Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. VIII. Ἴσως οὖν ἄμεινον ἐπ’ αὐτὴν ἀφικόμενον τὴν οὐσίαν τῆς τέχνης ἀρχὴν τῆς ζητήσεως ἐκείνην ποιήσασθαι. τί οὖν ἐστιν ἰατρική; εἴποι ἄν τις εἶναι ἐπιστήμην ὑγιεινῶν τε καὶ νοσερῶν. ἀλλὰ κἀν τούτῳ δόξει προχείρως εἰλῆφθαι τὸ ὑγιεινὸν ὡς μέρος δηλονότι τῆς ἰατρικῆς ὑπάρχον. ὅθεν οἶμαι τῶν τἀναντία τιθεμένων ἔνιοι μόνων τῶν νοσερῶν ἐπιστήμην εἶναι συγχωρήσουσι τὴν ἰατρικήν. ἀλλ’ οὗτοί γε πρῶτον μὲν ἀγνοοῦσιν, ὡς ἔστι μία τῶν ἐναντίων ἁπάντων ἐπιστήμη καὶ ὅστις γιγνώσκει τὰ νοσερά, τοῦτον ἀνάγκη πᾶσα μὴ ἀγνοεῖν τὰ ὑγιεινά. τουτὶ μὲν ὡς μεῖζον ἢ κατ’ ἐκείνους παρείσθω, λεγέσθω δ’ ἤδη τὸ δεύτερον ὧν || ἀγνοοῦσιν, ᾧ τάχ’ ἂν ἴσως ἀκολουθήσειεν, ὅτι μὴ περιλαμβάνεται κατὰ τὸν ὅρον τῆς ἰατρικῆς ἐξ ἀνάγκης τὸ ζητούμενον· ἔνεστι γάρ τινι διαστειλαμένῳ τὴν ὁμωνυμίαν, εἶτα δείξαντι σωμάτων μὲν τῶν ἐχόντων ὑγίειαν καὶ σημείων τῶν δηλούντων καὶ αἰτίων τῶν ποιούντων ἐπιστήμην εἶναι τὴν ἰατρικήν, οὐ μὴν τῶν γε φυλαττόντων αὐτήν, ἀντιλαμβάνεσθαι κατὰ τἀναντία τοῦ προβλήματος. ἐοίκασιν οὖν οἱ τὰ τοιαῦτα σοφιζόμενοι μήτε τὸ ζητούμενον ἀκριβῶς ἐπίστασθαι μήθ’ ὅτι καὶ σημεῖον ὑγιεινόν τι λέγομεν, ὃ τοῖς νοσοῦσιν ἐπιφαινόμενον ὑγιείας μελλούσης ἐστὶ γνώρισμα, μήτ’ αἴτιον, ὃ τοῖς νοσοῦσι προσαγόμενον
ὑγιείας ἐστὶ ποιητικόν, ὥσπερ ἀμέλει τὰ βοηθήματα σύμπαντα, μήθ’ ὡς καὶ τὸ δεδεγμένον ὑγίειαν σῶμα καλοῦμεν ὑγιεινόν, ὧν πάντων ἐπιστήμην ὁ ἰατρὸς ἔχει μηδὲν κοινωνούντων τῷ προβλήματι πλὴν ὀνόματι. καὶ γὰρ εἰ τῆς τῶν ὑγιαινόντων φυλακῆς ὁ ἰατρὸς ἐπιστάτης ἐστὶν ἢ γυμναστοῦ τὸ τοιοῦτον ἴδιον, ἐξ ἀρχῆς ἡμῖν προὔκειτο ζητεῖν, ὅπερ, ὡς ὀλίγον ἔμπροσθεν ἐδείχθη, || τὴν κρίσιν ἐν τῇ τοῦ τέλους ἔχει ζητήσει. πότερον γὰρ ἀπλῶς ὑγίεια τὸ τέλος ἐστὶ τῆς ἰατρικῆς οὐδὲν διαφέρον εἴτε ποιοῦντός τινος αὐτὴν οὐκ οὖσαν εἴτε φυλάττοντος οὖσαν ἢ τὸ ποιῆσαι μὲν μόνον ἰατρικῆς ἐστι, τὸ φυλάξαι δὲ τῆς γυμναστικῆς [αὐτῆς]; οὕτω δὲ καὶ περὶ τῆς γυμναστικῆς, ἆρά γ’ εὐεξία τὸ τέλος ἐστὶν ἢ ὑγίεια ἢ ποίησις ὁποτέρας τούτων ἢ φυλακή.