἀναγκαῖον ἔργον, οἷον τὰ πολλὰ πολλάκις ἡμᾶς καταλαμβάνει, πονήσειας ἀμέτρως ἢ τοῖς ἄνω μέρεσιν ἢ τοῖς κάτω πᾶσιν, ἢ χερσὶ μόναις ἢ ποσίν, ἔνεστί σοι διὰ τοῦδε τοῦ γυμνασίου τὰ μὲν ἀναπαῦσαι τὰ πρότερον κεκμηκότα, τὰ δ’ εἰς τὴν ἴσην ἐκείνοις κίνησιν καταστῆσαι τὰ πρότερον ἀργὰ παντελῶς μεμενηκότα. τὸ μὲν γὰρ ἐκ διαστήματος ἱκανοῦ βαλεῖν εὐτόνως, ἢ οὐδὲν τοῖς σκέλεσιν ἢ παντάπασιν ὀλίγον χρώμενον, ἀναπαύει μὲν τὰ κάτω, τὰ δ’ ἄνω κινεῖ σφοδρότερον. τὸ δ’ ἐπὶ πλέον διαθέοντα καὶ ὠκέως ἐκ πολλῶν διαστημάτων ὀλιγάκις προσχρῆσθαι τῇ βολῇ τὰ κάτω μᾶλλον διαπονεῖ. καὶ τὸ μὲν ἠπειγμένον ἐν αὐτῷ καὶ ταχὺ χωρὶς συντονίας ἰσχυρᾶς τὸ πνεῦμα μᾶλλον γυμνάζει, τὸ δ’ εὔτονον, τὸ ἐν ταῖς ἀντιλήψεσι καὶ βολαῖς καὶ λαβαῖς, οὐ μὴν ταχύ γε, τὸ σῶμα μᾶλλον ἐντείνει τε καὶ ῥώννυσιν. εἰ δ’ εὔτονόν θ’ ἅμα καὶ ἠπειγμένον εἴη, διαπονήσει τοῦτο μεγάλως καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ πάντων ἔσται γυμνασίων σφοδρότατον.
8
ἐφ’ ὅσον δὲ δεῖ καθ’ ἑκάστην χρείαν ἐπιτείνειν τε καὶ ἀνιέναι, γράψαι μὲν οὐχ οἶόν τε — τὸ γὰρ ἐν ἑκάστῳ ποσὸν ἄρρητον· — ἐπ’ αὐτῶν δὲ τῶν ἔργων εὑρεῖν τε καὶ διδάξαι δυνατόν, ἐν ᾧ δὴ καὶ μάλιστα τὸ πᾶν κῦρος· οὐδὲ γὰρ ἡ ποιότης ἐστὶ χρήσιμος, εἰ τῷ ποσῷ διαφθείροιτο. τούτου μὲν δὴ τῷ παιδοτρίβῃ μετέστω, τῷ μέλλοντι τῶν γυμνασίων ἀφηγεῖσθαι.

Τὸ δ’ ὑπόλοιπον τοῦ λόγου περαινέσθω. βούλομαι γὰρ ἐφ’ οἷς εἷπον ἀγαθοῖς προσεῖναι τῷδε τῷ γυμνασίῳ, μηδ’ ὡς ἐκτός ἐστι κινδύνων παραλιπεῖν, οἶς τὰ πλεῖστα τῶν ἄλλων περιπίπτει. δρόμοι μὲν γὰρ ὠκεῖς πολλοὺς ἤδη διέφθειραν, ἀγγεῖον ἐπίκαιρον ῥήξαντες· οὕτω δὲ καὶ φωναὶ μεγάλαι θ’ ἅμα καὶ σφοδραὶ καθ’ ἕνα χρόνον ἀθρόως ἐκφωνηθεῖσαι, μεγίστων κακῶν οὐκ ὀλίγοις αἴτιαι γεγένηνται, καὶ ἱππασίαι σύντονοι τῶν τε κατὰ νεφροὺς ἔρρηξάν τι καὶ τῶν κατὰ θώρακα πολλάκις ἔβλαψαν, ἔστι δ’ ὅτε καὶ τοὺς σπερματικοὺς πόρους, ἵνα τὰ τῶν ἵππων ἁμαρτήματα παραλείπω, δι’ οὓς πολλάκις ἐκπεσόντες τῆς ἕδρας οἱ ἱππεῖς παραχρῆμα διεφθάρησαν. οὕτω δὲ καὶ τὸ ἅλμα πολλοὺς ἔβλαψε καὶ ὁ δίσκος καὶ τὰ διὰ τοῦ κάμπτειν γυμνάσια. τοὺς δ’ ἐκ τῆς παλαίστρας τί δεῖ καὶ λέγειν; ὡς ἅπαντες λελώβηνται τῶν Ὁμηρικῶν Λιτῶν οὐδὲν μεῖον· ὡς γὰρ ἐκεῖνός φησιν ὁ ποιητὴς

χωλαί τε ῥυσαί τε παραβλῶπες τ’ ὀφθαλμώ,

οὕτω τοὺς ἐκ τῆς παλαίστρας ἴδοις ἂν ἢ χωλοὺς ἢ διεστραμμένους ἢ τεθλασμένους ἢ πάντως γέ τι μέρος πεπηρωμένους. εἰ δὴ πρὸς οἷς εἷπον ἀγαθοῖς ἔτι καὶ τοῦθ’ ὑπάρχει τοῖς διὰ τῆς σμικρᾶς σφαίρας γυμνασίοις, ὡς μηδὲ κινδύνῳ πελάζειν, ἁπάντων ἂν εἴη πρὸς ὠφέλειαν ἄριστα παρεσκευασμένα.