De placitis Hippocratis et Platonis

Galen

Galen, De placitis Hippocratis et Platonis, Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

Νυνὶ γὰρ ἀρκεῖ μόνον δεδηλῶσθαι περὶ ὧν ὁμολογεῖται καὶ διαφέρεται τῷ Ἱπποκράτει. προσθῶμεν οὖν αὐτῷ καὶ τἄλλα. φαίνεται γὰρ ἐν τῷ περὶ χρείας ἀναπνοῆς λόγῳ συνακολουθῶν ὁ Πλάτων τῷ Ἱπποκράτει, βουλομένῳ τὴν μὲν εἰσπνοὴν ἐμψύξεως ἕνεκα γίγνεσθαι τῆς ἐμφύτου θερμασίας, τὴν δὲ ἐκπνοὴν ἀποχύσεως καὶ διαπνοῆς τῶν λιγνυωδῶν περιττωμάτων. ἐν ᾗ δὲ ταῦτα λέγει ῥήσει, καὶ περὶ τοῦ φέρεσθαι τὸ ποτὸν εἰς τὸν πνεύμονα διῆλθεν, ἐχούσῃ κατὰ λέξιν οὕτως. τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει προγιγνώσκοντες, ὅτι διὰ πυρὸς ἡ τοιαύτη πᾶσα ἔμελλε διοίκησις γενέσθαι τῶν θυμουμένων, ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν,

714
πρῶτον μὲν μαλακὸν καὶ ἄναιμον, εἶτα σήραγγας ἐντὸς ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵνα τὸ πνεῦμα καὶ πόμα δεχομένη ψύχουσα ἀναπνοὴν καὶ ῥᾳστώνην ἐν τῷ καύματι παρέχοι. εἰ μὲν οὖν ἡγεῖται Πλάτων, ἅπαν τὸ πόμα καταπίνειν ἡμᾶς εἰς τὸν πνεύμονα, δίκαιός ἐστι καταγιγνώκεσθαι προφανέστατον πρᾶγμα μὴ γιγνώσκων· εἰ δὲ μέρος τι τοῦ πόματος ἡγεῖτο διὰ τῆς τραχείας ἀρτηρίας παρωθούμενον εἰς τὸν πνεύμονα καταφέρεσθαι, τῶν ἐνδεχομένων τι λέγει, παραπλησίως τε ἄλλων δογματικῶν, περὶ ὧν διαφέρονται πρὸς ἀλλήλους ἰατροί τε καὶ φιλόσοφοι. οὐ ταὐτὸν δ’ ἐστὶν ἢ ψεῦδός τι λέγειν, ἢ καταγέλαστον, ἐπείτοι καὶ αὐτὸν τὸν Ἐρασίστρατον ἐδείξαμεν ἔν τε τῷ περὶ χρείας ἀναπνοῆς καὶ σφυγμῶν χρείας τε ἅμα καὶ γενέσεως, ἔτι δὲ καταπόσεώς τε καὶ πέψεως ἐσφαλμένον, ἀλλ’ οὐ κατεγελάσαμεν αὐτοῦ, διότι μὴ πᾶν τὸ ψεῦδος εὐθύς ἐστι καὶ καταγέλαστον, ἐπείτοι καὶ περὶ φλεγμονῆς γενέσεως καὶ πυρετοῦ διαγνώσεως ἔν τε τοῖς περὶ φλεβοτομίας λόγοις καὶ ἄλλοις τισὶ θεραπευτικοῖς λογισμοῖς ἐδείχθη
715
ἐσφαλμένος. καὶ μέντοι καὶ τῶν ἀπ’ αὐτοῦ τις ἀντιστρέψας τὸν λόγον ἡμᾶς φησι περὶ τούτων, οὐκ Ἐρασίστρατον, ἐσφάλθαι, οὐ μὴν οὔτε ἡμεῖς ἐκείνου καταγελάσομεν, οὔτ ἐκεῖνος ἡμῶν. ἀδήλων γὰρ ὄντων τῶν δογμάτων, καὶ τῇ διὰ τοῦ λόγου πίστει τοῖς μὲν πιθανῶν, τοῖς δ’ ἀπιθάνων φαινομένων, ὥσπερ τὸ τοῖς δόξασιν ἀληθὲς εἶναι συναγορεύειν ἀνεμέσητόν ἐστιν, οὕτω καὶ τὸ συγχωρεῖν ἑτέροις ἀντιλέγειν αὐτοῖς· τὸ δὲ σκώπτειν καὶ καταγελᾷν ὡς ἠλίθιον, ὃ δογματικῶς ἀμφισβητεῖται, προπετές. οἷόν ἐστι καὶ τὸ παραῤῥεῖν τι τοῦ πόματος εἰς τὸν πνεύμονα διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας, οὐκ ἀθρόον, οὐδὲ διὰ μέσης τῆς εὐρυχωρίας τοῦ ὀργάνου φερόμενον, ἀλλὰ περὶ τὸν χιτῶνα αὐτὸν δροσοειδὲς καταῤῥέον. τοῦτο μὲν οὖν εἴτ’ ἀληθὲς, εἴτε ψεῦδός ἐστιν, ὀλίγον ὕστερον ἐπισκεψόμεθα. τὸν δὲ καταγέλαστον ὄντως λόγον, ὡς οὐκ εἰς τὴν γαστέρα φέροιτο διὰ τοῦ στομάχου τὸ ποτὸν, ἀλλ’ εἰς τὴν πνεύμονα διὰ τῆς ἀρτηρίας ἅπαν, οὐδαμόθι Πλάτων εἶπεν. ἐν γοῦν αὐτῷ τούτῳ τῷ βιβλίῳ, καθ’ ὃ τὴν
716
προειρημένην περὶ τοῦ πόματος ῥῆσιν ἔγραψεν, εἰς τὴν κοιλίαν ἔφη τὸ πινόμενον ὥσπερ τὰ σιτία φέρεσθαι. καὶ οὐχ ἅπαξ τοῦτ’ εἶπεν, ἀλλὰ πάνυ πολλάκις, ὡς ἔνεστί σοι μαθεῖν ἐκ τῶν ῥήσεων αὐτοῦ, πρώτης μὲν τῆσδε μετὰ τέτταρας πρώτους στίχους τῆς προειρημένης ὑπ’ αὐτοῦ ῥήσεως γεγραμμένης. τὸ δὲ δὴ σιτίων τε καὶ ποτῶν ἐπιθυμητικὸν τῆς ψυχῆς, καὶ ὅσον ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν φρενῶν καὶ τοῦ πρὸς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν. οὐκ ἐν τῇ καρδίᾳ καὶ τῷ πνεύμονί φησι τὸ τῶν σιτίων καὶ ποτῶν ἐπιθυμητικὸν, ἀλλὰ κατωτέρω τοῦ διαφράγματος εἶναι, φρένας γὰρ οὐχ οὗτος μόνος, ἀλλὰ καὶ οἱ ἄλλοι παλαιοὶ τὸ διάφραγμα προσηγόρευον. κατωτέρω δὲ τῶν φρενῶν τούτων ἥ τε γαστὴρ κεῖται καὶ τὰ ἔντερα, καὶ τὸ ἧπαρ αὐτὸ, περὶ οὗ νῦν ποιεῖται τὸν λόγον. καὶ μέντοι καὶ μετ’ ὀλίγα πάλιν φησί· τὴν ἐσομένην ἡμῖν ποτῶν καὶ ἐδεσμάτων ἀκολασίαν ᾔδεσαν οἱ ξυντιθέντες ἡμῶν τὸ γένος, καὶ ὅτι τοῦ μετρίου καὶ ἀναγκαίου διὰ μαργότητα πολλῷ χρησοίμεθα πλέονι. ἵν’
717
οὖν μὴ φθορὰ διὰ νόσους ὀξείας γίγνοιτο, καὶ ἀτελὲς εὐθὺς τὸ γένος τὸ θνητὸν τελευτῴη, ταῦτα προορώμενοι τὴν γενησομένην πόματος ἐδέσματός τε τὴν ὀνομαζομένην κάτω κοιλίαν ὑποδοχὴν ἔθεσαν. καὶ κατωτέρω δὲ πάλιν ἐν ταὐτῷ συγγράμματι τάδε γράφει. ταὐτὸν δὴ καὶ περὶ τῆς παρ’ ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ, ὅταν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ, μικρομερέστερα ὄντα τῆς αὐτῆς συστάσεως, οὐ δύναται. πάλιν οὖν κᾀνταῦθα σαφῶς εἶπεν, εἰς τὴν κοιλίαν ἡμῶν ἀφικνεῖσθαι τά τε σιτία καὶ τὰ πόματα. καὶ τοῦ γ’ ἐν αὐτῇ κατὰ τὴν τούτων μίξιν γενομένου χυμοῦ τὴν εἰς τὰς φλέβας ΄ἀνάδοσιν ὑδρείαν ὠνόμασε διὰ τὴν ὑγρότητα, λέγων ἐφεξῆς τοῖς προγεγραμμένοις οὕτως. τούτοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν. κᾀν τοῖς ἑξῆς δὲ πάλιν οὐ μετὰ πολλὰ τῶν εἰρημένων ᾧδέ πώς φησι. ὅταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνημμένον ἕπηται, διαιρούμενον δ’ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ
718
λάβῃ, τήκει δὴ καὶ κατὰ τὰ σμικρὰ διαιροῦν διὰ τῶν ἐξόδων, ᾗπερ πορεύεται διάγον οἷον ἐκ κρήνης ἐπ’ ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν ταῦτα ῥεῖν, ἢ ὥσπερ αὐλῶνος διὰ τοῦ σώματος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματα. καὶ διὰ τῶν ἑξῆς δὲ φυλάττειν φαίνεται τὴν αὐτὴν γνώμην, ἔν τε τοῖς περὶ τῆς ἀναπνοῆς καὶ πέψεως λόγοις ἅπασιν. ὥστε τῆς μὲν ἠλιθίου δόξης ἀπήλλακται, καὶ χρὴ τοὺς οἰηθέντας, αὐτὸν οὕτως ἀνόητον ὑπάρχειν, ὡς ὑπολαβεῖν, εἰς πνεύμονα φέρεσθαι τὸ ποτὸν ἅπαν, αὐτοὺς ἐγκαλεῖσθαι μᾶλλον ἐφ’ οἷς καταψεύδονται. περὶ δὲ τοῦ φέρεσθαί τι τοῦ πόματος εἰς τὸν πνεύμονα περὶ τὸν ἔνδοθεν χιτῶνα τοῦ τε λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας βουλόμενός τις αὐτὸς ἐφ’ ἑαυτοῦ πειραθῆναι δύναται, λαβὼν μὲν ἑστὼς τοῦ ὕδατος εἰς τὸ στόμα δαψιλὲς, εἶτα κατακλιθεὶς ὕπτιος, ὑπανοίγων τε βραχὺ τὸ στόμιον τοῦ λάρυγγος· ἐφ’ ἡμῖν γάρ ἐστιν ἀνοιγνύναι τε καὶ κλείειν αὐτό. παραῤῥέοντος γάρ τινος εἰς αὐτὸν ἐκ τοῦ στόματος, αἰσθήσεται βραχέος, ὃ δὴ καὶ γαργαλίζει καὶ παροξύνει πλέον γενόμενον. ἀλλὰ καὶ αὐτὴν
719
τὴν ἐρεθιζομένην βῆχα καρτερήσας τις δύναται κατασχεῖν, ὡς αὐτίκα παύσασθαι, βραχέος τοῦ γαργαλίζοντος ὄντος. ἐνίοτε δὲ καὶ βηχίον μικρὸν γενόμενον ἐσκέδασε τὸ γαργαλίζον, οὐδεμιᾶς ἀναπτύσεως γενομένης· ᾧ καὶ δῆλόν ἐστι τὸ ἀθρόον πόμα, καὶ πολὺ, καὶ τοσοῦτον, ὡς καταλαμβάνειν τὰς ὁδοὺς τοῦ πνεύματος, ἐρεθίζειν τὸ ζῶον εἰς βῆχα. τὸ δ’ οὕτως ὀλίγον, ὡς περὶ τὸν ἔνδον χιτῶνα τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας ἐκχεῖσθαι δροσοειδῶς, οὔτε ἐρεθίζον, οὔθ’ ὅλως αἴσθησιν ἐργαζόμενον ἑαυτοῦ καταφερομένου διὰ τῆς ἀρτηρίας. ἀλλ’ εἰ καὶ ζῶον, ὅ τι ἂν ἐθελήσαις, διψῆσαι ποιήσεις, ὡς κεχρωσμένον ὕδωρ ὑπομεῖναι ποιεῖν, εἰ δοίης, εἴτε κυανῷ χρώματι χρώσας, εἴτε μίλτῳ, εἶτ’ εὐθέως σφάξας ἀνατέμοις, εὑρήσεις κεχρωσμένον τὸν πνεύμονα. δῆλον οὖν ἐστιν, ὅτι φέρεταί τι τοῦ πόματος εἰς αὐτόν.

720

Ἐπειδὴ περὶ πάντων ὧν ἀμφότεροι λέγουσιν, ὁ Ἱπποκράτης καὶ ὁ Πλάτων, ἐπισκέψασθαι προὔκειτο, λέλεκται δ’ ἤδη περὶ τῶν μεγίστην δύναμιν ἐχόντων εἰς ἰατρικήν τε καὶ φιλοσοφίαν, καιρὸς ἂν εἴη τραπέσθαι πρὸς τἄλλα. φαίνεται δ’ ἐν αὐτοῖς οὐ σμικρὰν δύναμιν ἔχον ἐπίστασθαι διακρίνειν ἀπ’ ἀλλήλων τὰ ὁμοιότατα. οὐ μόνον γὰρ, ὅπου κοινωνοῦσιν, ἐπίστασθαι χρήσιμον, ἀλλὰ

721
πολλῷ μᾶλλον ἐν οἷς διαφέρονται. τὴν ἀρχὴν οὖν ἀπὸ τούτων ποιησόμεθα, δεικνύντες, ὅτι τε καθόλου περὶ αὐτῶν ὡσαύτως ἀπεφῄναντο, διά τε τῶν ἐν εἴδεσι παραδειγμάτων ὁ μὲν τῆς ἰατρικῆς τέχνης, ὁ δὲ τῆς φιλοσοφίας ἐγύμνασαν ἡμᾶς, καὶ τρίτον, ὅτι δι’ αὐτῶν ὧν ἐγύμνασαν ἐδίδαξαν ὁδὸν, ᾖ προϊόντες ἐπὶ τὸ προκείμενον ἀφιξόμεθα. καθόλου μὲν οὖν ὁ Ἱπποκράτης ἀπεφῄνατο, περὶ ὧν πλάνας καὶ διαπορίας καὶ τοῖς ἀγαθοῖς ἰατροῖς παρέχει, ὁ δὲ Πλάτων ᾧδε. δεῖ ἄρα πρῶτον τὸν μέλλοντα ἀπατήσειν μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατηθήσεσθαι, τὴν ὁμοιότητα τῶν ὄντων καὶ ἀνομοιότητα ἀκριβῶς εἰδέναι. ὅπως δ’ ἄν τῳ περιγένοιτο τοῦτο, ὁ Πλάτων σε διδάξει λέγων· ἆρ’ οὖν οἷός τέ ἐστιν ἀλήθειαν ἀγνοῶν τις ἑκάστου τὴν ἀγνοουμένου ὁμοιότητα σμικράν τε καὶ μεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν; ἀδύνατον. ὅπως δ’ ἂν τὴν ἀλήθειαν ἑκάστου τῶν ζητουμένων εὑρίσκοι τις, ἄκουσον ἐμοῦ πρότερον διηγησαμένου σαφῶς τε καὶ διὰ συντόμων, ἃ δ’ ἂν
722
ἀκούσῃς, τῇ μνήμῃ παραθέμενος ἐπὶ τὰς ἐκείνων ἧκε ῥήσεις. ἐγὼ δέ σοί φημι τὴν τῶν ζητουμένων ἀλήθειαν εὑρεθήσεσθαι, πρῶτον μὲν γνόντι τὴν ἀρχὴν τῆς ἐπ’ αὐτὰ ὁδοῦ, ταύτης γὰρ ἁμαρτὼν, εἰς πολλὴν ἄλλην τε καὶ πλάνην ἀφίξῃ λόγων. διὰ τῶν αὐτῶν δὲ κριτηρίων, δι’ ὧν τὴν ἀρχὴν εὗρες, εὑρήσεις καὶ τὸ μετὰ τὴν ἀρχὴν δεύτερον, εἶθ’ ὁμοίως τὸ τρίτον, καὶ ἕκαστον τῶν ἐφεξῆς. πῶς οὖν ἔστι τὴν ἀρχὴν εὑρίσκειν; ἐπειδὴ καὶ ὁ Πλάτων ἐπαινέσας τὴν παροιμίαν, ἐν ᾗ λέγομεν, ἀρχὴ δέ τοι ἥμισυ παντὸς, αὐτὸς προσέθηκε τὸ μέγιστον, εἰπὼν ἀρχὴν παντὸς ἔργου μέγιστον εἶναι, ὥσπερ καὶ ἄλλοι τινὲς, οἱ μὲν οὐ μόνον τὸ ἥμισυ τοῦ παντὸς εἶναι τὴν ἀρχὴν ἔφασαν, ἀλλὰ καὶ πλέον ἢ τὸ ἥμισυ, τινὲς δὲ καὶ τὸ πᾶν δυνάμει. δείξομεν οὖν ἤδη, πῶς ἄν τις εὑρίσκοι τὴν ἀρχὴν τῆς τῶν ζητουμένων εὑρέσεως, ἀναμνήσαντες ἃ διὰ μακρῶν ἔν τε τῇ περὶ τῆς ἀποδείξεως πραγματείᾳ λέλεκται καὶ κατ’ ἄλλας τινάς. εἰ μὲν γὰρ οὐδὲν ἡμῖν ἐστι φυσικὸν κριτήριον, οὐδὲ τεχνικὸν
723
οὐδὲν εὑρεῖν δυνησόμεθα· φυσικὰ δ’ ἔχοντες, εὕροιμεν ἄν τι καὶ τεχνικόν. ἆρ’ οὖν ἔχομέν τινα φυσικὰ κριτήρια κοινὰ πάντες ἄνθρωποι; οὐδὲ γὰρ ἐνδέχεται φυσικὰ λέγειν αὐτὰ τὰ μὴ κοινὰ πάντων ὄντα. χρὴ γὰρ δή που τὰ φυσικὰ πρὸς τῷ πάντων εἶναι κοινὰ καὶ τὴν φυσικὴν ἔχειν κοινήν. ἐγὼ μὲν ἔχειν φημὶ πάντας ἡμᾶς φυσικὰ κριτήρια, καὶ τοῦτ’ ἀναμιμνήσκων, οὐ διδάσκων, οὐδ’ ἀποδεικνὺς, οὐδ’ ὡς αὐτὸς εἰρηκὼς λέγω. τίνα δέ ἐστι ταῦτα; τοὺς κατὰ φύσιν ἔχοντας τῶν ὀφθαλμῶν ὁρῶντας τὰ ὁρατὰ, καὶ κατὰ φύσιν ἔχοντας τῶν ὤτων ἀκούοντας τὰ ἀκουστὰ, καὶ γλῶτταν γευομένην χυμῶν, καὶ ῥῖνας ὀσμῶν, καὶ σύμπαν τὸ δέρμα τῶν ἁπτῶν, ἐπὶ δὲ τούτοις τὴν γνώμην, ἢ ἔννοιαν, ἢ ὅ τί ποτ’ ἂν ἐθέλῃ τις ὀνομάζειν, ᾧ διαγιγνώσκομεν ἀκόλουθόν τε καὶ μαχόμενον, καὶ ἄλλα, ἃ καταπέπτωκε τούτοις, ἐν οἷς ἐστι καὶ διαίρεσις καὶ σύνθεσις ὁμοιότης τε καὶ ἀνομοιότης, ἀφ’ ὧν ὁ παρὼν ὡρμήθη λόγος. ὁ μὲν οὖν Ἱπποκράτης οὕτως ἔγραψε περὶ αὐτῶν· ἢ ὅμοια, ἢ ἀνόμοια ἐξ ἀρχῆς
724
ἀπὸ τῶν μεγίστων καὶ ῥηΐστων, ἀπὸ τῶν πάντως πάντη γιγνωσκομένων, ἃ καὶ ἰδεῖν καὶ ἀκοῦσαι ἔστιν, ἃ καὶ τῇ ὄψει, καὶ τῇ ῥινὶ, καὶ τῇ γλώσσῃ, καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι, οἷς γιγνώσκομεν ἅπασιν ἔστι γνῶναι. ταύτην τὴν ῥῆσιν ἐξηγησάμενος τελέως ἐν τῷ πρώτῳ τῶν εἰς τὸ κατ’ ἰητρεῖον ὑπομνημάτων, οὐδὲν ἔτι δέομαι διέρχεσθαι νῦν, ἀλλ’ ἀρκέσει τὰ κεφάλαια μόνον αὐτῆς εἰπεῖν, ὅτι πρὸς τὴν τῶν ὁμοίων τε καὶ ἀνομοίων ἀκριβῆ διάγνωσιν ἀφικνεῖσθαι χρὴ, τὴν ἀρχὴν τῆς εὑρέσεως αὐτῶν ποιούμενον ἀπὸ τῶν φυσικῶν κριτηρίων, ἅπερ ἐστὶν αἴσθησίς τε καὶ γνώμη. καλεῖν δ’ ἔξεστί σοι, ὡς πολλάκις εἴρηταί μοι πολλαχόθι, καὶ διάνοιαν, καὶ νοῦν, καὶ λογισμὸν, ἢ ὅπως ἄν τις ἐθέλῃ, φυλάττων τὴν ἔννοιαν, ὡς Ἱπποκράτης βούλεται. ὡς γὰρ τῶν αἰσθητῶν αἴσθησίς ἐστι τὸ κριτήριον, οὕτω τῶν νοητῶν ἑτέρα τις δύναμις, ἣν ὅπως ἄν τις ὀνομάζειν βούληται, συγχωροῦμεν αὐτῷ, μή πως ἡμῖν τὸ πάρεργον τοῦ ἔργου μεῖζον γένηται. χρώμεθα γὰρ ὀνόμασι καὶ ὅλως τῇ πρὸς ἀλλήλους διαλέκτῳ χάριν τοῦ δηλῶσαι τὰς κατὰ τὴν
725
ψυχὴν δόξας, ἃς ἐκ τοῦ σκοπεῖσθαι τὴν τῶν πραγμάτων φύσιν ἐκτησάμεθα. γελοῖον οὖν ἐστι καταλιπόντας τοῦτο περὶ τῶν ὀνομάτων ἁμιλλᾶσθαι. πῶς δέ φησιν ὁ Ἱπποκράτης τὴν τῶν πραγμάτων εὑρίσκεσθαι φύσιν; ἐὰν ἀπὸ τῶν μεγίστων καὶ ῥᾴστων ἀρξώμεθα· μεγίστων μὲν κατὰ τὴν χρείαν, ῥᾴστων δὲ κατὰ τὴν ἡμετέραν γνῶσιν. ἡ γάρ τοι φύσις ἄμφω ταῦθ’ ἡμῖν ἔδωκεν, αὐτά τε τὰ κριτήρια καὶ τὸ πιστεύειν αὐτοῖς ἀδιδάκτως. αὐτὰ μὲν οὖν τὰ κριτήρια τά τε ὄργανα τῶν αἰσθήσεών ἐστι καὶ αἱ χρώμεναι τοῖς ὀργάνοις δυνάμεις· ἡ δὲ πίστις αὐτῶν ἀδίδακτός τε καὶ φύσει οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ζώοις ὑπάρχουσα. καὶ γὰρ ὁρῶντα τὸν προσιόντα καὶ ἀκούοντα ψόφου τινὸς ἢ φωνῆς ὑποφεύγει μὲν αὐτίκα, μείζονος ὀφθέντος ζώου, μένει δὲ κατὰ χώραν, ἐὰν ἐλάττονός τε καὶ ἀσθενεστέρου τοῦ προσιόντος αἰσθάνηται. εἰ μὲν οὖν ἀπιστεῖ τις τοῖς δι’ αἰσθήσεως ἢ νοήσεως ἐναργῶς φαινομένοις, οὐδ’ ἐπιχειρεῖν χρὴ συστάσει τέχνης οὐδεμιᾶς· εἰ δὲ φαίνεται τὰ τῶν τεχνῶν ἔργα τῷ βίῳ τῶν
726
ἀνθρώπων χρήσιμα, πάντως που τοῖς φυσικοῖς κριτηρίοις οἱ πιστεύοντες ἄνθρωποι τὴν κρίσιν αὐτῶν ἐποιήσαντο. καὶ ἡμεῖς εὐτυχέστεροι κατὰ τοσοῦτον ἐκείνων ἐσμὲν, ὅτι τὰ χρήσιμα πολλῷ χρόνῳ μετὰ καμάτων τε καὶ φροντίδων εὑρεθέντα τοῖς πρὸ ἡμῶν αὐτοὶ μανθάνομεν ὀλίγῳ χρόνῳ. ἐὰν οὖν τῷ λοιπῷ τοῦ βίου μὴ κατὰ τὸ πάρεργον ἀσκῶμεν τὰς τέχνας, ἀλλὰ περὶ τὴν τῶν ὁμοίων τε καὶ ἀνομοίων διάγνωσιν ἀεὶ φροντίζωμεν, οὐδὲν κωλύει τῶν ἔμπροσθεν ἡμᾶς γενέσθαι βελτίους. πῶς οὖν γυμνασόμεθα καὶ ἀσκήσομεν ἡμᾶς αὐτούς; ἀπὸ τῶν γνωσθῆναι ῥᾴστων ἀρξάμενοι, καθάπερ ὁ Ἱπποκράτης εἶπε. ταῦτα γάρ ἐστι τὰ μεγάλην ἔχοντα τήν τε εἰς ὅλον τὸν βίον χρείαν καὶ τὴν πρὸς ἄλληλα διαφοράν.

Ἐρῶ δὲ καὶ παράδειγμά σοι παρ’ ἑκατέρου τῶν ἀνδρῶν ἕνεκα νοήσεως ἐναργεστέρας. ὁ μὲν οὖν Ἱπποκράτης οὕτως φησὶν ἐν Προγνωστικῷ· σκέπτεσθαι δὲ χρὴ ᾧδε ἐν τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ εἰ αὐτὸ ἑαυτῷ, οὕτως γὰρ ἂν εἴη ἄριστον, τὸ δὲ ἐναντιώτατον τοῦ ὁμοίου

727
δεινότατον. εἴη δ’ ἂν τὸ τοιοῦτον ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, καὶ τὰ ἄλλα τὰ ἐφεξῆς εἰρημένα. φαίνεται γὰρ ἐν τούτοις τὴν ἀρχὴν τῆς διαγνώσεως τῶν προγνωστικῶν χωρίων ἀπὸ τῶν ἐναντιωτάτων τοῖς κατὰ φύσιν ἔχουσι πεποιημένος, ἅπερ καὶ μέγιστ’ ἐστὶ, καὶ πᾶσι γνωσθήσεται ῥᾴδια. ταῦτα δέ τις προμαθὼν δυνήσεται κατὰ βραχὺ μεταβαίνων ἐπὶ τὰ πλησίον ἀλλήλοις ἀφικέσθαι ποτὲ, καθάπερ ἐπεδείξαμεν ἐν τῷ Προγνωστικῷ πεποιηκότα τὸν Ἱπποκράτην. ἀλλὰ καὶ ὁ Πλάτων οὕτως ἔγραψε περὶ αὐτῶν, ἡνίκα πεποίηκεν ἐν Πολιτείᾳ παρακαλούμενον Σωκράτην ὑπὸ Γλαύκωνός τε καὶ Ἀδειμάντου διελεῖν αὐτοῖς πάντα τὸν περὶ δικαιοσύνης λόγον. ἐπειδὴ γὰρ ἠπίστατο δεησόμενον αὐτὸν εἰς τὸ δεῖξαι τὸ προτεθὲν, ὡς οὐκ ἔστι μία τῆς ὅλης ἡμῶν ψυχῆς ἡ οὐσία, διὰ τοῦτο πρότερον ἐπὶ πόλεως ἀξιοῖ ποιήσασθαι τὸν λόγον. ἔχει δ’ ἡ λέξις ᾧδε. εἶπον οὖν, ὅπερ μοι ἔδοξεν, ὅτι τὸ ζήτημα, ᾧ ἐπιχειροῦμεν, οὐ φαῦλον, ἀλλ’ ὀξὺ βλέποντος, ὡς ἐμοὶ φαίνεται. ἐπειδὴ
728
μὲν οὖν ἡμεῖς οὐ δεινοὶ, δοκῶ μοι, ἦν δ’ ἐγὼ, τοιαύτην ποιήσασθαι ζήτησιν αὐτοῦ, οἵαν περ ἂν εἰ προσέταξέ τις γράμματα σμικρὰ πόῤῥωθεν ἀναγνῶναι μὴ πάνυ ὀξὺ βλέπουσιν, ἔπειτά τις ἐνενόησεν, ὅτι τὰ αὐτὰ γράμματά ἐστί που καὶ ἄλλοθι μείζω τε καὶ ἐν μείζονι, ἕρμαιον ἂν ἐφάνη, οἶμαι, ἐκεῖνα πρῶτον ἀναγνόντας οὕτως ἐπισκοπεῖν τὰ ἐλάττω, εἰ τὰ αὐτὰ ὄντα τυγχάνει. πάνυ μὲν οὖν, ἔφη ὁ Ἀδείμαντος. ἀλλὰ τί τοιοῦτον, ὦ Σώκρατες, ἐν τῇ περὶ δικαίου ζητήσει καθορᾷς; ἐγώ σοι, ἔφην, ἐρῶ. δικαιοσύνη, φαμὲν, ἔστιν ἑνὸς ἀνδρὸς, ἔστι δέ που πάλιν τῆς ὅλης πόλεως; πάνυ γε, ἦ δ’ ὅς. οὐκοῦν μείζων πόλις ἑνὸς ἀνδρός; μείων, ἔφη. ἴσως τοίνυν πλείων ἂν δικαιοσύνη ἐν τῷ μείζονι ἂν εἴη, καὶ ἐστι καταμαθεῖν. εἰ οὖν βούλεσθε, πρῶτον ἐν ταῖς πόλεσι ζητήσωμεν, ποῖόν τί ἐστιν, ἔπειτα οὕτως ἐπισκεψώμεθα καὶ ἐν ἑνὶ ἑκάστῳ τὴν τοῦ μείζονος ὁμοιότητα, ἐν τῇ τοῦ ἐλάττονος ἰδέᾳ ἐπισκοποῦντες. προγυμνάσας οὖν ἡμᾶς ἐπὶ πόλεως ὁ Πλάτων, καὶ δείξας, ὅτι ἄλλο μέν τι τὸ ἄρχον, ἄλλο δέ τι τὸ προπολεμοῦν, καὶ τρίτον
729
ἄλλο τὸ δημιουργικὸν ἔθνος ἐν αὐτῇ, μεταβὰς ἐπὶ τὴν ψυχὴν, καὶ κατ’ αὐτὴν ἐπιδείκνυσιν ἒν μέν τι μέρος εἶναι τὸ ἄρχον, ὅταν εὖ ἔχῃ, ἕτερον δὲ τὸ ὑπηρετοῦν αὐτῇ, καθάπερ ἐν ταῖς πόλεσιν ὑπηρετεῖ τὸ στρατιωτικὸν, τρίτον δὲ τὸ λοιπὸν, ὃ τοῦ τρέφεσθαι τὸ σῶμα χάριν οἱ δημιουργοῦντες ἡμᾶς προσέθεσαν, κᾂν οἱ ἀγύμναστοι τοῦ διακρίνειν ἀπ’ ἀλλήλων τὰς ὁμοιότητας ἓν εἶναι νομίζουσιν, οὐ τρία τὰ εἰρημένα μόρια τῆς ψυχῆς. ὅπως οὖν χρὴ γυμνάζεσθαι περὶ τὴν διάκρισιν αὐτῶν, ἐδίδαξεν ὁ Πλάτων ἐπί τε τῆς πόλεως διὰ πάσης σχεδόν τι τῆς Πολιτείας, ἐπί τε τῆς ψυχῆς τὸ μὲν κυριώτατον τῆς διανοίας ἐν τῷ τετάρτῳ βιβλίῳ, τὸ δὲ ἑπόμενον αὐτῇ κατὰ τὰ ἄλλα. καιρὸς οὖν ἤδη καὶ τῶν εἰρημένων αὐτῷ κατὰ τὸν Φαῖδρον ἀκοῦσαι. ἡ ἀπάτη πότερον ἐν πολὺ διαφέρουσι γίγνεται μᾶλλον, ἢ ὀλίγον; ἐν τοῖς ὀλίγον. ἀλλὰ μὴν κατὰ σμικρὸν καταβαίνων μᾶλλον λήσεις ἐλθὼν ἐπὶ τὸ ἐναντίον ἢ κατὰ μέγα. πῶς δ’ οὔ; δεῖ ἄρα τὸν μέλλοντα ἀπατήσειν μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατηθήσεσθαι τὴν ὁμοιότητα τῶν ὄντων
730
καὶ ἀνομοιότητα ἀκριβῶς διϊδεῖν. ἀνάγκη μὲν οὖν. ἦ οὖν οἷός τ’ ἔσται ἀλήθειαν ἀγνοῶν ἑκάστου τὴν τοῦ ἀγνοουμένου ὁμοιότητα μικράν τε καὶ μεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν; ἀδύνατον. οὐκ οὖν τοῖς παρὰ τὰ ὄντα δοξάζουσι καὶ ἀπατωμένοις δῆλον ὡς τὸ πάθος τοῦτο δι’ ὁμοιοτήτων τινῶν εἰσεῤῥύη; γίγνεται οὖν οὕτω. ἔστιν οὖν ὅπως τεχνικὸς ἔσται μεταβιβάζειν κατὰ σμικρὸν διὰ τῶν ὁμοιοτήτων ἀπὸ τοῦ ὄντος ἑκάστοτε ἐπὶ τοὐναντίον ἀπάγων, ἢ αὐτὸς τοῦτο διαφεύγειν ὁ μὴ ἐγνωρικὼς, ὅ ἐστιν ἕκαστον τῶν ὄντων; οὐ μή ποτε. λόγων ἄρα τέχνην, ὦ ἑταῖρε, ὁ τὴν ἀλήθειαν μὴ εἰδὼς, δόξας δὲ τεθηρευκὼς, γελοίαν τινὰ, ὡς ἔοικε, καὶ ἄτεχνον παρέξεται. ὅτι δ’, ὡς Ἱπποκράτης ἔλεγε, τινὰ μέν ἐστι ῥᾷστα γνωσθῆναι, τινὰ δ’ οὐκ ἔστι, τὴν ἀρχὴν ἀπὸ τῶν ῥᾴστων ποιητέον, ἃ καὶ πᾶσιν ἀνθρώποις ὡμολόγηται διὰ τὴν ἐνάργειαν. οὕτω καὶ ὁ Πλάτων ἐγίγνωσκεν· μάθοις δ’ ἂν ἐκ τῆσδε τῆς ῥήσεως αὐτοῦ. ἆρ’ οὖν οὐ παντὶ δῆλον τό γε τοιόνδε, ὡς περὶ μὲν ἔνια τῶν τοιούτων ὁμονοητικῶς ἔχομεν, περὶ δ’ ἔνια στασιαστικῶς;
731
δοκῶ μὲν ὃ λέγεις μανθάνειν, ἔτι δ’ εἰπὲ σαφέστερον. ὅταν τις ὄνομα εἴπῃ σιδήρου ἢ ἀργύρου, ἆρ’ οὐ τὸ αὐτὸ πάντες διενοήθημεν; καὶ μάλα. τί δ’, ὅταν δικαίου ἢ ἀγαθοῦ; οὐκ ἄλλος ἄλλῃ φέρεται, καὶ ἀμφισβητοῦσιν ἀλλήλοις τε καὶ ἡμῖν αὐτοῖς; πάνυ μὲν οὖν. ἐν μὲν ἄρα τοῖς συμφωνοῦμεν, ἐν δὲ τοῖς οὔ. οὕτω. ποτέρωθεν οὖν εὐαπατητότεροί ἐσμεν, καὶ ἡ ῥητορικὴ ὲν ποτέροις μεῖζον δύναται εἶναι; δηλονότι ἐν οἷς πλανώμεθα. οὐκοῦν τὸν μέλλοντα τέχνην ῥητορικὴν μετιέναι πρῶτον μὲν δεῖ ταῦτα ὁδῷ ηὑρῆσθαι, καὶ εἰληφέναι τινὰ χαρακτῆρα ἑκατέρου τοῦ εἴδους, ἐν ᾧ τε ἀνάγκη τὸ πλῆθος πλανᾶσθαι, καὶ ἐν ᾧ μή. καλὸν γοῦν, ὦ Σώκρατες, εἶδος εἴη ἂν κατανενοηκὼς ὁ τοῦτο λαβών. ἔπειτά γε οἶμαι πρὸς ἑκάστῳ γιγνόμενον μὴ λανθάνειν, ἀλλ’ ὀξέως αἰσθάνεσθαι, περὶ οὗ ἂν μέλλῃ ἐρεῖν, ποτέρου ὂν τοῦ γένους τυγχάνει. τί μήν; τί οὖν; τὸν ἔρωτα πότερον φῶμεν εἶναι τῶν ἀμφισβητησίμων, ἢ τῶν μή; ἀμφισβητησίμων δήπου. ἢ οἴει ἄν σοι συγχωρῆσαι
732
εἰπεῖν, ἃ δὴ εἶπες περὶ αὐτοῦ, ὡς βλάβη τέ ἐστι τῷ ἐρωμένῳ καὶ ἐρῶντι, καὶ αὖθις ὡς μέγιστον τῶν ἀγαθῶν τυγχάνει; ἄριστα λέγεις. αὕτη μὲν ἡ ῥῆσις ἐν τῷ Φαίδρῳ γέγραπται, διδάσκοντος αὐτοῦ, μηδεμίαν ἀμφισβήτησιν ἔχειν τὰ τοῖς φυσικοῖς κριτηρίοις ἐναργῶς ὑποπίπτοντα, ἐν οἷς δή τοι μηδ’ ὅλως ὑποπίπτει τοῖς κριτηρίοις τούτοις, ἢ ἀμυδρῶς ὑποπίπτει, τὴν ἀμφισβήτησιν γίγνεσθαι, καὶ χρὴ γεγυμνάσθαι κατὰ ταῦτα διακρίνοντα τὰς τῶν πραγμάτων ὁμοιότητας. ἔνια γὰρ οὕτως ἔχει πρὸς ἄλληλα κατὰ τὰς τῶν ἐν αὐτοῖς ὁμοιότητας, ἢ τὴν παραλλαγὴν, ὡς κατά τι μὲν ὑπάρχειν ὅμοια, κατά τι δ’ ἀνόμοια. καὶ χρὴ τῶν τοιούτων διαγνωστικὸν τὸν τεχνίτην εἶναι, ὡς ἀκριβῶς τε ἅμα καὶ ταχέως δύνασθαι γνωρίζειν, εἰ ὅμοιά ἐστιν ἀλλήλοις ἢ ἀνόμοια. ὅπερ οὖν ἀεὶ καὶ λέγοντός μου καὶ γράφοντος ἀκούεις, ἀκούσῃ πάντως καὶ νῦν. ἡ καθόλου μέθοδος χωρὶς τοῦ γυμνασθῆναι κατὰ πολλὰ τῶν ἐν μέρει τεχνίτην ἀγαθὸν οὐχ οἵα τέ ἐστιν ἐργάσασθαι. καὶ τοῦτ’ ἐπὶ πασῶν ἔνεστί σοι θεάσασθαι τῶν
733
τοιούτων, ἐπ’ ἐνιά γε μὴν οὕτως ἰσχυρὰν δύναμιν ἔχον, ὡς τὴν μὲν καθόλου μέθοδον ἐνιαυτῷ μόνῳ δύνασθαι τελεώτατα μαθεῖν, τὴν δ’ ἄσκησιν, εἰ μὴ δι’ ὅλου τοῦ βίου γένοιτο, κολούειν εἰς τὰ τῆς τέχνης ἔργα. καὶ φαίνεταί γε σαφῶς οὖσα τοιαύτη τέχνη λογιστική τε καὶ ῥητορικὴ, καὶ ἡ διὰ τῶν ὀργάνων ἐνεργοῦσα μουσική. τοσαύτης μὲν οὖν ἀσκήσεως ἀποδεικτικὴ μέθοδος οὐ δεῖται· χρῄζει γοῦν οὐκ ὀλίγης καὶ αὐτή. γυμνάζεσθαι γοῦν χρὴ γυμνασίαν καθ’ ἑκάστην ἄσκησιν τέχνης ἐν ὕλαις, ὧν τὰς χρησίμους τῷ βίῳ πράξεις δεόμεθα. κᾂν γὰρ ὅτι μάλιστα τὴν φύσιν ἀρίστην τις ἔχων εἰς ὁτιοῦν ἔργον ἀμελήσῃ τῆς ἀσκήσεως, οὐδενὸς τῶν ἀπολειπομένων μὲν τῇ φύσει, πλεονεκτούντων δὲ τῇ κατὰ τὴν ἄσκησιν ἐπιμελείᾳ βελτίων ἐστί. νόησον γοῦν τινα τῇ τε τῶν σκελῶν κατασκευῇ καὶ τῇ τοῦ παντὸς σώματος ῥώμῃ κάλλιστα διακείμενον, ἠμεληκότα δὲ τῆς φύσεως εἰς τοσοῦτον, ὡς πρὸς τῷ μηδέποτε δραμεῖν ἔτι κᾀν τῷ περιπατεῖν ἀεὶ βλακεύοντα διατελεῖν, ὡς ἀδύνατόν
734
ἐστι τοῦτον Ὀλυμπιονίκην γενέσθαι χωρὶς τοῦ τὴν ἔμπροσθεν ἀργίαν ἀποθέμενον εἰς ἔθος ἑαυτὸν μεταστῆσαι γυμνασίων τῶν κατὰ φύσιν, οὐδὲ τούτων τῶν τυχόντων, ἀλλὰ μάλιστα οἷά ἐστιν οἰκεῖα σκέλεσιν, ὡς, ἐάν γέ τις παραλαβὼν τὸν οὕτως πεφυκότα μεταβαίνειν μὲν ἐπὶ λεπτοῦ σχοινίου διδάξῃ, πρὸς ξύλον δὲ ὄρθιον ἀναῤῥιχᾶσθαι, καθάπερ οἱ θαυματοποιοὶ διδάσκουσι τοὺς μαθητὰς, οὐ μόνον οὐκ ἂν ἕλοιτο νίκην Ὀλυμπιονίκην, ἀλλ’ οὐδὲ τῶν ἐπιτυχόντων ἀνθρώπων ὠκύτερος ἄν ποτε ὀφθείη. τοῦτ’ οὖν Ἱπποκράτει τε καὶ Πλάτωνι γέγραπται, παραδείγματα γράψασιν εἴς τε τὰς τέχνας καὶ πάσας τὰς κατὰ τὸν βίον πράξεις χρήσιμα. παραθήσομαι δὲ ὀλίγα χάριν τοῦ συνοφθῆναι τὴν ἰδέαν αὐτῶν. οὐ μὴν καὶ ἀρκεσθῆναί γε τούτοις ἀξιῶ τοὺς βουλομένους γενέσθαι τεχνίτας κατὰ τὰς τέχνας, ἃς ἂν αὐτοὶ τυγχάνωσιν ἀσκοῦντες, ἀλλὰ γυμνάζεσθαι διὰ παντὸς, ὥσπερ οἱ ῥητορικοὶ γυμνάζονται καθ’ ἑκάστην ἡμέραν, ὑποθέσεις εὑρίσκοντες ἐπιτηδείους εἰς τὴν προκειμένην ἄσκησιν.

735

Εἰλήφθω δὴ παρὰ Πλάτωνος μὲν πρῶτον, ὃ κατὰ τὸ πέμπτον τῆς Πολιτείας ἐδίδαξεν, ἔνθα περὶ τῆς τῶν γυναικῶν φύσεως ἄρχεται τῶν αὐτῶν ἐπιτηδευμάτων τοῖς ἀνδράσιν ἀξιῶν μετέχειν αὐτὰς, ὡς ἂν καὶ τὴν αὐτὴν ἐχούσας φύσιν, εἶτ’ αὐτὸς ἀντιλαμβάνεται τοῦ λόγου. φησὶ δ’, οὐκ ἂν ἴσως συγχωρῆσαί τινα τὴν αὐτὴν εἶναι φύσιν ἄῤῥενός τε καὶ θήλεος σώματος, ἐπιδείκνυσί τε, κατὰ τί τὴν αὐτὴν ἔφη. ἔχει δ’ ὁ σύμπας λόγος αὐτῷ κατὰ τάδε. τὰς θηλείας τῶν φυλάκων κυνῶν πότερα ξυμφυλάττειν οἰόμεθα δεῖν, ἅπερ ἂν οἱ ἄῤῥενες φυλάττωσι, καὶ ξυνθηρεύειν, καὶ τὰ ἄλλα κοινῇ πράττειν, ἢ τὰς μὲν οἰκουρεῖν ἔνδον ὡς ἀδυνάτους διὰ τὸν τῶν σκυλάκων τόκον τε καὶ τροφὴν, τοὺς δὲ πονεῖν τε καὶ πᾶσαν ἐπιμέλειαν ἔχειν περὶ τὰ ποίμνια; κοινῇ, ἔφη, πάντα, πλὴν ὡς ἀσθενεστέραις χρώμεθα, τοῖς δ’ ὡς ἰσχυροτέροις. οἷόν τ’ οὖν, ἔφην ἐγὼ, ἐπὶ τὰ αὐτὰ χρῆσθαί τινι ζώῳ, ἐὰν μὴ τὴν αὐτὴν τροφήν τε καὶ παιδείαν ἀποδιδῷς; οὐχ οἷόν τε. εἰ ἄρα ταῖς γυναιξὶν ἐπὶ τὰ αὐτὰ χρησόμεθα καὶ τοῖς ἀνδράσι, τὰ αὐτὰ καὶ διδακτέον

736
αὐτάς. ναί. μουσικὴ μὲν ἐκείνοις καὶ γυμναστικὴ ἐδόθη. ναί. καὶ ταῖς γυναιξὶν ἄρα τούτω τὼ τέχνα, καὶ τὰ περὶ τὸν πόλεμον ἀποδοτέον τε καὶ χρηστέον κατὰ ταὐτά. ἐν τούτοις καθόλου προειπὼν ὁ Πλάτων, ὅτι τῶν αὐτῶν ἁπάντων ἐστὶ μεταδοτέον τῷ θήλει γένει, μετὰ ταῦτα καὶ περὶ γυμνασίων ὅσα γυμνοὶ γυμναζόμεθα, καὶ περὶ τῆς ἐπὶ τῶν ἵππων ὀχήσεως, ὅσα τε πολέμων ἕνεκα διδάσκεται καὶ ἀσκεῖται, μετέχειν ἐξιοῖ καὶ τὰς γυναῖκας, ἐπ’ αὐτῶν δ’ ἀντιλαμβανόμενος τοῦ λόγου τάδε φησί. βούλει οὖν, ἦν δ’ ἐγὼ, ἡμεῖς πρὸς ἡμᾶς αὐτοὺς ὑπὲρ τῶν ἄλλων ἀμφισβητήσωμεν, ἵνα μὴ ἔρημα τὰ τοῦ ἑτέρου λόγου πολιορκῆται; οὐδὲν, ἔφη, κωλύει. λέγωμεν δὴ ὑπὲρ αὐτῶν, ὅτι, ὦ Σώκρατές τε καὶ Γλαύκων, οὐδὲν δεῖ ὑμῖν ἄλλους ἀμφισβητεῖν, αὐτοὶ γὰρ ἐν ἀρχῇ τῆς κατοικήσεως, ἣν οἰκίζετε πόλιν, ὁμολογεῖτε δεῖν κατὰ φύσιν ἕκαστον ἕνα ἓν τὸ αὑτοῦ πράττειν, ὡμολογήσαμεν, οἶμαι. πῶς γὰρ οὔ; ἔστιν οὖν ὅπως οὐ πάμπολυ διαφέρει γυνὴ ἀνδρὸς τὴν φύσιν; πῶς οὐ διαφέρει; οὐκ οὖν ἄλλο καὶ ἔργον ἑκατέρῳ προσήκει προστάττειν τὸ κατὰ τὴν
737
ἑαυτοῦ φύσιν; τί μήν; πῶς οὖν οὐχ ἁμαρτάνετε νυνὶ, καὶ τἀναντία ὑμῖν αὐτοῖς λέγετε φάσκοντες αὖ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας δεῖν τὰ αὐτὰ πράττειν, πλεῖστον κεχωρισμένην φύσιν ἔχοντας; ἔξεις τι, ὦ θαυμάσιε, πρὸς ταῦτ’ ἀπολογεῖσθαι; ἐν τούτοις εἰπών τινα περὶ τῆς ἀντιλογικῆς δυνάμεως, ἐφεξῆς γράφει τὴν ῥῆσιν τῆς ἀντιλογίας ᾧδέ πως. κινδυνεύομεν οὖν ἄκοντες ἀντιλογίας ἅπτεσθαι. πῶς; τὸ τὴν αὐτὴν φύσιν, ὅτι οὐ τῶν αὐτῶν δεῖ ἐπιτηδευμάτων τυγχάνειν, πάνυ ἀνδρείως τε καὶ ἐριστικῶς κατὰ τὸ ὄνομα διώκομεν, ἐπεσκεψάμεθα δὲ οὐδ’ ὁτιοῦν, τί εἶδος τὸ τῆς ἑτέρας τε καὶ τῆς αὐτῆς φύσεως, καὶ πρὸς τί τεῖνον ὡριζόμεθα τότε τὰ ἐπιτηδεύματα ἄλλῃ φύσει ἄλλα, τῇ δὲ αὐτῇ τὰ αὐτὰ ἀπεδίδομεν. οὐ γὰρ οὖν, ἔφη, ἐπεσκεψάμεθα. τοιγάρτοι, εἶπον, ἔξεστιν ἡμῖν, ὡς ἔοικεν, ἀνερωτᾷν ἡμᾶς αὐτοὺς, εἰ ἡ αὐτὴ φύσις φαλακρῶν καὶ κομητῶν, καὶ οὐχ ἡ ἐναντία, καὶ ἐπειδὰν ὁμολογῶμεν, ἐναντίαν εἶναι, ἐὰν φαλακροὶ σκυτοτομῶσι,
738
μὴ ἐᾷν κομήτας, ἐὰν δ’ αὖ κομῆται, μὴ τοὺς ἑτέρους. γελοῖον μὲν τἂν εἴη, ἔφη. ἆρα κατ’ ἄλλο τι, εἶπον ἐγὼ, γελοῖον, ἢ ὅτι τότε οὐ πάντως τὴν αὐτὴν καὶ τὴν ἑτέραν φύσιν ἐτιθέμεθα, ἀλλ’ ἐκεῖνο τὸ εἶδος τῆς ἀλλοιώσεώς τε καὶ ὁμοιώσεως μόνον ἐφυλάττομεν τὸ πρὸς αὐτὰ τεῖνον τὰ ἐπιτηδεύματα; οἷον ἰατρικὸν μὲν καὶ ἰατρικὴν τὴν ψυχὴν ἔχοντα τὴν αὐτὴν φύσιν ἔχειν ἐλέγομεν. ἢ οὐκ οἴει; ἔγωγε. ἰατρικὸν δέ γε καὶ τεκτονικὸν ἄλλην; πάντως που. οὐκοῦν, ἦν δ’ ἐγὼ, καὶ τὸ τῶν ἀνδρῶν καὶ τὸ τῶν γυναικῶν γένος, ἐὰν μὲν πρὸς τέχνην τινὰ ἢ ἄλλο ἐπιτήδευμα διαφέρον φαίνηται, τοῦτο δὴ φήσομεν ἑκατέρῳ δεῖν ἀποδιδόναι, ἐὰν δ’ αὐτῷ τούτῳ φαίνηται διαφέρειν, τῷ τὸ μὲν θῆλυ τίκτειν, τὸ δ’ ἄῤῥεν ὀχεύειν, οὐδέν τί πω φήσομεν μᾶλλον ἀποδεδεῖχθαι, ὡς πρὸς ὃ ἡμεῖς λέγομεν διαφέρει γυνὴ ἀνδρὸς, ἀλλ’ ἔτι οἰησόμεθα δεῖν τὰ αὐτὰ ἐπιτηδεύειν τούς τε φύλακας ἡμῶν καὶ τὰς γυναῖκας αὐτῶν. καὶ ὀρθῶς γ’, ἔφην. οὐκοῦν μετὰ τοῦτο·
739
κελεύομεν τὸν τὰ ἐναντία λέγοντα τοῦτο αὐτὸ διδάσκειν ἡμᾶς, πρὸς τίνα τέχνην ἢ τί ἐπιτήδευμα τῶν περὶ πόλεως κατασκευὴν, οὐχ ἡ αὐτὴ, ἀλλ’ ἑτέρα φύσις γυναικός τε καὶ ἀνδρός. δίκαιόν γ’ οὖν. τάχα τοίνυν ἂν, ὅπερ σὺ ὀλίγῳ πρότερον ἔλεγες, εἴποι ἂν καὶ ἄλλος, ὅτι ὲν μὲν τῷ παραχρῆμα ἱκανῶς εἰπεῖν οὐ ῥᾴδιον, ἐπισκεψαμένῳ δὲ οὐδὲν χαλεπόν. εἴποι γὰρ ἄν. βούλει οὖν δεώμεθα τοῦ τὰ τοιαῦτα ἀντιλέγοντός μοι ἀκολουθῆσαι ἡμῖν, ἐάν πως ἡμεῖς ἐκεῖνο ἐνδειξώμεθα, ὅτι οὐδέν ἐστιν ἐπιτήδευμα ἴδιον γυναικὶ πρὸς διοίκησιν πόλεως; πάνυ γε. ἴθι δὴ, φήσομεν πρὸς αὐτὸν, ἀποκρίνου· ἆρ’ οὕτως ἔλεγες, τὸν μὲν εὐφυῆ πρός τι εἶναι, τὸν δὲ ἀφυῆ, ἐν ᾧ ὁ μὲν ῥᾳδίως τι μανθάνοι, ὁ δὲ χαλεπῶς, καὶ ὁ μὲν ἀπὸ βραχείας μαθήσεως ἐπιπολὺ εὑρετικὸς εἴη οὗ ἔμαθεν, ὁ δὲ πολλῆς μαθήσεως τυχὼν καὶ μελέτης μηδὲ ἃ ἔμαθε σώζοιτο, καὶ τῷ μὲν τὰ τοῦ σώματος ἱκανῶς ὑπηρετοῖ τῇ διανοίᾳ, τῷ δ’ ἐναντιοῖτο. ἆρα
740
ἄλλ’ ἄττα ἐστὶν, ἢ ταῦτα, οἷς τὸν εὐφυῆ πρὸς ἕκαστα καὶ τὸν μὴ ὡρίζου; οὐδεὶς, ἦ δ’ ὃς, ἄλλα φήσει. οἶσθά τι οὖν ὑπὸ ἀνθρώπων μελετώμενον, ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει τοῦ τῶν γυναικῶν; ἢ μακρολογοῦμεν τήν θ’ ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποπάνων τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἷς δή τι δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάμπολυ ἡττώμενον; ἀληθῆ λέγεις, ἔφη, ὅτι πολυκρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους. γυναῖκες μέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτίους εἰς πολλὰ, τὸ δ’ ὅλον ἔχει, ὡς σὺ λέγεις. οὐδέν ἐστιν ἄρα, ὦ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς, διότι γυνὴ, οὐδὲ ἀνδρὸς, διότι ἀνὴρ, ἀλλ’ ὁμοίως διεσπαρμέναι αἱ φύσεις ἐν ἀμφοῖν τοῖν ζώοιν, καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ φύσιν, πάντων δ’ ἀνὴρ, ἐπὶ πᾶσι δ’ ἀσθενέστερον γυνὴ ἀνδρός. πάνυ γε. τί οὖν ἀνδράσι ταῦτα προστάξομεν, γυναικὶ δ’ οὐδέν; ἢ καὶ πῶς; ἀλλ’ ἔστι γὰρ, οἶμαι, ὡς
741
φήσομεν, καὶ γυνὴ ἰατρικὴ, ἣ δ’ οὒ, καὶ μουσικὴ, ἣ δ’ ἄμουσος φύσει. τί μήν; γυμναστικὴ δὲ ἄρ’ ἣ καὶ πολεμικὴ, ἣ δὲ ἀπόλεμος καὶ οὐ φυλογυμναστική; οἶμαι ἔγωγε. τί δὲ φιλόσοφός τε καὶ θυμοειδὴς, ἣ δὲ ἄθυμος καὶ μισόσοφος; ἔστι καὶ ταῦτα. ἔστιν ἄρα καὶ φυλακικὴ γυνὴ, ἣ δ’ οὔ. ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν φύσιν ἐξελεξάμεθα; τοιαύτην μὲν οὖν. καὶ γυναικὸς ἄρα καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς φυλακὴν πόλεως, πλὴν ὅσα ἡ μὲν ἀσθενεστέρα, ὁ δ’ ἰσχυρότερός ἐστι. φαίνεται. καὶ γυναῖκες ἄρα τοιαῦται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι συνοικεῖν τε καὶ φυλάττειν, ἐπεί πέρ εἰσιν ἱκαναὶ καὶ ξυγγενεῖς αὐτοῖς τὴν φύσιν. πάνυ γε. τὰ δ’ ἐπιτηδεύματα οὐ ταὐτὰ ἀποδοτέα ταῖς αὐταῖς φύσεσι; ταὐτά. ἥκομεν ἄρα εἰς τὰ πρότερα περιφερόμενοι καὶ ὁμολογοῦμεν, μὴ παρὰ φύσιν εἶναι ταῖς τῶν φυλάκων γυναιξὶ μουσικήν τε καὶ γυμναστικὴν ἀποδιδόναι. παντάπασι μὲν οὖν. ἐν τούτοις ἅπασιν ἐφ’ ἑνὸς παραδείγματος τοῦ τῶν γυναικῶν
742
ἐγύμνασεν ἡμᾶς εὑρετικούς τε καὶ διακριτικοὺς εἶναι, κατὰ τί μὲν ὅμοια ταῖς φύσεσίν ἐστι, κατὰ τί δ’ ἀνόμοια τὰ παραβαλλόμενα. γυναῖκες γὰρ ἀνδράσιν ὁμοῖαι μέν εἰσιν, καθὸ καὶ αὐταὶ ὑπάρχουσι λογικὰ ζῶα, τουτέστιν ἐπιστήμης δεκτικά· καθ’ ὅσον δὲ τὸ μὲν τῶν ἀνδρῶν γένος ἰσχυρότερον ὑπάρχει καὶ εἰς ἅπαν ἔργον τε καὶ μάθημα βέλτιον, αἱ γυναῖκες δ’ ἀσθενέστεραί τε καὶ χείρους, ἀνόμοιαί γε κατὰ τοῦτ’ εἰσιν· ὥσπερ γε πάλιν ἐναντίως ἔχουσι, καθ’ ὅσον αὗται μὲν ὑπάρχουσι θήλειαι, καὶ διὰ τοῦτο πρὸς κύησιν ἐπιτήδεια ταῖς μὲν γυναιξίν ἐστι μόρι’ ἄττα τοῦ σώματος ὑπὸ τῆς φύσεως παρεσκευασμένα, τοῖς δ’ ἄῤῥεσιν οὐκ ἔστιν. ὥστ’ ἀληθῶς ἄν τις φαίη, κατά τι μὲν ὁμοίως διακεῖσθαι τὰς γυναῖκας τοῖς ἀνδράσι, κατά τι δ’ ἐναντίως. ἐπειδὰν μὲν οὖν τις κατὰ τὴν ὁμοιότητα τὴν μετάβασιν ἀπὸ θατέρου ποιῆται πρὸς τὸ ἕτερον, ἀληθεύσει, ἐπειδὰν δὲ κατὰ τὴν ὁμοιότητα, ψεύσεται, καὶ πολὺ μᾶλλον κατὰ τὴν ἐναντίωσιν. ὡς γὰρ ὁ Ἱπποκράτης ἐν τῷ κατ’ ἰητρεῖον ἔγραψε, κελεύων ἡμᾶς ἐξ ἀρχῆς ἢ ὅμοια ἢ ἀνόμοια
743
σκοπεῖσθαι, προσέθηκε δὲ ἐν τῷ Προγνωστικῷ καὶ τὸ ἐναντίον οἷς ἔλεγεν ἐπὶ τοῦ προσώπου, τὸ δ’ ἐναντιώτατον τοῦ ὁμοίου δεινότατον, οὕτως φαίνεται καὶ ὁ Πλάτων τὴν ἀπόδειξιν πεποιημένος ἐν τῇ προκειμένῃ ῥήσει.

Προσθῶμεν οὖν ἔτι καὶ ἄλλο τῶν ὑφ’ Ἱπποκράτους γεγραμμένων παραδείγματος ἕνεκα τοῦ διακρίνειν ἐν τοῖς παραβαλλομένοις ὅσον καθ’ ὅμοιόν ἐστι, καὶ ὅσον ἀνόμοιον. ἔστι δ’ ἡ λέξις ἐκ τοῦ περὶ ἄρθρων συγγράμματος ᾧδέ πως ἔχουσα. γιγνώσκειν δ’, εἰ ἐκπέπτωκεν ὁ βραχίων, τοῖσι χρὴ τοῖσι σημείοισι. τοῦτο μὲν, ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι, καὶ τὰς χεῖρας, καὶ τὰ σκέλη, παραδείγματι χρὴ χρῆσθαι τῷ ὑγιεῖ πρὸς τὸ μὴ ὑγιὲς, μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα, (ἄλλοι γὰρ μᾶλλον ἄλλων ἔξαρθροι πεφύκασιν,) ἀλλὰ τὰ αὐτοῦ τοῦ κάμνοντος, ὂν ἀνόμοιον τὸ ὑγιὲς τῷ κάμνοντι. καὶ τοῦτο εἴρηται μὲν ὀρθῶς. παραξύνεσιν δ’ ἔχει πάνυ πολλὴν διὰ τοιαῦτα, καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην, ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν. πολλοὶ γὰρ ὑπὸ ὀδύνης, ἢ καὶ ὑπὸ ἀλλοίης

744
προφάσιος, οὐκ ἐξεστεώτων αὐτοῖσι τῶν ἄρθρων, ὅμως οὐ δύνανται εἰς τὰ ὅμοια σχήματα καθεστάναι, ἐς οἷά περ τὸ ὑγιεινὸν σῶμα σχηματίζεται. προξυνιέναι οὖν καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρή. ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φέρεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος, ἢ τοῦ ὑγιέος. τοῦτο δ’ ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον, καὶ τὸ τοῦ ἀκρωμίου ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος ἤδη τοῦ ἄρθρου ἐς τὸ κάτω τοῦ χωρίου. παραξύνεσιν μὴν κᾀν τούτῳ ἔχει τινά. ἀλλ’ ὕστερον περὶ αὐτοῦ γραφήσεται, ἄξιον γὰρ γραφῆς ἐστι. τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων, ἢ ἀπὸ τοῦ ἑτέρου. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ. τοῦτο δ’ ἄνωθεν τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου τοῦ ἀγκῶνος, οὐ μᾶλλον δύνανται, ὥσπερ τὴν ὑγιέα, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους ῥῆσις ἡ αὐτὴ τῇ κατὰ τὸ Προγνωστικόν. ὡς γὰρ ἐκεῖ τὸ πρόσωπον ἡμᾶς τοῦ νοσοῦντος ἐκέλευσε σκοπεῖσθαι,
745
πότερον ὅμοιόν ἐστιν ἢ ἀνόμοιον τῷ τῶν ὑγιαινόντων, μάλιστα δ’ εἰ αὐτὸ ἑαυτῷ, οὕτως νῦν τὸ ἐκπεπτωκὸς ἄρθρον τῷ ὑγιεῖ παραβάλλει τὴν παραβολὴν ποιούμενος ἐπ’ αὐτοῦ τοῦ πεπονθότος ἀνθρώπου· ἀπάτη γὰρ, ἣν παραξύνεσιν ὠνόμασε, γίγνεται πολλάκις, ἐὰν τοῖς ἀλλοτρίοις ἄρθροις παραβάλλῃς αὐτό. καὶ μέντοι καὶ ὡς ἐκ τῶν κατὰ μέρος, εἰ ὅμοιόν ἐστι τῷ κατὰ φύσιν ἔχοντι τό γε πεπονθὸς, ἔνεστι διαγνῶναι, καθάπερ ἐν τῷ Προγνωστικῷ διῆλθεν, οὕτως κᾀνταῦθα, τὰ μὲν ἄλλα γράψας καλῶς, ἐν ᾧ δ’ ἄν τι σφαλείη διὰ τὴν πρὸς τὸ ἐξηρθρηκὸς ὁμοιότητα, τοῦτ’ ἐπισημῃνάμενος, ὡς παραξύνεσιν ἔχον καὶ αὐτό. ταπεινὴ γὰρ ἡ ἐπωμὶς οὐ μόνον ἐπὶ τῶν ἐξηρθρηκότων ἐστὶν, ἀλλὰ κᾀπὶ τῶν ἀπόσπασμα κατὰ τὸ ἀκρώμιον ἐχόντων, ὥστε συγχεῖσθαι κατὰ τοῦτο τὴν διάγνωσιν τῶν ἐξαρθρημάτων, εἰς κοινὸν σημεῖον ἀφικνουμένην τοῖς ἀπεσπασμένον ἔχουσι τὸ ἀκρώμιον. ἀλλὰ κᾷνταῦθα πάλιν, ὅπερ καθόλου διὰ τοῦ κατ’ ἰητρεῖον ἀπεφῄνατο, τοῦτο νῦν ἑνὸς εἴδους ἐποίησεν, ἐπιδείξας οὐ μόνον ᾗ ὅμοια τὰ σημεῖα τῶν δύο παθῶν ἐστιν, ἀλλὰ καὶ
746
ᾗ ἀνόμοια. κοίλη μὲν οὖν ἡ ἐπωμὶς ἐπ’ ἀμφοῖν φαίνεται, τῶν δὲ ἄλλων συμπτωμάτων, ὧν τὸν κατάλογον ἔγραψεν ἐπὶ τῶν ἐξηρθρηκότων ὤμων, οὐδὲν συμβαίνει κατὰ τὰ τῶν ἀκρωμίων ἀποσπάσματα, περὶ ὧν κατὰ τὴν προγεγραμμένην ῥῆσιν οὕτως εἶπε. τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρῶν, ἢ τοῦ ἑτέρου. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ. τοῦτο δὲ ἄνω ἀεῖραι τὴν χεῖρα ἰθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου τοῦ ἀγκῶνος, οὐ μάλα δύναται, ὥσπερ καὶ τὴν ὑγιέα, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. ταῦτα μὲν ἐπὶ τῶν ἐξηθρηκότων φαίνεται γιγνόμενα, μηδὲν τοιοῦτον πασχόντων, οἷς ἀπέσπασται τὸ ἀκρώμιον· μόνοις γὰρ αὐτοῖς κοινόν ἐστι τὸ τὴν ἐπωμίδα φαίνεσθαι κοίλην. ἔστι δὲ καὶ κατὰ τοῦτο τὸ κοινὸν οὐ μόνον ὁμοιότης, ἀλλὰ καὶ ἀνομοιότης. φαίνεται γὰρ ὁ τόπος ὢν ταπεινότερος, οὐ μὴν καὶ γεγονώς γε κατὰ ἀλήθειαν ἑαυτοῦ ταπεινότερος, ὡς ἐπὶ τῶν ἐξηρθρηκότων ὤμων. ἐπ’ ἐκείνων μὲν γὰρ, τῆς κεφαλῆς τοῦ βραχίονος εἰς τὴν μασχάλην καταπεσούσης, ὁ πρότερον ὑπάρχων
747
ὄγκος ἐν τῷ κατὰ τὴν ἐπωμίδα τόπῳ κατ’ ἀλήθειαν ἀπόλωλεν, ἐν δὲ τοῖς ἀποσπάσμασιν οὗτος μὲν ὁ αὐτὸς διαμένει, μεταστάντος δ’ εἰς ὕψος τοῦ ἀκρωμίου, φαντασία ψευδὴς γίγνεται τῆς τοῦ τόπου ταπεινώσεως. ἴσως οὖν ἄμεινόν ἐστι καὶ μίαν ἄλλην ἔτι παραγράψαι ῥῆσιν ἐκ τοῦ περὶ ἄρθρων, ἐν ᾗ καθ’ ἓν πάθος ἐπιδείκνυσιν ὁ Ἱπποκράτης ὁμοιότητά τε καὶ ἀνομοιότητα σφάλλουσαν τοὺς πολλοὺς τῶν ἰατρῶν. ὅταν τις ἐξαρθρήσῃ σπόνδυλος εἰς τὸ πρόσω ταπεινὸν, κατὰ τοῦτο γίγνεται τὸ χωρίον τῆς ῥάχεως. ἐνίοτε δὲ, περιθραυσθεισῶν τῶν κατὰ τοὺς σπονδύλους ὀπισθίων ἀποφύσεων, ἐξ ὧν ἡ τῆς ῥάχεως ἄκρα γεννᾶται, κοῖλος καὶ ταπεινὸς ὁ τόπος φαίνεται, καθάπερ ἐπὶ τῶν ἐξηρθρηκότων εἰς τὸ πρόσω σπονδύλων. ἔστι δὲ τοῦτο μὲν τὸ πάθος εὐιατότατον, ὀλεθριώτατον δὲ τὸ ἕτερον. ἀγνοοῦντας δὲ τῶν ἰατρῶν ἐνίους τὴν διαφορὰν αὐτῶν ὁ Ἱπποκράτης φησὶν οἴεσθαι τεθεραπευκέναι ῥᾳδίως τὴν εἰς τὰ πρόσω τῶν σπονδύλων μετάστασιν. ὀνομάζει δὲ τὴν εἰς τὸ πρόσω ταύτην, οὐ μόνον οὕτως, ἀλλὰ καὶ ἔσω καλῶν, ἔσω μὲν δηλονότι τὸ βάθος τοῦ σώματος, ἔξω δὲ τὸ ἐπιπολῆς ὄπισθέν
748
τε καὶ πρόσθεν. ἔστι δ’ ἡ ῥῆσις αὐτοῦ, καθ’ ἣν γέγραπται ταῦτα, αὕτη. ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἐξέλασιν γενέσθαι εἰς τὸ εἴσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος ἐμπέσοι. τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξωθεν ἕκαστον τοιοῦτόν ἐστιν, ὥστε πρόσθεν ἂν αὐτὸ καταγείη, πρὶν ἢ μεγάλην ῥοπὴν εἴσω ποιῆσαι, τούς τε ξυνδέσμους βιασάμενον καὶ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα, ὅ τε αὖ νωτιαῖος πονοίη ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι, τοιαύτην ἐξέλασιν ἐξαλλομένου σπονδύλου, ὅ τε ἐκπηδήσας σπόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀποῤῥήξειε, πιεσθεὶς δ’ ἂν καὶ ἀπολελαμμένος πολλῶν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν. ὥστ’ οὐκ ἂν μέλοι τῷ ἰατρῷ ὅπως χρὴ τὸν σπόνδυλον κατορθῶσαι, πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων. ὥστε δὴ οὐδ’ ἐμβαλεῖν οἷόν τε οὔτε κατασείσειν, οὔτ’ ἄλλῳ οὐδενὶ τρόπῳ πρόδηλον τῶν τοιούτων, εἰ μή τις διατεμὼν τὸν ἄνθρωπον, ἔπειτα ἐμβαλόμενος ἐς τὴν κοιλίην ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι. κᾀνταῦθα νεκρῷ μὲν οἷόν τε ποιέειν, ζῶντι
749
δ’ οὐ πάνυ. διὰ τί δὲ ταῦτα γράφω; ὅτι οἴονταί τινες ἰητρευκέναι τοὺς ἀνθρώπους , οἷσιν ἔσωθεν ἔπεσον σπόνδυλοι τελέως ὑπερβάντες τὰ ἄρθρα. καίτοι ῥηΐστην εἰς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι καὶ οὐδὲν δέεσθαι ἐμβολῆς, ἀλλ’ αὐτομάτως ὑγιέα γενέσθαι τὰ τοιαῦτα. ἀγνοοῦσι δὲ πολὺ, καὶ κερδαίνουσιν, ὅτι ἀγνοοῦσι. πείθουσι γὰρ τοὺς πέλας, ἐξαπατῶνται δὲ διὰ τόδε· οἴονται τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν ταύτην τοῦ σπονδύλου αὐτὰς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοοῦντες, ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν ὀλίγῳ ἔμπροσθεν εἴρηται. οἷσι δὲ σπόνδυλοι πολλοὶ προσωτέρω ἄπεισι, στενοτάτην γὰρ πάντων ζώων ἄνθρωπος κοιλίην ἔχει, ὡς ἐπὶ μεγέθει ἀπὸ τοῦ ὄπισθεν εἰς τὸ ἔμπροσθεν, ὅτι καὶ κατὰ τὸ στῆθος. ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν, ἤν τε πλείω, ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται, ἢ τὸ ἔνθεν καὶ ἔνθεν. διὰ
750
τοῦτο ἐξαπατῶνται οἰόμενοι, τοὺς σπονδύλους εἴσω οἴχεσθαι. ὅτι δὲ μεγίστην ἔχει δύναμιν ἡ τῶν ὁμοίων τε καὶ ἀνομοίων διάγνωσις, καὶ πᾶς τεχνίτης δεῖται διακρίνειν, εἰ ὅμοια ἢ ἀνόμοια τὰ πράγματά ἐστι, περὶ ἃ διατρίβει, ἀθρεῖν ἔνεστι κᾀκ τοῦδε τοῦ παραδείγματος. ἐπειδὴ γὰρ ἐν γυμνασίᾳ κεῖται τὸ πλεῖστον τῆς προκειμένης γνώσεως, οὐκ ἐν τοῖς καθόλου παραδείγμασι χρὴ βλέπειν, ἀλλ’ ἐν πολλοῖς τε καὶ ποικίλοις γυμνάζεσθαι, καὶ μάλιστα παρὰ τοῖς ἄριστα μεταχειρισαμένοις τὴν περὶ ταῦτα τέχνην Ἱπποκράτει τε καὶ Πλάτωνι.

Δείξαντος οὖν τοῦ Πλάτωνος ἐν τῷ πρώτῳ τῆς Πολιτείας ἐπὶ πλειόνων παραδειγμάτων, ὧν εἰσι καὶ κυβερνῆται καὶ ἰατροὶ, τοὺς τεχνίτας ὧν ἄρχουσι καὶ διοικοῦσιν, ἐκείνοις τὴν ὠφέλειαν, οὐχ ἑαυτοῖς, ἐκπορίζεσθαι, καταγελάσας Θρασύμαχος ποιμένων τε καὶ βουκόλων μνημονεύει, τὸ ἑαυτοῖς συμφέρον, οὐ τὸ τοῖς προβάτοις τε καὶ βουσὶν, ἐκποριζόντων. ἀλλὰ Σωκράτης ἐπιδείκνυσιν, αὐτῶν σκοπὸν εἶναι καὶ τέλος, ἕτερον μὲν τοῖς παρὰ τῇ ποιμαντικῇ τε καὶ βουκολικῇ τέχνῃ, μηδὲν ἄλλο σκοπουμένοις

751
παρὰ τὴν τῶν προβάτων τε καὶ βοῶν ὠφέλειαν, ἄλλο δὲ τοῖς εἰς πρᾶσιν ἢ θοίνην παρασκευάζουσι τὰ ζῶα. πρόδηλον οὖν, ὅτι καὶ ἰατρὸς, ᾗ μὲν ἰατρός ἐστι, ταύτῃ προνοεῖται τῆς τοῦ σώματος ὑγιείας, ᾗ δὲ δι’ ἄλλο τι τοῦτο πράττει, κατ’ ἐκεῖνο καὶ τὴν προσηγορίαν ἕξει. τινὲς μὲν γὰρ ἕνεκα χρηματισμοῦ τὴν ἰατρικὴν τέχνην ἐργάζονται, τινὲς δὲ διὰ τὴν ἐκ τῶν νόμων αὐτοῖς διδομένην ἀλειτουργησίαν, ἔνιοι δὲ διὰ φιλανθρωπίαν, ὥσπερ ἄλλοι διὰ τὴν ἐπὶ ταύτῃ δόξαν ἢ τιμήν. ὀνομασθήσονται τοιγαροῦν, ᾗ μὲν ὑγιείας εἰσὶ δημιουργοὶ, κοινῇ πάντες ἰατροὶ ζέουσι πρὸς τὰς πράξεις ἐπὶ διαφόροις ποιοῦνται σκοποῖς, ὁ μέν τις φιλάνθρωπος, ὁ δὲ φιλότιμος, ὁ δὲ φιλόδοξος, ὁ δὲ χρηματιστής. οὔκουν τοῖς ἰατροῖς τὸ τέλος ἐστὶν ὡς ἰατροῖς ἔνδοξον ἢ πόριμον, ὡς Μηνόδοτος ἐμπειρικὸς ἔγραψεν, ἀλλὰ Μηνοδότῳ μὲν τοῦτο, Διοκλεῖ δ’ οὐ τοῦτο, καθάπερ οὐδὲ Ἱπποκράτει καὶ Ἐμπεδοκλεῖ, οὐδ’ ἄλλοις τῶν παλαιῶν οὐκ ὀλίγοις, ὅσοι διὰ φιλανθρωπίαν ἐθεράπευον
752
τοὺς ἀνθρώπους. γυμνασάμενος οὖν ἐν τοῖς τοιούτοις τις παραδείγμασι, (πάμπολλα δ’ ἐστὶ παρ’ Ἱπποκράτει καὶ Πλάτωνι,) ῥᾳδίως κατόψεται τά τε ἴδια τέχνης ἑκάστης καὶ τὰ κοινά. πρὸς μὲν γὰρ Θρασύμαχον ἐν τῷ πρώτῳ τῆς πολιτείας Σωκράτης διαλεγόμενος ἔδειξεν ἐπὶ ποιμένων τε καὶ βουκόλων, ὡς κοινωνοῦσι μὲν, καθ’ ὅσον εἰσὶ ποιμένες καὶ βουκόλοι, διαφέρονται δὲ, καθ’ ὅσον ὁ μὲν ὡς χρηματιστὴς, ὁ δ’, ὡς ἵνα κατεδέσηται, κατασκευάζουσιν αὐτὰ πίονα. κατὰ μέντοι τὸ περὶ ἀγμῶν διὰ πλειόνων ἔδειξεν ἡμᾶς διακρίνειν τά τε κοινὰ καὶ τὰ ἴδια· κατὰ δὲ τὰς τέχνας, τουτέστιν εἰ ὅμοιά τ’ εἰσὶ καὶ ἀνόμοια. ἓν γάρ ἐστι τῇ δυνάμει τὰ τρία ταῦτα σκέμματα, τό τε περὶ τῶν κοινῶν καὶ ἰδίων, καὶ τὸ διακρίνειν, εἰ ὅμοια ἢ ἀνόμοια τὰ παραβαλλόμενα πράγματά εἰσι, καὶ τρίτον ἐπὶ τούτοις, τί ταὐτὸν ἐν αὐτοῖς ἐστι, καὶ τί ἕτερον. εἰώθασι γὰρ οἱ Ἕλληνες ὅμοια καλεῖν ἐνίοτε τὰ ταὐτὸν ἔχοντά τι. καὶ τά γε παραδείγματα κατὰ ταὐτὸν ἐν τοῖς παραβαλλομένοις ἐκέλευσεν ἡμᾶς ὁ Πλάτων ποιεῖσθαι. γειτνιᾷ δέ πως
753
τούτῳ τῷ σκέμματι καὶ τὸ κατὰ τὴν διαιρετικὴν ὀνομαζομένην μέθοδον, ἧς τὴν μὲν γυμνασίαν ὁ Πλάτων ἐν Σοφιστῇ καὶ Πολιτικῷ πεποίηται, τὴν δὲ ἐξ αὐτῆς χρείαν ἐπέδειξεν οὐκ ἐν τούτοις μόνον, ἀλλὰ σαφέστατα μὲν ἅμα καὶ τελεώτατα κατά τε Φίληβον καὶ Φαῖδρον, οὐ μὴν καὶ κατὰ τὴν Πολιτείαν τε καὶ ἄλλα ἄττα τῶν συγγραμμάτων. ἐν μὲν οὖν τῷ Σοφιστῇ καὶ Πολιτικῷ διδάσκει, πῶς ἄν τις ἀντὶ τῆς προσηγορίας ἑρμηνεύοι λόγῳ σαφεῖ τε ἅμα καὶ συντόμῳ τὸ σημαινόμενον αὐτῆς, ὅντινα λόγον ὡρισμένον τε καὶ ὅρον ἐξαιρέτως ἐκάλεσαν οἱ μετὰ Πλάτωνα· ἐν δὲ τῷ Φιλήβῳ καὶ τῷ Φαίδρῳ δείκνυσιν, εἰς τεχνῶν σύστασιν ἀναγκαιοτάτην εἶναι τὴν διαιρετικὴν καὶ συνθετικὴν θεωρίαν, γεγυμνάσθαι τε κελεύει διττῶς κατ’ αὐτὴν, ἀπὸ μὲν τοῦ πρώτου καὶ γενικωτάτου καταβαίνοντας ἐπὶ τὰ μηκέτι τομὴν δεχόμενα διὰ τῶν ἐν τῷ μεταξὺ διαφορῶν, δι’ ὧν καὶ τοὺς ὁρισμοὺς τῶν εἰδῶν ἐδεδείχει συνισταμένους ἐν Σοφιστῇ καὶ Πολιτικῷ, ἔμπαλιν δ’ ἀπὸ τῶν εἰδικωτάτων πολλῶν ὄντων ἀναβαίνοντας ἐπὶ τὸ πρῶτον γένος κατὰ
754
σύνθεσιν· ὁδὸν μὲν γὰρ εἶναι μίαν ἀμφοῖν, ὁδοιπορίαν δὲ διττὴν, ἀπὸ θατέρου τῶν πρώτων ἐπὶ θάτερον ἐναλλὰξ ἰόντι. λέγει δὲ περὶ αὐτῶν ἐν μὲν τῷ Φαίδρῳ κατὰ τήνδε τὴν λέξιν. ἐμοὶ δὲ φαίνεται τὰ μὲν ἄλλα τῷ ὄντι παιδιὰ πεπαῖχθαι. τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδῶν, εἰ αὐτὴν τὴν δύναμιν τέχνῃ λαβεῖν δύναιτό τις, οὐκ ἄχαρι. τίνων δή; εἰς μίαν τε ἰδέαν συνορῶντα ἄγειν τὰ πολλαχῇ διεσπαρμένα, ἵν’ ἕκαστον ὁριζόμενος δῆλον ποιῇ, περὶ οὗ ἂν ἀεὶ διδάσκων ἐθέλῃ, ὥσπερ τὰ νῦν δὴ περὶ ἔρωτος ὅ ἐστιν ὁρισθὲν, εἴτε εὖ, εἴτε κακῶς ἐλέχθη. τὸ γοῦν σαφὲς καὶ τὸ αὐτὸ αὑτῷ ὁμολογούμενον διὰ ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος. τὸ δ’ ἕτερον δὴ εἶδος τί λέγεις, ὦ Σώκρατες; τὸ πάλιν κατ’ εἴδη δύνασθαι διατέμνειν κατὰ ἄρθρα, ᾗ πέφυκε, καὶ μὴ ἐπιχειρεῖν καταγνύναι μέρος μηδὲν, κακοῦ μαγείρου τρόπῳ χρώμενον. ταῦτα μὲν οὖν καθόλου περὶ τῆς διαιρετικῆς τε καὶ συνθετικῆς μεθόδου λέλεκται τῷ Πλάτωνι. μεταβὰς δ’ ἐπὶ τὴν ῥητορικὴν τέχνην,
755
(εἴη δ’ ἂν ἡμῖν ἐν τι τοῦτο παράδειγμα τῆς ὅλης πραγματείας,) τάδε γράφει. ἐπειδὴ λόγου δύναμις τυγχάνει ψυχαγωγία οὖσα, τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι, ψυχὴ ὅσα εἴδη ἔχει. ἔστιν οὖν τόσα καὶ τόσα, καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ μὲν τοιοίδε, οἱ δὲ τοιοίδε γίγνονται. τούτων δ’ οὕτω διῃρημένων λόγων αὖ τόσα καὶ τόσα ἐστὶν εἴδη, τοιόνδε δὲ ἕκαστον. οἱ μὲν οὖν τοιοίδε ὑπὸ τῶν τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν εἰς τὰ τοιάδε εὐπειθεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς. δεῖ δὴ ταῦτα ἱκανῶς νοήσαντα, μετὰ ταῦτα θεώμενον αὐτὰ ἐν ταῖς πράξεσιν ὄντα τε καὶ πραττόμενα ὀξέως δύνασθαι ἐπακολουθεῖν τῇ αἰσθήσει, ἢ μηδὲν εἶναί πω πλέον αὐτῶν, ὧν τότε ἤκουε λόγων ξυνών. ὅταν δ’ εἰπεῖν τε ἱκανῶς ἔχῃ, οἷος ὑφ’ οἵων πείθεται, παραγιγνόμενόν τε δυνατὸς ᾖ διαισθανόμενος ἑαυτῷ ἐνδείκνυσθαι, ὅτι οὕτως ἐστὶ καὶ αὕτη ἡ φύσις, περὶ ἧς τότε ἦσαν οἱ λόγοι, νῦν ἔργῳ παροῦσά σοι, ᾗ προσοιστέον τούσδε ᾧδε τοὺς λόγους ἐπὶ τὴν
756
τῶνδε πειθώ. πάντα δὴ ταῦτ’ ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον, βραχυλογίας τε αὖ καὶ ἐλεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη λόγων μάθῃ, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι, καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη, πρότερον δ’ οὔ. ἀλλ’ ὅ τι ἂν αὐτῶν τις ἐλλίπῃ λέγων, ἢ διδάσκων, ἢ γράφων, φησὶ δὲ τέχνην λέγειν, ὁ μὴ πειθόμενος κρατεῖ. ταῦτα οὖν αὐτῷ λέλεκται περὶ τῆς ῥητορικῆς, ἐνταῦθα διδάσκοντι, πῶς ἄν τις αὐτὴν ἄριστα συστήσαιτο μεθόδῳ χρώμενος, οὐ καθάπερ οἱ πολλοὶ δι’ ἐμπειρίας τε καὶ τριβῆς. ἔτι τε πρὸς τούτοις κατωτέρω μετὰ τὸ διελθεῖν ἐν τῷ μεταξὺ χρήσιμα πολλὰ συγκεφαλαιούμενος αὐτὰ κατὰ λέξιν οὕτως ἔφη. ὥστ’, εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγοις, ἀκούοιμεν ἂν, εἰ δὲ μὴ, οἷς νῦν δὴ διήλθομεν πεισόμεθα, ὡς, ἐὰν μή τις τῶν τ’ ἀκουσομένων τὰς φύσεις διαριθμήσηται, καὶ κατ’ εἴδη τε διαιρῆται τὰ ὄντα, καὶ μιᾷ ἰδέᾳ ἀδύνατος ᾖ καθ’ ἓν ἕκαστον περιλαμβάνειν, οὔπω ἔσται τεχνικὸς
757
λόγων πέρι, καθόσον δυνατὸν ἀνθρώπῳ. ἐν τούτῳ μὲν τῷ βιβλίῳ διὰ συντόμων ἐδήλωσε περί τε τῆς τῶν τεχνῶν ἁπασῶν καθόλου συστάσεως καὶ περὶ τῆς ῥητορικῆς, ἀκριβέστατα δὲ τὸν λόγον ὅλον ἐν τῷ Φιλήβῳ διῆλθεν. ἐγὼ δὲ ἀπὸ τῶν ἐπικαιροτάτων ἄρξομαι παραγράψας αὐτοῦ πρώτην τήνδε τὴν ῥῆσιν. φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα, καὶ ἄπειρος αὖ πλήθει πάντων τε καὶ ἑκάστου. τί μήν; καὶ οὐδὲν ἑτέρων γε τούτων ἐσμέν πως σοφοὶ, οὔτε ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν, οὔθ’ ὅτι τὸ ἓν ἄλλο τι, ὁπόσα τέ ἐστι καὶ ὁποῖα, τοῦτό ἐστι τὸ γραμματικὸν ἕκαστον ποιοῦν ἡμῶν. ἀληθέστατα. καὶ μὴν καὶ τὸ μουσικὸν οὐ τυγχάνει ποιοῦν; τουτέστι ταὐτόν. πῶς; φωνὴ μέν που καὶ τὸ κατ’ ἐκείνην τὴν τέχνην ἐστὶ μία ἐν αὐτῇ. πῶς δ’ οὔ; δύο δὲ θῶμεν βαρὺ καὶ ὀξὺ, καὶ τρίτον ὁμότονον. ἢ πῶς; οὕτως. ἀλλ’ οὔπω σοφὸς ἂν εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ εἰδὼς δὲ, ὡς ἔπος εἰπεῖν, εἰς ταῦτα, οὐδενὸς ἄξιος ἔσῃ. οὐ γὰρ οὖν. ἀλλ’,
758
ὦ φίλε, ἐπειδὰν λάβῃς, ὁπόσα τὰ διαστήματά ἐστι τὸν ἀριθμὸν τῆς φωνῆς ὀξύτητός τε πέρι καὶ βαρύτητος, καὶ ὁποῖα, καὶ τοὺς ὅρους τῶν διαστημάτων, καὶ τὰ ἐκ τούτων ὅσα συστήματα γέγονεν, ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας. ἔν τε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, ἃ δὴ δι’ ἀριθμῶν μετρηθέντα δεῖν αὐτά φασι ῥυθμοὺς καὶ μέτρα ἐπονομάζειν, καὶ ἅμα ἐννοεῖν, ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν. ὅταν γὰρ ταῦτά τε λάβῃς, οὕτω τότε ἐγένου σοφός· ὅταν δ’ ἄλλο τῶν ὄντων ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων περὶ τούτου γέγονας. τὸ δ’ ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν, καὶ οὐκ ἐλλόγιμον, οὐδ’ ἐνάριθμον, ἅτ’ οὐκ εἰς ἀριθμὸν οὐδένα ἐν οὐδενὶ πώποτε ἀπιδόντα. κάλλιστα, ὦ Φίληβε, ἔμοιγε τὰ νῦν λεγόμενα εἰρηκέναι φαίνεται Σωκράτης. καὶ ἐμοὶ ταῦτά γε αὐτά. ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς οὗτος ὁ λόγος εἴρηται νῦν, καὶ τί ποτε βουλόμενος; ὀρθῶς μέντοι
759
τοῦθ’ ἡμᾶς, ὦ Πρώταρχε, ἠρώτησε Φίληβος. πάνυ μὲν οὖν, καὶ ἀποκρίνου γε αὐτῷ. δράσω ταῦτα, διελθὼν σμικρὸν ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι τούτων, ὥς φαμεν, οὐκ ἐπ’ ἀπείρου φύσιν ἀεὶ δὴ βλέπειν εὐθὺς, ἀλλ’ ἐπί τινα ἀριθμὸν, οὕτω καὶ τὸ ἐναντίον, ὅταν τις τὸ ἄπειρον ἀναγκασθῇ πρῶτον λαμβάνειν, μὴ ἐπὶ τὸ ἓν τοῦτο εὐθὺς, ἀλλ’ ἐπ’ ἀριθμὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾷν τ’ ἐκ πάντων εἰς ἕν. πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ νῦν λεγόμενον λάβωμεν. πῶς; ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν, εἴτε τις θεὸς, εἴτε καὶ θεῖος ἄνθρωπος, ὡς λόγος ἐν Αἰγύπτῳ Θεῦθ τινα τούτων γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα, ἀλλὰ πλείω, καὶ πάλιν ἕτερα φωνῆς μὲν, οὐ φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν δέ τινα καὶ τούτων εἶναι. τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν. τὸ μετὰ τοῦτο διῄρει τά τε ἄφωνα καὶ ἄφθογγα μέχρις ἑνὸς ἑκάστου, καὶ
760
τὰ φωνήεντα, καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθμὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύμπασι στοιχεῖον ἐπωνόμασε. καθορῶν δ’, ὡς οὐδεὶς ἡμῶν οὐδ’ ἂν ἓν αὐτὸ καθ’ ἑαυτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος, ὡς ὄντα ἕνα, καὶ ταῦτα πάντα ἕν πως ποιοῦντα, μίαν ἐπ’ αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην ἐπεφθέγξατο προσειπών. ταῦτα μὲν ὁ Πλάτων ἔγραψεν ἐν Φιλήβῳ περὶ συστάσεως τεχνῶν, τῆς κατὰ μέθοδον δηλονότι τὴν λογικὴν, οὐ τῆς ἐκ τῆς πολυχρονίου τηρήσεως, ἐκ τῆς τῶν κατὰ μέρος ἀθροιζομένης ἐμπειρίας. ὅτι δ’ οὐκ ἄνευ τοῦ γεγυμνάσθαι περὶ διαίρεσίν τε καὶ σύνθεσιν οἷόν τε γενέσθαι τὴν λογικὴν σύστασιν τῶν τεχνῶν, εὔδηλόν ἐστιν ἐξ ὧν ἄχρι τοῦ δεῦρο λέλεκταί μοι. καὶ μέντοι καὶ καθ’ ὅλον τὸ βιβλίον τὸν Φίληβον ἐν τοῖς ἑξῆς ἔργῳ δείκνυσι τὴν μέθοδον ἐπὶ τῆς ἡδονῆς, ἁπάσας αὐτῆς τὰς διαφορὰς διελθών.

Οὕτω δὲ καὶ ὁ Ἱπποκράτης ἔφθασεν ἐν τῷ περὶ διαίτης ὀξέων, μεμψάμενος τοὺς Κνιδίους ἰατροὺς,

761
ὡς ἀγνοοῦντας τὰς κατ’ εἴδη καὶ γένη διαφορὰς τῶν νοσημάτων, αὐτὸς δὲ δείκνυσι τοὺς διορισμοὺς, καθ’ οὓς τὸ δοκοῦν ἓν εἶναι πολλὰ γίγνεται τεμνόμενον, οὐκ ἐπὶ νοσημάτων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐν ᾧ τοὺς πλείστους τῶν ἐνδοξοτάτων ἰατρῶν εὑρεῖν ἔστιν ἐσφαλμένους ἄχρι καὶ τῶν βοηθημάτων. ἔνιοι μὲν γὰρ ἐπὶ τὰς κατὰ μέρος αὐτῶν ἐλθόντες χρείας ἀμέθοδον εἰργάσαντο τὴν διδασκαλίαν, ἔνιοι δὲ τὸ κοινότατον εἰπόντες ἄχρι μὲν τῆς προχείρου φαντασίας μεθοδικώτατον ἐποιήσαντο τὸν λόγον, τῇ ἀληθείᾳ δὲ μοχθηρότατον, ἐντεῦθεν δὲ διεφώνησαν ἀλλήλοις, ἔνιοι μὲν, ὡς οἱ κατὰ βοήθημα τοῦδέ τινος τοῦ πάθους, οἷον, εἰ τύχῃ, πλευρίτιδος, ἀποφῃνάμενοι τὴν φλεβοτομίαν, ἔνιοι δὲ τὴν κάθαρσιν, ὥσπερ γε καὶ πυρίαν οἱ μὲν διὰ σπόγγων, οἱ δὲ διὰ τῶν καλουμένων ὑπὸ τῶν ἰατρῶν μαρσίπων, ἤ τινος ἑτέρου. κατὰ ταὐτὰ δὲ καὶ περὶ λουτρῶν καὶ περὶ ἀλουτίας διηνέχθησαν, ὀξυμέλιτός τε καὶ μελικράτου, καὶ ὕδατος, καὶ οἴνου, καὶ πτισάνης, ἤτοι τοῦ διηθημένου χυλοῦ μόνου διδόντες, ἢ
762
τῆς κριθώδους μόνης, οἱ δὲ καὶ σιτίων, ἄλλως ἄλλου διορισαμένου, τάς τε διαφορὰς τῶν καμνόντων, καὶ τῶν εἰρημένων ἔδειξε χρῇζον τὸ τῆς πλευρίτιδος πάθος. ὅπως μὲν οὖν αὐτὸς διῆλθεν ἀτακτότερον πρῶτος εὑρίσκων, ἐν τοῖς ὑπομνήμασιν ἐξήγημαι τοῦ περὶ διαίτης ὀξέων, ὅ τινες μὲν ἐπιγράφουσι πρὸς τὰς Κνιδίας γνώμας, ἔνιοι δὲ περὶ πτισάνης, ἑκάτεροι μοχθηρῶς. ἐγὼ δ’, ἵνα καὶ τούτου τοῦ λόγου ἔχωσι διὰ συντόμων σαφῆ τὴν διδασκαλίαν οἱ φιλομαθεῖς, οὐκ ὀκνήσω δηλῶσαι τὰ κεφάλαια. τῶν γάρ τοι πλευριτικῶν ἄρτι μὲν ἀρχομένων ὀδυνᾶσθαι τὴν πλευρὰν, ὡς ἂν οὐδέπω τῆς διαθέσεως οὔσης σαφοῦς, ἀποπειρᾶσθαι κελεύει τῶν πυριάσεών τε καὶ θερμασμάτων ὀνομαζομένων, καὶ διῆλθεν αὐτὸς τὴν ὕλην. εἶτα, ἂν μὴ λύηται, σκεψάμενον, εἴτε νεοβρῶτι ἐόντι, καὶ εἴτε ὑποκεχωρηκυίας τῆς κοιλίας, εἴτε μὴ, διδάσκει, τί ποιητέον ἐστίν. ἐὰν δὲ μὴ ὑπείκῃ πρὸς ταῦτα, διορισμοὺς ἔγραψεν τῶν τε φλεβοτομίας δεομένων καὶ τῶν καθάρσεως, ἐπὶ τίνων τε χρὴ μελικράτῳ ποτῷ χρῆσθαι, ἢ ὀξυμέλιτι, ἢ ὕδατι μέχρι
763
κρίσεως, μηδεμίαν διδόντα τροφὴν, ἐπὶ τίνων τε χυλὸν πτισάνης, ἢ τῇ κριθῇ χρηστέον τηνικαῦτα, καὶ σιτία δοτέον ἐστί. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ οἴνου δόσεως διορίζεται, τίσι τε χρὴ διδόναι, καὶ τίσι μὴ, καὶ ὁπότε, καὶ ὁποῖον. ὡσαύτως δὲ καὶ περὶ λουτρῶν, ὅσα τ’ ἄλλα τοιαῦτα. διττῆς δ’ οὔσης ἁμαρτίας ἐν ταῖς διαιρέσεσι διὰ τὸ τοὺς μὲν ἐλλιπέστερον τέμνειν, τοὺς δ’ ὑπερβάλλειν εἰς οὐκ οἰκεῖον τῷ τεμνομένῳ πλῆθος, ἑκάτερον αὐτῶν ὁ Ἱπποκράτης μεμφόμενος ἐν ἀρχῇ μὲν τοῦ βιβλίου τάδε φησί. τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίαν αὐτῶν οὐκ ἠγνόουν ἔνιοι, τοὺς δ’ ἀριθμοὺς ἑκάστου τῶν νοσημάτων σάφα ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψαν. μὴ γὰρ καὶ οὐκ εὐαρίθμητον ᾖ, εἰ τουτέῳ τι σημανεῖται τὴν τῶν καμνόντων νοῦσον, τὸ ἕτερον τοῦ ἑτέρου διαφέρειν τι, τὸ μὴ ὠυτὸν δὲ νόσημα δοκέειν εἶναι, ἢν μήπω τοὔνομα ἔχῃ. ἐπὶ δὲ τῶν ἰημάτων ἔμπαλιν, ὡς ἐλλιπόντων αὐτῶν, ᾧδέ πώς φησιν. καὶ οὐ μόνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ’
764
ὅτι καὶ ὀλίγοισι τὸν ἀριθμὸν τοῖσιν ἄκεσι χρέονται. μετὰ δὲ ταῦτα προλαβὼν τὸν τῷ προβλήματι χρησιμώτατον, οὐ σαφῶς αὐτοῦ τὴν λύσιν ἔγραψεν, καὶ διὰ τοῦτ’ ἠγνοήθη πολλοῖς τῶν ἰατρῶν ὅλη τοῦ προβλήματος ἡ δύναμις. ἐξηγησάμην μὲν οὖν ὅλον τὸν λόγον τοῦτον ἐν τῷ πρώτῳ περὶ διαίτης ὀξέων ὑπομνήματι, συντόμως δ’ αὐτοῦ καὶ νῦν εἰπεῖν ἀναγκαῖόν ἐστι τὴν δύναμιν. αὐτὸ μὲν τὸ πρόβλημα κατὰ τήνδε τὴν λέξιν ἔγραψεν ὁ Ἱπποκράτης. δοκεῖ δὲ μοι ἄξια γραφῆς εἶναι, καὶ μάλιστα ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖς ἰητροῖσιν, ἐπίκαιρά γ’ ἐόντα εἰδέναι, καὶ ὁκόσα μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας. ἀκαταμάθητα δ’ ἐστὶ καὶ τάδε. διὰ τί δ’ ἄρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μέν τινες τῶν ἰατρῶν πάντα ἐς τὸν αἰῶνα διατελοῦσι, πτισάνην διδόντες ἀήθητον, καὶ νομίζουσιν ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιοῦνται, ὅπως κριθὴν μὲν μηδεμίην καταπίνῃ ὁ κάμνων, (μεγάλην γὰρ βλάβην ἡγέονται εἶναι,) ἀλλὰ δι’ ὀθονίου τὸν χυλὸν διηθέοντες διδόασιν. οἱ δ’ αὖ τινες αὐτέων οὔτ’ ἂν πτισάνην παχεῖαν δοῖεν, οὔτ’
765
αὖ χυλὸν, οἱ μὲν, μέχρις ἂν ἑβδομαῖος ὁ κάμνων γένηται, οἱ δὲ καὶ διὰ τέλους, ἄχρις ἂν κριθῇ ἡ νοῦσος. μάλα μὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν οἱ ἰητροὶ, ἴσως δ’ οὐδὲ προβαλλόμενα εὑρίσκεται. καίτοι διαβολήν γ’ ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλην, ὡς μηδὲ δοκεῖν ὅλως ἰητρικὴν εἶναι. ὥστ’ ἔν γε τοῖσιν ὀξυτάτοισι τῶν νοσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρώνακτες, ὥστε, ἃ ὁ ἕτερος προσφέρει ἡγούμενος ἄριστα εἶναι, ταῦτα νομίζειν ἤδη τὸν ἕτερον κακὰ εἶναι. καὶ μετ’ ὀλίγα· φημὶ δὴ, πᾶν καλὸν εἶναι τοῦτο τὸ σκέμμα ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισι. καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγίειάν τι μέγα δύνασθαι, καὶ τοῖσιν ὑγιαίνουσιν εἰς ἀσφάλειαν, καὶ τοῖσιν ἀσκέουσιν ἐς ἀξίην, καὶ ἐς ὅ τι ἕκαστος ἐθέλοι. τὸ περὶ διαφωνίας, φησὶ, τῶν τεχνιτῶν σκέμμα μεγίστην ἔχει δύναμιν, οὐ μόνοις τοῖς νοσοῦσιν ἐς ὑγιείης κτῆσιν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν ἐς φυλακὴν αὐτῆς δηλονότι, καὶ τοῖς ἀσκοῦσιν ἀξίην τοῦ σώματος πρός τε τὴν κτῆσιν αὐτῆς καὶ διαμονήν.
766
εἶτα προσέθηκε, καὶ ἐς ὅ τι ἕκαστος ἐθέλοι, δηλῶν, οὐ μόνον εἰς ἰατρικὴν, ἀλλὰ καὶ τὰς ἄλλας τέχνας ἐκτετάσθαι τὸ σκέμμα τὴν λύσιν αὐτοῦ. θαυμάσαι γὰρ ἔστι, διὰ τί τέχνην μετιόντες οἱ ἰατροὶ, καθ’ ἣν τῇ πείρᾳ τὰ προσφερόμενα βοηθήματα κριθῆναι δύναται, πότερον ὠφέλησεν, ἢ ἔβλαψεν, ὅμως ἐναντιωτάτας ἀποφάσεις ἐποίησαν περὶ τῶν ὠφελούντων τε καὶ βλαπτόντων. ἐν μὲν γὰρ φιλοσοφίᾳ μὴ πεπαῦσθαι τὰς πλείστας τῶν διαφωνιῶν οὐδὲν θαυμαστὸν, ὡς ἂν μὴ δυναμένων τῶν πραγμάτων ἐναργῶς κριθῆναι τῇ πείρᾳ, καὶ διὰ τοῦτο τινῶν μὲν ἀποφῃναμένων ἀγέννητον εἶναι τὸν κόσμον, τινῶν δὲ γεννητὸν, ὥσπερ γε καὶ τινῶν μὲν, οὐδὲν ἔξωθεν αὐτοῦ περιέχειν εἶναι, τινῶν δὲ εἶναι λεγόντων, καὶ τούτων αὐτῶν περιεχόμενόν τι φάντων, ἐνίων μὲν κενὸν ἀποφῃναμένων εἶναι τοῦτο, μηδεμίαν οὐσίαν ἔχον ἐν ἑαυτῷ, τινῶν δὲ, κόσμους ἄλλους ἀριθμῷ ἀπεριλήπτους ὡς εἰς ἄπειρον ἐκτετάσθαι πλῆθος. αἰσθήσει γὰρ ἐναργεῖ τὴν τοιαύτην διαφωνίαν ἀδύνατον κριθῆναι. οὐ μὴν ὅμοιόν γε τὸ τῆς ὠφελείας καὶ βλάβης τῶν
767
προσφερομένων τοῖς σώμασιν ἰαμάτων, εἰς διαφωνίαν ἀφικόμενον ἐν τοῖς ἰατροῖς, δυνάμενόν γε αὐτῶν κρῖναι τῇ πείρᾳ τό τ’ ὠφελοῦν καὶ τὸ βλάπτον. τούτου τοίνυν τοῦ ζητήματος ἡ λύσις οὐ πάνυ τι σαφῶς εἴρηται τῷ Ἱπποκράτει, καὶ διὰ τοῦτο σχεδὸν ἅπαντας ἔλαθε τοὺς ἐξηγησαμένους τὸ βιβλίον. ἔστι δὲ τοιάδε. τῶν νοσούντων ἔνιοι μὲν ἀσιτίας χρῄζουσιν, ἄχρις ἂν ἡ νοῦσος κριθῇ, τινὲς δὲ τροφῆς, καὶ τούτων ἔνιοι μὲν τῆς κριθώδους πτισάνης, ἔνιοι δὲ τοῦ χυλοῦ μόνου, καθάπερ γε καὶ στερεωτέρας ἔνιοι, καὶ μέντοι καί τινες μὲν ὀξυμέλιτος ἢ μελικράτου, τινὲς δ’ ὕδατος ἢ οἴνου. διὰ τοῦτο τοῖς ἰατροῖς, ὅσοι τῇ πείρᾳ μόνῃ τὴν τέχνην συνεστήσαντο, χρήσιμον ἔδοξεν ἐκεῖνο μόνον, ὃ κατὰ τὴν τύχην αὐτοῖς ἐφάνη πλεονάκις ὠφελῆσαν. οὐδὲ γὰρ ἐπὶ τοὐναντίον εἶδος ἀφικέσθαι τῆς διαίτης τολμῶσιν, ὡς κᾀκείνου πειραθῆναι, τὴν ἀτυχίαν δεδιότες. μόνος οὖν ὁ τήν τε φύσιν εἰδὼς τοῦ κάμνοντος, καὶ τὴν τοῦ νοσήματος διάθεσιν, καὶ τὴν τοῦ προσαχθησομένου βοηθήματος δύναμιν, ἔτι τε τὸν καιρὸν, ἐν ᾧ χρηστέον
768
αὐτῷ, τολμῆσαι δυνήσεται χρησάμενος τῷ λογικῶς ἐπινοηθέντι βοηθήματι τῇ πείρᾳ βεβαιῶσαι τὴν ἐλπίδα. ὥστε μόνος εὑρήσει τῆς τε ἀφωνίας τὴν αἰτίαν καὶ τοὺς διορισμοὺς, οἷς προσέχων τις ἐπὶ τὸ τῷ κάμνοντι συμφέρον ἀφίξεται, τῶν δ’ ἄλλων οὐδεὶς γνὼσεται τοῦτο. τοῖς τε γὰρ ἐγνωσμένοις διὰ πείρας ἐπιμένοντες ἐκεῖνα μόνα παραλαμβάνουσιν, αἰτιώμενοι φύσιν ἢ τέχνην ἤ τι τοιοῦτον τῆς βλάβης αἴτιον γενέσθαι. τοῦτ’ οὖν αὐτὸ καὶ κατὰ τὸ περὶ ἀγμῶν ἐδήλωσεν ὁ Ἱπποκράτης ἐπὶ τῶν μεθ’ ἕλκους καταγμάτων ἐν τῇδε τῇ ῥήσει. ἄλλοι δέ τινές εἰσιν, οἳ ὀθονίοισι τὰ τοιαῦτ’ ἰητρεύουσιν εὐθέως, καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖσιν ὀθονίοισι, κατὰ τὸ ἕλκος δὲ αὐτὸ διαλείπουσι, καὶ ἐῶσιν ἀνεψύχθαι. ἔπειτα καὶ ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν τι, καὶ σπλήνεσιν οἰνηροῖσιν, ἢ ἐρίοισιν οἰσυπηροῖσι θεραπεύουσιν. αὕτη ἡ ἴασις κακὴ, καὶ εἰκὸς τοὺς οὕτως ἰητρεύοντας τὰ μέγιστα ἀξυνετέειν καὶ ἐν τοῖσιν ἄλλοισι κατάγμασι καὶ ἐν τοῖσι τοιούτοισι. μέγιστον γάρ ἐστι τὸ γινώσκειν, καθ’ ὁποῖον τρόπον χρὴ τὴν
769
ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου, καὶ καθ’ ὁποῖον μάλιστα πεπιέχθαι, καὶ οἷά τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν, καὶ πιέζῃ ᾗ μάλιστα χρὴ, καὶ οἷα βάπτονται, ἢν μὴ ὀρθῶς τις βάλληται, μηδὲ πιέζῃ, ἀλλ’ ἔνθεν καὶ ἔνθεν. εἴρηται μὲν οὖν καὶ ἐν τοῖς πρόσθεν γεγραμμένοισιν, ὁποῖα ἀφ’ ἑκατέρου ἀποβαίνει, μαρτυρέει δὲ καὶ αὐτὴ ἡ ἰητρική. ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ εἶδος ἐξαείρεσθαι εἰς αὐτὸ τὸ ἕλκος. καὶ γὰρ, εἰ ὑγιὴς χρὼς ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδεσθείη, ἐν μέσῳ δὲ διαλειφθείη, μάλιστα κατὰ τὴν διάλειψιν οἰδήσειεν ἂν καὶ ἀχροΐσειε. πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτ’ ἂν πάθοι; ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπιεσμένον εἶναι τὸ ἕλκος, δακνῶδές τε καὶ ἀνεκπύητον, ὀστέα δ’ ἢ μέλη ἀποστῆναι συστατικὰ γενέσθαι, σφυγμῶδές τε καὶ πυρετῶδες τὸ ἕλκος ἂν εἴη. ἀναγκάζονται διὰ τὸ εἶδος ἐπικαταπλάσσειν. ἀσύμφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν. ἄχθος γὰρ ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίγνεται. τελευτῶντες δ’ ἀπολύουσι
770
τὰ ἐπιδέσματα, ὁπότ’ ἄν σφιν πάλιν κοτέῃ, καὶ ἰητρεύσουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος. οὐδὲν δὲ ἧσσον, καὶ ἤν τι ἄλλο τοιοῦτον λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν. οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν καὶ τὴν ἀνάψυξιν αἰτίαν εἶναι τοῦ ἕλκους, ἀλλ’ ἄλλην τινὰ ἀτυχίην. οὐκ οἴονται, φησὶ, τὴν κακὴν ἐπίδεσιν αἰτίαν εἶναι τῆς βλάβης, ἀλλ’ ἄλλην τινὰ ἀτυχίαν· διὰ τοῦτ’ οὖν οὐδ’ ἀφίστανται τῆς εἰωθυίας αὐτοῖς ἀγωγῆς, ἀλλ’ ἐπιμένουσι τοῖς κακῶς ἐγνωσμένοις. αὕτη μοι ἡ τοῦ προβλήματος λύσις ἐστὶ, καθ’ ὃ τὴν αἰτίαν ἡμᾶς σκέψασθαι τῆς ἐν τοῖς ἰάμασι δεῖ διαφωνίας, ἣν καθόλου περιλαβὼν ἄν τις εἴποι διαφορὰν εἶναι τοῦ γενικῶς νοουμένου τε καὶ λεγομένου καὶ προβαλλομένου πράγματος, ἐάν τε πάθος, ἐάν τε ὕλη τις ᾖ βοηθήματος. λέγω δὲ πάθος μὲν, οἷον τὴν πλευρῖτιν, ἐφ’ ἧς ὡς ἐπὶ παραδείγματος ἐποιήσατο τὸν λόγον, ὕλην δὲ μελίκρατον, ἢ οἶνον, ἢ ὕδωρ, ἢ ὀξύκρατον. καθ’ ἕκαστον γὰρ τούτων ἴδιαί τινές εἰσι
771
διαφοραὶ, περὶ ὧν ἁπασῶν ὁ Ἱπποκράτης, οὐ μόνον δι’ ὀλίγων ῥημάτων, ἀλλὰ καὶ σαφῶς ἐδίδαξε τοὺς διορισμοὺς, ὡς ἐχρῆν διαιρεῖσθαι τὰς διαφοράς. ἐμοὶ δὲ ἀρκέσει παραδείγματός τινος ἐξ αὐτῶν μνημονεῦσαι τοῦ περὶ τὸν οἶνον λόγου, κατὰ τήνδε τὴν ῥῆσιν εἰρημένου. γλυκύν τε οἶνον καὶ οἰνώδεα, λευκὸν καὶ μέλανα, καὶ μελίκρατον, καὶ ὕδωρ, καὶ ὀξύμελι τοῖσδε σημαινόμενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσιν νούσοισιν. ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος, καὶ ἧσσον φρενῶν ἁπτόμενος, καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ’ ἔντερον, μεγαλόσπλαγχνος δὲ σπληνὸς καὶ ἥπατος, οὐκ ἐπιτήδειος δ’ οὐδὲ τοῖσι πικροχόλοισι, καὶ γὰρ οὖν καὶ διψώδης τοῖσί γε τοιούτοις ἐστὶ, ἀτὰρ καὶ φυσώδης τοῦ ἐντέρου τοῦ ἄνω· οὐ μὴν πολέμιός γε τῷ κάτω ἐντέρῳ κατὰ λόγον τῆς φύσης. καίτοι οὐ πάνυ πορίμη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου φύσα, ἀλλ’ ἐγχρονίζει περὶ ὑποχόνδρια. καὶ γὰρ οὖν ἧσσον οὐρητικὸς οὗτος τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ. πτυάλου δ’ ἀναγωγὸς μᾶλλόν ἐστι τοῦ ἑτέρου ὁ γλυκύς. καὶ οἷσι μὲν
772
διψώδης ἐστὶ πινόμενος, ἧσσον ἂν τούτοισιν ἀνάγοι, ἢ ὁ ἕτερος οἶνος, οἷσι δὲ μὴ διψώδης, οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ πλεῖστα, καὶ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει. εἰς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἐτέρου, καὶ διουρητικὸς δὲ ἂν καὶ καταῤῥηκτικὸς, ἀεὶ πολλὰ πρὸς ὠφέλειαν ἐν ταύτῃσι τῇσι νούσοισι. καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ’ ὅμως κατὰ κύστιν ἡ κάθαρσις ὑπ’ αὐτοῦ γιγνομένη ῥύεται, ἢν προτρέπηται, ὁκοῖα δεῖ. καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τὰ περὶ οἴνου καὶ ὠφελείας, καὶ βλάβης, ὅσα ἀκαταμάθητα ἦν τοῖσιν ἐμοῦ γεραιτέροισι. κιῤῥῷ δ’ αὖ οἴνῳ καὶ μέλανι αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν ἐς τάδε ἂν χρήσαιο, εἰ καρηβαρίη μὲν μὴ ἐνείη, μηδὲ φρενῶν ἅψις, μηδὲ τὸ πτύαλον κωλύοι τὸ τῆς ὁδοῦ, μηδὲ τὸ οὖρον ἴσχοιτο, διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη. ἐν δὲ τοῖσι τοιούτοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ, καὶ ὅσα τούτοισιν ἐμφερέα, προσξυνιέναι δὲ, διότι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος
773
ᾖ, τὰ δὲ κατ’ ἔντερον καὶ μᾶλλον ὀνήσει, ἢν ἀκρατέστερος ᾖ. κατὰ ταῦτά φησι τὰ περὶ τῆς τῶν οἴνων διαφορᾶς τε καὶ χρήσεως, ἀκαταμάθητα ἦν τοῖσιν ἐμοῦ γεραιτέροισιν. ἐγὼ δὲ ταῦτα διορισμοῖσι διακρίνων τὴν ἐπ’ αὐτοῖσι τέχνην συνεστησάμην. οὕτω δὲ καὶ περὶ μελικράτου, καὶ μέλιτος, ὕδατός τε καὶ ὀξυμέλιτος, καὶ πτισάνης, καὶ βαλανείων ἔγραψε τοὺς διορισμοὺς, μεμφόμενος τοὺς ἐπὶ πάντων τῶν ὀξέως νοσούντων ἤτοι κελεύοντας ἢ κωλύοντας ἑκάστῳ τῶν εἰρημένων χρῆσθαι. πρὸς γὰρ τὸν ἐρόμενον, εἰ δοτέον οἶνον τοῖς πυρέττουσιν, ἀποκριτέον, ὡς τῷδε μέν τινι δοτέον ἐστί. ταὐτὸν δὲ τοῦτο καὶ περὶ ἡδονῆς ὁ Πλάτων ἐποίησε, τινὰς μὲν αὐτῶν φεύγειν ἡμᾶς κελεύων, τινὰς δὲ προσίεσθαι. τὰς μὲν γὰρ ἐπὶ μαθήμασιν ὠφελίμοις τε καὶ καλοῖς, καὶ ὅλως ἁπάσαις ταῖς καλαῖς πράξεσι προσίεσθαι χρὴ, τὰς δ’ ἐπ’ οἰνοφλυγίαις, ἢ λιχνείαις, ἢ ἀφροδισίοις φεύγειν, ὅσαι δὲ μηδὲν τούτων ἀποκεκριμένον ἔχουσι, μήτε φεύγειν, μήτε διώκειν. εὑρίσκονται δὲ δηλονότι τοῦ γένους τῶν ἡδονῶν αἱ διαφοραὶ κατὰ τὴν διαιρετικὴν
774
μέθοδον, ὡς ἐν ὅλῳ τῷ Φιλήβῳ δείκνυσιν ὁ Πλάτων, τὰς διαφορὰς ἁπάσας αὐτῶν διδάσκων. διὰ τοῦτ’ οὖν ἔφην παρακεῖσθαι καὶ κοινωνεῖν κατὰ τὴν διαιρετικὴν ὁδὸν εὑρισκόμενα τοῖς κατὰ τὴν ὁμοίου γνῶσιν. ὁμοιότης μὲν γάρ ἐστι ταῖς ἡδοναῖς πρὸς ἀλλήλας. ἡ μὲν κοινότης κατὰ τὸ γένος. ἓν γάρ τοι κοινόν ἐστιν ἐν αὐταῖς, καθ’ ὃ τὴν προσηγορίαν ἐκτήσαντο κοινήν. ἕτεραι δὲ κατὰ τὴν ἐν ταῖς ἰδίαις διαφοραῖς ἰδέαν. αἱ μὲν γὰρ ἁπλαῖ ταῖς ἁπλαῖς πρὸς τῷ κοινῷ τῆς ἡδονῆς εἴδει, καὶ τὸ κατὰ τὴν ἁπλότητα προσλαβοῦσαι, μείζονα τὴν ὁμοιότητα προσλαμβάνουσιν. ὥσπερ γε καὶ ἐν τοῖς συνθέτοις αἱ σύνθετοι, καὶ αἱ σωματικαὶ ταῖς σωματικαῖς, αἵ τε ψυχικαὶ ταῖς ψυχικαῖς, αἵ τε ὠφέλιμοι ταῖς ὠφελίμοις, αἵ τε βλαβεραὶ ταῖς βλαβεραῖς, ὥσπερ καὶ αἱ κατὰ τὰς καλὰς πράξεις καὶ αἱ κατὰ τὰς κακὰς ἀλλήλαις ἑκάτεραι. παραπλησίως δὲ καὶ αἱ μὲν κατὰ τὸ λογιστικὸν εἶδος τῆς ψυχῆς ἀλλήλαις, αἱ δὲ κατὰ τὸ θυμοειδὲς, ἢ ἐπιθυμητικὸν, ὁμοίως καὶ αἵδε κατὰ τὸν αὐτὸν τρόπον ἀλλήλαις. εἰ δὲ χωρὶς τοῦ τέμνειν εἰς τὰς
775
οἰκείας διαφορὰς ἕκαστον τῶν γενῶν ἀποφῃνάμενοί τι καθόλου καὶ ἀδιορίστως ἰατροί τε καὶ φιλόσοφοι, πολλὰ τῶν ἐναργῶς φαινομένων ὁσημέραι μαχόμενα ταῖς ἑαυτῶν ἀποφάσεσιν ἴσχουσιν. ὁ γὰρ ἐπαινούμενος ὑπὸ τῶν κατὰ τὰς τέχνας ἁπάντων ἀξιολόγων ἀνδρῶν διορισμὸς ἐκ τοῦ γεγυμνάσθαι κατὰ τὰς δύο ταύτας θεωρίας, ὑπὲρ ὧν ἐν τῷδε τῷ γράμματι διῆλθον, ἀποτελεῖται. λέγω δὲ δύο θεωρίας, τήν τ’ ἐκ τῆς τῶν ὁμοίων τε καὶ ἀνομοίων διακρίσεως καὶ τὴν ἐκ τῆς κατὰ διαίρεσίν τε τῶν γενῶν ἄχρι τῶν ἀτόμων ὁδοῦ, τῆς τ’ ἀντιστρόφου ταύτης θέσεως, δηλονότι ἐκ τῶν κατὰ μέρος ἐπὶ τὸ πρῶτον γένος ἀνόδου διὰ τῶν ἐν τῷ μεταξὺ διαφορῶν. καὶ ταύτας ἀμφοτέρας τὰς μεθόδους κάλλιστα καὶ ἄριστα τῶν ἔμπροσθεν ἰατρῶν τε καὶ φιλοσόφων Ἱπποκράτης τε καὶ Πλάτων εὗρον, ἐπέδειξάν τε πολλὰ συγγράμματα ψευδῶς λελεγμένα πρὸς τῶν ἀγνοούντων διορίζεσθαι τὰ κοινὰ τῶν ἰδίων. καὶ μέντοι καὶ τὰς διαφωνίας πρόσθεν ἔδειξα ἐντεῦθεν γεγονυίας τοιαύτας, ὁποῖαι παρὰ μὲν τοῖς ἰατροῖς ἐγένοντο περί τε πτισάνης
776
χρήσεως, ὅσα τε ἄλλα προσφέρεται τοῖς νοσοῦσι, παρὰ δὲ τοῖς φιλοσόφοις περὶ τῶν τῆς ψυχῆς ἀρετῶν, ἐνίων μὲν οἰομένων διδακτὰς ὑπάρχειν αὐτὰς, ἐνίων δὲ φυσικὰς ἢ δι’ ἐθῶν καὶ ἀσκήσεως κτητάς. εἰ γὰρ διῃροῦντο τὰ τῆς ψυχῆς εἴδη, καὶ σαφῶς ἐγνώκεσαν, ἕτερον μὲν εἶναι τὸ λογιστικὸν, ἕτερον δὲ τὸ ἄλογον, διττὴν ἔχον καὶ τοῦτο τομὴν, οὔτ’ ἂν τοῦ λογιστικοῦ τήν γ’ ἐπιστήμην ἀφῃροῦντο, τοῖς τ’ ἀλόγοις οὐκ ἂν αὐτῆς μετεδίδοσαν. ὥστε κἀκεῖνος ὁ λόγος, ἐφ’ ᾧ φησιν ὁ Πλάτων, ἑκάστου τῶν ὄντων, περὶ ὃ τέχνην τινὰ συστήσασθαι βουλόμεθα, τὴν φύσιν τῆς οὐσίας ἀκριβῶς χρὴ γνῶναι, συνῆπταί τε καὶ κοινωνεῖ ταῖς νῦν εἰρημέναις μεθόδοις. ὁ γὰρ γνοὺς, οὐχ ἁπλοῦν ἓν εἶδος ἐν ἡμῖν εἶναι ψυχῆς, ὥσπερ ἐν τοῖς φυτοῖς μὲν τὸ ἐπιθυμητικὸν, ἐν θεοῖς δὲ τὸ λογιστικὸν, ἀνθρώπῳ δ’ ἄμφω τε ταῦτα καὶ τρίτον ἐπ’ αὐτοῖς τὸ θυμοειδὲς, ἔγνω σὺν τούτῳ τῶν ἀρετῶν τὸν ἀριθμὸν, καὶ τὴν δύναμιν, καὶ τὴν κτῆσιν, ὥσπερ ὁ γνοὺς τὴν φυσικὴν κατασκευὴν τοῦ σώματος ἡμῶν, ἐν μὲν
777
τοῖς ὁμοιομερέσι συμμετρίαν τῶν στοιχείων, ἐν δὲ τοῖς ὀργανικοῖς ἐκ τῆς τῶν ὁμοιομερῶν ποσότητός τε καὶ πηλικότητος, ἔτι τε διαπλάσεως ἑκάστου καὶ θέσεως ἀποτελεῖσθαι τὸ κατὰ φύσιν ἐν ἑκάστῳ σώματι ζώου, τῆς συμμετρίας δηλονότι καθ’ ἑκάστην ζωὴν τῶν εἰρημένων φυλαττομένης οἰκείας, οὗτός γε τῶν νοσημάτων εὐπορήσει τῆς προσηκούσης ἑκάστῳ θεραπείας τε καὶ προφυλακῆς.

Εἰκότως οὖν ἔνιοι τὴν τῶν ὁμοίων τε καὶ οὐχ ὁμοίων ἀκριβῆ γνῶσιν αὐτάρκη νομίζουσιν ὑπάρχειν εἰς μεθοδικὴν σύστασιν ἁπάσης τέχνης, εἴ γε καὶ πρὸς τὴν τῶν ἀμφισβητουμένων κρίσιν ἱκανὴ ποδηγός ἐστιν. ὁμοιότητος γὰρ οὔσης πολλῆς ἐνίοις τῶν πιθανῶν μὲν, οὐκ ἀληθῶν δὲ πρὸς τοὺς ὄντας ἀληθεῖς λόγους, ὁ γεγυμνασμένος διακρίνειν ἀπ’ ἀλλήλων αὐτοὺς εἴσεται σαφῶς, ὅσον τε χρὴ δόγμασι πιστεύειν ὡς ἀληθέσιν, ὅσων τε καταγινώσκειν ὡς ψευδῶν, ὅσων τε τὸ πιθανὸν ἄδηλον, ὅπως ἀδηλίας ἔχον προσέοικε τῷ ἀπιθάνῳ, ὥσπερ γε καὶ τῶν

778
ἐπίσης ἀλλήλων, εἴτε ἐν δυσὶν, εἴτε ἐν τρισὶν, εἴτε ἐν πλείοσιν ἡ ἔκτασις γένοιτο, μηδὲν ἡγεῖσθαι πιστότερον. ἀνάγεται δὲ ἡ τούτων κρίσις εἰς φαντασίαν, ὡς μὲν οἱ νεώτεροι τῶν Ἀκαδημαϊκῶν λέγουσιν, οὐ μόνον πιθανὴν, ἀλλὰ καὶ περιοδευομένην καὶ ἀπερίσπαστον, ὡς δ’ οἱ περὶ τὸν Χρύσιππον, εἰς καταληπτικὴν, ὡς δὲ κοινῇ πάντες ἄνθρωποι πεπιστεύκασιν, εἰς αἴσθησίν τε καὶ νόησιν ἐναργῆ. διαφέρειν μὲν οὖν ἀλλήλων δοκοῦσιν αἱ εἰρημέναι λέξεις, εἰ δ’ ἐπιμελέστερόν τις σκοποῖτο, τὴν αὐτὴν ἔχουσι δύναμιν, ὡσπερ γε κᾀπειδάν φησί τις ἀπὸ τῶν κοινῶν ἐννοιῶν ἄρχεσθαι, καὶ ταύτας τίθεσθαι πρῶτον ἁπάντων κριτήριον ἐξ ἑαυτοῦ πιστόν. ὅτι μὲν γὰρ τὸ πρῶτον κριτήριον ἀναποδείκτως εἶναι δεῖ πιστὸν, ὡμολόγηται πᾶσιν, οὐ μὴν ὅτι γε φυσικὸν εἶναι δεῖ τοῦτο καὶ πάντων ἀνθρώπων κοινὸν, ἐννοοῦσιν ἅπαντες, καὶ οἱ πλεῖστοι προκρίνουσιν ἐνίοτε τοῦ κοινῇ πᾶσιν ἀνθρώποις ἐναργῶς φαινομένου τῇ ἑαυτῶν ὑπολήψει ἐμμένειν, καὶ προσποιοῦνται πεπιστευκέναι βεβαίως
779
οἷς αὐτοὶ λέγουσιν εἰκῆ ἕνεκα τοῦ κατασκευάζειν τι δόγμα τῶν ἀπὸ τῆς ἑαυτῶν αἱρέσεως, ὥσπερ γε πάλιν ἕτεροί τινες εἰς τὸ διαβάλλειν τι τῶν ἑτεροδόξων ὑπομένουσιν ἑκουσίως ψεύδεσθαι. τοῖς γὰρ ἑαυτοὺς ἀπό τινος αἱρέσεως ἀναγορεύσασιν ἀγωνίζεσθαι πρόκειται περὶ πάντων τῶν κατὰ τὴν αἵρεσιν, εἰ καὶ μηδεμίαν ἀναγκαίαν ἀκολουθίαν ἔχει πρὸς τὴν στοιχείωσιν, ὥσπερ ἀμέλει κᾀπὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ δόγματος. τοῦτο γὰρ ἰατροῖς ἐπίστασθαι χρήσιμόν ἐστιν ἕνεκα τοῦ προσφέρειν τὰ βοηθήματα τῷ πεπονθότι τόπῳ, βεβλαμμένου τοῦ λογισμοῦ, φιλοσόφοις δ’ οὔτε εἰς τὴν εὕρεσιν τῆς διαφορᾶς τῶν ἀρετῶν οὔτ’ εἰς τὴν ἄσκησιν αὐτῶν ἐστι χρήσιμον. ἐάν τε γὰρ ἐν τῇ καρδίᾳ τὸ τῆς ψυχῆς ἡγεμονικὸν ὑπάρχῃ μόριον, ἐάν τε ἐν τῇ κεφαλῇ, δυνησόμεθα καὶ φρόνησιν κτήσασθαι, καὶ σωφροσύνην, καὶ δικαιοσύνην, καὶ ἀνδρείαν, ἐξ ἄλλων δογμάτων τε καὶ ἀσκήσεων ἐπὶ τὴν κτῆσιν αὐτῶν ἀφικόμενοι. μόνοις οὖν ἐκείνοις τοῖς φιλοσόφοις καὶ τὸ μηδὲν εἰς ἦθός τε καὶ τὰς πολιτικὰς πράξεις χρήσιμον ζητεῖν ἀκόλουθόν ἐστιν, ὅσοι
780
τὴν θεωρητικὴν φιλοσοφίαν εἵλοντο, καθάπερ γε καὶ εἰ μετὰ κόσμον τοῦτόν ἐστι τι, καὶ εἰ ἔστιν, ὁποῖόν τι τοῦτο, καὶ εἰ ὁ κόσμος οὗτος ἐν ἑαυτῷ περιέχεται, καὶ εἰ πλείους ἑνὸς, καὶ εἰ πάμπολύ τι πλῆθος, ὁμοίως δὲ καὶ εἰ γενητὸς ἢ ἀγένητος ὅδε ὁ κόσμος ἐστίν· ὥσπερ γε καὶ εἰ, γεγονότος αὐτοῦ, θεός τις ἐγένετο δημιουργὸς, ἢ θεὸς μὲν οὐδεὶς, αἰτία δέ τις ἄλογός τε καὶ ἄτεχνος εἰργάσατο κατὰ τὴν τύχην οὕτως καλὸν αὐτὸν, ὡς εἰ καὶ θεὸς ἐπεστάτει τῇ κατασκευῇ σοφώτατος ἅμα καὶ δυνατώτατος. ἀλλὰ τά γε τοιαῦτα ζητήματα πρὸς τὸ καλῶς οἰκεῖν τὸν ἴδιον οἶκον, ἢ τῶν τῆς πόλεως πραγμάτων προνοεῖσθαι προσηκόντως, ἢ συγγενέσι καὶ πολίταις καὶ ξένοις προσφέρεσθαι δικαίως τε καὶ κοινωνικῶς οὐδὲν συντελεῖ. παρεγένοντο δ’ ἐπὶ τὴν ζήτησιν αὐτῶν ἔνιοι τῶν πρακτικῶν ὑποτιθεμένων, τέλος ἐκ τῶν χρησίμως ζητουμένων κατὰ βραχὺ προελθόντες ὡς ἐφ’ ὅμοια. οὐ γὰρ δὴ, ὥσπερ γεγονέναι τὸν κόσμον ἢ μὴ γεγονέναι ζητεῖν ἄχρηστον, οὕτω καὶ περὶ προνοίας καὶ θεῶν.
781
ὅτι γάρ τι κρεῖττον ἀνθρώπου δυνάμει τε καὶ σοφίᾳ κατὰ τὸν κόσμον, ἅπασιν ἡμῖν ζητεῖσθαι βέλτιον, οὐ μὴν, ὁποῖοί τινές εἰσι τὴν οὐσίαν οἱ θεοὶ, πότερον ἀσώματοι παντάπασιν, ἢ, καθάπερ ἡμεῖς, οὕτως αὐτοὶ μετὰ σωμάτων, ἀναγκαῖον σκοπεῖσθαι. καὶ γὰρ καὶ ταῦτα καὶ ἄλλα πολλὰ τελέως ἄχρηστ’ ἐστὶν εἰς τὰς ἠθικάς τε καὶ πολιτικὰς ὀνομαζομένας ἀρετάς τε καὶ πράξεις, ὥσπερ γε καὶ εἰς τὰς τῶν ψυχικῶν παθῶν ἰάσεις. καὶ γέγραπται περὶ αὐτῶν ὑπὸ Ξενοφῶντος ἄριστα, μὴ μόνον αὐτοῦ τῆς ἀχρηστίας κατεγνωκότος, ἀλλὰ καὶ Σωκράτην φάσκοντος οὕτω φρονεῖν. ὁμολογοῦσι δ’ αὐτῷ καὶ οἱ ἄλλοι τοῦ Σωκράτους ἑταῖροι, καὶ Πλάτων αὐτὸς, ὃς τὴν φυσικὴν θεωρίαν τῇ φιλοσοφίᾳ προσθεὶς Τιμαίῳ ἀναφέρει τὸν περὶ αὐτῆς λόγον, οὐχὶ Σωκράτει, καθάπερ καὶ τὴν ἐπὶ πλέον ἐκτεταμένην διαλεκτικὴν εἰς Παρμενίδην τε καὶ τὸν ἑταῖρον αὐτοῦ Ζήνωνα. δι’ ὁμοιότητα μέν τινα τοῖς χρησίμοις τῶν λογικῶν καὶ φυσικῶν θεωρημάτων καὶ ἡ τῶν ἀχρήστων προσετέθη ζήτησις. ἀδύνατον γάρ ἐστι μηδ’ ὅλως ἐφάψασθαι κατὰ
782
τὴν ἠθικήν τε καὶ πολιτικὴν θεωρίαν μήτε τῆς φυσικῆς, μήτε τῆς συλλογιστικῆς, ἀλλὰ καὶ ταῦτα τῶν ἀχρήστων εὑρήσεις. παραπλήσια δὲ πολλὰ τῶν ψευδῶν ἐστιν τοῖς ἀληθέσιν ἔν τε ταῖς ἀρχαῖς τῶν ἀποδείξεων καὶ πᾶσι τοῖς μετὰ ταῦτα, καὶ τὰ σοφίσματα καθ’ ὁμοιότητα τῶν πρὸς τοὺς ἀληθεῖς λόγους συντίθενται. διαγιγνώσκειν καὶ διακρίνειν αὐτὰ ἀπ’ ἀλλήλων οἱ γεγυμνασμένοι κατὰ τὴν ὕλην ἐκείνην ἴσασι, περὶ ἣν ἡ τέχνη διατρίβει, μετὰ τοῦ δηλονότι καὶ τὴν φυσικὴν ἔχειν ἀγχίνοιαν, ἣν ἐχρῆν μάλιστα κρίνεσθαι κατὰ τὴν ἡλικίαν τῶν παίδων ὑπὸ τῶν ἐν ἑκάστῃ πόλει συνετωτάτων πρεσβυτέρων, ἐκμανθάνειν τε τὴν προσήκουσαν τῇ φύσει τέχνην ἕκαστον, ὡς νῦν γε πολλοὺς ὁρῶμεν τέχνας λογικὰς μετιόντας οὐδ’ οἷς αὐτοὶ φθέγγονται παρακολουθοῦντας.