De placitis Hippocratis et Platonis

Galen

Galen, De placitis Hippocratis et Platonis, Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

Αὐτίκα γέ τοι τὸ τῆς ὄψεως ὄργανον, ἐπειδὴ χρωμάτων ἐχρῆν αὐτὸ διαγνωστικὸν ὑπάρχειν, αὐγοειδὲς ἐγένετο, μόνων τῶν τοιούτων σωμάτων ἀλλοιοῦσθαι πεφυκότων ὑπὸ χρωμάτων, ὡς δηλοῖ καὶ ὁ περιέχων ἀὴρ, ἡνίκα μάλιστα καθαρὸς ὑπάρχῃ, τηνικαῦθ’ ὑπὸ χρωμάτων ἀλλοιούμενος. ἰδεῖν γοῦν ἔστιν, ὅταν ἐν ἀέρι τοιούτῳ τις ὑπὸ δένδρῳ κατακείμενος ᾖ, τὸ τοῦ δένδρου χρῶμα περιεχόμενον

638
αὐτῷ. καὶ τὸ τοῦ τείχους δὲ χρῶμα πολλάκις ἀὴρ λαμπρὸς ψαύσας ἐδέξατό τε καὶ διεκόμισεν ἐφ’ ἕτερον σῶμα, καὶ μάλισθ’ ὅταν ᾖ τὸ χρῶμα κυανοῦν, ἢ ξανθὸν, ἢ ὁπωσοῦν ἑτέρως εὐανθές. καὶ μὲν δὴ καὶ ὥσπερ ὑπὸ τῆς ἡλιακῆς αὐγῆς αὐτῷ τῷ ψαῦσαι μόνον ὁ πᾶς ἀὴρ ἀθρόως ὁμοιοῦται, κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τοῦ χρώματος αὐτίκα μεταβάλλεται. ταυτὶ μὲν οὖν ὀρθότατα καὶ πρὸς Ἀριστοτέλους εἴρηται περί τε τῆς παραχρῆμα μεταβολῆς τῶν οὕτως ἀλλοιουμένων, ὡς κινδυνεύειν ἄχρονον εἶναι καὶ ἐπὶ ταύτην, καὶ διότι πέφυκεν ὑπὸ χρωμάτων ὁ λαμπρὸς ἀὴρ ἀλλοιούμενος, ἄχρι τοῦ τῆς ὄψεως ὀργάνου διαπέμπων τὴν ἀλλοίωσιν. οὐ μὴν ὅπως γε τὴν θέσιν, ἢ τὸ μέγεθος, ἢ τὸ διάστημα γνωρίζομεν ἑκάστου τῶν αἰσθητῶν, εἶπεν ὁ Ἀριστοτέλης. ἀλλὰ καὶ συλλογιζόμενοι περὶ τὸ δόγμα πολλοὶ τῶν ἀπ’ αὐτοῦ κατάφωροι γίγνονται ψευδόμενοι, μήτ’ ὀσμῶν, μήτε φωνῶν συνενδεικνυμένων τὸν τόπον, ὅθεν ἥκουσιν, ὡς ἐν τῷ πρώτῳ δέδεικται περὶ ἀποδείξεως. καὶ μὲν δὴ καὶ τὸ διὰ τῶν κατόπτρων, ὅσα τε ἄλλα στιλπνὰ σώματα, ποτὲ
639
μὲν ἡμᾶς αὐτοὺς θεᾶσθαι, ποτὲ δὲ ἄλλους τινὰς ἐκ πλαγίων ἢ ὄπισθεν, ὥσπερ τοῖς ἄλλοις ἅπασιν, πλὴν Πλάτωνος, οὕτω καὶ Ἀριστοτέλει μάχεται, μόνου τοῦ χρώματος δυναμένου κατ’ ἀνάκλασιν ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὴν ἡμετέραν ὄψιν ἀφικέσθαι, μορφῆς δ’ ἢ μεγέθους οὐκέτι. μορφὴν μὲν γὰρ τῆς ποικιλίας τῶν περὶ τὰ μόρια σχημάτων ἐργαζομένης, οὔτ’ ἐπινοῆσαι δυνατὸν, ἀπ’ αὐτῶν τινα γενέσθαι προσβολὴν τοῖς κατόπτροις, οὔτ’, εἰ καὶ γένοιτο, χωρὶς τοῦ κλασθῆναι τὴν ἀνάκλασιν ἐφ’ ἡμᾶς ἀφικέσθαι· πιθανώτερα γὰρ ὅσον ἐπὶ τῷδε τὰ κατ’ Ἐπίκουρον εἴδωλα· τὸ δὲ μέγεθος ἔτ’ ἀδυνατώτερον ἐγκαταβαίνειν τῇ κόρῃ. καίτοι τοῦτό γε τὰς ἁπάντων τῶν ἄλλων καταβάλλον δόξας ὥσπερ τι μικρὸν παρέρχονται, περὶ μὲν τοῦ διαστήματός τε καὶ τῆς θέσεως ἐπιχειροῦντες σοφίζεσθαι, τὴν δὲ τοῦ μεγέθους διάγνωσιν, ὅπως γίγνεται, παρερχόμενοι, καίπερ διαῤῥήδην αὐτῶν ἀνατρέπουσαν τὰς δόξας. ἀδύνατον γὰρ αἰσθέσθαι τοῦ μεγέθους τῶν ὁρατῶν ἄνευ τοῦ θεωρεῖσθαι τὸ βλεπόμενον, ἐν ᾧπερ ἂν ὑπάρχῃ τόπῳ. καίτοι περὶ τῆς ἀνακλάσεως, ἣν ἀπὸ τῶν αἰσθητῶν ἐφ’ ἡμᾶς ὁ Ἀριστοτέλης
640
ἥκειν λέγει, τῷ λόγῳ δοκεῖ μοι κατανενοηκέναι τὴν ἀτοπίαν, οὐδαμόθι τολμῶν αὐτῇ χρῆσθαι, παρελκόμενος δ’ ὡς ἀπίθανον ἀεί. καὶ γὰρ ὅπως ἡ ἶρις γίγνεται, καὶ ὅπως ἅλως ἤτοι περὶ τὸν ἥλιον ἢ τὴν σελήνην, οἵ τ’ ἀνθήλιοι καὶ οἱ προήλιοι καλούμενοι, τά τε διὰ τῶν κατόπτρων ὁρώμενα διερχόμενος, εἰς ἀνάκλασιν ὄψεως ἀναφέρει πάντα, μηδενὶ διαφέρειν λέγων, ἢ τὴν ὄψιν ἀνακλᾶσθαι νομίζειν, ἢ τὰς ἀπὸ τῶν ὁρωμένων ἀλλοιώσεις τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὁμοιότατον κατά γε τοῦτο σοφιζόμενος Ἀσκληπιάδῃ τῷ τῆς ὁλκῆς ἀντὶ τοῦ τῆς φορᾶς ὀνόματι χρωμένῳ· τὸ γὰρ ἀπίθανον τῆς φορᾶς ὑπειδόμενος ἐπετόλμησε τῇ μεταθέσει τῆς προσηγορίας. οὕτως οὖν καὶ ὁ Ἀριστοτέλης, ἐπειδὴ σαφῶς ἠπίστατο τὰ κατὰ μέρος ἀπιθάνους ἐρεῖν τὰς ὀπτικὰς αἰτίας, εἰ φυλάττοι τὴν ἑαυτοῦ δόξαν, ἐπὶ τὴν ἀλλοτρίαν ἀφίκετο, μηδὲν διαφέρειν λέγων, ὁποτέρως ἂν ἑρμηνεύῃ. καίτοι δικαιότατ’ εἴποι πρὸς αὐτὸν ἄν τις· Εἰ μηδὲν διαφέρει λέγειν οὕτως ἢ ἐκείνως, τί καταλιπὼν τὴν ἀληθῆ τε
641
καὶ σὴν δόξαν ἀλλοτρίᾳ χρῇ ψευδεῖ; εἰς γὰρ τοὐναντίον σοι περιτραπήσεται τὸ σόφισμα, μηδεμίαν αἰτίαν εἰπόντι τῆς ἀλόγου τῶν δογμάτων μεταλλαγῆς, ὥστε ὑποπτευθήσῃ μᾶλλον ἢ πιστευθήσῃ. καὶ μὴν εἰ, διότι πιθανώτερόν σοι τὸ λέγειν ἐστὶν, διὰ τοῦτο φαίης προσχρῆσθαι δόγμασιν ἀλλοτρίοις, ἐρωτηθήσεται πάλιν αὐτοῦ τοῦ πιθανοῦ τὴν αἰτίαν. εἰ γὰρ ἡ ψευδὴς δόξα τὰς κατὰ μέρος ἁπάσας αἰτίας πιθανωτέρας ἔχει τῆς ἀληθοῦς, ἀπιστηθήσεται πάντ’ αὐτοῦ τὰ τῶν προβλημάτων βιβλία. τὸ μὲν οὖν διὰ μέσου τοῦ ἀέρος ὁρᾷν ἡμᾶς ἐναργές ἐστι καὶ πᾶσιν ὁμολογούμενον, ἡ ζήτησις δὲ ἐπὶ τῷδε γίγνεται, πότερον ὡς δι’ ὁδοῦ τινος μέσης ἀπὸ τῶν ὁρωμένων ἀφικνεῖταί τι πρὸς ἡμᾶς, ἢ τοιοῦτον ὄργανον ὁ ἀήρ ἐστιν ἡμῖν εἰς τὴν τῶν ὁρατῶν διάγνωσιν, οἷόν περ τὸ νεῦρον εἰς τὴν τῶν ἁπτῶν. οἴονται μὲν οὖν οἱ πλεῖστοι, καὶ διὰ τοῦ νεύρου τὴν ἀπὸ τῶν προσπιπτόντων ἀλλοίωσιν ἀναδιδομένην ἐπὶ τὸ τῆς ψυχῆς ἡγεμονικὸν εἰς διάγνωσιν ἄγειν ἡμᾶς αὐτῶν, οὐκ ἐννοοῦντες, ὡς οὐκ ἂν ἡ τῆς ὀδύνης αἴσθησις ἐγίγνετο κατὰ τὸ τεμνόμενον
642
ἢ θλώμενον ἢ καιόμενον μόριον, εἰ μὴ καὶ τῆς αἰσθήσεως ἡ δύναμις ἦν ἐν αὐτοῖς. ἔχει δ’ ἐναντίως ἢ δοξάζουσιν ἐκεῖνοι τὸ ἀληθές. αὐτό τε γὰρ τὸ νεῦρον ἐγκεφάλου μέρος ἐστὶν, οἷόν περ ἀκρέμων ἢ βλάστημα δένδρου, τό τε μέρος, εἰς ὃ ἐμφύεται, τὴν δύναμιν αὐτοῦ δεχόμενον εἰς ὅλον ἑαυτῷ διαγνωστικὸν γίνεται τῶν ψαυόντων αὐτοῦ. παραπλήσιον οὖν τι κᾀπὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γίγνεται. πεφωτισμένος γὰρ ὑφ’ ἡλίου τοιοῦτόν ἐστιν ἤδη τὸ τῆς ὄψεως ὄργανον, οἷον τὸ παραγιγνόμενον ἐξ ἐγκεφάλου πνεῦμα· πρὶν φωτισθῆναι δὲ κατὰ τὴν ὑπὸ τοῦ πνεύματος εἰς αὐτὸν ἐκ τῆς βολῆς ἐναποτελουμένην ἀλλοίωσιν ὁμοιοπαθὲς ὄργανον οὐ γίγνεται. μὴ τοίνυν ὡς διὰ βακτηρίας τοῦ πέριξ ἀέρος ὁρᾷν ἡμᾶς οἱ Στωϊκοὶ λεγέτωσαν. ἡ γὰρ τοιαύτη διάγνωσις ἀντιβαινόντων ἐστὶ σωμάτων κατὰ συλλογισμὸν, ἔτι δὲ μᾶλλον οὐ πιλητοῦ αἰσθητικὴ ἡ τοῦ ὄμματος αἴσθησις ἡμῖν ἐστιν, οὔτε τῆς σκληρότητος, ἢ μαλακότητος, ἀλλὰ χρόας, καὶ μεγέθους, καὶ θέσεως, ὧν οὐδὲν ἡ βακτηρία διαγνῶναι δύναται. πολὺ τοίνυν ἄμεινον, ὃ ἐν
643
ἐσφαλμένοις Ἐπίκουρος ἀπεφῄνατο τῶν Στωϊκῶν. ἐκεῖνοι μὲν γὰρ τῶν ὁρατῶν οὐδὲν ἄγουσιν ἄχρι τῆς ὀπτικῆς δυνάμεως· ὁ δ’ Ἐπίκουρος, καὶ πολύ γε τούτου κρεῖττον Ἀριστοτέλης, οὐκ εἴδωλον σωματικὸν, ἀλλὰ ποιότητα δι’ ἀλλοιώσεως τοῦ πέριξ ἀέρος ἀπὸ τῶν ὁρατῶν ἄγων ἄχρι τῆς ὄψεως. εὐλαβήθη γὰρ ὅλως αἰσθητικὸν ποιῆσαι τὸν πέριξ ἀέρα, καίτοι τήν γε σάρκα σαφῶς ὁρῶν αἰσθητικὴν γιγνομένην ἐκ τῆς ἀφικνουμένης εἰς αὐτὴν ἀπὸ τῆς ἀρχῆς δυνάμεως. τί δὲ χαλεπόν ἐστι τὴν ἡλιακὴν αὐγὴν αἰσθητικὴν ὑποθέσθαι, οἷον μάλιστα τὸ κατὰ τοὺς ὀφθαλμοὺς πνεῦμα τὸ παραγόμενον ἐξ ἐγκεφάλου προδήλως ὁρᾶται; καὶ γὰρ φωτοειδές ἐστιν. εἰ δὲ καὶ περὶ ψυχῆς οὐσίας ἀποφῄνασθαι χρὴ, δυοῖν θάτερον ἀναγκαῖον εἰπεῖν, ἤγουν εἶναι τὸ οἷον αὐγοειδές τε καὶ αἰθερῶδες σῶμα λεκτέον αὐτὴν, εἰς ὃ, κᾂν μὴ βούλωνται, κατ’ ἀκολουθίαν ἀφικνοῦνται Στωϊκοί τε καὶ Ἀριστοτέλης, ἢ αὐτὴν μὲν ἀσώματον ὑπάρχειν οὐσίαν, ὄχημά τε τὸ πρῶτον αὐτῆς εἶναι τουτὶ τὸ σῶμα, δι’ οὗ μέσου τὴν πρὸς τἄλλα σώματα κοινωνίαν λαμβάνει. τοῦτο
644
μὲν οὖν αὐτὸ δι’ ὅλου λεκτέον ἡμῖν ἐκτετάσθαι τοῦ ἐγκεφάλου, τῇ δέ γε πρὸς αὐτὸ κοινωνίᾳ τὸ κατὰ τὰς ὄψεις αὐτῶν πνεῦμα φωτοειδὲς γίγνεσθαι.

Περὶ μὲν |οὖν τῆς Ἀριστοτέλους τε καὶ τῶν Στωϊκῶν δόξης ὀλίγον ἀναβάλλομαι, τὸ δὲ τὴν αἴσθησιν τῶν αἰσθητῶν γίγνεσθαι δι’ ἀλλοιώσεώς τε καὶ διαγνώσεως ἐξ ὧν εἶπον δῆλον. ἀλλοιοῦται μὲν οὖν τὸ τῆς αἰσθήσεως ὄργανον, ἡ διάγνωσις δ’ αὐτοῦ τῆς ἀλλοιώσεως γίγνεται ἐκ μιᾶς δυνάμεως κοινῆς πάντων τῶν αἰσθητηρίων ἐκ τῆς ἀρχῆς ἐπιῤῥεούσης. τὴν δὲ ἀρχὴν αὐτῶν εἴτε κοινὴν αἴσθησιν, εἴτε πρῶτον αἰσθητικὸν ἐθέλοις ὀνομάζειν, οὐ διοίσει. καὶ ταύτην ἔδειξεν ὁ πρόσθεν λόγος ἐγκέφαλον οὖσαν, ἀφ’ οὗ πάντα τὰ μόρια αἴσθησίν τε καὶ κίνησιν ἔχει, καθηκόντων ἑτέρων μὲν νεύρων εἰς τὰ τῶν αἰσθήσεων ὄργανα διαγνώσεως ἕνεκα τῶν αἰσθητῶν, ἑτέρων δὲ τῶν κινούντων αὐτὰ, τά γε κινεῖσθαι δεόμενα, καθάπερ ὀφθαλμούς τε καὶ γλῶτταν καὶ ὦτα. καὶ γὰρ οὖν καὶ ταῦτα τοῖς πλείστοις τῶν ζώων κινεῖται, μυῶν τῶν ἐν τῇ κεφαλῇ περιλαμβανόντων

645
αὐτὰ, δι’ ὧν αἱ καθ’ ὁρμὴν ἅπασαι κινήσεις τοῖς ζώοις εἰσίν. ἐξ ὧν ἁπάντων μαρτυρεῖται, προσηκόντως εἰρῆσθαι, τὸν ἐγκέφαλον ἀρχὴν εἶναι τοῦτο μὲν αἰσθήσεως ἁπάσης τοῖς ζώοις, τοῦτο δὲ τῆς καθ’ ὁρμὴν κινήσεως. εἰ δέ γε μὴ διὰ ταῦτα, τίνος ἕνεκα ἄλλου γέγονεν; ἢ διότι τὰς μήνιγγας ἔξωθεν αὐτῷ περιέτεινεν ἡ φύσις, εἴ περ ἐν ἐκείναις μέν ἐστιν ἡ τῆς ψυχῆς ἀρχὴ, μάτην ἐγκέφαλος ἐγένετο; διὰ τί δ’ ἑκάστη τῶν κοιλιῶν αὐτοῦ τιτρωσκομένη κίνδυνον ὀξύτατον ἐπιφέρει; διὰ τί δ’ ἀπ’ αὐτοῦ πάντα πέφυκε τὰ νεῦρα καὶ ὁ νωτιαῖος μυελός; ὃς ὅτι μὲν ἀποβλάστημα τῆς κατὰ τὸν ἐγκέφαλον οὐσίας ἐστὶν, ἐναργῶς φαίνεται διὰ τῶν ἀνατομῶν, ὡς μηδὲ τοὺς μαγείρους ἀγνοεῖν. ὁποίαν δέ τινα τὴν δύναμιν ἔχει, μάθοις ἂν ῥᾳδίως, εἰ πρότερον μὲν ἐπὶ τὴν ἀνατομὴν ἀφικόμενος ἴδοις ἀπ’ αὐτοῦ νεῦρα φυόμενα τὸν ἀριθμὸν ἑξήκοντά που, καταμάθοις δ’ ἑκάστου τὴν χρείαν, ἐνδειξαμένης τῆς κατασκευῆς αὐτῶν ἅμα τοῖς γιγνομένοις πάθεσιν ἐπὶ ταῖς τομαῖς. ἡ μέν γε κατασκευὴ παραπλησία τοῖς ἀπ’ ἐγκεφάλου φυομένοις, τῆς μὲν οἷον ἐντεριώνης
646
ἑκάστου τῶν νεύρων ἀπ’ αὐτοῦ τοῦ νωτιαίου βλαστανούσης, ἐν κύκλῳ δ’ αὐτὸ τῶν μηνίγγων περιλαμβανουσῶν. ἔχει γὰρ δὴ καὶ ὁ νωτιαῖος ὁμοίως ἐγκεφάλῳ τὰς μήνιγγας ἕνεκα τῆς αὐτῆς χρείας, ἃς εἰ καὶ περιέλοις ἑκάστου τῶν ἀποφυομένων νεύρων, οὐδὲν βλάπτεται τὸ μέλος, εἰς ὃ τὸ νεῦρον ἐμφύεται, μαρτυροῦντος καὶ τοῦδε τοῦ φαινομένου, σκεπάσματα μὲν εἶναι τὰς μήνιγγας ἐγκεφάλου τε καὶ νωτιαίου, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ κινήσεως δύναμιν ἐν τοῖς ὑπ’ αὐτῶν περιεχομένοις ὑπάρχειν. ὅταν οὖν διατέμῃς τὴν ἐντεριώνην τοῦ νεύρου, παραχρῆμα τὸ μέλος, εἰς ὃ τὸ νεῦρον ἀφικνεῖται, φαίνεται παντάπασιν ἀναίσθητόν τε καὶ ἀκίνητον. ὅτι δὲ καὶ ὁ νωτιαῖος αὐτὸς ἀπ’ ἐγκεφάλου τὴν ἀρχὴν ἔχει τῶν δυνάμεων, εὔδηλον ἐκ τοῦ, διατμηθέντος αὐτοῦ καθ’ ὁτιοῦν μέρος, ὅσον μὲν ἀνωτέρω τῆς τομῆς ἐστιν, ὑγιὲς διαφυλάττεσθαι, τοῦ κατωτέρω δὲ τὴν αἴσθησιν ἀπόλλυσθαι παραχρῆμα καὶ τὴν κίνησιν, ἁπάντων τῶν ἀπ’ αὐτοῦ λαμβανόντων τὰ νεῦρα μυῶν ἀναισθήτων τε καὶ ἀκινήτων γιγνομένων. Ἐρασίστρατος μὲν οὖν, εἰ καὶ μὴ πρόσθεν,
647
ἀλλ’ ἐπὶ γήρως γε τὴν ἀληθῆ τῶν νεύρων ἀρχὴν κατενόησεν. Ἀριστοτέλης δὲ, μέχρι παντὸς ἀγνοήσας, εἰκότως ἀπορεῖ χρείαν εἰπεῖν ἐγκεφάλου. τίνα δ’ ἐστὶν, ἃ λέγει, καὶ ὅπως ἐξελέγχεται, μαθεῖν ἔνεστί σοι τὸ περὶ χρείας μορίων ὄγδοον ὑπόμνημα τῆς ἡμετέρας πραγματείας ἀναγνόντι, καθάπερ γε καὶ ὅτι τούτων ἁπάντων τῶν δογμάτων ὧν διῆλθον Ἱπποκράτης ἐστὶν ἡγεμὼν, ἐν ἄλλοις τέ τισι κᾀν τοῖς περὶ Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασι δέδεικται. διὸ καὶ νῦν οὐ γέγραφα τὰς ῥήσεις, ὥσπερ τὰς Πλάτωνος, ὅπως μὴ δὶς ὑπὲρ τῶν αὐτῶν λέγοιμι. τῶν Πλάτωνος δὲ κατ’ ἄλλην οὐδεμίαν μεμνημονευκὼς πραγματείαν, εἰκότως ἐν τῇδε παρεθέμην.

648

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπισκέψασθαι προθέμενοι, πρῶτον μὲν ἐδιδάξαμεν, ἀναγκαιότατον ὑπάρχειν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ, εἴτε πλείους εἰσὶ δυνάμεις αἱ διοικοῦσαι τὸν ἄνθρωπον, εἴτε μία, βεβαίως ἐξευρεῖν· ἐφεξῆς δ’ ἐπὶ τὴν ζήτησιν αὐτῶν τραπόμενοι κατὰ τὸν ἀποδεικτικὸν νόμον, ἔννοιαν ὁμολογουμένην ἔφαμεν εἶναι τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ τὸ κατάρχον

649
αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν, οὐδὲν ὡς πρὸς τὰ παρόντα διαφέροντος, ἢ κατὰ προαίρεσιν, ἢ καθ’ ὁρμὴν εἰπεῖν. εὔδηλον δὲ, ὅτι ἕτεραι μέν εἰσιν αἱ κινήσεις ἐκτεινόντων τε καὶ συστελλόντων τὰ κῶλα, βαδιζόντων τε καὶ τρεχόντων, ἑστώτων τε καὶ καθημένων, ὅσα τ’ ἄλλα τοιαῦτα πραττόντων, ἕτεραι δ’ αἱ κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας, οὐ κατὰ τὴν ἡμετέραν προαίρεσιν ἀποτελούμεναι, καθάπερ καὶ τρίτον ἄλλο γένος κινήσεων, αἱ περὶ τὴν τῆς τροφῆς οἰκονομίαν. ἀλλ’ ἀπό γε τῶν προαιρετικῶν ἀρξάμενοι, καθ’ ἃς καὶ τὸ καλούμενον ἰδίως ἡγεμονικόν ἐστι τῆς ψυχῆς, ἕνα λόγον ἐδείκνυμεν ἠρωτῆσθαι μόνον ἐπιστημονικῶς, ἀπ’ αὐτοῦ τοῦ ζητουμένου τῆς οὐσίας ἔχοντα τὰς προτάσεις, ὄντα τοιοῦτον· ὅπου τῶν νεύρων ἡ ἀρχὴ, ἐνταῦθα καὶ τὸ τῆς ψυχῆς ἡγεμονικόν. αὕτη μὲν ἡ τοῦ λόγου κυριωτάτη πρότασις ὡμολογημένη πᾶσιν ἰατροῖς τε καὶ φιλοσόφοις. ἡ δ’ οἷον πρόσληψις αὐτῆς ἀληθὴς μὲν, ἡ ἀρχὴ τῶν νεύρων ἐν τῷ ἐγκεφάλῳ, ψευδὴς δὲ, ἡ ἀρχὴ τῶν νεύρων ἐν τῇ καρδίᾳ, γράφειν μὲν ταύτην τὴν πρότασιν
650
ἢ καὶ λέγειν τοῖς ἀπείροις ἀνατομῆς δυναμένου τινὸς, οὐ μὴν δεῖξαί γε δυναμένου. πάντα γὰρ ἐν τοῖς ζώοις τὰ μόρια νεύρων μετέχει, τὰ μὲν ἄντικρυς ἐξ ἐγκεφάλου παραγιγνομένων εἰς αὐτὰ, τὰ δὲ διὰ μέσου τοῦ νωτιαίου. πρῶτοι οὖν μακρολογίας αἴτιοι κατέστησαν οἱ καταψευσάμενοι τῶν φαινομένων, οὐχ Ἱπποκράτης, ἢ Ἐρασίστρατος, ἢ Εὔδημος, ἢ Ἡρόφιλος, ἢ Μαρῖνος, οἱ μετὰ τοὺς παλαιοὺς ἐν τῷ μεταξὺ χρόνῳ τὴν ἀνατομικὴν θεωρίαν ἠμελημένην ἀνακτησάμενοι· ὡς, εἴ γε τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς εἶπον, οὐκ ἂν ἐμακρολογοῦμεν, δι’ ἀποδείξεως μιᾶς εὑρημένου τοῦ ζητουμένου. μακροτέρων οὖν λόγων ἐδεήθημεν εὐθὺς ἐν τῷ πρώτῳ βιβλίῳ διὰ τοὺς, ἃ μηδ’ ὅλως εἶδον, ὡς ἀκριβῶς ἰδόντας ἐπιχειρήσαντας γράφειν, ἠναγκάσθημέν τε καὶ νεύρων καὶ ἀρτηριῶν ἀνατομὴν ἐπὶ κεφαλαίων ἐν αὐτῷ διελθεῖν. ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τῶν ἠρωτημένων λόγων περὶ ψυχῆς ἡγεμονικοῦ τοὺς πιθανωτάτους ἀπεδείξαμεν, οὐ κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ὑπ’ αὐτῶν συντεθέντας,
651
ἀλλὰ τοὺς μὲν ἐγγὺς αὐτῶν, οὓς διαλεκτικοὺς ἔθος ἐστὶν Ἀριστοτέλει καλεῖν, ἐνίους δὲ ποῤῥώτερον, οὓς διαιροῦμεν εἴς τε τοὺς ῥητορικοὺς καὶ τοὺς σοφιστικούς. ἔπραξα δὲ τοῦτο καὶ τοῦ ὑποκειμένου μὲν ἕνεκεν αὐτοῦ, καὶ διὰ τοὺς ἑταίρους δὲ βουλομένους ἐκ παραλλήλου τῶν λόγων ἔχειν τὰς διαφορὰς ἐφ’ ἑνὸς προβλήματος, ἐσομένης τῆς γυμνασίας ταύτης εἰς πολλὰ χρησίμης. ἐπεὶ δὲ καὶ τοιοῦτόν τινα λόγον ὁ Χρύσιππος ἔγραψεν· ἔνθα τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ ἡγεμονικόν· τὰ δὲ πάθη τῆς ψυχῆς ἐν καρδίᾳ· ἐν ταύτῃ ἄρα καὶ τὸ ἡγεμονικόν· ἐδείκνυον αὐτὸ τὸ ζητούμενον αὐτὸν ἐν τῷ κυριωτάτῳ λήμματι λαμβάνοντα. Πλάτωνος γὰρ εἰρηκότος, ἐν μὲν τῇ κεφαλῇ τὸ λογιστικὸν ὑπάρχειν, ἐν δὲ τῇ καρδίᾳ τὸ θυμοειδὲς, ἐν ἥπατι δὲ τὸ ἐπιθυμητικὸν, ἐχρῆν αὐτὸν ἐλέγξαι πρότερον, ὅσα κατασκευάζων ἑαυτοῦ τὸ δόγμα διῆλθεν ὁ Πλάτων, οὐχ ἁπλῶς ἀποφῃνάμενον ἀξιοπιστοτέραν| ἡγεῖσθαι τὴν ἰδίαν ἀπόφασιν τῶν ὑπὸ Πλάτωνος εἰρημένων λόγων. ἐδείκνυον δὲ καὶ ὡς
652
οὐδ’ ἐπεχείρησέ που τῶν ἑαυτοῦ συγγραμμάτων ὁ Χρύσιππος ἀντειπεῖν τοῖς τοῦ Πλάτωνος λόγοις. ἅπαντες μὲν οὖν ὅσοι μηδέπω φιλοσοφίας ἦσαν ἡμμένοι γεωμέτραι, καὶ ἀριθμητικοὶ, καὶ λογιστικοὶ, καὶ ἀστρονόμοι, καὶ ἀρχιτέκτονες, ἔτι τε μουσικοὶ, καὶ γνωμονικοὶ, καὶ ῥητορικοὶ, καὶ γραμματικοὶ, καὶ ὅλως εἴ τις ἐν τέχνῃ λογικῇ γεγύμναστο, πίστιν βεβαίαν ἔσχον, ἐξηλέγχθαι μὲν τοὺς τῶν ἄλλων λόγους, ὅσους ἐγεγράφεσαν ὑπὲρ ἡγεμονικοῦ ψυχῆς, ἀληθεῖς δ’ εἶναι τοὺς Ἱπποκράτους καὶ Πλάτωνος. ἐπεὶ δὲ τὰ τοῦ Χρυσίππου βιβλία περὶ παθῶν γεγραμμένα, καὶ οἱ ἀπ’ ἐκείνου, ὡς ἐν ἐκείνοις ἀπέδειξεν ὁ ἀνὴρ, ἐν τῷ λογιστικῷ τῆς ψυχῆς εἶναι τὰ πάθη, τοὺς θυμοὺς, καὶ τοὺς φόβους, καὶ τὰς λύπας, ὅσα τ’ ἄλλα τοιαῦτα, δι’ ἐκείνους ἠναγκάσθην ἐπιδεικνύναι μὴ μόνον ψευδῶς εἰρηκότα πολλὰ κατὰ τὰ περὶ τῶν παθῶν βιβλία τὸν Χρύσιππον, ἀλλὰ καὶ μαχόμενα αὐτῷ. καὶ κατὰ τοῦτο προσέθηκα τοῖς πρώτοις δύο βιβλίοις ἕτερα τρία, δείξας εὐθέως ἐν αὐτοῖς, ὅτι καὶ Ποσειδώνιος ὁ ἐπιστημονικώτατος τῶν Στωϊκῶν διὰ τὸ γεγυμνάσθαι κατὰ γεωμετρίαν ἀπέστη τε τοῦ Χρυσίππου καὶ δείκνυσιν ἐν τῇ
653
περὶ παθῶν πραγματείᾳ διοικουμένους ἡμᾶς ὑπὸ τριῶν δυνάμεων, ἐπιθυμητικῆς τε καὶ θυμοειδοῦς καὶ λογιστικῆς. τῆς δ’ αὐτῆς δόξης. ὁ Ποσειδώνιος ἔδειξεν εἶναι καὶ τὸν Κλεάνθην. καὶ μέντοι καὶ τὸν περὶ τῶν ἀρετῶν λόγον ἐπὶ ταύταις ταῖς ἀρχαῖς ὀρθῶς φησι περαίνεσθαι, καὶ δείκνυσιν αὐτὸ τοῦτο διὰ μεγάλης πραγματείας ἰδίᾳ γεγραμμένης αὐτῷ. ὥστ’ οὐκ ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἀλλ’ οἱ προπετῶς ἐπαινοῦντες τὰ γεγραμμένα Χρυσίππῳ περί τε τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ καὶ |περὶ παθῶν, ἃ πάντ’ ἐγνώκειν ἐγὼ παρελθεῖν ἐάσας ἀνέλεγκτα. θεοὺς δ’ ἅπαντας ἐπικαλοῦμαι μάρτυρας, ὡς τοὺς ἀναισχύντους τῶν λόγων ἐλέγχους αὐτὸς αἰδοῦμαι, βέλτιον εἶναι νομίζων ἀγνοεῖσθαι τοῖς πολλοῖς αὐτοὺς, ὅπως μὴ βλάπτοιντο θεώμενοι φιλοσόφους ἄνδρας, ἃ μηδέποτ’ εἶδον, ὡς ἰδόντας γράφοντας· ἧττον γὰρ αἰδοῦνται καὶ αὐτοὶ φωραθῆναι ψευδόμενοι. αἰδεσθῆναι δ’ ἔστι καὶ οἳ μὴ γινώσκουσιν, ἐν φιλοσοφίᾳ γεγηρακότες ἄνδρες, ὡς εἷς μόνος οὗτος ἠρώτηται λόγος ἀποδεικτικῷ νόμῳ περὶ ψυχῆς ἡγεμονικοῦ, καθ’
654
ὃν ἡ μὲν ἀληθὴς πρόσληψίς ἐστιν, ἐγκέφαλον εἶναι τῶν νεύρων ἀρχὴν, ἡ ψευδὴς δὲ, τὴν καρδίαν. ὥστε οὐ μόνον ἐν πέντε βιβλίοις οὐκ ἦν ἀνάγκη γραφῆναι τὸν περὶ ψυχῆς ἡγεμονικοῦ λόγον, ἀλλ’ οὐδὲ δι’ ἑνὸς ὅλου πρός γε τοὺς μεμαθηκότας, ὁποῖόν τι πρᾶγμά ἐστιν ἀπόδειξις ἐπιστημονικὴ, προσήκουσα μὲν, ὡς ἐγώ φημι, φιλοσόφοις μᾶλλον, ἢ γεωμέτραις, ἀριθμητικοῖς τε καὶ λογιστικοῖς, ἀστρονόμοις τε καὶ ἀρχιτέκτοσιν, οὐ μὴν ἠσκημένοις γ’ αὐτοῖς, ὥσπερ ἐκείνοις. διὰ τοῦτ’ οὖν Εὐκλείδης μὲν ἑνὶ θεωρήματι τῷ πρώτῳ κατὰ τὸ τῶν φαινομένων βιβλίον ἐπέδειξε δι’ ὀλιγίστων ἐπῶν, τὴν γῆν μέσην εἶναι τοῦ κόσμου, καὶ σημείου καὶ κέντρου λόγον ἔχειν πρὸς αὐτὸν, ἣν οἱ μαθόντες οὕτω πιστεύουσι τῷ συμπεράσματι τῆς ἀποδείξεως, ὡς καὶ τὸ τὰ δὶς δύο τέτταρα εἶναι. τῶν φιλοσόφων δ’ ἔνιοι τοιαῦτα ληροῦσι περὶ μεγέθους τε καὶ θέσεως γῆς, ὡς αἰδεσθῆναί τινα περὶ τοῦ παντὸς ἐπιτηδεύματος. ὅπου γὰρ οἱ μὲν ἀεὶ παρακελευόμενοι μηδὲν μήτε πράττειν μήτε λέγειν προπετῶς ἔργῳ φαίνονται τοιοῦτοι, τῶν δ’ εἰρημένων ἄνωθεν
655
ἀντιτεχνιτῶν οὐδεὶς μὲν ἑαυτὸν νομίζει σοφὸν, ὡς ἐκεῖνοι, ταῖς δ’ ἀποδείξεσι προσηκόντως χρῶνται, μηδαμόθεν μαχόμενοι, μηδὲ διαφωνοῦντες ἀλλήλοις, μηδὲ ἀναισχύντως ἀποφαινόμενοι περὶ ὧν οὐκ ἴσασι, πῶς οὐκ ἄν τις αἰδεσθείη περὶ παντὸς τοῦ τῆς φιλοσοφίας ἐπιτηδεύματος; οὕτως γοῦν ὁ ἀληθὴς λόγος ἐστὶ βραχὺς, ὡς ἐγὼ δείξω σοι δι’ ὀλίγων συλλαβῶν περαινόμενον αὐτὸν ὄντα τοιοῦτον· ἔνθα τῶν νεύρων ἡ ἀρχὴ, ἐνταῦθα τὸ ἡγεμονικόν· ἡ δ’ ἀρχὴ τῶν νεύρων ἐν ἐγκεφάλῳ ἐστίν· ἐνταῦθα ἄρα τὸ ἡγεμονικόν. εἷς μὲν οὗτος ὁ λόγος ἐννέα καὶ τριάκοντα συλλαβῶν, ὅπερ ἐστὶ δυοῖν καὶ ἡμίσεως ἐπῶν ἑξαμέτρων. ἕτερος δ’ ἐστὶν πέντε τῶν πάντων ἐπῶν· ἔνθα τὰ πάθη τῆς ψυχῆς ἐπιφανέστερον κινεῖ τὰ μόρια τοῦ σώματος, ἐνταῦθα τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν· ἀλλὰ μὴν ἡ καρδία φαίνεται μεγάλην ἐξαλλαγὴν ἴσχουσα τῆς κινήσεως ἐν θυμοῖς καὶ φόβοις· ἐν ταύτῃ ἄρα τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν. εἰ δὲ συνθείης ὡδὶ τούτους τοὺς δύο λόγους, οὐ πλείονες τῶν ὀκτὼ ἑξαμέτρων τὸ συγκείμενον ἐξ αὐτῶν πλῆθος ἔσται. τίνες οὖν
656
αἴτιοι τοῦ πέντε βιβλία γραφῆναι περὶ τούτων, ἃ διὰ ὀκτὼ στίχων ἡρωϊκῶν ἐπιστημονικὴν ἀπόδειξιν εἶχεν; οὐχ ἡμεῖς δήπουθεν, ἀλλ’ οἱ μὴ βουλόμενοι γραμμικαῖς χρῆσθαι ἀποδείξεσι φιλόσοφοι, περὶ ὧν ἔφην αἰδεῖσθαι. τίνες δὲ αἴτιοι τοῦ καὶ τὸ ἕκτον βιβλίον ἐπ’ αὐτοῖς γραφῆναι περὶ τῆς τρίτης ἀρχῆς, μακροτέρου μὲν λόγου δεομένης, οὐ μὴν ὥσθ’ ὅλον ἓν πληρωθῆναι βιβλίον; οἱ μὴ γεγυμνασμένοι γραμμικῶν ἀποδείξεων ἀκούειν, ἐπεί τοι καὶ τούτου τοῦ σκέμματος ἐν ὀλίγοις κεφαλαίοις ἐστὶν ἡ ἀπόδειξις. ἐδείχθη γὰρ ἔν τε τοῖς φυτοῖς τὰ παχύτατα μέρη τῆς ἀρχῆς αὐτῶν ἐκφυόμενα, καὶ τῶν προδεδειγμένων δυοῖν ἀρχῶν, τῆς τῶν νεύρων καὶ τῶν ἀρτηριῶν, τὰ μὲν οἷον στελέχη πρὸς ταῖς ἀρχαῖς εἶναι, τὰ δὲ ἀνάλογον κλάδοις ἐν τῷ προϊέναι τὰ στελέχη γεννώμενα. τοῦτο μὲν ἓν λῆμμα δι’ ἐναργῶν ἀποδείξεων ἐδείχθη· δεύτερον δὲ ἐπ’ αὐτῷ, τῆς φυτικῆς ἐν ἡμῖν δυνάμεως, ἣν κοινὴν ἔχομεν πρὸς τὰ φυτὰ, τὰς φλέβας ὑπάρχειν ὄργανα, καθηκουσῶν μὲν εἴς τε τὴν γαστέρα καὶ τὰ ἔντερα λεπτῶν φλεβῶν, ὥσπερ εἰς τὴν γῆν αἱ ῥίζαι τῶν
657
δένδρων, ἁπασῶν δὲ ἀπὸ μιᾶς φλεβὸς πεφυκυιῶν, τῆς ἐπὶ πύλαις ἥπατος, αὖθις δὲ ἐκ τοῦ ἥπατος ἐκφυομένης μεγίστης φλεβὸς, ἣν κοίλην ὀνομάζουσιν, ἧς ὥσπερ κλάδοι τινὲς σχίζονται φλέβες ἄλλαι πάντη τοῦ σώματος φερόμεναι. ἐξ ὧν ἐπεραίνετο ἡ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπαρ ὑπάρχειν, ᾧ πάλιν εἵπετο, καὶ τῆς κοινῆς πρὸς τὰ φυτὰ δυνάμεως ἀρχὴν εἶναι τοῦτο τὸ σπλάγχνον, ἥντινα δύναμιν ὁ Πλάτων ἐπιθυμητικὴν ὀνομάζει. αὕτη μὲν ἀπόδειξις μία τοῦ τὸ ἧπαρ ἀρχὴν εἶναι τῆς ἐπιθυμητικῆς δυνάμεως καὶ τῶν φλεβῶν· ἑτέρα δ’ ἐκ τοῦ μηδὲν ἄλλο μόριον εὑρίσκεσθαι κατὰ τό ζῶον, ᾧ συμφυεῖς εἰσιν αἱ φλέβες ἅπασαι, λαμβανομένη. τὴν γὰρ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκφυομένην φλέβα τὴν κοίλην ἔνιοί φασι τῆς δεξιᾶς ἐν τῇ καρδίᾳ κοιλίας ἐκπεφυκέναι. εἴπερ οὖν ἀπ’ ἐκείνης ἀνάλογον κλάδοις αἱ κατὰ τὸ σῶμα πᾶν ἀποσχίζονται φλέβες, εἴη ἂν ἁπασῶν αὐτῶν ἀρχὴ ἡ καρδία. ἀλλ’ αἵ γ’ ἐκ τῶν σιμῶν τοῦ ἥπατος ἀνάλογον ῥίζαις εἰς τὴν γαστέρα, τήν τε νῆστιν καὶ τὸ λεπτὸν ἔντερον, καὶ τὸ τυφλὸν, καὶ τὸ κῶλον, εἴς τε τὸ ἀπευθυσμένον
658
ὀνομαζόμενον, καὶ τὸν σπλῆνα, καὶ τὸ ἐπίπλοον ἥκουσαι φλέβες οὐκ ἀπὸ ταύτης πεφύκασιν, ἀλλ’ ἔστιν ἑτέρα φλὲψ ἁπασῶν τούτων ἀρχὴ κατὰ τὰς πύλας τοῦ ἥπατος τεταγμένη. πῶς οὖν ἔτι ἀρχὴ τῶν φλεβῶν ἡ δεξιὰ τῆς καρδίας ἔσται κοιλία, μήτε τῶν εἰρημένων φλεβῶν, μήτε πρὸς αὐταῖς τῶν ἐν τοῖς σιμοῖς τοῦ ἥπατος συναπτομένων τῇ καρδίᾳ; ἧπαρ δὲ καὶ ταύταις ἁπάσαις συνῆπται ταῖς φλεψὶ καὶ ταῖς καθ’ ὅλον τὸ σῶμα διὰ τῆς ἐκ τῶν κυρτῶν αὐτοῦ μερῶν ἐκπεφυκυίας, ἣν οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν κοίλην ὀνομάζουσι διὰ τὸ μέγεθος, Ἱπποκράτης δὲ καὶ ὅσοι τὰ τούτου πρεσβεύουσιν, ἡπατῖτιν ἀπὸ τοῦ σπλάγχνου προσονομάζουσιν, ὅθεν ἐκπέφυκεν αὕτη. τοιγαροῦν ἤδη σοι δευτέρα περὶ ἥπατος ἀπόδειξις, ὡς ἁπασῶν ἐστι φλεβῶν ἀρχὴ, διὰ τοῦτο δὲ καὶ τῆς θρεπτικῆς δυνάμεως. ἄλλη δ’ ἐκ περιουσίας τρίτη τοιάδε τις. ἐὰν τὴν δεξιὰν τῆς καρδίας κοιλίαν ἀρχὴν ὑποθώμεθα τῆς κοίλης φλεβὸς, ἐναντίως ἔσται τῷ φαινομένῳ καὶ ἐν ταῖς τῶν ἰχθύων ἀνατομαῖς εὑρισκομένῳ. οὐδενὸς οὖν αὐτῶν ἡ καρδία δεξιὰν ἔχει κοιλίαν, ὅτι μηδὲ
659
πνεύμων ἐστὶ τοῖς ζώοις ἐκείνοις. διὰ τί δὲ γεννᾶταί τε καὶ συναπόλλυται πνεύμονι τῆς καρδίας ἡ δεξιὰ κοιλία, δέδεικταί μοι κατὰ τὴν περὶ χρείας μορίων πραγματείαν. ἐκ περιουσίας μὲν, ὡς ἔφην, οὐ σμικρὰ τῷ δόγματι πίστις ἐστὶ καὶ ἐκ τοῦ νῦν εἰρημένου λόγου. προσέρχεται δὲ καὶ ἄλλη τις ὁμοία τῇδε, τὴν εὐθύτητα τῆς κοίλης ἡμῶν ἐπισκεπτομένων. ὁρᾶται γὰρ ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος ἄχρι τῶν σφαγῶν ἅπαν μὲν αὐτῆς τὸ δεξιὸν μέρος εὐθείᾳ μιᾷ ἄκλαστον φυλάττον αὐτὴν, ἐκ δὲ τῶν ἀριστερῶν ἀπόφυσις εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας γιγνομένη, ἥντινα φλέβα νομίζουσιν ἔνιοι τὸ πρέμνον, ὡς ἂν εἴποι τις, εἶναι τῶν καθ’ ὅλον τὸ σῶμα φλεβῶν. εἰ δέ περ ἦν ἀληθὲς τοῦτο, πάντως ἂν ἐσχίζετο καὶ αὕτη μετὰ τὴν ἔκφυσιν ὡσαύτως τῇ μεγάλῃ ἀρτηρίᾳ, ἣν ὁμολογουμένως ἁπασῶν τῶν καθ’ ὅλον τὸ ζῶον ἀρτηριῶν ἀρχὴν οὖσαν ἰδεῖν ἔστι κατὰ τὸ πρῶτον ἐκφῦναι τῆς καρδίας δίχα σχιζομένην, ὅπως τῶν μερῶν αὐτῆς τὸ μὲν ἕτερον ἄνω, τὸ δὲ ἕτερον ἐνεχθείη κάτω τοῦ σώματος. ὥστε καὶ εἰ ἡ κοίλη φλὲψ τῆς καρδίας
660
ἐφύετο, πάντως ἂν καὶ αὕτη παραπλησίως τῇ ἀρτηρίᾳ δίχα σχισθεῖσα τῷ μὲν ἑτέρῳ μέρει πρὸς τὰς σφαγὰς ἀνηνέχθη, τῷ δὲ ἑτέρῳ κατηνέχθη πρὸς τὸ ἧπαρ· οὗ μὴ φαινομένου δῆλόν ἐστιν, οὐδὲ ἐκ τῆς καρδίας αὐτὴν ἄρχεσθαι. αὗται τέτταρες ἀποδείξεις εἰσὶν εἰρημέναι κατὰ τὸ τῆς προκειμένης πραγματείας ἕκτον γράμμα τοῖς εἰδόσι, τί ποτ’ ἐστὶν ἀπόδειξις, αὐτάρκως. εἴρηται δὲ καὶ ἄλλα τινὰ κατὰ τὸ βιβλίον εἰς πίστιν τοῦ δόγματος, οὐ μὴν ἐπιστημονικήν γε τὴν ἀπόδειξιν ἔχοντα, καθάπερ οἱ πρῶτοι δύο λόγοι. καὶ μέντοι καὶ ἀντιλογία τις εἴρηται πρὸς τοὺς ἑτέρως δοξάζοντας. ὥστε, ὅσον ἐπ’ ἐμοὶ, διὰ βραχυτάτων ἤδη τὸ προκείμενον ἀποδέδεικται, καὶ χρὴ τοῦ μήκους τῶν λόγων οὐχ ἡμῖν ἐλέγχουσιν, οὓς ἡμαρτημένους ἔγραψαν ἐκεῖνοι λόγους, ἀλλὰ τοῖς συνθεῖσιν αὐτοὺς μέμφεσθαι. τριῶν οὖν βιβλίων λογικῶν περὶ παθῶν γεγραμμένων Χρυσίππῳ, δυνάμενος ἀντειπεῖν, ἃ πρὸς αὐτὸν διηνέχθην διελέγχων, μηκύνειν, οὐχ ὑπέμεινα τοῦτο πρᾶξαι, καθάπερ οὐδ’ ὅσα
661
περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ἔγραψεν ἐν τέτταρσι βιβλίοις, ὑπὲρ ὧν αὐτῷ καὶ ὁ Ποσειδώνιος μέμφεται. ἀλλὰ καὶ περὶ τούτων ἐνδειξάμενος τοῖς ἀκούειν δυναμένοις ἐπιστημονικῶν ἀποδείξεων, ἀνεβαλόμην ἐπὶ σχολῆς αὖθις ἐπιδείξειν, ὅσα καὶ πρὸς αὐτὸν ἐναντιολογούμενος ἔγραψε, καὶ πρὸς τὴν τῶν ἐναργῶς φαινομένων ἀλήθειαν. ἐκείνη μὲν οὖν ἡ πραγματεία καθ’ ἑαυτὴν γέγραπται.

    Νῦν δὲ ποθοῦσιν ἔχειν ἤδη πολλοῖς τῶν φίλων τὰ κατάλοιπα τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐνταῦθα τρέψομαι, ἀρχὴν ἀπὸ τῶν φυσικῶν στοιχείων ποιησάμενος. ὀνομάζεται μὲν οὖν στοιχεῖον, ὅπερ ἂν ἐλάχιστον ᾖ μέρος ἐκείνου τοῦ πράγματος, οὗπερ ἂν ᾖ στοιχεῖον· ἐκ γὰρ τοῦ τῆς πρός τι κατηγορίας ἐστὶν ἡ στοιχεῖον φωνὴ, καθάπερ καὶ τοῦ μέρους. τό τε γὰρ στοιχεῖον τινός ἐστι στοιχεῖον, τό τε μέρος τινός ἐστι μέρος. ὥσπερ οὖν τῆς φωνῆς ἡμῶν, ᾗ χρώμεθα διαλεγόμενοι πρὸς ἀλλήλους, τέτταρα καὶ εἴκοσί ἐστι στοιχεῖα, κατὰ τὸν αὐτὸν τρόπον ἁπάντων τῶν γεννητῶν καὶ φθαρτῶν σωμάτων

    662
    ἐλάχιστα μόρια γῆ καὶ ἀήρ ἐστιν ὕδωρ τε καὶ πῦρ, ἐλαχίστου δὲ λεγομένου τοῦ μηκέτι τομὴν ἐγχωροῦντος. ἡ μὲν γὰρ κατὰ τὸ μέγεθος τομὴ τοιοῦτον οὐδὲν ἐλάχιστον ἔχει, μόνη δὲ ἡ κατ’ εἶδος ἵσταταί ποτε, καθάπερ ἐπὶ τῆς φωνῆς. οὔσης γάρ τινος συνθέτου τοιᾶσδε,

  1. Μῆνιν ἄειδε, θεὰ, Πηληϊάδεω Ἀχιλῆος,
  2. ὅλη μέν ἐστιν αὕτη, μέρη δὲ τὸ μῆνιν, καὶ τὸ ἄειδε, καὶ τὸ θεὰ, καὶ τὸ Πηληϊάδεω, καὶ τὸ Ἀχιλῆος. ἕκαστον δὲ τούτων πάλιν εἰς τὰς συλλαβὰς τέμνεται, καὶ τῶν συλλαβῶν αὖθις ἑκάστη διαίρεσιν εἰς τὰ στοιχεῖα λαμβάνει. τῆς γοῦν πρώτης συλλαβῆς τῆς μὴ συγκειμένης ἐκ δυοῖν στοιχείων, οὐδέτερον αὐτῶν εἰς ἄλλας ἑαυτοῦ φωνὰς ἐλάττους δύναται τμηθῆναι, καὶ διὰ τοῦτο τὴν μὴ φωνὴν ἐλαχίστην τε καὶ ἄτμητον εἷναί φαμεν, ὡς καὶ τὸν Δίωνα καλεῖν ἔθος ἐστὶ τοῖς φιλοσόφοις ἄτομον οὐσίαν. οὕτως δὲ καὶ λόγον βραχύτατον εἴρηκεν ὁ Πλάτων τὸν συγκείμενον ἐξ ὀνόματος καὶ ῥήματος, ὡς λόγον δηλονότι καλῶν βραχύτατον αὐτόν. ἕκαστον γὰρ τῶν κατ’ εἶδος

    663
    λεγομένων τε καὶ νοουμένων, ὅταν μηκέτι χωρῇ τομὴν εἰς εἴδη πλείω, τοῖς τοιούτοις ὀνόμασι προσαγορεύομεν, βραχύτατον, ἄτμητον, στοιχεῖον. περὶ μὲν οὖν τοῦ στοιχεῖον ὀνόματος ὅλον ἔχεις γεγραμμένον βιβλίον ἐν τῇ τῶν ἰατρικῶν ὀνομάτων πραγματείᾳ. περὶ δὲ τῆς κατὰ μέγεθος τομῆς τῶν σωμάτων ἐπιδέδεικται τοῖς γεωμετρικοῖς ἀνδράσιν, ὡς οὐδέποτε στῆναι δυναμένης, ἀλλ’ αἰεὶ τοῦ τεμνομένου μικρότερον ἑαυτοῦ τὸ μέγεθος ἔχοντος. ἀπολειπομένης δὲ μόνης τῆς κατ’ εἶδος τομῆς, ὡμολόγηται πάλιν αὖθις περὶ τῆς καθ’ ἕκαστον γένος τῶν ὄντων, ἄτομον εἶδος εἶναί τι τοιοῦτον, ὁποῖόν ἐστιν ἐν τοῖς φυσικοῖς σώμασι στοιχεῖον, ἡ γῆ καὶ τὸ ὕδωρ ὅ τε ἀὴρ καὶ τὸ πῦρ. ἀποδείξεις δὲ τούτων οὐ δέομαι γράφειν ἐνταῦθα, φθάσαντος γραφῆναι ὑπομνήματος ἑτέρωθι περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, ὃ σαφέστερον μὲν ἂν ἐγέγραπτο, καθάπερ καὶ ἄλλα πολλὰ, μὴ πρὸς μόνον ἀποβλέποντι τὸν λαμβάνοντά μου τὸ βιβλίον, ἀλλ’ ὡς καὶ τῶν ἀμαθεστέρων ἐκείνου μελλόντων
    664
    ὁμιλήσειν αὐτῷ. πολλῶν δ’ ἔχειν φθασάντων, οὐκ ἔτ’ ἔδοξέ μοι γράφειν ἄλλο, τῷ εἶναι ὀλίγους τινὰς ἐν αὐτῷ λόγους μακροτέρας ἐξεργασίας δεομένους, ὧν οὐχ ἥκιστα καὶ οὗτος αὐτὸς ὁ νῦν εἰρημένος ὑπὲρ τῆς κατὰ τὸ στοιχεῖον ἐννοίας, ἐπὶ πλεῖστον μὲν ἐξειργασμένος, ὡς ἔφην, ἐν ἑνὶ βιβλίῳ· διὰ κεφαλαίων δὲ νῦν εἴρηται μὲν, ὅσα που μᾶλλον ἂν εἴρητο κᾀν τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, εἴπερ αὐτῶν τῶν συλλαβῶν τὸ στοιχεῖον ἐδεῖτο. γεγραμμένου δὲ τῷ Ἱπποκράτει βιβλίου περὶ φύσεως ἀνθρώπου, προστεθέντος δ’ αὐτῷ καὶ τοῦ περὶ διαίτης μικροῦ βιβλιδίου, καί τινος παρεντεθείσης ἀνατομῆς φλεβῶν, ἣν ὁ διασκευάσας δοκεῖ μοι προσθεῖναι τῷ περὶ φύσεως ἀνθρώπου καὶ τῷ περὶ διαίτης, ἐξήγησίς ἐστι τὸ ἡμέτερον γράμμα τὸ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων τοῦ γεγραμμένου περὶ φύσεως ἀνθρώπου. τὴν δὲ ἐξήγησιν οὐχ οὕτως ἔχει γεγονυῖαν, ὡς εἰώθασιν οἱ τὰς ἐξηγήσεις γράφοντες ποιεῖσθαι καθ’ ἑκάστην λέξιν, ἀλλὰ τῶν συνεχόντων τὸ δόγμα μόνων ἅμα
    665
    ταῖς οἰκείαις ἀποδείξεσιν, ἃς εἴπερ ἐθέλεις μανθάνειν, ἐπ’ ἐκεῖνο μετάβηθι τὸ βιβλίον. ἐγὼ δ’ οὐκ εἴωθα πολλάκις τὰ αὐτὰ γράφειν ἐν διαφόροις ὑπομνήμασιν, ἀλλ’ ἐνταῦθα τὰς μόνου τοῦ Πλάτωνος παραγράψω ῥήσεις, ἐν αἷς ἠκολούθησε τῷ Ἱπποκράτει, τὰ σώματα ἡμῶν ἐκ γῆς καὶ πυρὸς ἀέρος τε καὶ ὕδατος συγκεῖσθαι λέγων. εἰρημένου δ’ αὐτοῦ τούτου καὶ κατὰ ἄλλα βιβλία, νῦν ἡμῖν ἀρκέσει τὴν ἐκ τοῦ Τιμαίου παραγράψαι ῥῆσιν ἔχουσαν ᾧδε. τεττάρων γὰρ ὄντων γενῶν, ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς, πυρὸς, ὕδατός τε καὶ ἀέρος, τούτων ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια, καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γιγνομένη, πυρός τ’ αὖ καὶ τῶν ἑτέρων, ἐπειδή γε πλέω ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαμβάνει, καὶ πάνθ’ ὅσα τοιαῦτα, στάσεις καὶ νόσους παρέχει. ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ἐδήλωσεν ὁ Πλάτων, οὐ μόνον ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρὸς γεγονέναι τὰ σώμαθ’ ἡμῶν, ἀλλὰ καὶ διότι διὰ ταῦτα μέτρῳ μὲν ἀλλήλοις κεκραμένα κατὰ φύσιν ἔχομεν,
    666
    ὅπερ ταὐτόν ἐστι τῷ ὑγιαίνομεν, ἐλλείποντες δέ τινος, ἢ πλεονάσαντος, ἢ μεταστάντος εἰς ἀλλοτρίαν χώραν, νοσοῦμεν. ὅτι μὲν οὖν ἥ τε πλεονεξία καὶ ἡ ἔνδεια διαφθείρει τὴν εὐκρασίαν, ἐν ᾗ τῶν πρώτων σωμάτων ἡ ὑγίεια, πρόδηλον· πρόδηλον δ’, ὅτι καὶ ἡ μετάστασις, ἐὰν ἐννοήσωμεν, ὡς, τοῖς κατὰ τὸν θώρακα καὶ τὰς τραχείας ἀρτηρίας ὀργάνοις αἵματος ἤ τινος ἄλλου χυμοῦ παρεμπεσόντος, συγχωρεῖσθαι τὴν ἄμεμπτον ὑγίειαν αὐτῶν, ἔν τε τοῖς κατὰ γαστέρα, καὶ ἔντερα, καὶ φλέβας, καὶ σάρκας, ἀερώδους οὐσίας ἀθροισθείσης. ἀλλὰ καὶ αὐτὸς ὁ Πλάτων διὰ τῶν συνεχῶν τῇ προειρημένῃ ῥήσει διδάξει σε τοῦτο λέγων ὡδί· παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου, θερμαίνεται μὲν, ὅσα ἂν πρότερον ψύχηται, ξηρὰ δ’ ὄντα εἰς ὕστερον γίγνεται ὑγρότερα, καὶ κοῦφα δὴ καὶ βαρέα, καὶ πάσας πάντη μεταβολὰς δέχεται. μόνως γὰρ δή φαμεν κατὰ ταὐτὸν ταὐτὸ, καὶ ὡσαύτως ἀνάλογον προσγιγνόμενον καὶ ἀπογιγνόμενον ἐάσει ταὐτὸν ὂν αὑτῷ σῶον καὶ ὑγιὲς
    667
    μένειν. ὃ δ’ ἂν πλημμελήσῃ τι τούτων ἐκτὸς ἀπιὸν ἢ προσιὸν, ἀλλοιότητας παμποικίλας καὶ νόσους φθοράς τε ἀπείρους παρέξεται. ὅτι μὲν οὖν ἐκ γῆς καὶ πυρὸς ἀέρος τε καὶ ὕδατος ἡ τοῦ σώματος ἡμῶν ἐστι σύστασις, ὅτι τε διὰ τὴν τούτων ἔνδειαν, ἢ πλεονεξίαν, ἢ μετάστασιν αἱ νόσοι γίγνονται, σαφῶς ἐδήλωσε.

Δόξει δ’ ἐν τῷ μὴ καλεῖν αὐτὰ στοιχεῖα διαφέρεσθαι πρὸς Ἱπποκράτην. καίτοι γε οὐδὲ ἐκεῖνος ὠνόμασεν αὐτὰ στοιχεῖα, μόνον δ’, ὅτι, τούτων συνιόντων καὶ κεραννυμένων, τὰ φυσικὰ γίγνεται σώματα. καὶ τούτων προσωτέρω χωρεῖν ὁ μὲν Ἱπποκράτης οὐδεμίαν ἀνάγκην εἶναί φησι, πρακτικὴν, οὐ θεωρητικὴν μετερχόμενος τέχνην. ὁ δὲ Πλάτων, ὡς ἂν τὴν θεωρητικὴν φιλοσοφίαν ἡγούμενος εἶναι τιμιωτάτην, οὐκ ἠρκέσθη μόναις ταῖς φαινομέναις ἐν τοῖς στοιχείοις δυνάμεσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ἐπιζητεῖ τῆς γενέσεως αὐτῶν, ἄχρηστον ἰατρῷ σκέμμα. διὰ τί γὰρ ὑγραίνει μὲν τὸ ὕδωρ, καίει δὲ τὸ πῦρ, ἢ διὰ τί ῥεῖ μὲν τὸ ὕδωρ, ἄνω δὲ φέρεται τὸ πῦρ, ἑδραιοτάτη δὲ καὶ

668
βαρυτάτη τῶν στοιχείων ἐστὶν ἡ γῆ, πρὸς τὰς τῶν νόσων ἰάσεις οὐδὲν συντελεῖ. μόνον γὰρ ἀρκεῖ τῷ φυλάξοντι μὲν τὴν ὑγίειαν, ἰασομένῳ δὲ τὰς νόσους ἐπίστασθαι, διά τε τὴν εὐκρασίαν τοῦ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ τὴν ὑγίειαν ὑπάρχειν τοῖς ζώοις, ἐπὶ δὲ ταῖς τούτων δυσκρασίαις τὰς νόσους γίγνεσθαι. τὸ δ’ ἐκζητεῖν, εἴτ’ ἐκ πυραμοειδῶν τῷ σχήματι μορίων σύγκειται τὸ πῦρ, εἴτ’ ἄλλη τίς ἐστιν αἰτία, δι’ ἣν τέμνει τε καὶ διαιρεῖ τὰ πλησιάζοντα σώματα, τῆς θεωρητικῆς φιλοσοφίας ἔργον ἐστὶν, ἣν μεταχειριζόμενος ὁ Πλάτων, τὰ μὲν τοῦ πυρὸς μόρια πυραμοειδῆ φησιν εἶναι, τὰ δὲ τῆς γῆς κυβοειδῆ, τὸ δὲ καλούμενον ὀκτάεδρον σχῆμα τοῦ ἀέρος ἴδιον εἶναι νομίζει, καθάπερ καὶ τὸ εἰκοσάεδρον ὕδατος. εἰ μὲν οὖν ὀρθῶς ἢ οὐκ ὀρθῶς ἐδόξαζε περὶ τούτων ὁ Πλάτων, οὐκ ἔστι τοῦ νῦν ἡμῖν προκειμένου λόγου. διὰ τί γὰρ οὐκ ὀνομάζει στοιχεῖα γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ, ἐζητοῦμεν λόγον ἡμεῖς δοῦναι, ὡς εἴρηται, οὐκ εἰ ψευδῶς ἕκαστον ὧν εἶπε σχημάτων αὐτοῖς ἀπονέμει. διαιρεῖ δὲ τῷ λόγῳ πάλιν αὐτὰ ταῦτα
669
κατ’ ἐπίνοιαν εἴς τε τὴν ὕλην καὶ τὸ σχῆμα. κᾀπειδὴ τὸ σχῆμα σύνθετόν ἐστι, τὸ μὲν τῆς πυραμίδος ἐκ τεσσάρων ἰσοπλεύρων τριγώνων, τὸ δὲ ἑξάεδρον τοῦ κύβου τετραγώνων ἓξ, τὸ δὲ ὀκτάεδρον ὀκτὼ τριγώνων ἰσοπλεύρων, ὥσπερ γε καὶ τὸ εἰκοσάεδρον εἴκοσι τριγώνων, πάλιν ἐπισκοπεῖται τῶν τὰ στερεὰ σχήματα περιοριζόντων ἐπιπέδων τὴν τάξιν, καί φησι, τὸ μὲν ἰσόπλευρον τρίγωνον ἐκ τριγώνων ὀρθογωνίων δυοῖν γενέσθαι, τὸ δὲ τετράγωνον ἐκ τεττάρων. ἐπεὶ δὲ μηκέτι ἀνωτέρω προελθεῖν εἶχεν, ὡς ἐν ἐλαχίστοις ἵσταται τούτοις, καὶ διὰ τοῦτ’ αὐτὸ προσαγορεύει στοιχεῖα, τὸ μὲν ἕτερον ἰσοπλεύρου τριγώνου, τὸ δ’ ἕτερον τετραγώνου. παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ, πρώτην μὲν τὴν ἐπὶ τῆς πυραμίδος εἰρημένην, ἔχουσαν ᾧδε κατὰ λέξιν. ἄρξει δὴ τότε πρῶτον μὲν εἶδος καὶ σμικρότατον συνιστάμενον. στοιχεῖον δ’ αὐτοῦ τὸ τὴν ὑποτείνουσαν τῆς ἐλάττονος πλευρᾶς διπλασίαν ἔχον μήκει. δευτέραν δὲ ἐπὶ τῇδε, τὴν ἐπὶ τοῦ εἰκοσαέδρου, καὶ αὐτὴν οὕτως ἔχουσαν
670
αὐτοῖς ὀνόμασι. τὸ δὲ τρίτον ἐκ δὶς ἑξήκοντα τῶν στοιχείων συμπαγέντων, στερεῶν δὲ γωνιῶν δώδεκα, ὑπὸ πέντε ἐπιπέδων τριγώνων ἰσοπλεύρων, περιεχομένης ἑκάστης εἴκοσι βάσεις, ἔχον τριγώνους ἰσοπλεύρους, γέγονε. νῦν μὲν οὖν τὰ συστατικὰ τρίγωνα τῶν ὁριζόντων ἐπιπέδων τὰ στερεὰ σχήματα κέκληται στοιχεῖα. προελθὼν δὲ καὶ αὐτὰ τὰ περιοριζόμενα σώματα πρὸς τῶν εἰρημένων ἐπιπέδων ὀνομάζει στοιχεῖα, γράφων οὕτως. ἔστω δὴ κατὰ τὸν αὐτὸν ἄρτι λόγον καὶ κατὰ τὸν εἰκότα, τὸ μὲν τῆς πυραμίδος γεγονὸς στερεὸν εἶδος, πυρὸς στοιχεῖόν τε καὶ σπέρμα, τὸ αἰσθητὸν τουτὶ πῦρ ἀθρόον ἄθροισμα νομίζειν μικρῶν εἶναι σωμάτων, τὸ σχῆμα πάντων ἐχόντων πυραμίδος. ἐκείνων οὖν ἕκαστον στοιχεῖον εἶναί φησι τοῦ πυρὸς, ὡς εἰ καὶ τοῦ τῶν πυρῶν σωροῦ στοιχεῖον ἔλεγεν εἶναί τις ἕκαστον τῶν πυρῶν· κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ μὲν τῆς φωνῆς στοιχεῖα γεννᾷν πρώτας μὲν τὰς συλλαβὰς, εἶτ’ ἐξ αὐτῶν γεννᾶσθαι τό τ’ ὄνομα, καὶ τὸ ῥῆμα, καὶ τὴν πρόθεσιν, ἄρθρον τε καὶ σύνδεσμον, ἃ πάλιν ὁ Χρύσιππος ὀνομάζει τοῦ λόγου στοιχεῖα. ταυτὶ
671
μὲν οὖν σοι, καίτοι γε οὐκ οὔσης ἀνάγκης, διῆλθον, ὅπως μή τις ἐριστικὸς ἐπηρεάζῃ μου τῷ λόγῳ, διαφέρεσθαι φάσκων ἐν τῷ περὶ τῶν στοιχείων δόγματι τὸν Πλάτωνα τῷ Ἱπποκράτει. τὴν ἀρχὴν μὲν γὰρ οὐδ’ ὠνόμασεν Ἱπποκράτης στοιχεῖα τὴν γῆν καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ, ἀλλ’ ἐξ αὐτῶν ἡμᾶς ἔφη συνεστάναι, μηκέτι ζητῶν, διὰ τίνα αἰτίαν ἕκαστον αὐτῶν ἔχει δύναμιν ἰδίαν, ἣν ἐναργῶς ὁρῶμεν ἐν αὐτοῖς ὑπάρχουσαν. ὁ Πλάτων δὲ καὶ τοῦτ’ ἐζήτησε πρὸς τῷ συγχωρεῖν, ἐκ τῶν τεττάρων ἅπαντα τὰ γεννητὰ καὶ φθαρτὰ σώματα συμπεπηγέναι.

Καὶ μὴν καὶ τὸν τρόπον, ὃν ἐκ τῶν στοιχείων τὰ σώμαθ’ ἡμῶν συνίσταται, τὸν αὐτὸν ἀμφότεροι λέγουσι, οὐ δήπου τῆς γῆς ὕδατι φυραθείσης, εἶτ’ ἐν ἡλίῳ θερμανθείσης γεννᾶσθαι τὰ ζῶα φάσκοντες, ἀλλὰ διὰ πλεόνων τῶν μεταξὺ μεταβολῶν. ἐκ μὲν γὰρ τῶν τεττάρων στοιχείων ἥ τε τῶν φυτῶν ἐστι γένεσις, οἵ τ’ ἐξ αὐτῶν καρποὶ καὶ τὰ σπέρματα. τροφὴ δὲ ταῦτα πάντα προβάτοις τε καὶ ὑσὶν, αἰξί τε καὶ βουσὶ, καὶ τοῖς ἄλλοις ζώοις,

672
ὁπόσα πόας, ἢ καρποὺς δένδρων, ἢ ἀκρέμονας, ἢ ῥίζας ἐσθίει. τοῖς δ’ ἀνθρώποις αὐτά τε ταῦτα τροφαὶ τὰ ζῶα, καὶ γεννᾶται δ’ ἐν αὐτοῖς ἐκ τούτων αἷμα, καὶ φλέγμα, καὶ χολαὶ διτταί· πλεῖστον μὲν αἷμα, διὸ καὶ φαίνεται μόνον ἐν ταῖς φλεψίν· ὀλίγον δὲ τῶν ἄλλων ἑκάστου. καὶ τοῦτό ἐστιν αὐτὸ τὸ αἷμα τῆς γενέσεως ἡμῶν ὡς ὕλη, τὸ συγκείμενον μὲν ἐκ τῶν τεσσάρων χυμῶν, κατ’ ἐπικράτειαν δ’ ὠνομασμένον οὕτως. γεννώμεθα γὰρ ἐξ αὐτοῦ κατὰ τὰς μήτρας κυούμενοι, καὶ τήν τε πρώτην διάπλασιν ἐκ τούτου λαμβάνομεν, ἐφεξῆς δὲ ταύτῃ τῶν διαπλασθέντων μορίων τήν τε διάρθρωσιν καὶ τὴν αὔξησιν καὶ τὴν τελείωσιν. ἀποκυηθέντες δὲ πρῶτα μὲν τῷ γάλακτι τρεφόμεθα, τὴν γένεσιν ἐξ αἵματος ἔχοντες, μετὰ δὲ ταῦτα ταῖς αὐταῖς τελείοις τροφαῖς, ἐξ ὧν πάλιν αἷμα καὶ φλέγμα καὶ χολὴ ξανθὴ καὶ μέλαινα γεννῶνται. διαφερέτω δὲ μηδὲν εἰς τὰ παρόντα ξανθὴν ἢ ὠχρὰν ὀνομάζειν χολήν. ἀλλὰ ταῦτά γε πάντα Ἱπποκράτης ἁπάντων πρῶτος ὧν ἴσμεν ἰατρῶν τε καὶ φιλοσόφων ἀκριβῶς ὡρίσατο, καὶ διὰ τοῦτο τὰ νοσήματα
673
τῶν πρώτων σωμάτων κατὰ δυσκρασίαν ἔφη γίνεσθαι. τίνα δ’ ὀνομάζω πρῶτα σώματα, δηλώσω πρότερον, ὅπως μηδὲν ἀσαφὲς ᾖ κατὰ τὸν λόγον. αὐτὸς μὲν γὰρ Ἱπποκράτης οὐκ ὠνόμασε σῶμα πρῶτον ἢ δεύτερον, ὥσπερ Ἀριστοτέλης· ὁ δὲ Πλάτων δευτέραν μέν τινα σύστασιν εἶπεν εἶναι σωμάτων, πρώτην δ’ οὐδ’ αὐτὸς ὠνόμασεν, ἀλλ’ ἐκ τοῦ δευτέραν τινὰ φάναι δῆλός ἐστι πρὸ αὐτῆς ἑτέραν τιθέμενος, ἣν ὀνόματι τῷ τῶν ὁμοιομερῶν ὁ Ἀριστοτέλης οὕτως ὠνόμασεν, ὡς ἂν ἐπὶ πλέον περί τε τῶν ἐν τοῖς ζώοις μορίων καὶ περὶ τῆς γενέσεως αὐτῶν διελθών. ὅσον γὰρ ἄν τις ἀκριβέστερόν τε καὶ λεπτομερέστερον ἡντιναοῦν φύσιν πραγμάτων ἐξεργάζηται, τοσούτῳ πλεόνων ὀνομάτων αὐτῷ γίγνεται χρεία. τὰ τοίνυν ἐν μιᾷ περιγραφῇ σώματα πολλάκις μὲν ὁμοιομερῆ καλεῖται τῷ πάντ’ αὐτὰ τὰ μόρια καὶ ἀλλήλοις ὑπάρχειν ὅμοια καὶ τῷ παντὶ, πολλάκις δ’ ἁπλᾶ καὶ πρῶτα. καὶ γὰρ συντίθεται ἐξ αὐτῶν τὰ σύνθετά τε καὶ ὀργανικὰ προσαγορευόμενα, δάκτυλοι, καὶ καρπὸς ὅλος, καὶ πῆχυς ὅλος, καὶ βραχίων
674
ὅλος. ἀνάλογον δ’ αὐτοῖς τὰ κατὰ τὰ σκέλη μόρια, δάκτυλοι καὶ ποὺς, καὶ κνήμη, καὶ μηρός· καὶ μὴν καὶ ὀφθαλμὸς, καὶ γλῶττα, καὶ καρδία, καὶ πνεύμων, ἅπαντά τε τὰ σπλάγχνα, καὶ ἡ γαστὴρ, καὶ τὰ ἔντερα τῶν ὀργανικῶν μορίων ἐστὶν, ἐξ ὧν πάλιν ὅλον τὸ σῶμα συντίθεται. πρώτη μὲν οὖν ἐστι γένεσις ἡμῶν ἐκ τοῦ αἵματος τοῦ γινομένου ἐκ τῆς λαμβανομένης τροφῆς εἴσω τοῦ σώματος· ἔστι δὲ καὶ σπέρμα. αἷμα δ’ ὀνομάζω τὸ κατ’ ἐπικράτειαν οὕτω καλούμενον, ὃ καὶ περιεχόμενον ὁρᾶται κατὰ τὰς φλέβας. ἐκ τούτων δὲ τὰ πρῶτα μόρια γεννᾶται, χόνδρος καὶ ὀστοῦν, καὶ νεῦρον, καὶ ὑμὴν, καὶ σύνδεσμος, καὶ ὅσα τἄλλα τοιαῦτα. κᾄπειτ’ ἐκ τούτων ὀφθαλμὸς, καὶ γλῶττα, καὶ κεφαλὴ, καὶ τὰ σπλάγχνα, καὶ τὰ κῶλα, καὶ πάλιν ἐκ τούτων ὅλον τὸ σῶμα. καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἐν τῷ περὶ φύσιος ἀνθρώπου τὴν ἐκ τῶν στοιχείων ἕνωσιν ἁπάντων τῶν φυσικῶν σωμάτων κοινὴν εἶπεν ὑπάρχειν, ἐξ ἧς ἐπὶ τὴν τῶν ζώων μετέβη, καὶ τούτων οὐχ ἁπάντων, ἀλλὰ τῶν ἐναίμων, ἐν οἶς ἐστι καὶ ὁ ἄνθρωπος, ἐφ’ ὃν ἑξῆς ὁ λόγος ἔσπευδεν αὐτῷ. καὶ τοίνυν φησὶ ᾧδέ πως
675
ὑπὲρ αὐτοῦ. τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷμα, καὶ φλέγμα, καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, καὶ ταῦτά ἐστιν αὐτῷ φύσις τοῦ σώματος, καὶ διὰ ταῦτ’ ἀλγέει καὶ ὑγιαίνει. ὑγιαίνει μὲν οὖν μάλιστα, ὅταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα δυνάμεως, καὶ τοῦ πλήθους, καὶ μάλιστα μὲν μεμιγμένα ᾖ· ἀλγέει δ’, ὅταν τι τούτων ἔλαττον ἢ πλέον χωρισθῇ τῷ σώματι, καὶ μὴ κεκρημένον ᾖ τοῖσι πᾶσιν. ἀνάγκη γὰρ, ὅταν τι τούτων χωρισθῇ, καὶ ἐφ’ ἑωυτοῦ στῇ, οὐ μόνον τὸ χωρισθὲν ἐπίνοσον γενέσθαι, ἀλλὰ καὶ, ἔνθα ἂν στῇ καὶ ἐπισχεθῇ ὑπερεμπιπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχειν. καὶ γὰρ, ὅταν τι τούτων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει, ἢ καὶ νόσον· ἤν τ’ αὖθις ἔσω ποιήσηται τὴν κίνησιν, καὶ τὴν μετάστασιν, καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλή γ’ αὐτῷ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθα τε ἐξέστη, καὶ ὅθεν ὑπερέβαλεν. αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους ῥῆσις, ᾗ μοι δοκεῖ βουλόμενος ἀκολουθεῖν ὁ Πλάτων εἰπεῖν ἐκεῖνα
676
τὰ μικρὸν ἀνωτέρω γεγραμμένα περί τε τῶν τεσσάρων στοιχείων τῆς γενέσεως ἡμῶν καὶ περὶ τοῦ καθόλου τρόπου τῶν νοσημάτων. ἀρχὴ δὲ τῆς ῥήσεώς ἐστιν ἥδε. τεττάρων γὰρ ὄντων τῶν γενῶν, ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς, πυρὸς, ὕδατός τε καὶ ἀέρος, ἀκριβέστερον φαίνεται, καὶ μέντοι καὶ χρησιμώτερον ἰατρῷ περὶ αὐτῶν ὁ Ἱπποκράτης γεγραφώς. ἐκ μὲν γὰρ τῶν τεσσάρων στοιχείων φησὶ γεγονέναι τὸ σῶμα, καλῶν τοὐπίπαν ἀπὸ τῶν δραστικῶν ποιοτήτων αὐτὰ, τὸ μὲν ξηρὸν, τὸ δ’ ὑγρὸν, καὶ τὸ μὲν θερμὸν, τὸ δὲ ψυχρόν. οὐ μὴν κατ’ ἐκεῖνα τὸν περὶ τῶν νοσημάτων λόγον ἐποιήσατο. δυνάμει μὲν γάρ ἐστιν ἐν τοῖς σώμασιν, ἐνεργείᾳ δὲ οὐκ ἔστιν, ἀλλὰ τὰ ἐξ αὐτῶν γεγονότα διὰ μέσων τῶν τροφῶν, αἷμα καὶ φλέγμα, καὶ ἡ ξανθὴ καὶ μέλαινα χολή· πυρὶ μὲν ἀνάλογον ἡ ξανθὴ χολὴ, ἡ δὲ μέλαινα τῇ γῇ, τὸ δὲ φλέγμα τῷ ὕδατι. καὶ διὰ τοῦτο θερμὴ μὲν καὶ ξηρὰ τὴν δύναμίν ἐστιν ἡ ξανθὴ χολὴ, καθάπερ τὸ πῦρ, ψυχρὰ δὲ ἡ μέλαινα καὶ ξηρὰ παραπλησίως τῇ γῇ, τὸ δὲ φλέγμα ψυχρὸν καὶ ὑγρὸν, ὥσπερ τὸ ὕδωρ. μόνον δὲ τὸ ἀερῶδες στοιχεῖον ἐν τοῖς
677
τῶν ζώων σώμασιν ὁρᾶται πλησίον τῆς ἑαυτοῦ φύσεως, ἔν τε ταῖς ἀναπνοαῖς, καὶ κατὰ τοὺς σφυγμοὺς, ἤδη δὲ κᾀν τοῖς παλμώδεσι πάθεσιν ἐμφυσήμασί τε καὶ οἰδήμασίν ἐστιν, ἔν τε ταῖς καλουμέναις πνευματώσεσιν. ἡ δ’ ἐξ ἁπάντων τῶν τεττάρων στοιχείων σύμμετρος κρᾶσις ἐγέννησε τὸ ἀκριβὲς αἷμα. καὶ βέλτιόν ἐστιν ἐπὶ τῶν χυμῶν λέγειν, ἅπερ ὁ Πλάτων ἐπὶ τῶν στοιχείων ἔγραψεν. ἀλλ’ ὁ Ἱπποκράτης προειπὼν, τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷμα, καὶ φλέγμα, καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, ἐφεξῆς φησι, καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει. τὸ μὲν ἀλγέει κατ’ ἐξοχὴν μεγάλου νοσήματος ἐπὶ πάντων τῶν παρὰ φύσιν τάσσεται, τὸ δὲ ὑγιαίνει κατὰ τὴν πρὸς τὰ παρὰ φύσιν ἀντίθεσιν πάντα. κᾄπειτα πάλιν ἐφεξῆς, ὅπως μὲν ὑγιαίνει, διδάσκων φησίν· ὑγιαίνει μὲν οὖν μάλιστα, ὅταν μετρίως ἔχῃ ταῦτα πρὸς ἄλληλα δυνάμεως καὶ τοῦ πλήθεος, καὶ μάλιστα μεμιγμένα ᾖ. τίνα ταῦτα; οὐ τὰ στοιχεῖα δήπουθεν, ἀλλὰ καὶ τὰ προσεχῶς γεννητικὰ τῶν τοῦ σώματος μορίων, αἷμα καὶ φλέγμα, καὶ δύο χολαί. ἀλγέει
678
δὲ, φησὶν, ὅταν τι τούτων ἔλαττον ἢ πλέον ᾖ, ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκρημένον ᾖ τοῖσι πᾶσιν, ὅπερ ὁ Πλάτων παραφράζων ἔφη, καὶ τῆς χώρας μετάστασιν ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γιγνομένην. ἀλλ’ οὗτος μὲν, ὡς ἔφην, ἁμαρτάνει, προσθεὶς, πυρός τε καὶ τῶν ἑτέρων, ἐπειδὴ καὶ γένη πλέονα ἑνὸς ὄντα τυγχάνει. ταῦτα γὰρ οὐκ ἔστι τὰ μεθιστάμενα καὶ χώραν ἀμείβοντα κατὰ τὰ τῶν ζώων σώματα, φλέγμα δὲ καὶ χολαὶ, καὶ αὐτὸ τὸ αἷμα. καὶ γὰρ καὶ τοῦτο πολλάκις εἰς ἀλλοτρίαν ἀφικόμενον ἕδραν αἴτιον ὀλεθρίων νοσημάτων γίγνεται. ἄχρι μὲν οὖν τοῦ πλέον ἢ ἔλασσον ἕκαστον τῶν συντιθέντων ἡμᾶς γιγνόμενον, αἱ νόσοι καθίστανται, κοινὸς ὁ λόγος ἐστὶν ἐπί τε τῶν χυμῶν καὶ τῶν στοιχείων. ἐπὶ δὲ τοῦ καθ’ ἑαυτό που στάντος ἔν τινι τόπῳ τοῦ σώματος οὐκ ἔθ’ ὁμοίως ἐπ’ ἀμφοῖν ὁ λόγος ἀληθής. οἱ μὲν γὰρ χυμοὶ σαφῶς ὁρῶνται, καθ’ ὅπερ ἂν ἐν τῷ σώματι μόριον στῶσι, νόσους ἐργαζόμενοι· τὰ ἐρυσιπέλατα καὶ τοὺς ἕρπητας ἡ ξανθὴ χολή· τοὺς καρκίνους δὲ ἡ μέλαινα· τὰ δ’ οἰδήματα τὸ
679
φλέγμα· τὸ δ’ αἷμα κατά τε τὸν πνεύμονα καὶ μεταξὺ θώρακός τε καὶ πνεύμονος, ὅταν ἐκχυθὲν τῶν οἰκείων ὀργάνων στῇ σηπόμενον, ἐν τῷ χρόνῳ φθορὰς ἐργάζεται, καὶ κατὰ γαστέρα καὶ κατὰ τὰ μεγάλα τῶν τραυμάτων θρομβούμενον ἐσχάτους κινδύνους ἐπιφέρει. γῆν δ’ οὐδαμοῦ καθ’ ἑαυτὴν ἰδεῖν ἔστι μόνην ἐν τῷ σώματι ἀθροισθεῖσαν, ὥσπερ οὐδὲ πῦρ αὐτὸ καθ’ ἑαυτὸ μόνον, οὐδ’ ὕδωρ στοιχεῖον, ἀλλ’ ἰχῶράς τινας, ἐπιμιχθέντων ἀλλήλοις τοῦ θ’ ὑδατώδους στοιχείου καὶ τοῦ πυρώδους, οὐ μόνον οὐδ’ εἰλικρινῶν, ἀλλὰ καὶ πάχους ἰλυώδους τι προσλαβόντων. οὕτω δὲ καὶ τὸ φυσῶδες πνεῦμα γεννᾶται κατὰ τὰ ζῶα, προσλαβούσης γε τῆς ἀερώδους οὐσίας ὑγρὰν ἰκμάδα. καλῶς μὲν οὖν Ἱπποκράτης ἐπὶ τῶν χυμῶν ἔγραψεν τὸ χωριζομένους τε τῶν ἄλλων καὶ καθ’ ἓν ὁτιοῦν ἱσταμένους μόριον αἰτίους γίγνεσθαι νοσημάτων· οὐκ ὀρθῶς δὲ ὁ Πλάτων ἐπὶ τῶν στοιχείων εἶπεν αὐτό.

Περὶ μὲν δὴ τῆς ἐκ στοιχείων γενέσεως, ὑγιείας τε καὶ νόσου τῶν ὁμοιομερῶν, καὶ πρώτων σωμάτων

680
ἱκανὰ καὶ ταῦτα. μεταβῶμεν δ’ ἐπὶ τὴν ἑξῆς ῥῆσιν ἐν τῷ Τιμαίῳ γεγραμμένην, ἣν φθάνομεν ἐξηγεῖσθαι κατὰ λέξιν οὕτως ἔχουσαν. δευτέρων δὴ συστάσεων αὖ κατὰ φύσιν συνεστηκυιῶν, δευτέρα κατανόησις νοσημάτων τῷ βουλομένῳ συννοῆσαι γίνεται. μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος, ἔτι τε αἵματος ἄλλον μὲν τρόπον, ἐκ δὲ τῶν αὐτῶν γεγονότος, τῶν μὲν ἄλλων τὰ πλεῖστα ᾗπερ τὰ πρόσθεν, τὰ δὲ μέγιστα τῶν νοσημάτων τῇδε χαλεπὰ συμπέπτωκε. τούτοις πάλιν ὁ Πλάτων ὀρθῶς μὲν ἔφη, δευτέραν ἁπάντων στοιχείων εἶναι σύστασιν, μυελοῦ καὶ ὀστοῦ καὶ σαρκὸς καὶ νεύρου· ταῦτα γὰρ ἐκ τῶν χυμῶν γίγνεται τὴν πρώτην ἐχόντων γένεσιν· οὐκ ὀρθῶς δὲ αὐτοῖς συγκατέλεξε τὸ αἷμα πρώτην ἔχον, οὐ δευτέραν σύστασιν. εἰς ἔννοιαν οὖν μοι δοκεῖ καὶ αὐτὸς ἀφικόμενος τῆς ἀνομοιότητος τοῦ αἵματος πρὸς ταῦτα μὴ ἁπλῶς εἰπεῖν, μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος, ἔτι τε αἵματος, ἀλλὰ προσθεῖναι τῷ
681
λόγῳ καὶ τὸ, ἄλλον μὲν τρόπον, ἐκ δὲ τῶν αὐτῶν γεγονότος. ὁμολογεῖ γὰρ ἐν τούτοις, οὐ κατὰ τὴν αὐτὴν σύστασιν ἐκ τῶν τεττάρων στοιχείων ὀστῷ καὶ μυελῷ καὶ σαρκὶ καὶ νεύρῳ γεγονέναι τὸ αἷμα. πρότερον γὰρ αὐτῶν ἐστι κοινὴν τοῖς ἄλλοις χυμοῖς ἔχον τὴν γένεσιν, ἐξ ὧν συνίσταται τὰ πρῶτα σώματα, μυελὸς, καὶ σὰρξ, καὶ νεῦρον, καὶ ὀστοῦν, ἕτερά τε πολλά. βιβλίον γὰρ ὅλον ἐμοὶ γέγραπται περὶ τῆς τῶν ὁμοιομερῶν σωμάτων διαφορᾶς. εἰ δέ τις ἠρώτησε τὸν Πλάτωνα, τίς ἕτερος τρόπος ἐστὶ τῆς τοῦ σώματος γενέσεως, ὃν αἰνίττῃ; θαυμάζοιμ’ ἂν, εἰ ἄλλον τινὰ παρὰ τὸν ὑφ’ Ἱπποκράτους εἰρημένον ἔσχεν εἰπεῖν. ἐπὶ πλεῖστον γὰρ ὁ ἀνὴρ οὗτος ἐξείργασται τά τε περὶ γενέσεως τῶν χυμῶν, καὶ διαφορᾶς, καὶ δυνάμεως, ὅστις τε καθ’ ἥντινα χώραν, ἢ ὥραν, ἢ ἡλικίαν, ἢ σώματος ἕξιν ἐπικρατεῖ. οὐ μὴν ἀναγκαῖον ἦν Πλάτωνι ταῦθ’ ὁμοίως Ἱπποκράτει διέρχεσθαι πάντα, καθάπερ οὐδ’ Ἱπποκράτει ζητεῖν, διὰ τί λευκὸς μὲν ὁ τοῦ φλέγματος χυμὸς, ἐρυθρὸς δ’ ὁ τοῦ
682
αἵματος, ἢ ξανθὸς ὁ τῆς πικρᾶς χολῆς, ἢ μέλας ὁ τῆς ὀξείας. ἀφορμὰς μὲν γὰρ αὐτὸς ἔδωκε τῆς τούτων εὑρέσεως, ὥσπερ ὅταν ἐκ τῶν τῆς γλώττης χρωμάτων διαγιγνώσκῃ τὰς ἐν τῷ σώματι διαθέσεις, μελαίνας λέγων αὐτὰς ἀπὸ ἐγκαύσεως λιγνυώδους γίγνεσθαι. καθάπερ γὰρ ἐκτὸς ἡ λιγνὺς κατά τε τοὺς λύχνους, καὶ τὰς δᾷδας, καὶ ἄλλα πολλὰ τῶν λιπαρῶν γεννᾶσθαι πέφυκεν, οὕτω καὶ κατὰ τὰ σώματα τῶν ζώων πολλάκις, ὑπερωπτημένων τῶν χυμῶν, καὶ μάλιστα τῶν λιπαρῶν, γεννᾶταί τι παραπλήσιον λιγνύϊ. τὸ μὲν δὴ λευκὸν φαίνεσθαι τὸ φλέγμα, διότι κατὰ τὴν γένεσιν αὐτοῦ μικραὶ πολλαὶ πομφόλυγες ἐναπολαμβάνονται, λέγειν Ἱπποκράτης οὐκ ἐτόλμησεν, ὡς μείζονος ἤδη φυσιολογίας, ἢ κατὰ τέχνην ἰατρικὴν, ἀλλ’ ὅ γε Πλάτων καὶ τοῦτ’ εἶπεν, καὶ περὶ τῆς τοῦ αἵματος χρόας ἐν ταὐτῷ βιβλίῳ διῆλθεν, ἃ νῦν ἐμοὶ γράφειν οὐκ ἀναγκαῖον· ἄμεινον γὰρ, ὡς ἀξιοῦσιν ἔνιοι τῶν φίλων, ἐξηγήσεις ἑτέρωθι ποιήσασθαί με τῶν ἰατρικῶν ἐν τῷ Τιμαίῳ γεγραμμένων. εἰς μὲν γὰρ τἄλλα πολλοῖς ὑπομνήματα γέγραπται, καί τισί γ’
683
αὐτῶν μακρότερον τοῦ προσήκοντος, εἰς ταῦτα δ’ ὀλίγοι τε καὶ οὐδ’ οὗτοι καλῶς ἔγραψαν. ἀρκεῖ τοιγαροῦν ἔν γε τῷ παρόντι τό γε τοσοῦτον εἰπεῖν, ὡς τοὺς τέτταρας χυμοὺς ὁ Πλάτων αἰτιᾶται τῶν πλείστων νοσημάτων ὡσαύτως Ἱπποκράτει, καὶ καθ’ ἕκαστόν γε αὐτῶν ἔγραψεν ἐπὶ τῇ τελευτῇ τοῦ βιβλίου. παραθήσομαι δέ σοι τὰς ἀρχὰς τῶν ῥήσεων ἀναμνήσεως ἕνεκα. περὶ μὲν οὖν τῆς ἐν ταῖς χολαῖς διαφορᾶς ἀρκέσει παραγράψαι ταῦτα. ὅσον μὲν οὖν ἂν παλαιότατον ὂν τῆς σαρκὸς τακῇ, δύσπεπτον γιγνόμενον μελαίνει μὲν ὑπὸ πολλῆς συγκαύσεως, διὰ δὲ τὸ πάντη διαβεβρῶσθαι πικρὸν ὂν πάντη χαλεπὸν προσπίπτει τοῦ σώματος ὅσον ἂν μήπω διεφθαρμένον ᾖ. καὶ ποτὲ μὲν ἀντὶ τῆς πικρότητος ὀξύτατον ἔσχε τὸ μέλαν χρῶμα, ἀπολεπτυνθέντος μᾶλλον τοῦ πικροῦ, ποτὲ δ’ ἡ πικρότης αὖ βαφεῖσα αἵματι χρῶμα ἔσχεν ἐρυθρότερον, τοῦ δὲ μέλανος τούτῳ συγκεραννυμένου, χλοῶδες. ἔτι δὲ συμμίγνυται ξανθὸν χρῶμα μετὰ τῆς πικρότητος, ὅταν νέα συντακῇ σὰρξ
684
ὑπὸ τοῦ περὶ τὴν φλόγα πυρός. καὶ τὸ μὲν κοινὸν ὄνομα πᾶσι τούτοις, ἥν τινες ἰατρῶν που χολὴν ἐπωνόμασαν, ἢ καί τις ὢν δυνατὸς εἰς πολλὰ μὲν καὶ ἀνόμοια βλέπειν, ὁρᾷν δὲ ἐν αὐτοῖς ἓν γένος ἐνὸν ἄξιον ἐπωνυμίας πᾶσι. τὰ δ’ ἄλλα, ὅσα χολῆς εἴδη λέγεται παρὰ τὴν χρόαν, λόγον ἔσχεν αὐτῶν ἕκαστον ἴδιον. ταῦτα μὲν οὖν τῷ Πλάτωνι γέγραπται περὶ τῆς τῶν χολῶν διαφορᾶς, πάσας αὐτὰς γίγνεσθαι βουλομένῳ, καθάπερ ὁ Ἱπποκράτης εἶπε, διὰ θερμασίας ὑπερβολήν. περὶ δὲ τῶν νοσημάτων, ὅσα διὰ χολὴν γίγνεται, τὸν λόγον ποιούμενος ὁ Πλάτων ᾧδέ πως ἄρχεται. ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος, ἀπὸ τοῦ καίεσθαί τε καὶ φλέγεσθαι διὰ χολὴν γέγονε πάντα. καὶ μὴν καὶ περὶ φλέγματος ᾧδέ πως ἤρξατο. φλέγμα δ’ ὀξὺ καὶ ἁλμυρὸν πηγὴ πάντων νοσημάτων, ὅσα γίγνεται καταῤῥοϊκά. καὶ περὶ μελαίνης χολῆς ἄλλα τέ τινα λέγει καὶ ταῦτα. ἰχὼρ δ’ ὁ μὲν αἵματος ὀῤῥὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς ὀξὺς καὶ ἄγριος. οὐ μόνος δὲ Πλάτων, ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Θεόφραστος, οἵ τε ἄλλοι μαθηταὶ Πλάτωνός
685
τε καὶ Ἀριστοτέλους, οἳ τὸν περὶ τῶν χυμῶν λόγον ἐζήλωσαν Ἱπποκράτους, ὥσπερ γε καὶ τῶν παλαιῶν ἰατρῶν οἱ δοκιμώτατοι, Διοκλῆς, Πλειστόνικος, Μνησίθεος, Πραξαγόρας, Φιλότιμος, Ἡρόφιλος. Ἐρασίστρατος δὲ δῆλός ἐστι πρὸς τοὺς ἀπὸ Κῶ φιλοτιμούμενος, ὡς ἐν ἑτέροις ἐδείξαμεν, οὐκ ἀλήθειαν τιμῶν, καὶ διὰ τοῦτο δεδιὼς φθέγξασθαι θερμὸν, ἢ ψυχρὸν, ἢ ὑγρὸν, ἢ ξηρόν τινα τῶν χυμῶν. ὁ δ’ Ἱπποκράτης ἔν γε τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ τά τ’ ἄλλα καὶ τὴν τάξιν τῆς διδασκαλίας ἄμεινον ἐποιήσατο Πλάτωνος. ὅτι τε γὰρ οἱ τέσσαρες χυμοὶ κατὰ φύσιν εἰσὶν, ἀπέδειξεν, οὐδ’ ἐπιχειρήσαντος τοῦτο πρᾶξαι τοῦ Πλάτωνος, ὅτι τε κατὰ τὰς ὥρας τοῦ ἔτους ἄλλος ἐν ἄλλῃ πλεονάζει. παραθήσομαι δέ σοι καὶ περὶ τούτου ὀλίγα τῶν ῥήσεων αὐτοῦ. εἶπον δὲ, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφανεῖν αἰεὶ ταῦτα ἐόντα, καὶ κατὰ νόμον, καὶ κατὰ φύσιν. φημὶ δ’, εἶναι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. τουτέων πρῶτον μὲν κατὰ
686
τὸν νόμον τὰ ὀνόματα διῃρῆσθαί φημι, καὶ οὐδενὶ αὐτέων τωὐτὸ ὄνομα, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι, καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι, οὔτε τὸ αἷμα τῇ χολῇ, οὔτε τὴν χολὴν τῷ φλέγματι. πῶς γὰρ ἂν ἐοικότα εἴη ταῦτ’ ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνεται προσορώμενα, οὔτε τῇ χειρὶ ψαυούσῃ ὅμοια δοκέει εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν, οὔτε ψυχρὰ, οὔτε ξηρὰ, οὔτε ὑγρά. ἀνάγκη τοίνυν, ὅτι τοσοῦτον διήλλακται ἀλλήλων τὴν ἰδέαν τε καὶ τὴν δύναμιν, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ταὐτόν ἐστι. γνοίης δ’ ἂν τοῖσδε, ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστὶν, ἀλλ’ ἕκαστον αὐτέων ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτοῦ. εἰ γάρ τινι δίδως ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα ἄγει, ἐμεῖταί σοι φλέγμα, καὶ ἢν διδῷς φάρμακον, ὅ τι χολὴν ἄγει, ἐμεῖταί σοι χολήν. κατὰ ταὐτὰ δὲ καὶ χολὴν μέλαιναν καθαίρει, ἢν διδῷς φάρμακον, ὅ τι χολὴν μέλαιναν ἄγει. καὶ ἢν τρώσῃς αὖ σὺ τοῦ σώματος μέρος τι, ὥστε ἕλκος γενέσθαι, ῥυήσεται αὐτῷ αἷμα. καὶ ταῦτα ποιήσει πάντα
687
πᾶσαν ἡμέραν, καὶ νύκτα, καὶ χειμῶνος, καὶ ἤρεος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν εἰς ἑωυτὸν, καὶ πάλιν μεθιέναι, καὶ δυνατὸς ἔσται, ἔστ’ ἄν τινος τούτων στερηθῇ τῶν συγγεγονότων. συγγέγονε δὲ ταῦτα τὰ εἰρημένα. πῶς γὰρ οὐ συγγέγονε; πρῶτον μὲν φανερῶς ἐστιν ἄνθρωπος ἔχων ἐν ἑωυτῷ πάντα ταῦτα ἀεὶ, ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου πάντα ταῦτα ἔχοντος, ἔπειτα τέθραπται ἐν ἀνθρώπῳ πάντα ταῦτα ἔχοντι, ἃ ἐγώ τέ φημι καὶ ἀποδείκνυμι. διὰ τούτων ὁ Ἱπποκράτης ἀπέδειξε τοὺς τέτταρας χυμοὺς κατὰ φύσιν ἐν ἡμῖν εἶναι, καὶ οὐχ, ὥσπερ ἔνιοι νομίζουσι, τὸ αἷμα μόνον, ἐκ περιουσίας γε πάλιν ἐλέγχων διὰ τῶν ἑξῆς τοὺς ἓν ὁτιοῦν τούτων εἰπόντας εἶναι τὸν ἄνθρωπον, ὡς καὶ διὰ τῶν ἔμπροσθεν ἤλεγξε τοὺς ἓν εἰπόντας εἶναι τὸ στοιχεῖον τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων, ὑπὲρ ὧν τῆς ἀποδείξεως, ὡς ἔφην, γέγραπταί μοι κατ’ ἐκεῖνο τὸ βιβλίον, ὃ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐπιγέγραπται. καὶ τοῦτον οὖν τὸν λόγον ὁ Πλάτων
688
ἅπαντα παρέλιπεν, ὁ δ’ Ἱπποκράτης, ὡς ἔφην, διῆλθε διὰ τῶν ἐφεξῆς τῇ προγεγραμμένῃ ῥήσει. μόνην δ’ ἀρκέσει μοι τὴν ἀρχὴν αὐτῆς παραγράψαι, κατὰ λέξιν οὕτως ἔχουσαν. οἱ δὲ λέγοντες, ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ χρῆσθαι. ὁρῶντες τοὺς πίνοντας ἀνθρώπους τὰ φάρμακα ἀπολλυμένους ἐν τῇσι καθάρσεσι, τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦθ’ ἕκαστον αὐτῶν ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, ὅτι καθαιρόμενον εἶδον ἀποθανόντα. καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτῇ γνώμῃ χρῶνται. ὁρῶντες ἀποσφαζομένους τοὺς ἀνθρώπους, καὶ τὸ αἷμα καταῤῥέον ἐκ τοῦ σώματος, τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν τῶν ἀνθρώπων, καὶ μαρτυρίοισι τούτοισι χρῶνται ἐν τοῖσι λόγοισι. ταῦτα προειπὼν ὁ Ἱπποκράτης ἐφεξῆς ἐλέγχει τὴν δόξαν τῶν οὕτως ὑπολαμβανόντων, ἅπερ εἴ τις μέλλει πάντα ἀναγιγνώσκειν, ἐκ τοῦ περὶ φύσιος ἀνθρώπου βιβλίου πάρεστιν αὐτῷ. τὸ γὰρ σύγγραμμα παρὰ πᾶσιν ἀνθρώποις ἐστί.