Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. XLI. Πολλοστὸν οὖν μέρος γίγνεται τῆς ὑγιεινῆς τέχνης ἡ περὶ τῶν γυμνασίων ἐπιστήμη· δικαιότερον γὰρ οἶμαι καλεῖν ἐστι γυμναστικὴν τέχνην, ἥτις ἂν ἐπιστήμη τῆς ἐν ἅπασι τοῖς γυμνασίοις ᾖ δυνάμεως, ὡς τό γε περὶ τῶν κατὰ παλαίστραν ἐπίστασθαι μόνον ἐσχάτως τε μικρόν ἐστι καὶ πᾶσιν ἥκιστα χρήσιμον. ἐρέσσειν γοῦν ἄμεινόν || ἐστι καὶ σκάπτειν καὶ θερίζειν καὶ ἀκοντίζειν καὶ τρέχειν καὶ πηδᾶν καὶ ἱππάζεσθαι καὶ κυνηγετεῖν ὁπλομαχεῖν τε καὶ σχίζειν ξύλα καὶ βαστάζειν καὶ γεωργεῖν ἅπαντά τε τἆλλα κατὰ φύσιν ἐργάζεσθαι κρεῖττον ἢ κατὰ παλαίστραν γυμνάζεσθαι. καί σοι πάρεστιν ἤδη σκοπεῖν, οὐ μόνον ὅτι πολλοστόν ἐστι μόριον ⟨τῆς⟩ ὑγιεινῆς τέχνης ἡ γυμναστική, ἐλάχιστον δ’ αὖ πάλιν ἐστὶ τῆς γυμναστικῆς τὸ περὶ τῶν κατὰ παλαίστραν μόριον ὅτι τε τούτῳ παράκειται τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα,
[καὶ] διαθέσεως τινος ἀπεργαστικὸν οὐ φύσει καὶ κακοτεχνίαν ἐπιστατοῦσαν ἔχον, ὑποδυόμενον μὲν τέλει χρηστῷ τῆς εὐεξίας, ἄλλο δέ τι μᾶλλον ἢ εὐεξίαν ἐργαζόμενον. ἀλλὰ τῆς μὲν τοιαύτης κακοτεχνίας οἱ δυστυχῶς ἀθλήσαντες ἐξαίφνης ἐπιστήμονες ἀναφαίνονται, τῆς δ’ ὄντως γυμναστικῆς Ἱπποκράτης καὶ ὁ προειρημένος ἅμ’ αὐτῷ χορὸς ἐπιστήμων ἐστίν. ὥσπερ δ’ ἐν τοῖς κατ’ ἰατρικὴν οὐχ ἅπασιν ὀρθῶς [ἅμα] εἴρηται πάντα, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ περὶ γυμνασίων. ἀλλὰ νῦν οὐ πρόκειται διελέγχειν τοὺς κακῶς ὑπὲρ αὐτῶν || ἐγνωκότας, ἀλλ’ ἐξηγεῖσθαι τοὔνομα τῆς γυμναστικῆς, ὡς ἔστιν ἐπιστήμη τις ἥδε τῶν ἐν γυμνασίοις δυνάμεων, ὥσπερ ἡ φαρμακευτικὴ τῶν ἐν φαρμάκοις· ἄμφω γὰρ ταῦτα τὰ μόρια τὴν κλῆσιν ἀπὸ τῶν ὑλῶν ἔσχηκεν ὁμοίως τοῖς ἄλλοις, οἷς ὀλίγον ἔμπροσθεν εἶπον.Cap. XLII. Ὧι καὶ δῆλον, ὡς ὅσοι τὴν γυμναστικὴν ἀντιδιαιροῦσι τῇ ἰατρικῇ, κακῶς γιγνώσκουσιν· ἡ μὲν γὰρ ἀπὸ τῆς ὕλης, ἡ δ’ ἀπὸ τῆς καθόλου τε καὶ γενικῆς ἐνεργείας ὠνόμασται. πρῶται μὲν γάρ εἰσιν αἱ κατὰ μέρος ἐνέργειαι, καθῆραι δι’ ἑλλεβόρου καὶ σκαμμωνίας, εἰ τύχοι, καὶ τεμεῖν φλέβα καὶ ὀστοῦν ἐκκόψαι καὶ ἀσιτῆσαι προστάξαι καὶ δοῦναι τροφήν· ἐπ’ αὐταῖς δ’ ἕτεραι γενικώτεραί τε καὶ ἤδη καθόλου, φαρμακεῦσαι καὶ χειρουργῆσαι καὶ διαιτῆσαι καὶ τούτων ἁπασῶν κοινή, τὸ ἰάσασθαι, καθάπερ οἶμαι πάλιν
ἐπὶ ταῖς περὶ τὰ ὑγιαίνοντα γιγνομέναις ἐνεργείαις ἀπάσαις κοινὴ ἡ φυλακή. καὶ ὅστις ἀντιδιαιρεῖται τῷ ἰατρικῷ τὸ φυλακτικόν, ὁμογενῶν ποιεῖται τὴν || ἀντίθεσιν. ἄμφω γὰρ ἀπὸ τῆς ἐνεργείας ὠνόμασται, καθάπερ αὖ πάλιν ἀπὸ τῆς ὑποκειμένης ὕλης τό τε νοσερὸν καὶ ὑγιεινόν, ἀπὸ δὲ τῆς τῶν βοηθημάτων ὕλης τό τε φαρμακευτικὸν [ὠνόμασται] καὶ τὸ γυμναστικόν· τὸ μὲν γὰρ τοῦ νοσεροῦ τε καὶ ἰατρικοῦ μέρος ὑπάρχει, τὸ δὲ τοῦ ὑγιεινοῦ τε καὶ φυλακτικοῦ.Cap. XLIII. Προσέχειν δ’ ἐνταῦθα τὸν νοῦν χρή, μή πῃ λάθωμεν τὸν αὐτὸν ἀποδείξαντες τῷ γυμναστικῷ τὸν ἐπιστάτην τῶν παλαισμάτων καὶ μόριόν τι ποιήσαντες ὅλης τῆς γυμναστικῆς τὴν ὡς ἂν εἶποι τις παλαιστρικήν· ὁ γὰρ ἐπιστάμενος τά τε παλαίσματα σύμπαντα καὶ τῶν τρίψεων ἁπάσας καλῶς ἐργάζεσθαι τὰς κατὰ μέρος ἐνεργείας ἀνάλογόν ἐστι σιτοποιῷ καὶ μαγείρῳ καὶ οἰκοδόμῳ, δημιουργεῖν μὲν ἐπισταμένοις ἄρτους τε καὶ ὄψα καὶ οἰκίας, οὐ μὴν ἐπαΐουσί γ’ οὐδὲν οὐδὲ γιγνώσκουσιν, ὅ τί τε χρηστὸν ἐν αὐτοῖς καὶ μὴ χρηστὸν ἥντινά τε δύναμιν ἔχον ἕκαστον αὐτῶν ἐστι πρὸς ὑγίειαν. ἡ μὲν οὖν προνοουμένη τοῦ σώματος ἡμῶν τέχνη μία, καθάπερ εἴρηται πολλάκις, || αἱ δ’ ἄλλαι τὰς ὕλας ταύτῃ παρασκευάζουσιν. οὔτε γὰρ οἷς ἄμεινόν ἐστιν ὑποδεδέσθαι [μὲν] καὶ ἀνυποδέτοις εἶναι σκυτοτόμος οἶδεν οὔθ’ οἷς ὑποδεδέσθαι μέν, ἀλλὰ τοῖον ἢ τοῖον ὑπόδημα. τοῦτο μὲν γὰρ Ἱπποκράτης
γιγνώσκει καὶ κελεύει γε τῶδέ τινι φορεῖν ἀρβύλας τὰς πηλοπατίδας, οὐ μὴν αὐτός γε δημιουργήσει τὰς ἀρβύλας, οὐ μᾶλλον ἢ ὁ στρατηγὸς τὸ κράνος καὶ τὸν θώρακα καὶ τὸ δόρυ καὶ τὴν ἀσπίδα καὶ τὴν μάχαιραν καὶ τὰς κνημῖδας. οὐδὲ γὰρ ὁ οἰκοδόμος οἶδεν ὑψηλῆς πέρι καὶ ταπεινῆς οἰκήσεως οὐδὲ τῆς πρὸς ἀνατολὴν ἢ δύσιν ἐστραμμένης οὐδέ γε τῆς πρὸς βορρᾶν τε καὶ ψυχρᾶς ἢ νοτίου καὶ θερμῆς οὐδὲ σκοτεινῆς ἢ φωτεινῆς οὐδὲ καταγαίου τε καὶ ὑπερῴου καὶ νοτερᾶς καὶ ξηρᾶς, ἀλλ’ ὅλως ἀγνοεῖ, τίνα μὲν ὠφέλειαν ἕκαστον τούτων ἔχει, τίνα δὲ βλάβην, ὥσπερ γε καὶ ὁ σιτοποιὸς οὐκ οἶδεν, ὅτῳ χρὴ καθαρὸν ἄρτον διδόναι καὶ ὅτῳ συγκομιστὸν οὐδ’ ὅτῳ πολὺν ἢ ὀλίγον οὐδ’ ἐν ὅτῳ καιρῷ, κατασκευάζει μέντοι καλῶς αὐτούς. || ὡσαύτως δὲ καὶ ὁ μάγειρος ἢ φακῆν ἢ πτισάνην ἢ χόνδρον ἢ τεῦτλον ἤ τι τῶν ἄλλων ἐπίσταται σκευάζειν οὐκ εἰδὼς οὐδενὸς αὐτῶν τὴν δύναμιν. αἱ μὲν δὴ τοιαῦται τέχναι τὰς ἁπάσας ὕλας παρασκευάζουσι τῇ θεραπευτικῇ τοῦ σώματος, ὥσπερ αὐταῖς ταύταις ἕτεραι, τῷ μὲν σιτοποιῷ τοὺς πυροὺς ὁ γεωργὸς καὶ κρίβανον ὁ ἰπνοπλάστης καὶ ὁ ὑλοτόμος τὰ ξύλα καὶ ὁ τέκτων τὸν ἄβακα, τῷ τέκτονι δ’ αὐτῷ πάλιν ἄλλος μὲν ἀξίνην, ἄλλος δὲ στάθμην, ἄλλος δ’ αὗ τὰ ξύλα, καὶ σκυτοτόμῳ δὲ κατὰ ταὐτὰ τὴν μὲν σμίλην ἡ χαλκευτική, τὰ σκύτη δ’ ἡ βυρσοδεψική, τὸν καλόποδα δ’ ἡ τεκτονική· καὶ οἰκοδόμῳ δὲ λατύποι τε καὶ λιθοτόμοι καὶ πλινθουργοὶ καὶ τέκτονες, οἱ μὲν λίθους, οἱ δὲ πλίνθους, οἱ δ’ ἐπιτήδεια ξύλα προπαρασκευάζουσιν. αἱ μὲν οὖν τοιαῦται τέχναι σύμπασαι προσδέονταί τ’ ἀλλήλων καὶ παρασκευάζουσι ταῖς τελεωτέραις τάς θ’ ὕλας αὐτάς, ἐξ ὧν ἐργάζονται τὸ τέλος, ὄργανά τε χρηστά, δι’ ὧν ἐκείνας κοσμοῦσιν.Cap. LXIV. Ἁπάσαις δ’ αὐταῖς ἐφέστηκεν οἷον ἀρχιτεκτονική τις ἡ θεραπευτικὴ τοῦ σώματος καὶ κελεύει τῇ || μὲν οἰκοδομικῇ τοιάνδε τινὰ τὴν οἰκίαν ποιῆσαι, τῇ δὲ σκυτοτομικῇ τὸ ὑπόδημα καὶ τῇ μὲν σιτοποιητικῇ τὸν ἄρτον, τῇ δ’ αὗ μαγειρικῇ τοὖψον ἑκάστῃ τε τῶν ἄλλων, ὡς ἑκάστη πέφυκεν. ἀλλὰ ταύτης τῆς περὶ τὸ σῶμα θεραπευτικῆς ἡ ὑγιεινὴ μόριον ἦν καὶ ταύτης τετραχῇ τεμνομένης ἑνὸς τῶν μορίων ἡ γυμναστικὴ μόριον. αὕτη τοίνυν οἷον ἀρχιτεκτονική τίς ἐστι τοσῶνδε τεχνῶν, ἱππευτικῆς μέν, ὅταν ἱππάζεσθαι δέῃ, διδάσκουσα μέτρον καὶ καιρὸν καὶ ποιότητα, κυνηγετικῆς δὲ καὶ συμπάσης θηρευτικῆς, ὅταν αὖ τούτων ἡ χρεία καλῇ, κατὰ ταὐτὰ δὲ καὶ σκαπτόντων καὶ θεριζόντων καὶ ὑλοτομούντων καὶ ἐρεσσόντων καὶ ὀρχουμένων καὶ πᾶν ὁτιοῦν ἐνεργούντων ἐπιστατεῖ τε καὶ ἄρχει καὶ προστάττει.
Cap. XLV. Μία τῶν τοιούτων ἐστὶ τεχνῶν καὶ ἡ περὶ τὰ παλαίσματα — καλῶμεν δ’ αὐτήν, εἰ βούλει,
παιδοτριβικήν — αὕτη μὲν οὐδ’ ἐπαΐουσα τῶν πρὸς ὠφέλειάν τε καὶ βλάβην τοῦ σώματος, εὐσχήμονας δὲ καὶ πολυειδεῖς καὶ καταβλητικὰς καὶ ἀπόνους ἐξευρίσκουσα λαβάς θ’ ἅμα καὶ || κινήσεις οὐδὲν ἧττον τῆς ὀρχηστικῆς. ἀλλ’ ἐκείνη μὲν οὐκ ἀντιποιεῖται τῆς περὶ τὸ σῶμα θεραπείας· ἡ παιδοτριβικὴ δ’ οὐκ οἶδ’ ὅπως ὑπ’ ἀναισθησίας ἐσχάτης οἷον ἔμπληκτός τις οἰκέτης ἐπανίσταται δεσπότῃ χρηστῷ, τῇ γυμναστικῇ, καθάπερ εἰ καί τις ὁπλίτης ἢ ἱππεὺς ἢ τοξότης ἢ σφενδονήτης ἢ ἀκοντιστὴς ἀντιλέγοι τῷ στρατηγῷ παρατάττοντί τε καὶ ὁπλίζοντι καὶ πρὸς τὸν πόλεμον ἐξάγοντι καὶ αὖθις ἡσυχάζειν κελεύοντι· μαίνοιτο γὰρ ἄν που κἀκεῖνος, εἰ τὸν στρατηγὸν εἰς τὰς κατὰ μέρος ἐνεργείας προκαλούμενος, εἶτα βελτίων εὑρισκόμενος ἢ κοινωνεῖν ἀξιοῖ τῆς ἀρχῆς ἢ μέρος ἀποφαίνοι τὴν αὑτοῦ τέχνην τῆς στρατηγικῆς. μαίνοιτο δ’ ἂν οὐδὲν ἧττον, οἶμαι, καὶ ὁ παιδοτρίβης ἢ κοινωνεῖν γυμναστικῆς ἢ μέρος ἔχειν αὐτῆς οἰόμενος· ὑπηρέτης γάρ ἐστι μόνον, ὥσπερ γ’ ὁ στρατιώτης τῆς στρατηγικῆς, οὕτω καὶ ὁ παιδοτρίβης [αὐτὸς γάρ], ᾖ μὲν γυμνάζει, τῆς γυμναστικῆς, ᾗ δ’ ἀσκεῖ τέχνην παλαισμάτων, ἑτέρας αὗ τινός ἐστιν ἐπιτηδεύσεως ὑπηρέτης, ἣν ἐγὼ μὲν ὀνομάζω || καταβλητικήν, οὐ μήν γ’ αὑτοὺς οὕτω καλοῦσιν οἱ τοὺς ἀθλητὰς ἀσκοῦντες, ἀλλὰ γυμναστὰς ὀνομάζουσι. καί τοι κατά γε τὴν ἀλήθειαν ἕτερον μέν ἐστι παιδοτριβικὴ καθάπερ ἡ τοξευτική, καταβλητικὴ δ’ οἷόνπερ ἡ στρατηγική, γυμναστικὴ δ’ οἷον ἡ ἰατρική, καὶ διτταῖς ὑπηρετεῖ τέχναις ἐφεστώσαις ἑκάστη τῶν τοιούτων. οὕτω γὰρ καὶ ἡ σκυτοτομικὴ τὸ μὲν ὡς στρατιώτῃ τῷδέ τινι χρηστὸν ὑπόδημα παρὰ τῆς στρατηγικῆς ἐκδιδάσκεται, τὸ δ’ ὡς εἰς ὑγίειαν ἐπιτήδειον ὑπὸ τῆς περὶ τὸ σῶμα τέχνης ἐργάζεσθαι κελεύεται. ὡσαύτως δὲ καὶ ἡ μαγειρικὴ τὸ μὲν εἰς ὑγίειαν ὄψον ἰατρῷ τε καὶ ὑγιεινῷ παρασκευάζει, τὸ δ’ εἰς ἡδονὴν τέχνῃ μὲν οὐκέτι τοῦτό γ’ οὐδεμιᾷ, κολακείᾳ δέ τινι τὸ τέλος οὐ τὴν ὑγίειαν, ἀλλὰ τὴν ἡδονὴν πεποιημένῃ. καὶ δὴ οὖν καὶ ⟨ἡ⟩ παλαιστικὴ τὸ μὲν εἰς ὑγίειαν χρηστὸν ὑγιεινοῖς τε καὶ γυμνασταῖς παρασκευάζει, τὸ δ’ εἰς διάθεσιν ἀθλητικὴν ἐκείνῃ τῇ κακοτεχνίᾳ τῇ πολλάκις εἰρημένῃ, τῇ καλούσῃ μὲν ἑαυτὴν γυμναστικήν, κάλλιον δ’ ἂν ὀνομασθείη καταβλητική. καὶ γὰρ οὖν καὶ ὀνομάζουσιν αὐτὴν οἱ Λάκωνες καββαλικὴν καὶ καββαλικώτερον ἑαυτῶν || γέ φασιν εἶναι τὸν ἐν ταύτῃ τεθραμμένον, οὐκ ἰσχυρότερον.