Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. II. Ὄντος γὰρ τοῦ προβλήματος τοῦδε, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ καλούμενον ὑγιεινόν,
καὶ σοῦ διὰ ταῦτ’ ἀξιώσαντος ἀκοῦσαι τὴν ἐμὴν ὑπὲρ αὐτοῦ δόξαν, ὅτι πολλάκις ἰατροῖς τε καὶ γυμνασταῖς ἔφησθα παραγεγονέναι διαμφισβητοῦσιν, ἀποκρίνεσθαί μοι πρότερον ἠξίωσά σε, τίνα ποτὲ τὴν ἔννοιαν ἑκάστου τῶν ὀνομάτων ἔχεις, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, μή που σὺ μὲν ὑπὲρ ἄλλων πραγμάτων ἀκούειν ποθῇς, ἐγὼ δ’ ὑπὲρ ἄλλων σοι διαλέγωμαι, κἄπειτα πρὸς τοὔνομα μόνον ὁ λόγος ἡμῖν οὐ πρὸς αὐτὸ γίγνηται τὸ πρᾶγμα. σὺ μὲν || οὖν πρὸς τοῦτ’ ἀπεσιώπησας οἰόμενος ἐμὲ χρῆναι λέγειν αὐτὸν ὑπὲρ ἁπάντων ἅπαντα, τὸ δ’ ἀληθὲς οὐχ ὧδ’ ἔχει· πολλὰ γὰρ ἂν εἴης οὐχ ἕν προβεβληκώς, πρῶτον μὲν τί ποτ’ ἐστὶν ἰατρική, δεύτερον δὲ τί ποτε γυμναστικὴ καὶ τρίτον ἐπὶ τούτοις τί ποτε τὸ ὑγιεινόν, ἢ τοῦτο δὴ τὸ μάλιστα προβεβλημένον, ὁποτέρας αὐτῶν εἴη. καίτοι τοῦτ’ αὐτὸ τὸ τέταρτον οὐχ ἁπλῶς ἔφασκον δεῖν οὕτω προβάλλειν, [ὁποτέρας εἴη αὐτῶν τῶν τεχνῶν τὸ ὑγιεινόν] ἀλλ’ εὐθὺς προστιθέντας, εἴτ’ ἴδιον εἴτ’ οἰκεῖον εἴτε μέρος εἴθ’ ὁπωσοῦν ἄλλως ἐθέλοι τις· ἔσεσθαι γάρ τινα κἀνταῦθ’ ἀρχὴν τῆς εὑρέσεως τῷ ζητουμένῳ. προβληθέντος γὰρ αὐτοῦ τελέως ὧδέ πως καὶ νὴ Δί’ ἐρωτηθέντος, ἆρά γε τῆς ἰατρικῆς ἐστιν ἢ τῆς γυμναστικῆς οἰκεῖον τὸ ὑγιεινόν, ἐπειδὰν ἑκάστου τῶν τριῶν ἐκείνων ὀνομάτων εἴπωμεν τὸ σημαινόμενον, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, δεήσει τέταρτον ἐπ’ αὐτοῖς ἐξηγήσασθαι τὸ οἰκεῖον ὅ τι σημαίνει καὶ τίς ὁ κανὼν αὐτοῦ τῆς διαγνώσεως. ἀλλὰ τοῦτο μὲν ἴδιον αὐτοῦ τοῦ προβλήματος ὑπάρχει, τὸ δ’ ἰατρικὴν ἐξηγήσασθαι || τί ποτ’ ἐστὶ καὶ γυμναστικὴν καὶ ὑγιεινὸν οὐκ ἴδιον μὲν τοῦ προβλήματος [ὑπάρχει], ὁμολογεῖσθαι δ’ ἀναγκαῖον. ὅθεν, ἐπειδὴ τοῦθ’ ἓν μόνον, ὃ προὔβαλες, σὺ διελθεῖν ἐβουλήθης τότε καί σε κινδυνεύειν ἐν ταῖς ἀποκρίσεσιν ἑώρων ὀκνοῦντα, τῶν τινα γεγυμνασμένων ἐν λογικῇ θεωρία φιλοσόφων ἐπιφανέντα πως τοῖς λόγοις κατὰ τύχην ἠξίουν ἀποκρίνασθαί μοι. προθύμως δ’ ἐκείνου τοῦτο ποιήσαντος καὶ πάντ’ ὀρθῶς ἀποκριναμένου ῥᾳδίως, ὡς οἶσθα, διεπεράνθη τὸ πρόβλημα.Cap. III. Καὶ μὴν κατάδηλος ἦσθα καὶ τότε μὲν εὐθὺς ἱκανῶς χαίρων ἐπὶ τῇ τῶν λόγων μεθόδῳ· καὶ γὰρ θᾶττον ἢ κατὰ τὴν προσδοκίαν εὑρέθη τὸ ζητούμενον· ἐξ ὑστέρου δὲ προσκείμενος ἀεὶ λιπαρῶς ἐβιάσω τε καὶ κατηνάγκασας οὐ πάνυ τί με πρόθυμον ὄντα γράψασθαι τοὺς λόγους· οὔτε γὰρ ἕν τουτὶ τὸ πρόβλημα μόνον ἀκριβῶς ἐρευνηθὲν ὤμην χρῆναι διασώζειν ἐν γράμμασιν οὔθ’ ὁμοίως τῷδε τὰ λοιπὰ πάντα διεξέρχεσθαι σχολὴν ἧγον. ὅθεν, ὅπερ || αὐτὸς ἐπ’ ἐμαυτοῦ πράξας ἔτυχον, ἱκανὸν ᾤμην ἔσεσθαι καὶ πρὸς ὑμᾶς τοὺς φίλους, δεῖξαι τὴν ὁδόν, ᾗ χρώμενος ἄν τις οὐ τοῦτο μόνον ἀλλὰ καὶ τἆλλα πάντα διαιροῖτο προβλήματα.