Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine

Galen

Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.

Cap. XXXI. Ἐν δὲ τῷ νῦν προκειμένῳ σκέμματι τοῦ φυλακτικοῦ μέρους τῆς περὶ τὸ σῶμα τέχνης ὑποκείσθω τριττὰ τμήματα, τὸ μὲν ἐπὶ τῶν κατὰ σχέσιν ὑγιαινόντων σωμάτων τεταγμένον, τὸ δ’ ἐπὶ τῶν καθ’ ἕξιν, τὸ δ’ ἐπὶ τῶν εὐεκτούντων· καὶ τὸ μὲν ἀναληπτικὸν ὀνομαζέσθω, μηδὲν γὰρ ὑπὲρ ὀνόματος αὐτοῖς νῦν διαφερώμεθα, τὸ δ’ ὑγιεινόν, τὸ δ’ εὐεκτικόν, ἐπὶ μὲν

τὸ βέλτιον ἄγοντα τὰ πρότερα δύο, φυλάττον δ’ ἐν αὐτῷ τὸ εὐεκτικόν· καὶ τούτων οὕτως ἐχόντων ἀναμνησθῶμεν τοῦ προκειμένου σκέμματος. ἦν δ’, ὡς οἶμαι, τοιόνδε, || πότερον ἰατρικῆς ἐστιν ἢ γυμναστικῆς μόριον τὸ καλούμενον ὑγιεινόν. εὐλόγως οὖν εὐθὺς ἀπ’ ἀρχῆς ἔφαμεν, ὡς εἰς ὁρισμὸν ἐμπίπτει τὸ σύμπαν ζήτημα. τί ποτε γάρ ἐστιν ἰατρικὴ καὶ τί ποτε γυμναστικὴ γνόντες οὐκ ἂν ἔτι χαλεπῶς εὕροιμεν, ὁποτέρας αὐτῶν ἐστι τὸ ὑγιεινόν. αὐτὸ μὲν γὰρ ὅ τί ποτ’ ἐστὶ τὸ ὑγιεινόν, ἤδη μοι δοκῶ πεφάνθαι σαφῶς· ἢ γὰρ τὸ φυλακτικὸν ἅπαν ἢ τῶν τούτου μορίων τριῶν ὑπαρχόντων τὸ ἐν τῷ μέσῳ, ὃ περὶ τὴν καθ’ ἕξιν ὑγίειαν ἀναστρέφεται. ἐμοὶ μὲν οὖν δοκεῖ λοιπὸν ὑπὲρ ὀνόματος ἡ ζήτησις εἶναι, τὸ δὲ πρᾶγμ’ αὐτὸ μηκέτ’ ἀμφισβήτησιν ἔχειν, ἔστ’ ἂν ὁμολογῆταί τε καὶ μένῃ τὰ προαποδεδειγμένα· καὶ δὴ διελθὼν αὐτὰ διὰ κεφαλαίων ἐπὶ τὴν τῶν ὀνομάτων ἐξήγησιν οὕτω τρέψομαι. φημὶ δή, καθάπερ ἀμφιεσμάτων ἀγαθῶν καὶ οἰκίας τε καὶ ὑποδημάτων, οὕτω καὶ τοῦ σώματος εἶναί τινα τέχνην, ἧς μιᾶς οὔσης δύο ταῦθ’ ὑπάρχειν μόρια, δημιουργοῦν μὲν τὸ ἕτερον, ἐπανορθούμενον || δὲ θάτερον, καὶ ταῦθ’ ὑπάρχειν ἄμφω τῇ φύσει πρώτως, συνεργάζεσθαι δ’ εἰς τὸ ἕτερον αὐτῶν, τὸ ἐπανορθωτικόν, ἀνθρωπίνην τέχνην, ἧς εἶναι διττὰ μόρια, θεραπευτικὸν μὲν καὶ ἰατρικὸν τὸ ἕτερον, φυλακτικὸν
δὲ θάτερον. ὀνομάζεσθαι δὲ τὸ φυλακτικὸν τοῦτο καὶ ὑγιεινόν· εἶναι δ’ αὐτοῦ τρία τμήματα, τὸ μὲν ἀναληπτικόν, τὸ δ’ εὐεκτικόν, τὸ δ’ ὁμωνύμως τῷ παντὶ προσαγορευόμενον ὑγιεινόν. εἴτ’ οὖν τὸ σύμπαν φυλακτικὸν εἴτε τὸ μόριον αὐτοῦ ζητεῖ τις ὁποτέρας ἐστὶ τέχνης, ἆρ’ ἰατρικῆς ἢ γυμναστικῆς, ὅλον αὐτὸν χρὴ τὸ πρᾶγμα διελθόντα, καθάπερ ἐγὼ νῦν ἐποίησα, λέγειν οὕτως ἐφεξῆς, ὡς μιᾶς οὔσης τῆς περὶ τὸ σῶμα τέχνης ἔξεστιν, ὦ τάν, εἰ βούλει, καλεῖν αὐτὴν ἰατρικήν, εἰ δ’ οὐκ ἐθέλεις οὕτω, γυμναστικήν· εἰ δ’ οὐδὲ τοῦτο, τὴν ὅλην ἀνώνυμον εἰπὼν εἶναι τὸ μὲν ἕτερον αὐτῶν τμῆμα κάλει ἰατρικήν, τὸ δ’ ἕτερον γυμναστικήν· εἰ δὲ μηδ’ οὕτως ἐθέλεις, ὑγιεινήν τινα τέχνην, τὴν ἀντιδιαιρουμένην τῇ θεραπευτικῇ, καὶ ταύτης, εἰ βούλει, μέρη διαιτητικὴν εἰπὲ καὶ γυμναστικήν. || εἰ γὰρ καθ’ ἕκαστον ἐξηγήσῃ τῶν ὀνομάτων, οὕτως ἀκολουθήσει σοι τὸ σύμπαν.

Cap. XXXII. Ἰώ, φασί τινες ἐπὶ τούτοις, ἀλλ’ οὐχ, ὡς ἂν ἐγὼ φάναι βουληθῶ, διαιρεῖσθαι χρὴ περὶ τῶν ὀνομάτων, ἀλλ’ ὡς ὀρθῶς ἔχει διελθεῖν. αὖθις οὖν ἡμῖν ἐστι καὶ τούτοις ἀποκριτέον ὡδί πως· εἰ μέλλεις μνημονεύειν, ὦ οὗτος, ὡς οὐκέτι περὶ πραγμάτων ἡ σκέψις, ἀλλ’ ἐξήγησιν ὀνομάτων μοι προβέβληκας, οὐδὲ τοῦτ’ ἀναδύομαι. φημὶ δή σοι καθόλου περὶ τῶν ὀνομάτων οὐ μόνον τούτων ἀλλὰ καὶ τῶν ἄλλων ἀπάντων οὐδὲν ἔχειν εἰπεῖν σοφόν, ἀλλ’ εἴτ’ ἐκ τῆς τῶν Ἀσσυρίων εἴη φωνῆς τοὔνομα, παρὰ τῶν

Ἀσσυρίων αὐτῶν μανθάνειν χρῆναι τὸ πρᾶγμα, καθ’ οὗ τὸ ὄνομα λέγουσιν, εἴτ’ ἐκ τῆς τῶν Περσῶν ἢ Ἰνδῶν ἢ Ἀράβων ἢ Αἰθιόπων ἢ ὅλως ὡντινωνοῦν, ἐκείνων πυνθάνεσθαι. τὸ γὰρ ὄνομα ῥηθὲν αὐτὸ καθ’ αὑτὸ μόνον οὐδὲν ἐνδείκνυται. τὸ μὲν οὖν ἐμὸν ἀκήκοας. εἰσὶ δ’ οἳ λέγουσιν ἐνδείκνυσθαι σφίσι τοὔνομα καὶ τούτους ἐγὼ || πάμπολλα συναθροίσας ὀνόματα Κελτῶν καὶ Θρᾳκῶν καὶ Μυσῶν καὶ Φρυγῶν ἐκέλευον ἐφ’ ἑκάστου λέγειν τὸ δηλούμενον πρᾶγμα· τῶν δ’ ἐν τῇ τῶν Ἑλλήνων φωνῇ μόνῃ δύνασθαι τοῦτο ποιεῖν εἰπόντων, ἑξῆς προὔτεινα λιμένα· τῶν δ’ εἰπόντων, ἵναπερ αἱ νῆες ὁρμοῦσιν, ἀλλὰ Θετταλούς γ’ ἔφην τὴν ὑφ’ ἡμῶν προσαγορευομένην ἀγορὰν οὕτως ὀνομάζειν. οἱ δ’ ἠρνοῦντο τὴν τῶν Θετταλῶν ἐπίστασθαι διάλεκτον, ὥσπερ οὐκ αὐτὸ δὴ τοῦθ’ ὁμολογοῦντες, ὅπερ ἐξ ἀρχῆς ἐλέγετο, μηδὲν τῶν ὀνομάτων, ἐφ’ οὗ κεῖται πράγματος, ἄλλως δύνασθαι μαθεῖν ἢ παρ’ αὐτῶν τῶν θεμένων διδαχθέντα. πρὸς μὲν δὴ τοὺς οὕτως ἐμπλήκτους ἕτερός μοι γέγραπται λόγος ἰδίᾳ, τῷ δὲ τὰ πράγματ’ αὐτὰ μαθεῖν ἐθέλοντι μάλιστά τε καὶ πρῶτα καὶ τοῦθ’ ὡς ἔργον χρηστὸν σπουδάζοντι, τὰ δ’ ἐπ’ αὐτοῖς ὀνόματα τῆς πρὸς ἀλλήλους ἕνεκα διαλέκτου μαθεῖν ἐπιποθοῦντι τὴν τῶν Ἑλλήνων ἐξηγήσομαι χρῆσιν οὐδ’ οὖν τούτων ἁπάντων ἐπὶ πᾶσιν ὀνόμασιν — τουτὶ μὲν γὰρ ἑρμηνευτικῆς τινός ἐστιν || ἢ γραμματικῆς
ἐμπειρίας — ἀλλὰ τῶν Ἀττικῶν μὲν μάλιστα, δεύτερον δ’ ἤδη καὶ τῶν Ἰωνικῶν ἔχειν ἐμπειρίαν ὁμολογήσω τινὰ καὶ τῶν Δωρικῶν ὀνομάτων ὥσπερ γε καὶ τῶν Αἰολικῶν. ἀλλ’ ἐν ταύταις μὲν ταῖς διαλέκτοις ἀγνοεῖν μᾶλλον ἢ γιγνώσκειν τὰ πλεῖστα, τῆς Ἀτθίδος δ’ αὗ γιγνώσκειν τὰ πλείω ἢ ἀγνοεῖν ὁμολογήσαιμ’ ἄν. εἰ δὲ βούλει σὺ καὶ περὶ τῶν ὀνομάτων εἰπεῖν, Ὅμηρος μὲν οὕτω φησίν·
ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων ἰούς τ’ ἐκτάμνειν ἐπί τ’ ἤπια φάρμακα πάσσειν.
ἑτέρωθι δέ φησι·
φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά· ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
ὡς τῆς ἰατρικῆς τέχνης ἰωμένης τὰ κάμνοντα σώματα διά τε φαρμάκων καὶ χειρουργίας.

Cap. XXXIII. Εἰ δ’ ἔτι καὶ τρίτον ἄλλο μόριον ἰάσεως ὑπῆρχε τὸ διαιτητικὸν ἐν τοῖς καθ’ Ὅμηρον χρόνοις, ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν, ὁ δ’ ἐμοῦ πρεσβύτερος θ’ ἄμα καὶ τὰ τῶν Ἑλλήνων πράγματα πι θανώτερος ἐπίστασθαι Πλάτων ὁ φιλόσοφος οὐ πάνυ τι χρῆσθαί φησι τοὺς παλαιοὺς || Ἀσκληπιάδας τούτῳ τῷ μέρει τῆς τέχνης. ἀλλ’ ὅτι γε τῆς ἰατρικῆς ἐστι μέρη ταῦτα τὰ τρία καὶ ὡς ἡ τὰ παρὰ φύσιν ἔχοντα σώματα θεραπεύουσα τέχνη πρὸς ἁπάντων Ἑλλήνων

ἰατρικὴ καλεῖται, σχεδὸν οὐδεὶς ἀντιλέγει. γυμναστικῆς δὲ τέχνης οὔπω μὲν ἦν τοὔνομα καθ’ Ὅμηρον οὐδὲ καλεῖταί τις ὅλως γυμναστής, ὥσπερ ἰατρός, ὅπου γε καὶ παρὰ Πλάτωνι τὸ μὲν τῆς γυμναστικῆς ὄνομα οὐ πολλάκις εὑρεῖν ἔστι, παιδοτρίβην μέντοι καλεῖ μᾶλλον ἢ γυμναστὴν τὸν τεχνίτην αὐτῆς. ἤρξατο γὰρ ὀλίγον ἔμπροσθεν τῶν Πλάτωνος χρόνων ἡ τέχνη τῶν γυμναστῶν, ὅτε περ καὶ τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα συνέστη. πάλαι μὲν γὰρ εἷς ἀνὴρ ἐργάτης τῶν κατὰ φύσιν ἔργων ἀληθῶς εὐεκτικὸς εἰς ἀγῶνα καταβαίνων οὐ πάλην μόνον ἀλλὰ καὶ δρόμον ἠγωνίζετο καί τις ἐνίκα πολλάκις εἷς ἄμφω τε ταῦτα καὶ ἀκοντίζων καὶ τοξεύων καὶ δισκοβολῶν καὶ ἅρματος ἐπιστατῶν, ὕστερον δὲ διεκρίθη καὶ οἷόνπερ ἕνα πεποίηκεν Ὅμηρος Ἐπειὸν εἰς μὲν πάντα τὰ κατὰ φύσιν ἔργα πάντων ὕστατον, ἀγαθὸν δὲ πυγμήν, ἧς || ἐν ἄθλοις μόνοις ἡ χρεία, τοιοῦτοι πάντες ἐγένοντο, μήτ’ ἀρόσαι μήτε σκάψαι μήθ’ ὁδὸν ἀνύσαι μηδ’ ἄλλο μηδὲν εἰρηναῖον ἔργον, ἔτι δὲ μᾶλλον πολέμιον ἐργάσασθαι καλῶς δυνάμενοι.

Cap. XXXIV. Τὴν τούτων τῶν ἀνθρώπων εὐεξίαν ἔμπροσθεν ἐμεμψάμεθα καὶ τὴν ἐπιστατοῦσαν αὐτοῖς ὁμοίως γυμναστικήν, ἄλλην δ’ εὐεξίαν ἐπῃνέσαμεν ἀσφαλῆ θ’ ἅμα καὶ πρὸς τὰς κατὰ φύσιν ἁπάσας ἐνεργείας χρηστήν, ἧς ὗλαι ποιητικαί θ’ ἅμα καὶ φυλακτικαὶ δύο ἐστόν, ἥ θ’ ὑγιεινὴ προσαγορευομένη δίαιτα καὶ γυμνάσια. τεττάρων γὰρ οὐσῶν τῶν πασῶν

ὑλῶν κατὰ γένος, ὑφ’ ὧν ἀλλοιοῦται τὸ σῶμα, χειρουργίας καὶ φαρμακείας καὶ διαίτης καὶ γυμνασίων, ἡ μία μὲν ἄχρηστος τοῖς νοσοῦσιν, αἱ δύο δὲ τοῖς κατὰ φύσιν ἔχουσιν. ὁ μὲν γὰρ νοσῶν εἰς πολλὰ καὶ φαρμάκων καὶ χειρουργίας καὶ διαίτης δεόμενος εἰς οὐδὲν δεῖται γυμνασίων, ὁ δ’ ὑγιαίνων ἀκριβῶς γυμνασίων μὲν χρῄζει καὶ διαίτης τινός, οὔτε δὲ φαρμάκων οὔτε χειρουργίας προσδεῖται. ||

Cap. XXXV. Τῆς οὖν ὑγιεινῆς τέχνης μέρος ἐστὶν ἡ γυμναστικὴ καὶ αὐτάρκως ὑπὲρ ἀμφοῖν ἡμᾶς ἐδίδαξεν Ἱπποκράτης, ὅσα τε χρὴ γιγνώσκειν ἀέρων τε πέρι καὶ χωρίων καὶ ὑδάτων καὶ ἀνέμων καὶ ὡρῶν, ὡσαύτως ἐδεσμάτων τε πέρι καὶ πομάτων καὶ ἐπιτηδευμάτων ἀκριβέστατα γράψας ἅπαντα· συμπληροῦται γὰρ ἐκ τούτων ἡ δίαιτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑπέρ τε καιροῦ καὶ ποσότητος καὶ ποιότητος οὐ γυμνασίων μόνον ἀλλὰ καὶ τρίψεως αὐταρκῶς διεξῆλθεν. ἔοικε δὲ Πλάτων ἀπὸ μέρους ὀνομάζειν τὸ σύμπαν [μόριον] οὐχ ὑγιεινὴν τέχνην ἀλλὰ γυμναστικὴν προσαγορεύων, ὅτι τ’ ἐξαίρετον ἴδιον ὑπάρχει τοῖς ὑγιαίνουσιν, ὡς ἂν μηδ’ ὅλως αὐτῷ χρωμένων τῶν νοσούντων, ὅτι τε τοῦτο μόνον ἐνόμιζεν ἐπιστάτου δεῖσθαι. τὸ γὰρ ὑγιαῖνον ἀκριβῶς σῶμα ταῖς κατὰ φύσιν ὀρέξεσι χρώμενον οὔτ’ ἐν ταῖς ποιότησιν οὔτ’ ἐν τῷ καιρῷ τῆς χρήσεως ἐξαμάρτοι ἄν τι περὶ τὰ σιτία. περὶ μὲν δὴ τούτου λόγος ἕτερος. ἀλλ’ ὅτι γε καὶ Πλάτων ἑτέραν μὲν οἶδε τὴν ὡς μέρος τῆς περὶ τὸ σῶμα τέχνης γυμναστικήν, ἑτέραν δὲ τὴν νῦν εὐδοκιμοῦσαν, || ἐκ τῶνδ’ ἂν μάλιστα μάθοις· ὑπογράψω γάρ

σοι τὰς ῥήσεις αὐτοῦ, πρώτην μὲν τὴν ἐκ Γοργίου τόνδε τὸν τρόπον ἔχουσαν· δυοῖν ὄντοιν ⟨τοῖν〉 πραγμάτοιν δύο λέγω τέχνας· τὴν μὲν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δ’ ἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δ’ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δ’ ἰατρικήν. ἐνταῦθα μὲν οὖν ὅτι τε μία τοῦ σώματός ἐστιν ἡ θεραπευτικὴ τέχνη δύο ἔχουσα τὰ πρῶτα μόρια, σαφῶς ἐδήλωσεν ὁ Πλάτων· ὅτι δὲ τῶν μὲν μορίων αὐτῆς ἐστιν ὀνόματα, τῆς δ’ ὅλης οὐκ ἔστιν ὅτι τε καὶ πρὸς τὸ βέλτιστον ἀποβλέπει καὶ ὡς ἡ εὐεξία τοῦτ’ ἔστιν, ἐκ τῶν τοιῶνδε φανερόν, ὧν ἕκαστα ἐν ταὐτῷ βιβλίῳ διῆλθε· Σῶμά που καλεῖς τι καὶ ψυχήν; Πῶς γὰρ οὔ; Οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν; Ἔγωγε. Τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δ’ οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις, ὅτι οὐκ εὖ ἔχουσιν, ἄλλος ἢ ἰατρός τε καὶ || τῶν γυμναστικῶν τις. ἔν τε τοῖς ἑξῆς ὅτι τε πρὸς τὸ βέλτιστον μὲν ἀποβλέπουσιν οἵδε, πρὸς δ’ αὖ τὸ ἥδιστον ὀψοποιός τε καὶ κομμωτής, αὐτός γε διεξέρχεται.