Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine

Galen

Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.

Cap. XLII. Ὧι καὶ δῆλον, ὡς ὅσοι τὴν γυμναστικὴν ἀντιδιαιροῦσι τῇ ἰατρικῇ, κακῶς γιγνώσκουσιν· ἡ μὲν γὰρ ἀπὸ τῆς ὕλης, ἡ δ’ ἀπὸ τῆς καθόλου τε καὶ γενικῆς ἐνεργείας ὠνόμασται. πρῶται μὲν γάρ εἰσιν αἱ κατὰ μέρος ἐνέργειαι, καθῆραι δι’ ἑλλεβόρου καὶ σκαμμωνίας, εἰ τύχοι, καὶ τεμεῖν φλέβα καὶ ὀστοῦν ἐκκόψαι καὶ ἀσιτῆσαι προστάξαι καὶ δοῦναι τροφήν· ἐπ’ αὐταῖς δ’ ἕτεραι γενικώτεραί τε καὶ ἤδη καθόλου, φαρμακεῦσαι καὶ χειρουργῆσαι καὶ διαιτῆσαι καὶ τούτων ἁπασῶν κοινή, τὸ ἰάσασθαι, καθάπερ οἶμαι πάλιν

ἐπὶ ταῖς περὶ τὰ ὑγιαίνοντα γιγνομέναις ἐνεργείαις ἀπάσαις κοινὴ ἡ φυλακή. καὶ ὅστις ἀντιδιαιρεῖται τῷ ἰατρικῷ τὸ φυλακτικόν, ὁμογενῶν ποιεῖται τὴν || ἀντίθεσιν. ἄμφω γὰρ ἀπὸ τῆς ἐνεργείας ὠνόμασται, καθάπερ αὖ πάλιν ἀπὸ τῆς ὑποκειμένης ὕλης τό τε νοσερὸν καὶ ὑγιεινόν, ἀπὸ δὲ τῆς τῶν βοηθημάτων ὕλης τό τε φαρμακευτικὸν [ὠνόμασται] καὶ τὸ γυμναστικόν· τὸ μὲν γὰρ τοῦ νοσεροῦ τε καὶ ἰατρικοῦ μέρος ὑπάρχει, τὸ δὲ τοῦ ὑγιεινοῦ τε καὶ φυλακτικοῦ.

Cap. XLIII. Προσέχειν δ’ ἐνταῦθα τὸν νοῦν χρή, μή πῃ λάθωμεν τὸν αὐτὸν ἀποδείξαντες τῷ γυμναστικῷ τὸν ἐπιστάτην τῶν παλαισμάτων καὶ μόριόν τι ποιήσαντες ὅλης τῆς γυμναστικῆς τὴν ὡς ἂν εἶποι τις παλαιστρικήν· ὁ γὰρ ἐπιστάμενος τά τε παλαίσματα σύμπαντα καὶ τῶν τρίψεων ἁπάσας καλῶς ἐργάζεσθαι τὰς κατὰ μέρος ἐνεργείας ἀνάλογόν ἐστι σιτοποιῷ καὶ μαγείρῳ καὶ οἰκοδόμῳ, δημιουργεῖν μὲν ἐπισταμένοις ἄρτους τε καὶ ὄψα καὶ οἰκίας, οὐ μὴν ἐπαΐουσί γ’ οὐδὲν οὐδὲ γιγνώσκουσιν, ὅ τί τε χρηστὸν ἐν αὐτοῖς καὶ μὴ χρηστὸν ἥντινά τε δύναμιν ἔχον ἕκαστον αὐτῶν ἐστι πρὸς ὑγίειαν. ἡ μὲν οὖν προνοουμένη τοῦ σώματος ἡμῶν τέχνη μία, καθάπερ εἴρηται πολλάκις, || αἱ δ’ ἄλλαι τὰς ὕλας ταύτῃ παρασκευάζουσιν. οὔτε γὰρ οἷς ἄμεινόν ἐστιν ὑποδεδέσθαι [μὲν] καὶ ἀνυποδέτοις εἶναι σκυτοτόμος οἶδεν οὔθ’ οἷς ὑποδεδέσθαι μέν, ἀλλὰ τοῖον ἢ τοῖον ὑπόδημα. τοῦτο μὲν γὰρ Ἱπποκράτης

γιγνώσκει καὶ κελεύει γε τῶδέ τινι φορεῖν ἀρβύλας τὰς πηλοπατίδας, οὐ μὴν αὐτός γε δημιουργήσει τὰς ἀρβύλας, οὐ μᾶλλον ἢ ὁ στρατηγὸς τὸ κράνος καὶ τὸν θώρακα καὶ τὸ δόρυ καὶ τὴν ἀσπίδα καὶ τὴν μάχαιραν καὶ τὰς κνημῖδας. οὐδὲ γὰρ ὁ οἰκοδόμος οἶδεν ὑψηλῆς πέρι καὶ ταπεινῆς οἰκήσεως οὐδὲ τῆς πρὸς ἀνατολὴν ἢ δύσιν ἐστραμμένης οὐδέ γε τῆς πρὸς βορρᾶν τε καὶ ψυχρᾶς ἢ νοτίου καὶ θερμῆς οὐδὲ σκοτεινῆς ἢ φωτεινῆς οὐδὲ καταγαίου τε καὶ ὑπερῴου καὶ νοτερᾶς καὶ ξηρᾶς, ἀλλ’ ὅλως ἀγνοεῖ, τίνα μὲν ὠφέλειαν ἕκαστον τούτων ἔχει, τίνα δὲ βλάβην, ὥσπερ γε καὶ ὁ σιτοποιὸς οὐκ οἶδεν, ὅτῳ χρὴ καθαρὸν ἄρτον διδόναι καὶ ὅτῳ συγκομιστὸν οὐδ’ ὅτῳ πολὺν ἢ ὀλίγον οὐδ’ ἐν ὅτῳ καιρῷ, κατασκευάζει μέντοι καλῶς αὐτούς. || ὡσαύτως δὲ καὶ ὁ μάγειρος ἢ φακῆν ἢ πτισάνην ἢ χόνδρον ἢ τεῦτλον ἤ τι τῶν ἄλλων ἐπίσταται σκευάζειν οὐκ εἰδὼς οὐδενὸς αὐτῶν τὴν δύναμιν. αἱ μὲν δὴ τοιαῦται τέχναι τὰς ἁπάσας ὕλας παρασκευάζουσι τῇ θεραπευτικῇ τοῦ σώματος, ὥσπερ αὐταῖς ταύταις ἕτεραι, τῷ μὲν σιτοποιῷ τοὺς πυροὺς ὁ γεωργὸς καὶ κρίβανον ὁ ἰπνοπλάστης καὶ ὁ ὑλοτόμος τὰ ξύλα καὶ ὁ τέκτων τὸν ἄβακα, τῷ τέκτονι δ’ αὐτῷ πάλιν ἄλλος μὲν ἀξίνην, ἄλλος δὲ στάθμην, ἄλλος δ’ αὗ τὰ ξύλα, καὶ σκυτοτόμῳ δὲ κατὰ ταὐτὰ τὴν μὲν σμίλην ἡ χαλκευτική, τὰ σκύτη δ’ ἡ βυρσοδεψική, τὸν καλόποδα δ’ ἡ τεκτονική· καὶ οἰκοδόμῳ δὲ λατύποι τε καὶ λιθοτόμοι καὶ πλινθουργοὶ καὶ τέκτονες, οἱ μὲν λίθους, οἱ δὲ
πλίνθους, οἱ δ’ ἐπιτήδεια ξύλα προπαρασκευάζουσιν. αἱ μὲν οὖν τοιαῦται τέχναι σύμπασαι προσδέονταί τ’ ἀλλήλων καὶ παρασκευάζουσι ταῖς τελεωτέραις τάς θ’ ὕλας αὐτάς, ἐξ ὧν ἐργάζονται τὸ τέλος, ὄργανά τε χρηστά, δι’ ὧν ἐκείνας κοσμοῦσιν.