De placitis Hippocratis et Platonis

Galen

Galen, De placitis Hippocratis et Platonis, Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

Νυνὶ μέντοι κατὰ τοῦτο τὸ βιβλίον, ἐπειδὴ καὶ ταῦτ’ ἔδοξε προσθεῖναι, τά τ’ ἄλλα τὰ προηγούμενα διῆλθον, ἑξῆς τε προσθήσω τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. αἰσθόμενος γὰρ ὁ Χρύσιππος ἐναντιούμενον τοῖς ἑαυτοῦ δόγμασι τὸν περὶ τῆς θεᾶς μῦθον ἀπὸ τῆς τοῦ Διὸς κεφαλῆς ὑπειλημμένης γεγενῆσθαι, τοιάδε λέγει· παραγράψω γὰρ

349
ἅπασαν τὴν ῥῆσιν αὐτοῦ, εἰ καὶ μακροτέρα πώς ἐστιν. ἀκούω δή τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος. τὸ γὰρ τὴν Ἀθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς γενέσθαι τοῦ Διὸς σύμβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ γενέσθαι μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί· πιθανοῦ μέν τινος ἐχόμενοι, διαμαρτάνοντες δ’, ὡς ἐμοὶ φαίνεται, καὶ ἀγνοοῦντες τὰ περὶ τούτων ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν ἐπὶ πλέον εἰπεῖν ἐν τοῖς ἐνεστῶσι ζητήμασι. φασὶ δ’ οἱ μὲν οὕτως ἁπλῶς, ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι, οὐδὲ προσιστοροῦντες τὸ πῶς ἢ κατὰ τίνα λόγον. ὁ δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαις, τινῶν μὲν ἐν τῇ θεογονίᾳ γραφόντων τὴν γένεσιν αὐτῆς, πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διὸς, δεύτερον δὲ Θέμιδι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων τὴν γένεσιν αὐτῆς, ὡς ἄρα, γενομένης ἔριδος τῷ Διῒ καὶ
350
τῇ Ἥρᾳ, γεννήσειεν ἡ μὲν Ἥρα δι’ ἑαυτῆς τὸν Ἥφαιστον, ὁ δὲ Ζεὺς τὴν Ἀθηνᾶν ἐκ τῆς Μήτιδος καταποθείσης ὑπ’ αὐτοῦ. ἡ μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς Μήτιδος καὶ ἔνδον τοῦ Διὸς τῆς Ἀθηνᾶς γένεσις κατ’ ἀμφοτέρους τοὺς λόγους ἐστίν. διαφέρουσι δ’ ἐν τῷ, πῶς ταῦτα συνετελέσθη, πρὸς τὸν ἐνεστῶτα λόγον, ὅθεν ὡς ὄντος τοιούτου. τὸ γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστῶτα. λέγεται δ’ ἐν μὲν τῇ θεογονίᾳ οὕτω·

  • Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν,
  • Πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
  • Ἀλλ’ ὅτε δή ῥ’ ἤμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
  • Τέξεσθαι, τότ’ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
  • Αἱμυλίοισι λόγοισιν ἑὴν ἐγκάτθετο νηδύν·
  • Ὡς δ’ οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
  • εἶτα προελθών φησιν οὕτως·

  • Αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ’ Ἀθήνην,
  • Δεινὴν, ἐγρεκύδοιμον, ἀγέστρατον, ἀτρυτώνην,
  • Πότνιαν, ᾗ κέλαδοί τ’ ἄδον, πόλεμοί τε μάχαι τε.
  • 351

    στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Μῆτιν, καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν. ἐν δὲ τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος αὐτοῦ, τοιαῦτ’ ἐστὶ τὰ λεγόμενα·

  • Ἐκ ταύτης ἔριδος ἡ μὲν τέκε φαίδιμον υἱὸν
  • Ἥφαιστον τέχνῃσιν ἄνευ Διὸς αἰγιόχοιο,
  • Ἐν πάντων παλάμῃσι κεκλημένον οὐρανιώνων.
  • Αὐτὰρ ὅ γ’ Ὠκεανοῦ καὶ Τηθύος ἠϋκόμοιο
  • Κούρῃ νόσφ’ Ἥρης παρελέξατο καλλιπαρῄου,
  • Ἐξαπατῶν Μῆτιν, καί περ πολύϊδριν ἐοῦσαν.
  • Συμμάρψας δ’ ὅγε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν,
  • Δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
  • Τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
  • Κᾄππιεν ἐξαπίνης. ἡ δ’ αὐτίκα Παλλάδ’ Ἀθήνην
  • Κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
  • Πὰρ κορυφὴν Τρίτωνος ἐπ’ ὄχθῃσι ποταμοῖο.
  • Μῆτις δ’ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
  • Ἧστο Ἀθηναίης μήτηρ τέκτῃνα δικαίων,
  • 352
  • Πλεῖστα θεῶν εἰδυῖα καταθνητῶν τ’ ἀνθρώπων.
  • Ἔνθα θεὰ παρέλεκτο Θέμις παλάμαις, περὶ πάντων
  • Ἀθανάτων ἐκέκαστο Ὀλύμπια δώματ’ ἐχόντων.
  • Αἰγίδα ποιήσασα φοβέστρατον ἐντὸς Ἀθήνῃ,
  • Σὺν τῇ ἐγείνατό μιν πολεμήϊα τεύχε’ ἔχουσαν.
  • ταῦτα προειπὼν ὁ Χρύσιππος ἑξῆς αὐτοῖς συνάπτων τάδε γράφει. τὰ μὲν οὖν περὶ τῆς Ἀθηνᾶς λεγόμενα τοιαῦτά ἐστιν, ἄλλου τινὸς συμβόλου ποιοῦντ’ ἔμφασιν. πρῶτον μὲν γὰρ ἡ Μῆτις λέγεται ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν βίον τέχνη, ᾗ τὰς τέχνας δεῖ καταπίνεσθαι καὶ ἐναποτίθεσθαι, καθ’ ὃν λόγον καὶ τὰ λεγόμενά τινας καταπίνειν φαμέν. διὰ δὲ τὴν κατάποσιν συνηκολουθηκότως λέγεται, καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι αὐτά. μετὰ ταῦτα τὴν καταποθεῖσαν τοιαύτην τέχνην τίκτειν’ εὔλογον ἐν αὐτῷ παραπλησίαν τῆς τικτούσης μητρός· πρός τε τούτοις τὰ ὑπὸ τῶν ἐπιστημονικῶν τικτόμενα ἐν αὐτοῖς. πῶς δ’ ἂν ἐκπορεύοιτο, καὶ διὰ τίνος μάλιστα, πάρεστι σκοπεῖν. φανερὸν γὰρ, ὅτι λόγῳ ἐκφέρεται διὰ τοῦ στόματος κατὰ τὴν

    353
    κεφαλὴν ἐξ ἴσου, οὕτως τῆς κεφαλῆς λεγομένης, ὃν τρόπον προβάτου κεφαλὴ λέγεται, καὶ τὰς κεφαλὰς ἀφαιροῦσί τινων, καθ’ ὃν λόγον παραγινόμενον καὶ ἐκ τῆς κορυφῆς λέγεται γενέσθαι τῶν τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων, καὶ χωρὶς δὲ τῆς ἱστορίας ταύτης ἀπ’ αὐτοῦ μόνον τοῦ γενέσθαι ταύτην κατὰ τὴν κεφαλὴν, τὰ παραπλήσιά τις λέγοι· οὐ γὰρ ἐν τῇ κεφαλῇ φησιν αὐτὴν γενέσθαι, εἰ μή τινες διαστρέφοντες ἢ παραλλάττοντες τὸν λόγον ἐξελθεῖν ταύτῃ, γινομένην δ’ ἄλλως ἔροιντο· ὥστε μᾶλλον καὶ τοῦτο σύμβολον πρὸς τὸν ἕτερον εἶναι, ὡς ἔφην. τὰ γὰρ ἐν αὐτοῖς γινόμενα τεχνικὰ κατὰ τὴν κεφαλὴν ἐξιόντα μάλιστα ἀποσημαίνει τὸν προειρημένον λόγον. αὕτη μὲν ἡ τοῦ Χρυσίππου ῥῆσις. ἐπεὶ δ’ ἐστὶ πάνυ μακρὰ, καὶ διὰ τοῦτ’ ἴσως τινὲς οὐκ ἀκριβῶς αὐτῆς ἅπαντα τὸν νοῦν καταμανθάνουσιν, ἐγὼ πειράσομαι διὰ βραχέων εἰπεῖν, ἃ βούλεται δηλοῦν. οὐ μάχεταί μοι, φησὶν, ὁ μῦθος λέγων, ἐκ τῆς Διὸς κεφαλῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν, φρόνησιν ὑπάρχουσαν. οὐ γὰρ αὐτὸ τοῦτο μόνον εἴρηται κατ’ αὐτὸν, ἀλλ’ ὅτι καταπιὼν τὴν Μῆτιν
    354
    ὁ Ζεὺς, καὶ ὥσπερ ἐγκύμων ἐξ αὐτῆς γενόμενος, τὴν γεννηθεῖσαν ἐν αὑτῷ κόρην ἀπεκύησε διὰ τῆς κεφαλῆς. εἰρῆσθαι δ’ οὕτω φησὶ τὰ κατὰ τὸν μῦθον, ἐπειδὴ τὰς τέχνας ἁπάσας ἐν τῇ καρδίᾳ συνισταμένας διὰ τὸν λόγον εἰς τὸ φανερὸν ἐκφερόμενοί τινες λόγοι διὰ τῆς κεφαλῆς ἐξίασιν. ἔστι γὰρ καὶ τὸ στόμα τῆς κεφαλῆς μόριον. οὐ γὰρ τὸ τετριχωμένον μόνον, ἀλλὰ καὶ τὸ μετὰ τὸν τράχηλον ἄνωθεν ἅπαν ὀνομάζεσθαι κεφαλὴν, καθ’ ὃ σημαινόμενον ἀποτμηθῆναί τινος λέγομεν τὴν κεφαλήν. εἰ δὲ μὴ διὰ τοῦ στόματος τοῦ Διὸς, ἀλλ’ ἐκ τῆς κορυφῆς ἐμυθολόγησεν ἐξεληλυθέναι τὴν Ἀθηνᾶν, οὐδὲν ἄτοπον εἶναί φησι, τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων. ἐν τούτοις τοῖς λόγοις ὁ Χρύσιππος τὰ μὲν ἄλλα πιθανῶς τε ἅμα καὶ εὐμηχάνως ἐξηγεῖται τοῦ μύθου, προσαρμόττων αὐτὸν τῷ Στωϊκῷ δόγματι· τὸ δὲ συνέχον τε καὶ κυριώτατον τοῦ λόγου παντὸς, ὑπὲρ οὗ δίκαιον ἦν ἀγωνίσασθαι, μάλιστα διὰ ταχέων παρέδραμεν, ὡς κᾀν τοῖς πρόσθεν ἐποίησεν ἐξηγούμενος, ὅπερ οἱ πολλοὶ λέγουσι, τοὺς
    355
    μὲν οὐκ ἔχειν, τοὺς δ’ ἔχειν ἐγκέφαλον. ὡς γὰρ ἐν ἐκείνοις αὐτὸ τὸ ζητούμενον τάχιστα παρῆλθεν, ἐν τοῖς ἔξωθεν αὐτοῦ μηκύνας ἐπὶ πλεῖστον, οὕτω κᾀνταῦθα τὸ συνέχον αὐτὸ τοῦ λόγου διὰ ταχέων παρέδραμεν ἀρκεσθεὶς εἰπεῖν, διὰ τοῦτ’ ἐκ τῆς κορυφῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν, οὐκ ἐκ τοῦ στόματος, τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων. ἐχρῆν γὰρ αὐτὸν ἢ μηδ’ ὅλως ἧφθαι τοῦ μύθου, μηδέν γ’ ἀναγκαῖον ἔχοντος ἀνδρὶ φιλοσόφῳ πρὸς ἀπόδειξιν δόγματος, ἢ ἁπτόμενον, ὅπερ ἦν μάλιστα τὴν ἀντιλογίαν συνέχον, ἀκριβῶς ἅπασαν ἐξελθεῖν, καὶ εἰ πλειόνων ἔχρῃζε λόγων, οὐκ ὀκνήσαντα τοὺς πολλοὺς προσγράψαι. βουλόμενος δ’ ἄν τις, οἶμαι, καὶ τοὺς τοιούτους ἑτέρως ἐξηγεῖσθαι, πολλὰς ἐπιχειρημάτων ἀφορμὰς ἐκ τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων δύναιτο λαμβάνειν, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς ἑξῆς ἀναγκαῖον ἔσται διελθεῖν, ἐπειδὰν περὶ τοῦ ψυχικοῦ πνεύματος ὁ λόγος ἡμῖν γίνηται, διὰ βραχέων δ’ ἂν καὶ νῦν αὐτὰ μόνον εἴποιμι τὰ κεφάλαια τῶν μελλόντων ἀποδειχθήσεσθαι. ὥσπερ γὰρ αὐτὸ τὸ
    356
    σῶμα τῆς καρδίας ἐξ ἑαυτοῦ διαστελλόμενόν τε καὶ συστελλόμενον ἐν μέρει τὰς ὕλας τε ἕλκει καὶ αὖθις ἐκπέμπει, κατὰ τὸν αὐτὸν τρόπον ὁ ἐγκέφαλος, ἐπειδὰν προέληται τοῦ περιεχομένου κατὰ τὰς ἑαυτοῦ κοιλίας πνεύματος, ὃ δὴ καὶ ψυχικὸν ὀνομάζομεν, ἐπιπέμψαι τινὶ μορίῳ, τὴν εἰς τοῦτ’ ἐπιτήδειον κίνησιν κινηθεὶς οὕτως ἐπιπέμπει. γένεσις δὲ τῷ πνεύματι τῷδε τῷ κατὰ τὰς κοιλίας αὐτοῦ τάχα μέν τις ὀλίγη καὶ ἐκ τῶν εἰς αὐτὰς περαινομένων γίγνεται φλεβῶν, τὴν πλείστην δὲ καὶ κυριωτάτην αἱ κατὰ τὸ δικτυοειδὲς πλέγμα τὸ κατὰ τὴν τοῦ ἐγκεφάλου βάσιν ἀρτηρίαι χορηγοῦσιν, αἵτινες ἀπὸ τῆς καρδίας ἀναφέρονται. ὥστ’, εἴ τις βούλοιτο τοῖς ἀληθέσι συνάπτειν τὸν μῦθον, ἐν τοῖς κάτω μέρεσι κυηθεῖσαν τὴν φρόνησιν, τοῦτ’ ἔστι τὸ πνεῦμα τὸ ψυχικὸν, ἐν τῇ κεφαλῇ φασι τελειοῦσθαι, καὶ μάλιστά γε κατὰ τὴν κορυφὴν, ὅτι κατὰ ταύτην ἐστὶν ἡ μέση καὶ κυριωτάτη τῶν ἐγκεφάλου κοιλιῶν. ἐγὼ μὲν οὖν, ὥσπερ ὁ Πλάτων αὐτὸς εἶπε, τὰ τοιαῦτα πάντα μυθολογήματα ἄλλως μὲν χαρίεντα ἡγοῦμαι, λίαν δὲ δεινοῦ καὶ ἐπιπόνου
    357
    καὶ οὐ πάνυ εὐτυχοῦς ἀνδρὸς, κατ’ ἄλλο μὲν οὐδὲν, ὅτι δ’ αὐτῷ ἀνάγκη μετὰ τοῦτο τὸ τῶν Ἱπποκενταύρων εἶδος ἐπανορθοῦσθαι, καὶ αὖθις τὸ τῆς Χιμαίρας, καὶ ἐπιῤῥεῖ δὲ ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων, καὶ ἄλλων ἀμηχάνων πλήθη τε καὶ ἀτοπώτερα λόγων τινῶν φύσεων, αἷς εἴ τις ἀπιστῶν προσβιβᾷ κατὰ τὸ εἰκὸς ἕκαστον, ἅτε ἀγροίκῳ τινὶ σοφίᾳ χρώμενος, πολλῆς αὐτῷ σχολῆς δεήσει. ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀνεγνωκότα τὸν Χρύσιππον ἀποκεχωρηκέναι τῶν μύθων, καὶ μὴ κατατρίβειν τὸν χρόνον ἐξηγούμενον αὐτῶν τὰς ὑπονοίας. ἂν γὰρ ἅπαξ εἰς τοῦτ’ ἀφίκηταί τις, ἀνάριθμον πλῆθος ἐπιῤῥεῖ μυθολογημάτων, ὥσθ’ ὅλον ἀπολέσει τὸν βίον, εἴ τις ἐπεξέρχοιτο πάντα. ἄμεινον δ’ ἦν, οἶμαι, τὸν ἀληθείας ὄντως ἐφιέμενον ἄνδρα, μὴ τί λέγουσιν οἱ ποιηταὶ σκοπεῖν, ἀλλὰ τῶν ἐπιστημονικῶν λημμάτων, ὑπὲρ ὧν ἐν τῷ δευτέρῳ γράμματι διῆλθον, ἐκμαθόντα τὴν τῆς εὑρέσεως ὁδὸν, ἐφεξῆς μὲν ἀσκῆσαί τε καὶ γεγυμνάσθαι κατὰ ταύτην, ὅταν δ’ ἱκανῶς ἴδῃ τὰ κατὰ τὴν ἄσκησιν αὐτῷ προήκειν, τηνικαῦτα ἀφικόμενον
    358
    ἐφ’ ἕκαστον τῶν προβλημάτων ἐπισκέπτεσθαι περὶ τῶν εἰς τὰς ἀποδείξεις αὐτοῦ λημμάτων, τίνα μὲν ἐξ αἰσθήσεως ἁπλῆς, τίνα δ’ ἐξ ἐμπειρίας, ἤτοι τῆς κατὰ τὸν βίον, ἢ τῆς κατὰ τὰς τέχνας, τίνα δὲ ἐκ τῶν πρὸς νόησιν ἐναργῶν χρὴ λαβόντα περαίνειν ἐξ αὐτῶν ἤδη τὸ προκείμενον. εἰ ταύτην τὴν ὁδὸν ὁ Χρύσιππος ἐτράπετο, παρελθὼν τὴν κατὰ τοὺς μύθους τε καὶ τὰς ἐτυμολογίας, ἀνανεύσεις τε καὶ κατανεύσεις κεφαλῆς, καὶ χειρῶν κινήσεις, καὶ χειλῶν σχήματα, καὶ ποιητῶν μαρτυρίας ἅμα γυναιξὶ καὶ τοῖς ἄλλοις ἰδιώταις, αὐτὸς ἂν εὕρισκε τἀληθὲς, ἡμῶν τε τὸν χρόνον οὐκ ἂν ἀπώλλυεν, ἐπιδεικνύντων αὐτῷ μηδὲ ἐν οἷς ἐπικαλεῖται μάρτυσι, μηδὲ ἐν τούτοις τι πλέον ἔχοντι. καὶ γὰρ οἱ ποιηταὶ τὰ πλείω κατὰ τῶν δογμάτων αὐτοῦ λέγουσι, καὶ οἱ μῦθοι, καὶ οἱ ἰδιῶται, καὶ τῶν ἄλλων ἕκαστος, οὓς ὡς ἑαυτῷ μαρτυροῦντας ἐν τῷ προτέρῳ περὶ ψυχῆς ἔγραψε. ταῦτ’ ἐστὶν, ἃ παρελελοίπειν ἐγὼ κατὰ τὸ πρὸ τούτου βιβλίον ὧν εἰρήκει Χρύσιππος ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ λόγῳ, νομίζων, εἰ κᾀκεῖνος οὐκ ᾐδέσθη πλεονάζειν ἐν αὐτοῖς,
    359
    ἐμοὶ γοῦν προσήκειν ἀποχωρῆσαι τῆς τοιαύτης ἀδολεσχίας. ἐπεὶ δ’, ὡς ἔφην, ἔδοξε τῶν ἑταίρων τισὶ ὑπὸ φιλοτιμίας κινηθεῖσιν ἐπιμνησθῆναί με καὶ τῶν τοιούτων λόγων, ἐκείνοις χαριζόμενος ἔγραψα καὶ τουτὶ τὸ βιβλίον, ὅσον οἷόν τ’ οὖν ἐμοὶ μετὰ τοῦ διὰ ταχέων παρέρχεσθαι τὰ περιττῶς ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα, καὶ τῶν χρησίμων τῇ προκειμένῃ πραγματείᾳ προτιθεὶς οὐκ ὀλίγα.

    360

      Τῶν μὲν λόγων τοῦ μήκους οὐχ ἡμᾶς αἰτιατέον, ἀλλὰ τοὺς ἐμπλήσαντας ἃ συνέγραψαν βιβλία μοχθηρῶν ἐπιχειρημάτων. ἅπερ εἰ μέν τις ἅπαντα παρέρχοιτο, τάχ’ ἂν ὑποπτευθείη τῷ μὴ δύνασθαι λύειν αὐτὰ μᾶλλον, οὐ τῷ καταφρονεῖν, αἱρεῖσθαι τὴν βραχυλογίαν· εἰ δ’ ἀκολουθῶν ἐξελέγχοι πάντα, κίνδυνος εἰς τοσαύτην ἐμπεσεῖν μακρολογίαν, ὡς μηδέποτε κεφαλὴν ἐπιθεῖναι

      361
      τῇδε τῇ πραγματείᾳ. ταῦτά τοι κᾀγὼ βουληθεὶς ἑκάτερον τῶν ἐγκλημάτων ἐκφυγεῖν, εὑρηκέναι μοι δοκῶ μέσην τινὰ καὶ σύμμετρον ὁδὸν, ἴσον ἀφεστῶσαν ἐλλιποῦς τε βραχυλογίας καὶ περιττῆς μακρολογίας. ἐάσας γὰρ ἅπαντας τοὺς ἄλλους Στωϊκοὺς, ὅσα Χρύσιππος ἔγραψεν εἰς τὸ περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων δόγμα, ταῦτ’ ἔγνων χρῆναι προχειρισάμενος μόνα παραβάλλειν αὐτὰ τοῖς ὑφ’ Ἱπποκράτους τε καὶ Πλάτωνος εἰρημένοις. παμπόλλων δ’ ἐπιχειρημάτων γεγραμμένων αὐτῷ περὶ τοῦ τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις συνίστασθαι, περὶ δὲ τοῦ τὸ λογιζόμενον ἐνταῦθ’ ὑπάρχειν οὐδὲ μιᾶς ἀποδείξεως εἰρημένης, ἀλλ’ ἑτοίμως ἀεὶ λαμβάνοντος τἀνδρὸς, ἔνθα τὰ πάθη τῆς ψυχῆς συνίσταται, ἐνταῦθα καὶ τὴν διάνοιαν ὑπάρχειν, εἴρηται μὲν ἤδη μοι πρὸς αὐτὸν οὐκ ὀλίγα καὶ διὰ τῶν ἔμπροσθεν, εἰρήσεται δὲ καὶ νῦν ὅσον ὑπόλοιπον. εἰ μὲν οὖν ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ὁ Χρύσιππος ἔγραψε, καὶ μὴ διεφέρετο πρὸς αὑτὸν ἐν τοῖς πλείστοις δόγμασιν ἐπαμφοτερίζων, οὐδ’ ἂν ἐμοὶ μακρὸς ὁ τῆς ἀντιλογίας ἐγίνετο
      362
      λόγος. ἐπεὶ δ’ ἄλλοτε ἄλλα περὶ τῶν αὐτῶν εὑρίσκεται γράφων, οὐκ ἔτι ῥᾴδιον οὔτε τὴν γνώμην ἑρμηνεῦσαι τἀνδρὸς, οὔθ’ ὅπῃ σφάλλεται δεικνύναι. περὶ γοῦν τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἐν τῷ προτέρῳ περὶ τῆς ψυχῆς εἰπὼν, ὡς ὁ Πλάτων ὑπελάμβανε, τὸ μὲν λογιστικὸν ἐν τῇ κεφαλῇ τετάχθαι, τὸ δὲ θυμοειδὲς ἐν τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλὸν, ἐν τοῖς ἑξῆς αὐτὸς εἰς τὴν καρδίαν πειρᾶται τὰ τρία συνάγειν. ἔχουσι δὲ αἱ ῥήσεις ᾧδε. ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάπτων εἰς ταὐτὸν καὶ τὸ ἐπιθυμητικὸν, καθάπερ καὶ ἔδει ποιῆσαι. εἶτα ἐπιφέρων φησί· ὅτι μὲν γὰρ τὸ λογιστικόν ἐστιν ἐνταῦθα, διὰ τούτων ἐμφαίνεται·

    1. Ἄλλο δ’ ἐνὶ στήθεσσι νόος καὶ μῆτις ἀμύμων.
    2. Ἀλλ’ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
    3. 363

      εἶτ’ ἐφεξῆς ἔπη παραθέμενος πλείω, μετὰ ταῦτά φησιν· ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, ἐκ τούτων ἐμφαίνει·

    4. Οὐ γὰρ πώποτ’ ἔμ’ ᾧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
    5. Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε.
    6. καὶ μετ’ ὀλίγα πάλιν· ὅτι δὲ καὶ τὸ θυμοειδὲς ἐνταῦθα αὐτῷ ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα·

    7. Ἥρη δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.
    8. καὶ ἔτι·

    9. Καὶ χόλον, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι·
    10. Ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
    11. Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται, ἠΰτε καπνός.
    12. ἐναργέστατα καὶ σαφέστατα διὰ τῶν τοιούτων ἐνδεικνύμενος, ὡς ὑπολαμβάνει καὶ αὐτὸς ὁμοίως Ἱπποκράτει καὶ Πλάτωνι, δυνάμεις τῆς ψυχῆς ὑπάρχειν ἑτέρας παρὰ τὸν λογισμὸν, τήν τ’ ἐπιθυμητικὴν καὶ τὴν θυμοειδῆ, καὶ καθ’ ἕτερον μόνον τοῦτο διαφερόμενος αὐτοῖς, καθ’ ὅσον ἐν τῇ καρδίᾳ πᾶσαν εἶναί φησιν, ὡς Ἀριστοτέλης ὑπελάμβανεν, οὐκ ἐν τοῖς τρισὶ σπλάγχνοις, ἐγκεφάλῳ, καὶ ἥπατι, καὶ καρδία.

      364
      ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἔργα τε καὶ τὰ πάθη διὰ τῶν ἐπῶν ὡς ἔγραψεν, αὐτάρκως ἐνεδείξατο, διὰ μὲν τοῦ φάναι·

    13. Οὐ γὰρ πώποτ’ ἔμ’ ᾧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
    14. Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
    15. ὡς ὁ ἔρως πάθος εἴη τῆς ἐπιθυμητικῆς δυνάμεως· ἐν δὲ τῷ λέγειν·

    16. Ἥρη δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα,
    17. ὡς ὁ χόλος τῆς θυμοειδοῦς. διαφερέτω δ’ ἔν γε τῷ παρόντι μηδὲν, εἴτε ἔργα τῶν δυνάμεων, εἴτε πάθη τὰ τοιαῦτα πάντα λέγοιμεν, ὕστερον γὰρ ὑπὲρ αὐτῶν ἀκριβῶς ἐπισκεψόμεθα. κατὰ μὲν τὸ πρότερον περὶ ψυχῆς βιβλίον ὁ Χρύσιππος οὐχ ὅπως ἀντιλέγει μηδεμίαν εἶναι τῆς ψυχῆς δύναμιν ἢ ἐπιθυμητικὴν ἢ θυμοειδῆ, ἀλλὰ καὶ τὰ παθήματ’ αὐτῶν ἐκδιδάσκει, καὶ τόπον ἀπονέμει τοῦ σώματος ἕνα· κατὰ δὲ τὰ περὶ τῶν παθῶν ἅπαντα τά τε τρία, δι’ ὧν ἐπισκέπτεται τὰ λογικὰ περὶ αὐτῶν ζητήματα, καὶ προσέτι τὸ θεραπευτικὸν, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφουσί

      365
      τινες, οὐκ ἔθ’ ὁμοίως εὑρίσκεται γιγνώσκων, ἀλλὰ τὰ μὲν ὡς ἐπαμφοτερίζων γράφει, τὰ δὲ ὡς μηδεμίαν ἡγούμενος εἶναι δύναμιν τῆς ψυχῆς μήτε ἐπιθυμητικὴν μήτε θυμοειδῆ. κατὰ μὲν γὰρ τὴν ἐξήγησιν τῶν ὁρισμῶν τοῦ πάθους ἐμφαίνει τινὰ δύναμιν ἄλογον ἐν τῇ ψυχῇ τῶν παθῶν αἰτίαν ὑπάρχειν, ὡς ὀλίγον ὕστερον ἐπιδείξω τὴν ῥῆσιν ἐξηγησάμενος αὐτοῦ· ἐν δὲ τοῖς ἐφεξῆς, ἔνθα ζητεῖ, πότερα κρίσεσιν ἐπιγίγνεται τὰ πάθη, προφανῶς ἀποχωρεῖ τῆς Πλάτωνος δόξης, ὅς γ’ οὐδὲ τὴν ἀρχὴν ἐν τῇ διαιρέσει τοῦ προβλήματος ἠξίωσε καὶ ταύτης ἐπιμνησθῆναι. καίτοι τοῦτο πρῶτον εὐθὺς ἐγκαλέσειεν ἄν τις αὐτῷ παρὰ τὸ τῆς διαιρέσεως ἐλλιπὲς ἐσφαλμένῳ. τὸ γάρ τοι πάθος, οἷον ὁ ἔρως, ἤτοι κρίσις τίς ἐστι, ἢ κρίσεσιν ἐπιγιγνόμενον, ἢ κίνησις ἔκφορος τῆς ἐπιθυμητικῆς δυνάμεως. οὕτω δὲ καὶ ὁ χόλος ἤτοι κρίσις, ἢ ἑπόμενόν τι ταύτῃ πάθος ἄλογον, ἢ κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως. ὁ δέ γ’ οὐδ’ οὕτως ἐγχωρῶν εἰς τρία τέμνεσθαι τὸ πρόβλημα μεταχειρίζεται
      366
      τὸν λόγον ἐπιδεικνύναι πειρώμενος, ὡς ἄμεινον εἴη κρίσεις ὑπολαμβάνειν αὐτὰ, καὶ οὐκ ἐπιγινόμενά τινα ταῖς κρίσεσιν, ἐπιλαθόμενος ὧν αὐτὸς ἐν τῷ προτέρῳ τῷ περὶ ψυχῆς ἔγραψε, τὸν μὲν ἔρωτα τῆς ἐπιθυμητικῆς εἶναι δυνάμεως, τὸν δὲ χόλον τῆς θυμοειδοῦς.

    Ὥσπερ δ’ ἐν τούτοις ἐπελάθετό τε ἅμα τῶν ἑαυτῷ γεγραμμένων, οὐκ ἠξίωσέ τε πρὸς τὸ τῶν παλαιῶν ἀντειπεῖν δόγμα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ὁρισμοῖς τῶν γενικῶν παθῶν, οὓς πρώτους ἐξέθετο, τελέως ἀποχωρεῖ τῆς γνώμης αὐτῶν, τὴν λύπην ὁριζόμενος δόξαν πρόσφατον κακοῦ παρουσίας, τὸν δὲ φόβον προσδοκίαν κακοῦ, τὴν δ’ ἡδονὴν δόξαν πρόσφατον ἀγαθοῦ παρουσίας. ἄντικρυς γὰρ ἐν τούτοις τοῦ λογιστικοῦ τῆς ψυχῆς μόνου μέμνηται, παραλείπων τό τ’ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές· καὶ γὰρ τὴν δόξαν καὶ τὴν προσδοκίαν ἐν τῷ λογικῷ μόνῳ συνίστασθαι νομίζει. κατὰ μέντοι τὸν τῆς ἐπιθυμίας ὅρον, ἣν ὄρεξιν ἄλογον εἶναί φησιν,

    367
    ἐφάπτεται μέν πως ὅσον ἐπὶ τῇ λέξει τῆς ἀλόγου κατὰ τὴν ψυχὴν δυνάμεως, ἀποχωρεῖ δὲ κᾀνταῦθα κατὰ τὴν ἐξήγησιν αὐτῆς, εἴγε καὶ ἡ ὄρεξις, ἣν κατὰ τὸν ὁρισμὸν παρέλαβε, τῆς λογικῆς ἐστι δυνάμεως. ὁρίζεται γοῦν αὐτὴν ὁρμὴν λογικὴν ἐπί τι ὅσον χρὴ ἧδον. ἐν μέντοι δὴ τούτοις τοῖς ὅροις ὁρμὰς καὶ δόξας καὶ κρίσεις ὑπάρχειν οἴεται τὰ πάθη, κατὰ δέ τινας τῶν ἐφεξῆς Ἐπικούρῳ καὶ Ζήνωνι μᾶλλον, ἢ τοῖς ἑαυτοῦ δόγμασιν ἀκόλουθα γράφει. τήν τε γὰρ λύπην ὁριζόμενος μείωσιν εἶναί φησιν ἐπὶ φευκτῷ δοκοῦντι ὑπάρχειν, τὴν δ’ ἡδονὴν ἔπαρσιν ἐφ’ αἱρετῷ δοκοῦντι ὑπάρχειν. καὶ γὰρ αἱ μειώσεις, καὶ αἱ ἐπάρσεις, καὶ αἱ συστολαὶ, καὶ αἱ διαχύσεις, (καὶ γὰρ τούτων ἐνίοτε μέμνηται,) τῆς ἀλόγου δυνάμεώς ἐστι παθήματα ταῖς δόξαις ἐπιγιγνόμενα. τοιαύτην δέ τινα τὴν οὐσίαν τῶν παθῶν Ἐπίκουρος καὶ Ζήνων, οὐκ αὐτὸς ὑπολαμβάνει. ὃ καὶ θαυμάζειν ἐπέρχεταί μοι τἀνδρὸς, ἐν ἐπαγγελίᾳ λογικῆς τε ἅμα καὶ ἀκριβοῦς διδασκαλίας οὐκ ἀκριβοῦντος. καὶ γὰρ οὐκ αὐτὰ ταῦτα μόνον αὐτὸς ἑαυτῷ διαφέρεται φανερῶς,
    368
    ἀλλὰ κᾀπειδὰν ὑπὲρ τῶν κατὰ τὸ πάθος ὁρισμῶν γράφων ἄλογόν τε καὶ παρὰ φύσιν κίνησιν ψυχῆς αὐτὸ φάσκῃ, καὶ πλεονάζουσαν ὁρμὴν, εἶτα τὸ μὲν ἄλογον ἐξηγούμενος τὸ χωρὶς λόγου τε καὶ κρίσεως εἰρῆσθαι φάσκει, τῆς δὲ πλεοναζούσης ὁρμῆς παράδειγμα τοὺς τρέχοντας σφοδρῶς παραλαμβάνει· ταυτὶ γὰρ ἀμφότερα μάχεται τῷ κρίσεις εἶναι τὰ πάθη. εἰσόμεθα δ’ ἐναργέστερον αὐτὰς τὰς ῥήσεις αὐτοῦ παραγράψαντες. ἔχει δ’ ἡ μὲν ἑτέρα τόνδε τὸν τρόπον. δεῖ δὲ πρῶτον ἐντεθυμῆσθαι, ὅτι τὸ λογικὸν ζῶον ἀκολουθητικὸν φύσει ἐστὶ τῷ λόγῳ, καὶ κατὰ τὸν λόγον, ὡς ἂν ἡγεμόνα πρακτικόν. πολλάκις μέντοι καὶ ἄλλως φέρεται ἐπί τινα, καὶ ἀπό τινων ἀπειθῶς τῷ λόγῳ ὠθούμενον ἐπὶ πλεῖον, καθ’ ἣν φορὰν ἀμφότεροι ἔχουσιν οἱ ὅροι τῆς παρὰ φύσιν κινήσεως ἀλόγως οὕτως γινομένης, καὶ τοῦ ἐν ταῖς ὁρμαῖς πλεονασμοῦ. τὸ γὰρ ἄλογον τουτὶ ληπτέον ἀπειθὲς λόγῳ, καὶ ἀπεστραμμένον τὸν λόγον, καθ’ ἣν φορὰν καὶ ἐν τῷ ἔθει τινάς φαμεν ὠθεῖσθαι, καὶ ἀλόγως
    369
    φέρεσθαι ἄνευ λόγου κρίσεως, οὐχὶ εἰ διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον, ταῦτ’ ἐπισημαινόμεθα, ἀλλὰ μάλιστα καθ’ ἣν ὑπογράφει φορὰν οὐ πεφυκότος τοῦ λογικοῦ ζώου κινεῖσθαι, οὕτως κατὰ τὴν ψυχὴν, ἀλλὰ κατὰ τὸν λόγον. ἡ μὲν οὖν ἑτέρα τῶν τοῦ Χρυσίππου ῥήσεων ἐξηγουμένη τὸν πρότερον τῶν ὅρων τοῦ πάθους ἐνταυθοῖ τελευτᾷ. τὴν δ’ ὑπόλοιπον, ἐν ᾗ τὸν ἕτερον ὅρον ἐξηγεῖται, γεγραμμένην ἐφεξῆς τῇδε κατὰ τὸ πρῶτον σύγγραμμα περὶ παθῶν ἤδη σοι παραθήσομαι. κατὰ τοῦτο δὲ καὶ ὁ πλεονασμὸς τῆς ὁρμῆς εἴρηται, διὰ τὸ τὴν καθ’ αὑτοὺς καὶ φυσικὴν τῶν ὁρμῶν συμμετρίαν ὑπερβαίνειν. γένοιτο δ’ ἂν τὸ λεγόμενον διὰ τούτων γνωριμώτερον, οἷον ἐπὶ τοῦ πορεύεσθαι καθ’ ὁρμὴν οὐ πλεονάζει ἡ τῶν σκελῶν κίνησις, ἀλλὰ συναπαρτίζει τι τῆς ὁρμῆς, ὥστε καὶ στῆναι, ὅταν ἐθέλῃ, καὶ μεταβάλλειν. ἐπὶ δὲ τῶν τρεχόντων καθ’ ὁρμὴν οὐκέτι τοιοῦτον γίνεται, ἀλλὰ πλεονάζει παρὰ τὴν ὁρμὴν ἡ τῶν σκελῶν κίνησις, ὥστε ἐκφέρεσθαι καὶ μὴ μεταβάλλειν εὐπειθῶς οὕτως εὐθὺς ἐναρξαμένων, αἷς οἶμαί τι παραπλήσιον καὶ ἐπὶ τῶν ὁρμῶν γίνεσθαι διὰ τὸ τὴν
    370
    κατὰ λόγον ὑπερβαίνειν συμμετρίαν, ὥσθ’, ὅταν ὁρμᾷ, μὴ εὐπειθῶς ἔχειν πρὸς αὐτὸν, ἐπὶ μὲν τοῦ δρόμου τοῦ πλεονασμοῦ λεγομένου παρὰ τὴν ὁρμὴν, ἐπὶ δὲ τῆς ὁρμῆς παρὰ τὸν λόγον. συμμετρία γάρ ἐστι φυσικῆς ὁρμῆς ἡ κατὰ τὸν λόγον, καὶ ἕως τοσούτου, καὶ ἕως αὐτὸς ἀξιοῖ. διὸ δὴ καὶ τῆς ὑπερβάσεως κατὰ τοῦτο καὶ οὕτως γινομένης πλεονάζουσά τε ὁρμὴ λέγεται εἶναι καὶ παρὰ φύσιν καὶ ἄλογος κίνησις ψυχῆς. αἱ μὲν τοῦ Χρυσίππου ῥήσεις αὗται. σκεψώμεθα δ’ ἀκριβέστερον ὑπὲρ ἑκατέρας αὐτῶν ἀπὸ τῆς προτέρας ἀπαρξάμενοι, καθ’ ἣν ἐξηγεῖται, πῶς εἴρηται τὸ πάθος ἄλογος καὶ παρὰ φύσιν κίνησις ψυχῆς. ἐπειδὴ γὰρ ἠπίστατο δύο σημαινόμενα πρὸς τῆς ἄλογος φωνῆς, ὧν τὸ ἕτερον βούλεται μόνον δηλοῦσθαι κατὰ τὸν ὅρον, τὸ χωρὶς κρίσεως, ὀρθῶς. ἐποίησε μηδεμίαν ὑπολιπόμενος ἀμφιβολίαν, ἀλλ’ αὐτὸς δηλώσας, ὅτι τὴν κατὰ τὸ πάθος ὁρμὴν ἄλογον εἶναί φησι, καθ’ ὅσον ἀπέστραπται τὸν λόγον, καὶ ἀπειθεῖ τῷ λόγῳ, καὶ χωρὶς κρίσεως γίνεται. διὰ μὲν οὖν τοῦ ἀπεστράφθαι φάναι τὸν λόγον ἐχώρισε
    371
    τὴν κατὰ τὸ πάθος ἄλογον κίνησιν τῶν ἀψύχων τε καὶ τῶν ἀλόγων ζώων. κινεῖται μὲν γὰρ καὶ λίθος καὶ ξύλον ἐνίοτε, καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀψύχων, ἀλλ’ οὐχ ὡς ἀπεστραμμένον τὸν λόγον, οὔθ’ ὡς ἀπειθοῦν. ᾧ γὰρ τὴν ἀρχὴν μὴ μέτεστι τοῦ πείθεσθαί τε καὶ ἕπεσθαι τῷ λόγῳ, τοῦτο πῶς ἂν ἢ ἀπειθεῖν, ἢ ἀπεστράφθαι ποτὲ δύναιτο τὸν λόγον; ἀλλ’ ὅλως μὴ χρῆσθαι λέγοιτο ἂν εἰκότως. ἀπεστράφθαι δὲ καὶ ἀπειθεῖν λεχθήσεται τὸ φύσιν μὲν ἔχον ἕπεσθαί τε καὶ πείθεσθαί, παρὰ φύσιν δέ ποθ’ ἑτέρως φερόμενον. ἐκ μὲν δὴ τῶν τοιούτων δείκνυται τὸ μήτ’ ἀψύχῳ τινὶ μήτ’ ἀλόγῳ ζώῳ πάθος ἐγγίνεσθαι ψυχικόν. ἐπειδὰν δὲ γράφῃ, χωρὶς λόγου καὶ κρίσεως γίγνεσθαι τὴν κατὰ τὸ πάθος κίνησιν, εἶτα συνάπτων ἐφεξῆς λέγῃ, οὐχὶ εἰ διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον, καὶ ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ, διορίζει τῶν ἁμαρτημάτων τὰ πάθη καὶ πάνυ δεόντως. τὰ μὲν γὰρ ἁμαρτήματα μοχθηραὶ κρίσεις εἰσὶ, καὶ ὁ λόγος ἐψευσμένος
    372
    τῆς ἀληθείας καὶ διημαρτημένος. τὸ δὲ πάθος ἔμπαλιν οὐδὲν μὲν ἡμαρτημένον, οὐδὲ παρορώμενον κατὰ τὸν λογισμὸν, ἀπειθὴς δέ ἐστι τῷ λόγῳ κίνησις ψυχῆς. ὁ μὲν γὰρ ὑπὲρ τοῦ σῶσαι τὴν πατρίδα τῆς ζωῆς καὶ τῶν τέκνων καταφρονήσας, καὶ ἤτοι παραδοὺς ἑτέροις ἀποσφάττειν, ἢ αὐτὸς ὑπομείνας σφάξαι, τῇ γε τοῦ καλοῦ φαντασίᾳ τοῦτο δρᾷ καὶ λογισμῷ τινι χρησάμενος. ἡ Μήδεια δ’ ἔμπαλιν οὐ μόνον ὑπ’ οὐδενὸς ἐπείσθη λογισμοῦ κτείνειν τοὺς παῖδας, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ὅσον ἐπὶ τῷ λογισμῷ μανθάνειν φησὶ, οἷα δρᾷν μέλλει κακὰ, τὸν θυμὸν δὲ εἶναι κρείττονα τῶν βουλευμάτων, τοὐτέστιν οὐχ ὑποτετάχθαι καὶ πείθεσθαι καὶ ἕπεσθαι καθάπερ τινὶ δεσπότῃ τῷ λόγῳ τὸ πάθος, ἀλλ’ ἀφηνιάζειν, καὶ ἀποχωρεῖν, καὶ ἀπειθεῖν τῷ προστάγματι, ὡς ἑτέρας τινὸς ἔργον ἢ πάθημα δυνάμεως ὑπάρχον, οὐ τῆς λογιστικῆς. πῶς γὰρ ἂν ἢ ἀπειθεῖν ἑαυτῷ τι δύναιτο, ἢ ἀποστρέφεσθαι ἑαυτὸ, ἢ μὴ ἕπεσθαι ἑαυτῷ; ταυτὶ μὲν οὖν ἅπαντα πρὸς τῷ μηδὲν ἔχειν μεμπτὸν ἔτι καὶ ἀληθῶς τε καὶ διωρισμένως καὶ
    373
    κατὰ τὴν Πλάτωνος εἴρηται γνώμην. παραπλησίως δὲ καὶ τὰ κατὰ τὴν ἐξήγησιν τοῦ δευτέρου τῶν ὅρων ὑπ’ αὐτοῦ γεγραμμένα, δι’ ἧς ἐμνημόνευσε καὶ τῶν τρεχόντων ὠκέως, οἳ μηδ’ εἰ στῆναι βούλοιντο, παραχρῆμα δύναιντο πράττειν αὐτό. σαφῶς γὰρ κᾀνταῦθα ἔνδειξις γίγνεται δυνάμεως ἑτέρας παρὰ τὸν λόγον, ὑφ’ ἧς ἀποτελεῖται τὰ παθήματα. γνοίημεν δ’ ἂν ἐναργέστερον, εἰ τὴν αἰτίαν ἐξεύροιμεν, ὑφ’ ἧς συμβαίνει μὴ δύνασθαι στῆναι παραχρῆμα πολλοὺς τῶν θεόντων. ἡ δ’ εὕρεσις ἐξ αὐτοῦ γένοιτ’ ἂν ἡμῖν τοῦ μὴ πᾶσιν οὕτως συμβαίνειν, ἀλλ’ ὅσοι δι’ ὁμαλοῦς τινος ἢ κατάντους φέρονται. τῶν μὲν γὰρ ἀνάντη χωρία διαθεόντων οὐκ ἔτι οὕτω τοῦτο συμπίπτει· παραχρῆμα γοῦν ἵστανται βουληθέντες, ὡς ἂν τῆς ῥοπῆς τοῦ σώματος μὴ φερούσης αὐτοὺς βιαίως κάτω, καθάπερ ἐκείνους ἔφερε. σύνθετος γὰρ αὐτῶν ἔνεστιν ἡ τῆς φορᾶς αἰτία, ἡ μέν τις ὡς ζώων ὑφ’ ὁρμῆς κινουμένων, ἡ δ’ ὡς ἀψύχων σωμάτων τῷ βάρει ῥεπόντων. οὕτω γοῦν καὶ λίθοι πολλάκις ὀρῶν καταφέρονται στῆναι μεταξὺ μὴ δυνάμενοι, πρὶν ἐξικέσθαι
    374
    πρός τι χωρίον ὁμαλὸν ἢ κοῖλον. ὥστε καὶ κατὰ τοῦτο τὸ παράδειγμα δυνάμεώς ἐστιν ἔνδειξις ἑτέρας παρὰ τὸν λογισμὸν, ἀλόγου τὴν φύσιν, οἵα πέρ ἐστιν ἐν τοῖς τῶν ζώων σώμασι τὸ βάρος. ὅτι δ’ οὐ δύνανται διὰ τοῦτο στῆναι βουληθέντες, οὐ μόνον ἐκ τῆς τῶν ἀναντῶν τε καὶ καταντῶν χωρίων διαφορᾶς ἔνεστι μαθεῖν, ἀλλὰ καὶ ἐκ τῆς ἐν αὐτοῖς τοῖς ὁμαλέσι διαφόρου κινήσεως. ὁ μὲν γὰρ εἰς τοὐπίσω τὴν ῥοπὴν τοῦ σώματος ποιησάμενος ἐν τῷ τρέχειν αὐτοκράτωρ ἐστὶ τοῦ στῆναι, ὁ δ’ εἰς τὸ ἔμπροσθεν ὑπ’ ἐκείνης κωλύεται. καὶ δι’ αὐτό γε τοῦτο οὕτω θέουσιν ἅπαντες, ὑπ’ αὐτῆς τοῦ πράγματος· τῆς φύσεως διδασκόμενοι συντελεῖν τὴν εἰς τὸ πρόσω ῥοπὴν τῷ τάχει τῆς κινήσεως. ὥσπερ οὖν ἐπὶ τοῦ παραδείγματος, ὦ γενναιότατε Χρύσιππε, τοῖς μὲν μηδὲν ὑπὸ τοῦ κατὰ τὸ σῶμα βάρους εἰς τάχος κινήσεως ὠφελουμένοις ἕτοιμον τὸ στῆναι, τοῖς δ’ ἐκ διττῆς αἰτίας τὸ τάχος γεννῶσιν οὐκ ἔθ’ ἡ βούλησις ἱκανὴ, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τῆς ψυχῆς ὁρμῶν, ὅταν μὲν ὁ λογισμὸς μόνος ἔχη τὴν αἰτίαν, ἐπ’ αὐτῷ παῦσαι τὴν ὁρμήν·
    375
    ὅταν δ’ ἤτοι θυμὸς ἢ ἐπιθυμία τις αὐτῷ προσέλθῃ, δυνάμεις ἄλογοί τε καὶ παραπλήσιαι τῷ κατὰ τὸ σῶμα βάρει, παραχρῆμα μὲν οὐχ οἷόν τε στῆναι, χρόνῳ δ’ ἂν ἴσως γένοιτο καὶ τοῦτο, καθάπερ ἐπὶ τῶν θεόντων. τὸ δ’ ἴσως τῷ λόγῳ προσέθηκα διὰ τὴν τῶν κατὰ μέρος αἰτίων, ὅσα τε κινεῖ τὴν ὁρμὴν, ἄνισον δύναμιν. ἐπειδὴ γὰρ καὶ λογισμὸς αὐτὴν κινεῖ, καὶ ἐπιθυμία, καὶ θυμὸς, ἡ μὲν ὑφ’ ἑνὸς αὐτῶν συστᾶσα, τῶν ἄλλων ἡσυχαζόντων, ὑπ’ ἐκείνου μόνου δεσπόζεται. ὥστ’, εἰ μὲν ὑπὸ τοῦ λογισμοῦ γένοιτο, καὶ καταπαύειν αὐτὴν καὶ αὖθις ἐπεγείρειν οἷόν τε διὰ μόνου τοῦ βουληθῆναι, εἰ δ’ ὑπὸ θυμοῦ τινος ἢ ἐπιθυμίας, ὅταν ἐκεῖνα λωφήσῃ, εἰ δ’ ὑφ’ ἑκατέρων ἐνεργούντων γίγνοιτο, λογισμοῦ θ’ ἅμα καί τινος ἀλόγου δυνάμεως. εἰ μὲν οὖν ἀντισπῶντος τοῦ λογισμοῦ, κρατήσει τὸ ἰσχυρότερον, εἰ δὲ συνεκθέοντος, οὐδέποτε παύσεται. λέγω δὲ συνεκθεῖν τῷ πάθει τὸν λογισμὸν, ὅταν, ἅπερ ἐκεῖνο πράττει, καὶ ὁ λογισμὸς δοξάζῃ, ὥσπερ ἐπὶ τῶν ἀκολάστων. δοξάζουσι γὰρ ἀγαθὸν εἶναι μέγιστον οὗτοι τὴν ἀπόλαυσιν τῶν ἡδίστων,
    376
    ἑκουσίως ἑπομένου κατὰ τὴν ψυχὴν αὐτῶν τοῦ λογισμοῦ τῇ ἐπιθυμίᾳ. ἀντιτείνειν δέ φημι τὸν λογισμὸν τῷ πάθει, μὴ δοξάζοντος μὲν τἀνθρώπου, καλὸν ἢ ἀγαθὸν εἶναι τὴν ἀπόλαυσιν τῆς προκειμένης ἡδονῆς, ἑλκομένου δέ πως ἐπ’ αὐτὴν διὰ τὴν τῆς ἐπιθυμητικῆς δυνάμεως ἰσχυρὰν κίνησιν. ἀλλ’ εἰ μὲν ὁ λογισμὸς κρατήσειεν, ἐγκρατὴς ἑαυτοῦ τε καὶ τῶν ἑαυτοῦ παθῶν ὁ τοιοῦτος ἄνθρωπός ἐστι τε καὶ λέγεται, εἰ δ’ ἐπιθυμία, τοὐναντίον τῷδε πρόσρημα λαβὼν ἀκρατὴς ὀνομάζεται. ὅταν δ’ ὑπὸ τοῦ λογισμοῦ μόνου πρὸς τὴν τῶν ἡδέων ἄγηται χρῆσιν, ὁ τοιοῦτος σώφρων καλεῖται, σκοπὸν τῆς αἱρέσεως αὐτῶν οὐ τὴν ἀπόλαυσιν, ἀλλὰ τὴν ὠφέλειαν πεποιημένος, ὥσπερ γε καὶ ἀκόλαστος ὁ πρὸς τῆς ἐπιθυμίας μόνης ἀγόμενος, ἀκολουθοῦντος αὐτῇ τοῦ λόγου, καθάπερ τινὸς οἰκέτου. τῇ τοιαύτῃ συμπλοκῇ τῶν τὰς ὁρμὰς κινούντων αἰτίων μαρτυρεῖ καὶ τὸ τοῦ Χρυσίππου παράδειγμα. τῶν μὲν γὰρ πρὸς ἄναντες θεόντων ἡ λογικὴ μόνη δύναμις ἡγεῖται, τῶν δ’ ἀκουσίως ἐπὶ κρημνὸν φερομένων ἡ ἄλογος, ἥνπερ δὴ τὸ βάρος τοῦ σώματος ἔφαμεν
    377
    ὑπάρχειν, τῶν δ’ ἐς τὸ κάταντες θεόντων ἀμφότεραι. οὕτω δὲ καὶ τῶν ἐφ’ ὁμαλοῦς, εἰ πρόσω ῥέποιεν, ὡς, εἴγε ἀνανεύοιεν ὀπίσω, θέοιεν μὲν ἂν οὕτω γε τῶν ἑτέρων ἧττον, ἵσταιντο δ’ ἂν, ὁπότε βουληθεῖεν. ὥστε οὐδὲν ἄχρι γε τῆς τῶν ὅρων ἐξηγήσεως ὁ Χρύσιππος ἐναντίον ἀπεφήνατο τοῖς παλαιοῖς.

    Ὁπόταν δ’ ἐφεξῆς ἐπισκέπτηται, πότερον κρίσεις τινὰς ἢ κρίσεσιν ἑπόμενα χρὴ νομίζειν εἶναι τὰ πάθη, καθ’ ἑκάτερα μὲν ἀποχωρεῖ τῶν παλαιῶν, πολὺ δὲ μᾶλλον ἐν τῷ τὸ φαυλότερον ἡγεῖσθαι. καὶ γὰρ Ζήνωνι κατά γε τοῦτο, καὶ ἑαυτῷ, καὶ πολλοῖς ἄλλοις μάχεται τῶν Στωϊκῶν, οἳ οὐ τὰς κρίσεις αὐτὰς τῆς ψυχῆς, ἀλλὰ καὶ τὰς ἐπὶ ταύταις ἀλόγους συστολὰς, καὶ ταπεινώσεις, καὶ δείξεις, ἐπάρσεις τε καὶ διαχύσεις ὑπολαμβάνουσιν εἶναι τὰ τῆς ψυχῆς πάθη. Ποσειδώνιος μέν γε τελέως ἀπεχώρησεν ἀμφοτέρων τῶν δοξῶν, οὔτε γὰρ κρίσεις, οὔτε ἐπιγινόμενα κρίσεσιν, ἀλλ’ ὑπὸ τῆς θυμοειδοῦς τε καὶ ἐπιθυμητικῆς δυνάμεως ἡγεῖται γίγνεσθαι τὰ πάθη, κατὰ πᾶν ἀκολουθήσας τῷ παλαιῷ λόγῳ. καὶ πυνθάνεταί γε τοὺς περὶ

    378
    τὸν Χρύσιππον οὐκ ὀλιγάκις ἐν τῇ περὶ παθῶν ἑαυτοῦ πραγματείᾳ, τίς ἡ τῆς πλεοναζούσης ὁρμῆς ἐστιν αἰτία. ὁ μὲν γὰρ λόγος οὐκ ἂν δύναιτό γε πλεονάζειν παρὰ τὰ ἑαυτοῦ πράγματά τε καὶ μέτρα. πρόδηλον οὖν, ὡς ἑτέρα τις ἄλογός ἐστι δύναμις αἰτία τοῦ πλεονάζεσθαι τὴν ὁρμὴν ὑπὲρ τὰ μέτρα τοῦ λόγου, καθάπερ τοῦ πλεονάζεσθαι τὸν δρόμον ὑπὲρ τὰ μέτρα τῆς προαιρέσεως ἄλογος ἡ αἰτία, τὸ βάρος τοῦ σώματος. ἀλλ’ οὐ τοῦτο θαυμαστὸν, εἰ πολλοῖς ἐναντία λέγει Χρύσιππος, ὥσπερ οὐδ’ ὅτι τῆς ἀληθείας ἀπέσφαλται, (συγγνώμη γὰρ ἀνθρώπῳ γε ὄντι καὶ ἁμαρτάνοντι ὡραῖόν τι,) ἀλλ’ ὅτι μήτε ἐπεχείρησεν ὅλως τὰ πρὸς τῶν παλαιῶν εἰρημένα διαλύσασθαι, καὶ πρὸς αὑτὸν διαφέρεται, νυνὶ μὲν γίνεσθαι νομίζων τὰ πάθη ἄνευ λόγου καὶ κρίσεως, νυνὶ δ’ οὐ μόνον κρίσεσιν ἕπεσθαι φάσκων, ἀλλ’ αὐτὸ δὴ τοῦτο κρίσεις εἶναι. τὸ γὰρ μηδ’ ὅλως ἐφάπτεσθαι κρίσεως ἐναντιώτατον δήπου τῷ κρίσιν εἶναι τὸ πάθος, εἰ μὴ νὴ Δία βοηθῶν τις αὐτῷ φαίη, πλείω σημαίνειν
    379
    τὸ τῆς κρίσεως ὄνομα, καὶ κατὰ μὲν τὴν ἐξήγησιν τοῦ ὅρου τὴν οἷον περίσκεψιν εἰρῆσθαι κρίσιν, ὡς εἶναι τὸ ἄνευ κρίσεως ἴσον τῷ ἄνευ περισκέψεως, ἔνθα δὲ κρίσεις εἶναί φησι τὰ πάθη, τὰς ὁρμάς τε καὶ τὰς συγκαταθέσεις ὀνομάζεσθαι κρίσεις. ἀλλ’ εἴπερ τοῦτό τις δέξαιτο, πλεονάζουσα συγκατάθεσις ἔσται τὸ πάθος, καὶ πάλιν ὁ Ποσειδώνιος ἐρήσεται τὴν αἰτίαν, ὑφ’ ἧς πλεονάζεται, πρὸς τῷ καὶ μέγιστον ἁμάρτημα κατὰ τὴν διδασκαλίαν ἡμαρτῆσθαι τῷ Χρυσίππῳ. εἰ γὰρ ἐν αὐτῷ δὴ τούτῳ τὸ κῦρος τοῦ δόγματός ἐστιν, ἐν τῷ διαστείλασθαι τὴν ὁμωνυμίαν καὶ δεῖξαι, κατὰ τί μὲν σημαινόμενον ἄνευ κρίσεως γίνεται τὰ πάθη, κατὰ τί δὲ κρίσεις εἰσὶν, ὁ δ’ οὐδὲ καθ’ ἓν τῶν τεττάρων βιβλίων, ἃ περὶ τῶν παθῶν ἔγραψεν, ἐποίησεν αὐτὸ, πῶς οὐκ ἄν τις αὐτὸν δικαίως μέμψαιτο; τάχα μὲν γὰρ οὐδὲ βραχυλογίαν τις ἄκραν ἐζηλωκὼς ὀρθῶς ἂν ὑπερβαίνοι τὰ οὕτως ἀναγκαῖα, πολὺ δ’ οὖν μᾶλλον, ὅταν ἐπὶ μήκιστον ἐκτείνῃ τοὺς λόγους, ὥσπερ ὁ Χρύσιππος. ἀλλὰ περὶ μὲν τούτων καὶ μικρὸν ὕστερον ἐπισκεψόμεθα.

    380

    Περὶ δὲ τοῦ μὴ φροντίζειν τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας αὐτὸν ἔχων ἔτι μυρία λέγειν, ἃ τάχ’ ἂν καὶ ὕστερον, εἰ μακροτέρας ἐπιλαβοίμην σχολῆς, εἰς μίαν ἀθροίσαιμι πραγματείαν ἅπαντα, παραλιπὼν τἄλλα μόνων τῶν οἰκείων τοῖς νῦν προκειμένοις μνημονεύσω. τὴν τοίνυν ἐπιθυμίαν ἐν τῷ πρώτῳ περὶ παθῶν ὁρισάμενος ὄρεξιν ἄλογον, αὐτὴν πάλιν τὴν ὄρεξιν ἐν ἕκτῳ τῶν κατὰ γένος ὅρων ὁρμὴν λογικὴν εἶναί φησιν ἐπί τι, ὅσον χρὴ, ἧδον αὐτῷ. οὕτω δὲ αὐτὴν ὁρίζεται κᾀν τοῖς περὶ τῆς ὁρμῆς. ὥστε τὸν τῆς ἐπιθυμίας ὅρον ἀναπτυσσόμενον γίγνεσθαι τοιοῦτον· ἐπιθυμία ἐστὶν ὁρμὴ λογικὴ ἐπί τι, ὅσον χρὴ, ἧδον αὐτῷ, ἄλογος. ἀλλὰ τὸ μὲν ἐν διαφέρουσιν ἤτοι βιβλίοις ἢ χωρίοις βίβλων ἀναισθήτως ἔχειν τῆς ἐναντιολογίας ἧττον δεινόν· ὅταν δ’ ἐν αὐτοῖς οἷς φθέγγεταί τις ἐναντία τε καὶ παντοίως μαχόμενα συμπλέξῃ, συγχεῖ καὶ ταράσσει τὴν διδασκαλίαν ἐν τῷδε καὶ πολλὴν ἀπορίαν παρέχει τοῖς ἐξελέγχειν αὐτὰ πειρωμένοις, ὥσπερ ἂν εἰ καὶ

    381
    οὕτω τις εἴποι γε, καταβὰς ἄνω, καὶ διαλεχθεὶς τῷ λίθῳ, καὶ πλεύσας διὰ μέσης τῆς πέτρας, ἀνελθεῖν εἰς τὸν βυθὸν τῆς λίμνης. ἄν τε γὰρ ὡς οὐ καταβάντα διελέγχῃς, φάσκων αὐτὸν ἄνω μεμενηκέναι καταβάντα, τοῦτ’ αὐτὸ δήπου φήσει καὶ αὐτὸς εἰρηκέναι κατὰ τὸν λόγον ἐν τῷ προσθεῖναι τὸ ἄνω, ἄν θ’, ὡς οὐδενὶ διελέχθη, καὶ τοῦτ’ εἰρῆσθαι φήσει, ταὐτὸ γὰρ εἶναι τὸ λίθῳ διαλέγεσθαι τῷ μηδὲ λίθῳ, τῷ λίθῳ γὰρ οὐδεὶς διαλέγεται. καὶ τἄλλα οὕτως ἅπαντα σοφιστικῶς ἐπανορθοῦσθαι δυνήσεταί τις. ὥστε κατ’ ἀρχὰς εὐθὺς δεῖν ἀποδρᾶναι λόγων εἶδος τοιούτων, ἐν ᾧ χρὴ τοὺς ἀκούοντας οὐχ ἃ σημαίνεται συνήθως ὑφ’ ἑκάστου τῶν ὀνομάτων μανθάνειν, ἀλλ’ ἕτερ’ ἄττα. τοιοῦτον γάρ τι καὶ ὁ Χρύσιππος ἀξιώσει, ἐπειδὰν μὲν ἄνευ κρίσεως λέγῃ τις γίνεσθαι τὰ πάθη τῆς ψυχῆς, ἀκούειν ἡμᾶς ἀξιῶν, ὅτι μετὰ κρίσεώς τε γίνεται καὶ κρίσεις εἰσίν· ἐπειδὰν δ’ ἄνευ λόγου καὶ ἄλογα, τὸ μήτ’ ἄλογα, μήτ’ ἐν ἀλόγῳ τινὶ δυνάμει τῆς ψυχῆς, ἀλλ’ ἐν τῇ λογιζομένῃ καὶ λογικά·
    382
    τὸ γὰρ κρίνειν ταύτης ἔργον ὑπάρχειν· ἐπειδὰν δ’ ἀπειθῶς τε καὶ ἀπεστραμμένως τοῦ λόγου, τὸ μηδεμίαν ἐπιζητεῖν ἑτέραν ἐν τῇ ψυχῇ δύναμιν, ἧς κινουμένης ἀπειθῶς τῷ λόγῳ γίγνεσθαι τὰ πάθη· μηδὲν γὰρ εἶναί τινα τοιαύτην, ὡς ἔνιοι τῶν φιλοσόφων ὑπολαμβάνουσιν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ προσαγορεύοντες, τὸ ὅλον γὰρ εἶναι τὸ τῶν ἀνθρώπων ἡγεμονικὸν λογικόν. εἰ μὲν γὰρ εἰς πρόβλημά τις ἀπὸ στόματος ἐπικαίρου λέγοι, κάλλιον μὲν καὶ τούτῳ διωρισμένως τε χρῆσθαι καὶ σαφῶς τοῖς ὀνόμασιν, ἕξει δ’ οὖν ὅμως συγγνώμην αὐτοῦ τὰ σφάλματα. τὸ δ’ ἐπιστημονικὴν καὶ λογικὴν πραγματείαν ἐπαγγειλάμενον γράφειν ἀπειθῆ μὲν τῷ λόγῳ τινὰ κίνησιν ὀνομάζειν, ἀξιοῦν δ’ ἡμᾶς ἀκούεν αὐτὴν λογικὴν, ἢ ἀπεστράφθαι μὲν τὸν λόγον, εἶναι δ’ οὐδὲν ἄλλο ἢ λόγον τε καὶ κρίσιν αὐτὴν, οὐκ οἶδ’ εἰ μὴ τῆς μεγίστης μέμψεως ἄξιος ὑπάρχει ἄνθρωπος, μὴ συγχωρῶν ἐπὶ ταὐτοῦ λέγειν αἰσχύνεσθαι καὶ αἰδεῖσθαι, μηδ’ ἥδεσθαι καὶ χαίρειν, ἀλλ’ ἀκριβοῦν ἅπαντα καὶ μέχρι
    383
    τῶν ὀνομάτων ἀξιῶν αὐτὸν ἐν τοῖς συγγράμμασιν, ὃ μικρὸν ἔμπροσθεν οὐκ ἐκ λόγου καὶ κρίσεως ἔφησε γίγνεσθαι, προελθὼν ἐν λόγῳ καὶ κρίσει συνίστασθαί φησιν, ἐνὸν ἐκφυγεῖν μὲν ἁπάσας τὰς οὕτως ἀκαίρους τε ἅμα καὶ παρὰ τὸ τῶν Ἑλλήνων ἔθος ἀναπιμπλαμένας ὁμωνυμίας, ἀκριβῶσαι δὲ καὶ διαρθρῶσαι τὸν λόγον Ἑλληνικοῖς τε καὶ σαφέσιν ὀνόμασιν. τὸ γοῦν ἄλογον ὡσαύτως ἀφώνῳ τε καὶ ἀτραχήλῳ διχῶς ἅπαντες ἄνθρωποι λέγουσιν, καὶ τρίτον οὐδέν ἐστιν ἐπ’ αὐτῶν σημαινόμενον εὑρεῖν οὔτε παρὰ τοῖς νῦν Ἕλλησιν, οὔτε παρὰ τοῖς παλαιοῖς, εἴ τι χρὴ τεκμαίρεσθαι τοῖς βιβλίοις αὐτῶν. ἄφωνον δὲ δή πως λέγουσι καὶ ἀτράχηλον· ἀναγκάζει γὰρ ἡμᾶς τὰ ῥήματα ἡ Χρυσίππειος ἑρμηνεία καὶ ταῦτ’ ἐξηγεῖσθαι· τὸ μὲν, οἶμαι, στερήσει φωνῆς ἢ τραχήλου, τὸ δὲ κακώσει, εἰ μὲν γάρ τις φάσκει, τοὺς ἰχθῦς ἀφώνους ὑπάρχειν, ἢ τὰ φυτὰ, τῷ μηδ’ ὅλως ἔχειν φωνὴν οὕτως αὐτὰ προσαγορεύει· εἰ δέ τις ἄφωνον εἶναι λέγοι τὸν κιθαρῳδὸν ἢ τὸν κήρυκα, κάκωσίν τινα ἐνδείκνυται τῆς φωνῆς τἀνθρώπου, ἢ γὰρ μικρόφωνον,
    384
    ἢ τραχύφωνον, ἢ μελάμφωνον, ἤ τι τοιοῦτον ἕτερον εἶναί φησιν αὐτὸν, οὐ μὴν παντελῶς γ’ ἐστερῆσθαι φωνῆς. οὕτω δὲ καὶ ἀτραχήλους τινὰς ὀνομάζουσιν ἀνθρώπους, οὐ μὰ Δία ὥσπερ τοὺς ἰχθῦς ἀτραχήλους ἄν τις εἴποι, διότι μηδ’ ὅλως αὐτοῖς ὑπάρχει τράχηλος. οὐδεὶς γὰρ ἂν οὕτως γε ἄνθρωπος ἀτράχηλος εἴη, ὡς ἐστερῆσθαι τὸ πάμπαν τραχήλου, ἀλλὰ τῷ μικρὸν ἔχειν τὸν τράχηλον ὀνομάζονταί τινες οὕτως. καὶ μένει κᾀνταῦθα τὰ παραπλήσια δύο σημαινόμενα, καθάπερ ἐπὶ τῆς ἄφωνος προσηγορίας. οὕτω δὲ καὶ ἄπους, καὶ ἀσκελὴς, καὶ ἀκοίλιος, καὶ ἄπλευρος, καὶ ἄχειρ, καὶ πάνθ’ ὅσα τοιαῦτα, ποτὲ μὲν ἀναιρούσης τῆς α΄ φωνῆς τὸ σημαινόμενον ἑκάστου τῶν ὀνομάτων, οὗ προτάττεται, ποτὲ δ’ οὐκ ἀναιρούσης. οὕτως εὑρίσκω καὶ τὸ ἄλογον ὄνομα παρὰ τοῖς παλαιοῖς ἅπασιν εἰρημένον ὑπό τε τῶν νῦν ἀνθρώπων λεγόμενον. ἐπειδὰν μὲν γὰρ ἢ τὸν ἰχθῦν τις ἢ τὸν καρκῖνον ἄλογον εἶναι φάσκῃ, παντάπασιν ἀναιρεῖ τὸ σημαινόμενον ἐκ τῆς ἄλογος φωνῆς· ἐπειδὰν δὲ τόδε τι τὸ ὑπὸ τοῦδε λεγόμενον ἐπιμεμφόμενοι φάσκωσιν
    385
    ἄλογον, οὐχ ὡς οὐδένα λόγον ἔχον, ἀλλ’ ὡς μεμπτέον καὶ πονηρῶς ἔχον οὕτως ὀνομάζουσιν. ἄλλο δὲ τρίτον ἢ καὶ νὴ Δία τέταρτον, ὡς οὗτοι βιάζονται, σημαινόμενον οὐκ ἔστιν ἐν ἔθει τοῖς Ἕλλησιν, ὃ ἐξηγεῖσθαι τὴν φωνὴν ἐπαγγέλλονται. δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει. διὸ καὶ οὐκ ἄπο τρόπου λέγεται ὑπό τινων τὸ τῆς ψυχῆς πάθος εἶναι κίνησις παρὰ φύσιν, ὡς ἐπὶ φόβου ἔχει καὶ ἐπιθυμίας καὶ τῶν ὁμοίων. πᾶσαι γὰρ αἱ τοιαῦται κινήσεις τε καὶ καταστάσεις ἀπειθεῖς τε τῷ λόγῳ εἰσὶ καὶ ἀπεστραμμέναι· καθ’ ὃ καὶ ἀλόγως φαμὲν φέρεσθαι τοὺς τοιούτους, οὐχ οἷον κακῶς ἐν τῷ διαλογίζεσθαι, ὡς ἄν τις εἴποι κατὰ τὸ ἔχειν ἐναντίως πρὸς τὸ εὐλόγως, ἀλλὰ κατὰ τὴν τοῦ λόγου ἀποστροφήν. ἐναργῶς ἐν τούτοις ὁ Χρύσιππος ἐνδείκνυται τὰ δύο σημαινόμενα τῆς ἄλογον φωνῆς, ἅπερ καὶ ὄντως ἐστὶ παρὰ τοῖς Ἕλλησι, τὸ μὲν ἕτερον, ᾧ τὸ εὔλογον ἐναντίον ἐστὶ, τὸ δ’ ἕτερον, ᾧ μηδὲν μέτεστι λόγου. τὸ μὲν οὖν ἀντικείμενον τῷ εὐλόγῳ ἁμάρτημά ἐστι καὶ κρίσις μοχθηρά· τὸ δ’ ἕτερον, ὃ χωρὶς
    386
    λόγου γίγνεται παντὸς, ἡ κατὰ τὸ πάθος ὁρμὴ καὶ κίνησις. εἰ δέ γε ἦν πλείω τὰ σημαινόμενα τοῦ ἄλογον ὀνόματος, οὐκ ἂν ὤκνησεν οὐδὲ περὶ ἐκείνων εἰπεῖν, ἐπιδεικνὺς, ὡς οὐδὲ καθ’ ἓν αὐτῶν ἄλογον εἰρῆσθαι τὸ τῆς ψυχῆς πάθος, ἀλλὰ κατὰ μόνον ὅπερ αὐτὸς ὠνόμασε τὸ κατὰ τὴν ἀποστροφὴν τοῦ λόγου γινόμενον. ὅσα μὲν γάρ τις ἔκρινε κακῶς, οὐκ ἀπέστραπται τὸν λόγον, ἀλλ’ ἔσφαλται κατ’ αὐτόν· ὅσαι δ’ ὁρμαὶ κατὰ θυμὸν ἢ ἐπιθυμίαν ἀποτελοῦνται, μὴ προσχρώμεναι λόγῳ, ταύτας ἀλόγους ὀνομάζει κατὰ τὸ ἕτερον τῶν σημαινομένων, ἐν ᾧ τὴν α΄ φωνὴν ἀποφάσκειν τε καὶ ἀναιρεῖν ἐλέγομεν τὸ σημαινόμενον τῆς μετ’ αὐτοῦ τεταγμένης. ἡ γὰρ ἀπειθὴς λόγῳ κίνησις ψυχῆς ἄλογός ἐστι κατὰ τοῦτο τὸ σημαινόμενον, ἐν ᾧ τὸ μηδὲ ὅλως χρῆσθαι λόγῳ περιέχεται. ὡς εἴγε χρώμεθα λόγῳ, καὶ κατ’ αὐτὴν οὐκ ὀρθῶς ὁ Χρύσιππος εἶπεν, ἔν τε τῷ πρώτῳ περὶ παθῶν, οὐχὶ διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον, ἀλλ’ ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ, καὶ πάλιν ἐν τῷ θεραπευτικῷ τῶν παθῶν,
    387
    αὐτὰ δὴ ταῦτα τὰ μικρῷ πρόσθεν μοι παραγεγραμμένα διὰ τῆς ῥήσεως, ἐν ᾗ τὸ μὲν ἐναντίως τῷ εὐλόγως λεγόμενον ἄλογον οὐκ ἔφασκεν ἐν τῷ τοῦ πάθους ὁρισμῷ σημαίνεσθαι, θάτερον δὲ τὸ ἀπειθές τε καὶ ἀπεστραμμένον τὸν λόγον. ἐπιφέρων γοῦν φησιν· οἷαι καὶ ἀκρατεῖς αἱ τοιαῦται καταστάσεις εἰσὶν, ὡς ἂν οὐ κρατούντων ἑαυτῶν, ἀλλ’ ἐκφερομένων, καθάπερ οἱ τῷ τόνῳ τρέχοντες προσεκφέρονται, οὐ κρατοῦντες τῆς τοιαύτης κινήσεως. οἱ δὲ κατὰ τὸν λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, κᾂν ὁποιοσοῦν ᾖ, κρατοῦσιν ἤτοι ἀπαθεῖς εἰσι τῆς τοιαύτης κινήσεως καὶ τῶν κατ’ αὐτὴν ὁρμῶν. ἐνταῦθα γὰρ πάλιν τὸ κᾂν ὁποιοσοῦν ᾖ προκείμενον ἐπὶ τοῦ λόγου σαφῶς ἐνδείκνυται τὸν ἀπὸ τῶν ἁμαρτημάτων διορισμὸν τοῦ πάθους. εἴτε γὰρ ὑγιὴς εἴη καὶ ἀληθὴς ὁ λόγος, εἴτε μοχθηρός τε καὶ ψευδὴς, ὁ κινούμενος κατ’ αὐτὸν οὐκ ἄν ποτε γένοιτ’ ἐν πάθει. κατὰ μὲν γὰρ τὸν ἀληθῆ προσηκόντως τε καὶ κατωρθωμένως κινεῖται, κατὰ δὲ τὸν ψευδῆ μοχθηρῶς τε καὶ διημαρτημένως. ἵνα γὰρ ὁ λόγος ἡγεμών ἐστιν, ἢ ἀρετὴ
    388
    ἕπεται, ἢ ἁμάρτημα, πάθος οὐδέποτε. τὸ γοῦν οἰηθῆναι τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καθάπερ ὁ Ἐπίκουρος, ἡμαρτημένος τε λόγος ἐστὶ καὶ ψευδὴς, ἁπάσας τε τὰς ἐνεργείας καὶ κατὰ μέρος κινήσεις ἐκ τῆς ψυχῆς, ὅσαι τῆς ἡδονῆς ὡς τέλους στοχάζονται μοχθηρῶς, μοχθηρὰς μὲν ἐξ ἀνάγκης ἔχει καὶ διημαρτημένας, οὐ μὴν ἤδη γέ πω καὶ πάθη· τὸ γὰρ ἴδιον τοῦ πάθους αὐτὸ δὴ τοῦτ’ ἔστι τὸ χωρὶς λόγου κινεῖσθαι τὴν ψυχήν. ὅθεν καὶ δεόντως ὁ Χρύσιππος ἔγραψεν· οἱ δὲ κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες τὰς κατὰ μέρος δηλονότι κινήσεις τῆς ψυχῆς κρατοῦσι τῶν κατ’ αὐτὰς ὁρμῶν ἀνάλογον τοῖς περιπατοῦσιν, ἀλλ’ οὐχ ὑπ’ αὐτῶν ἐκφέρονται βιαίως, ὥσπερ οἳ κατὰ πρανοῦς θέοντες. συνάπτων γοῦν τῇ προγεγραμμένῃ ῥήσει καὶ ταυτὶ προσγράφει· οἱ δέ γε κατὰ τὸν λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, καὶ ἐὰν ὁποιοσοῦν ᾖ, κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ’ αὐτὰς ὁρμῶν, ὥστε πεισθῆναι ἐάν περ ἐνδείκνυται αὐτὸς παραπλησίως τοῖς περιπατοῦσιν. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει· διὸ καὶ
    389
    αἱ οὕτως ἄλογοι κινήσεις πάθη τε λέγονται καὶ παρὰ φύσιν εἶναι, ἅτ’ ἐκβαίνουσαι τὴν λογικὴν σύστασιν. πῶς οὕτως; ἢ δηλονότι χωρὶς λόγου παντὸς, καὶ ἀπεστραμμέναι τὸν λόγον, ὃν ἡγεμόνα ἔδωκεν ἡμῖν ἡ φύσις ἁπασῶν τῶν κατὰ μέρος ἐνεργειῶν; οὐχ ἡγεῖται δ’ ἐν τοῖς πάθεσιν· ὅθεν ἐκβεβηκέναι φησὶ τὴν λογικὴν σύστασιν ἁπάσας τὰς κατὰ πάθος κινήσεις, ὀρθότατα λέγων. εἰ γὰρ ἡ μὲν λογικὴ τοῦ ζώου σύστασις ἡγεμόνα κέκτηται τὸν λόγον, οὐ κρατεῖ δ’ οὗτος οὐδ’ ἡγεῖται τῶν κατὰ τὸ πάθος κινήσεων, ἐκβέβηκε τὴν λογικὴν φύσιν ὁ κατὰ πάθος κινούμενος. καὶ μὴν, εἴπερ οὐ λόγος ὁρμῆς ἡγεῖται, ἀποκρινάσθωσαν ἡμῖν οἱ περὶ τὸν Χρύσιππον, ὅ τί ποτέ ἐστι τὸ ἡγούμενον. οὐ γὰρ δή γε ἀποχρήσει αὐτοῖς εἰπεῖν, ὡς οὔτε λόγος, οὔτε ἄλλη δύναμις οὐδεμία. συγχωροῦσι γὰρ οὕτως ἀναίτιόν τινα κίνησιν, ὃ παντὸς μᾶλλον φυλάττεσθαι παραινοῦσι, καὶ μέμφονταί γε τὸν Ἐπίκουρον, ἐπειδάν τινα τοιαύτην ὑποτίθηται. εἴπερ οὖν μηδὲν ἀναιτίως γίγνεται, καὶ τοῦτ’ ἔστιν ἁπάντων σχεδόν τι τῶν φιλοσόφων
    390
    ὁμολόγημα κοινὸν, οὐ Χρυσίππου μόνον, ἢ Ἀριστοτέλους, ἢ Πλάτωνος, ἀποκρινάσθωσαν ἡμῖν, ἥ τίς ποτ’ ἐστὶν αἰτία τῆς κατὰ πάθη κινήσεως. οὐ γὰρ δὴ ὁ λόγος γε νῦν ἡγεμὼν οὐδ’ αἴτιος αὐτοῖς ὑπάρχει, καθάπερ ἔν τε τοῖς ἁμαρτήμασι καὶ κατορθώμασιν. ὁ μὲν οὖν Ποσειδώνιος, ὡς ἂν, οἶμαι, τεθραμμένος ἐν γεωμετρίᾳ καὶ μᾶλλον τῶν ἄλλων Στωϊκῶν ἀποδείξεσιν ἕπεσθαι συνειθισμένος, ᾐδέσθη τήν τε πρὸς τὰ σαφῶς φαινόμενα μάχην καὶ τὴν αὐτὴν πρὸς αὑτὸν ἐναντιολογίαν τοῦ Χρυσίππου, καὶ πειρᾶται μὴ μόνον ἑαυτὸν τοῖς Πλατωνικοῖς, ἀλλὰ καὶ τὸν Κιττιέα Ζήνωνα προσάγειν· οἱ δ’ ἄλλοι Στωϊκοὶ σχεδὸν ἅπαντες οὐκ οἶδ’ ὅπως ἕπεσθαι μᾶλλον οἷς ἐσφάλη Χρύσιππος ὑπομένουσιν, ἢ τἀληθὲς αἱρεῖσθαι.

    Καὶ οἵ γε νῦν αὐτῶν ἐνδοξότατοι, πυνθανομένων ἡμῶν ἑκάστοτε, τίνα ποτὲ χρὴ τίθεσθαι τὴν αἰτίαν τῆς κατὰ τὰ πάθη κινήσεως, ἄνω μὲν καὶ κάτω τοὺς λόγους ἑλίττουσιν, ἀποσαφοῦσι δ’ οὐδὲν, ἀλλ’ ἐνίοτε μὲν τὸν ἡμαρτημένον λόγον φασὶν καὶ τὴν δόξαν τὴν ψευδῆ τῶν

    391
    κατὰ τὰ πάθη κινήσεων αἴτιον ὑπάρχειν, δυσωπούμενοι δ’ αὖθις ὑπὸ τῶν Χρυσίππου ῥήσεων ὑποχωροῦσί τε τούτων, καὶ κινήσεις τινὰς ἀναιτίους ὑποτίθενται, καὶ μένουσιν οὐδέποτ’ ἐπὶ τῶν αὐτῶν ἀποκρίσεων, ἀλλ’ Εὐρίπου δίκην ἑκάστοτε μεταῤῥέουσιν, ἀπὸ μὲν τοῦ τὸν λόγον τε καὶ τὴν δόξαν αἰτιᾶσθαι τῶν παθῶν ἐπὶ τὸ χωρὶς αἰτίας οὑτωσί πως κινουμένην τὴν ψυχὴν ἐμπίπτειν τοῖς πάθεσιν, ἀπὸ δ’ αὖ τῆς εἰκαίας τε καὶ ἀναιτίου κινήσεως ἐπὶ τὸ λογικὰς εἶναι τὰς κινήσεις τῶν παθῶν. ὁ γὰρ ἔλεγχος ἑκατέρων τῶν ἀποκρίσεων ἐκ προχείρου παρακείμενος οὐκ ἐᾷ καταμένειν ἐπ’ οὐδετέρας αὐτῶν, ἐν μὲν τῷ τὰς κατὰ τὰ πάθη κινήσεις ὑπὸ τοῦ λόγου γίγνεσθαι φάσκειν οὐκ ἐχόντων αὐτῶν ἁμάρτημα διακρῖναι πάθους, ἐν δὲ τῷ καὶ τοῦτον ἀφελεῖν εἰς ἀναίτιόν τινα κίνησιν ἐμπιπτόντων, ἐνὸν αὐτοῖς ἐξ ἑτοίμου φυγεῖν ἀμφοτέρας τὰς ἀτοπίας, τὴν μὲν τοῦ μὴ δύνασθαι διορίσαι πάθους ἁμάρτημα, χωρίζοντας τοῦ λόγου τὰ πάθη, τὴν δὲ τοῦ γίνεσθαί τι χωρὶς αἰτίας, ὁμολογήσαντας, ἀλόγους τινὰς εἶναι δυνάμεις ἐν τῇ ψυχῇ
    392
    τῶν κατ’ αὐτὴν παθῶν αἰτίας. οὐ μόνον τοίνυν οἱ ἄλλοι, ἀλλὰ καὶ ὁ Χρύσιππος αὐτὸς ἐν τοῖς περὶ παθῶν συγγράμμασιν ἐπ’ οὐδεμιᾶς ὁρίζει βεβαίως δόξης, ἀλλ’ ἀεὶ σαλεύει καθάπερ ἐν κλύδωνι. καὶ γὰρ καὶ χωρὶς λόγου παντὸς γίγνεσθαί φησι τὰ πάθη, καὶ αὖθις τῆς λογικῆς εἶναι δυνάμεως μόνης, ὥστε διὰ τοῦτο μηδὲ ἐν τοῖς ἀλόγοις ζώοις συνίστασθαι, καὶ χωρὶς κρίσεως γίνεσθαι, καὶ αὖθις κρίσεις εἶναι. ἐμπίπτει δέ ποτε καὶ εἰς τὸ φάσκειν, εἰκῆ γίνεσθαι τὰς κατὰ τὰ πάθη κινήσεις, ὅπερ οὐδὲν ἄλλο ἐστὶν, ἢ ἀναιτίως, εἴ τις ἀκριβῶς ἐξετάζοι τὸ ῥῆμα. αἷς γοῦν ὀλίγον ἔμπροσθεν γέγραφε ῥήσεσιν ἐφεξῆς φησιν· οἰκείως δὲ τῷ τῶν παθῶν γένει ἀποδίδοται καὶ ἡ πτοιὰ κατὰ τὸ ἐνσεσοβημένον τοῦτο καὶ φερόμενον εἰκῆ. ἀλλ’ εἰ μὲν τὸ ἀναιτίως εἰκῆ λέγεις, ὦ Χρύσιππε, καὶ σεαυτῷ μάχῃ, καὶ Ἀριστοτέλει, καὶ Πλάτωνι, καὶ ταῖς ἁπάντων ἀνθρώπων ἐννοίαις, καὶ πολὺ πρότερον αὐτῇ τῶν πραγμάτων τῇ φύσει, μηδενὸς ἀναιτίως γίγνεσθαι δυναμένου. εἰ δὲ τὸ χωρὶς λόγου σημαίνει σοι τὸ εἰκῆ, τὸ μὲν ἄλογον οὕτω
    393
    γε μετειλημμένον ἂν εἴη, τὸ δ’ ἐξ ἀρχῆς ζητούμενον ἔτι μένει. τὴν παράλογον ταύτην κίνησιν, ὑπὸ λόγου μὲν μὴ γινομένην, ὑπ’ αἰτίας δέ τινος γινομένην, ἐρωτῶμέν σε, τίς ἐδημιούργησεν αἰτία; ἡμεῖς μὲν γάρ φαμεν ἐνίοτε μὲν τὴν θυμοειδῆ δύναμιν, ἐνίοτε δὲ τὴν ἐπιθυμητικήν. σὺ δὲ οὔτε ταῦτα ὁμολογεῖς, οὔτε τὴν λογικὴν εἰπεῖν τολμᾷς, ἀλλ’ εἰκῆ γίνεσθαι φήσας ἀπηλλάχθαι νομίζεις τοῦ ζητήματος, οὐκ εἰδὼς, ὅτι πᾶν, ὅ τί περ ἂν εἰκῆ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι λέγηται, κατὰ τὴν ὡς πρὸς ἡμᾶς γνῶσιν οὕτω προσαγορεύεται, ταῖς δ’ ἀληθείαις οὐδὲν αὐτῶν οὕτω γίγνεται, καθάπερ καὶ ὁ θειότατος Ἱπποκράτης εἶπεν· ἡμῖν μὲν αὐτόματον, αἰτίᾳ δ’ οὐκ αὐτόματον. οὕτω δὲ καὶ τὸ πλεονάζουσαν ὁρμὴν εἶναι τὸ πάθος ἐξηγούμενος ὁ Χρύσιππος ἔν τε τῷ περὶ παθῶν ἠθικῷ κᾀν τῷ πρώτῳ τῶν λογικῶν ὑπὲρ τὴν τοῦ λόγου συμμετρίαν γίνεσθαί φησιν τὴν ὑπερβολὴν τῆς κινήσεως, οὐ μὴν τήν γ’ αἰτίαν αὐτῆς προστίθησιν. ἐχρῆν δέ γε κᾀνταῦθα μὴ περιπλέκειν καὶ ταράττειν τὸν λόγον εἰς περιττὸν ἐκτείνοντα μῆκος, ἀλλὰ τοῦ
    394
    πλεονάζεσθαι τὴν ὁρμὴν εἰπόντα τὴν αἰτίαν ἀπηλλάχθαι. ὡς γὰρ ἐπὶ τῶν εἰς τὸ κάταντες θεόντων ἅμα τῇ βουλήσει τὸ βάρος τοῦ σώματος αἴτιον ὑπάρχει τῆς κινήσεως, οὕτως ἐν τοῖς τῆς ψυχῆς πάθεσιν ὅ τί ποτ’ ἄλλο τῇ λογικῇ δυνάμει προσιὸν αἴτιον γίνεται τῆς ἀμέτρου καὶ, ὡς αὐτὸς εἴωθεν ὀνομάζειν, ἐκφόρου κινήσεως, ἐχρῆν αὐτὸν διελθεῖν. ἡ δ’ οὖν ῥῆσις ἡ κατὰ τὸ θεραπευτικὸν τῶν παθῶν βιβλίον ᾧδ’ ἔχει· οἰκείως δὲ καὶ ὁρμὴ πλεονάζουσα λέγεται εἶναι τὸ πάθος, ὡς ἄν τις ἐπὶ τῶν ἐκφερομένων κινήσεων πλεονάζουσαν κίνησιν εἴποι, τοῦ πλεονασμοῦ ἐν αὐτῇ γινομένου κατὰ τὴν τοῦ λόγου ἀποστροφὴν καὶ τὸ ἄνευ τοῦ πλεονασμοῦ τούτου σωστικόν. ὑπερβαίνουσα γὰρ τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη οἰκείως τ’ ἂν πλεονάζειν ῥηθείη καὶ κατὰ τοῦτο παρὰ φύσιν γίγνεσθαι καὶ εἶναι ἄλογος, ὡς ὑπογράφομεν. ὑπερβαίνουσα, φησὶ, τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη τὴν κατὰ τὸ πάθος ἔκφορον ἀπεργάζεται κίνησιν. οὔκουν ὁ λόγος αἴτιος, ὦ Χρύσιππε, τῆς ἐκφόρου τε καὶ
    395
    ἀμέτρου κινήσεως. αὐτὸς γὰρ ὁμολογεῖς, αὐτὴν γίνεσθαι παρὰ τὸν λόγον, οὐκ ἐγχωρεῖ δ’ ἅμα τε παρὰ τὸν λόγον γίνεσθαί τι καὶ ὑπὸ τοῦ λόγου, πάντως δ’ ὑπό τινος αἰτίας. οὐκ ἔστι δ’ ἐκείνη λογικὴ, ἄλογος ἄρα τις ἡ τὸ πάθος ἐργαζομένη δύναμις. καὶ τάχ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμεθα, καίτοι γ’ ἐνὸν ἡμῖν λέγειν, ὦ γενναιότατε Χρύσιππε, δυοῖν θάτερον, ἢ ὡς οὐδὲν διαφέρει πάθος ἁμαρτήματος, ἢ ὡς ἐπιγίνεται τοῖς ἁμαρτήμασι τὰ πάθη. τούτων γὰρ ὁποτερονοῦν εἰπόντες οὐκ ἀναγκαζόμεθα τὴν αἰτίαν οὐκ ἀποκρίνεσθαι τῆς παρὰ τὸν λόγον ἀμέτρου κινήσεως. ἀλλὰ τούτων μὲν οὐδέτερον ὑπέμεινας εἰπεῖν, αἰδούμενος ἐναντία λέγειν τοῖς ἐναργῶς φαινομένοις, αὐτὸς δὲ πρὸς αὑτὸν ἐναντιολογούμενος οὐκ αἰσθάνῃ παρὰ τὸν λόγον γίνεσθαι φάσκων τινὰς κινήσεις, καὶ ἀπεστράφθαι τὸν λόγον καὶ ἀφηνιάζειν αὐτὸν, κᾄπειτα μικρὸν ὕστερον τὰς αὐτὰς ταύτας ὑπὸ λογικῆς γίνεσθαι δυνάμεως φάσκων. ἡ δ’ αὐτὴ μάχη κᾂν ἐν τῷ κρίσεις τε φάσκειν εἶναι τὰ πάθη τῆς ψυχῆς καὶ χωρὶς κρίσεως
    396
    γίνεσθαι. τὴν μὲν οὖν ἐκ τοῦ πρώτου περὶ παθῶν ῥῆσιν, ἔνθα φησὶν χωρὶς κρίσεως γίνεσθαι τὰ πάθη, παρεθέμην ἔμπροσθεν. ὅτι δὲ καὶ κατὰ τὸ θεραπευτικὸν αὑτοῦ βιβλίον, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφεται, τῆς αὐτῆς δόξης ἔχεται, μαθεῖν ἔστιν ἐκ τῆσδε τῆς ῥήσεως. οὐ γὰρ ἐν τῷ κρίνειν ἀγαθὰ ἕκαστα τούτων λέγεται ἀῤῥωστήματα ταῦτα, ἀλλὰ κατὰ τὸ ἐπὶ πλέον ἐκπεπτωκέναι πρὸς ταῦτα τοῦ κατὰ φύσιν. ἴσως δ’ ἄν τινος ἐν τῇδε τῇ ῥήσει λέξαντος, οὐκ ἀπεστέρηκε μὲν τοῦ κρίσιν εἶναι τὸ ἀῤῥώστημα, οὐ μὴν ἐν αὐτῇ γε μόνῃ τῇ ψευδεῖ κρίσει τὴν γένεσιν αὐτοῦ τίθεται, ἀλλὰ προσέρχεσθαί φησι τὸ ἐπὶ πλέον, ἐκ τῶν ἐπιφερομένων ἡ γνώμη τοῦ Χρυσίππου καταφανήσεται, ὅθεν οὐκ ἀλόγως γυναικομανεῖς τινες λέγονται καὶ ὀρνιθομανεῖς. εἰ γὰρ δὴ μὴ μάτην ἐγκείσεται τὸ τῆς μανίας ὄνομα τῷ τοῦ ἀῤῥωστήματος προσαρτήματι, μανία δ’ ὑπὸ τῆς ἀλόγου κατὰ τὸ σῶμα γίνεται δυνάμεως, οὐδὲν ἧττον τὸ ἀῤῥώστημα τῶν λογικῶν. ἀλλὰ νὴ Δία ἴσως ἄν τις φήσειε,
    397
    τὸ μανιῶδες οὐ διὰ τὴν ἄλογον γίνεσθαι δύναμιν, ἀλλὰ διὰ τὸ ἐπὶ πλέον ἢ προσῆκεν ἐξῆχθαι τήν τε κρίσιν καὶ τὴν δόξαν, ὡς εἰ καὶ οὕτως ἔλεγεν, ἀῤῥωστήματα γίνεσθαι κατὰ τὴν ψυχὴν, οὐχ ἁπλῶς τῷ ψευδῶς ὑπειληφέναι περί τινων, ὡς ἀγαθῶν ἢ κακῶν, ἀλλὰ τῷ μέγιστα νομίζειν αὐτά· μηδέπω γὰρ ἀῤῥώστημα τὴν περὶ τῶν χρημάτων εἶναι δόξαν, ὡς ἀγαθῶν, ἀλλ’ ἐπειδάν τις αὐτὰ μέγιστον ἀγαθὸν εἶναι νομίζῃ καὶ μηδὲ ζῇν ἄξιον ὑπολαμβάνῃ τῷ στερηθέντι χρημάτων· ἐν τούτῳ γὰρ συνίστασθαι τήν τε φιλοχρηματίαν καὶ τὴν φιλαργυρίαν ἀῤῥωστήματα οὔσας. ἀλλὰ τῷ ταῦτα φάσκοντι Ποσειδώνιος ἀντιλέγων ᾧδέ πώς φησι· τοιούτων δ’ ὑπὸ τοῦ Χρυσίππου λεγομένων, διαπορήσειεν ἄν τις, πρῶτον μὲν, πῶς οἱ σοφοὶ, μέγιστα καὶ ἀνυπέρβλητα νομίζοντες εἶναι ἀγαθὰ τὰ καλὰ πάντα, οὐκ ἐμπαθῶς κινοῦνται ὑπ’ αὐτῶν ἐπιθυμοῦντές τε ὧν ὀρέγονται καὶ περιχαρεῖς γινόμενοι ἐπὶ τοῖς αὐτοῖς, ὅταν τύχωσιν αὐτῶν. εἰ γὰρ τὸ μέγεθος τῶν φαινομένων ἀγαθῶν ἢ κακῶν κινεῖ τὸ νομίζειν
    398
    καθῆκον καὶ κατ’ ἀξίαν εἶναι παρόντων αὐτῶν ἢ παραγινομένων, καὶ μηδένα λόγον προσίεσθαι περὶ τοῦ ἄλλως δεῖν ὑπ’ αὐτῶν κινεῖσθαι, τοὺς ἀνυπέρβλητα νομίζοντας εἶναι τὰ περὶ αὑτοὺς τοῦτ’ ἔδει πάσχειν, ὅπερ οὐχ ὁρᾶται γινόμενον. ὁμοίως δὲ καὶ εἰς τοὺς προκόπτοντας ἢ μεγάλας βλάβας ὑπὸ τῆς κακίας ὑπολαμβάνοντας παρεῖναι, ἔδει δὲ καὶ ὑποφέρεσθαι φόβοις, καὶ λύπαις περιπίπτειν μὴ μετρίαις, ὅπερ οὐδ’ αὐτὸ συμβαίνει. τούτοις δ’ ἐφεξῆς ὁ Ποσειδώνιος καὶ τάδε γράφει· εἴτε πρὸς τῷ μεγέθει τῶν φαινομένων καὶ τὴν ἀσθένειαν τῆς ψυχῆς αἰτιάσοιντο, καὶ διὰ τοῦτο τοὺς μὲν σοφοὺς τὸ παράπαν ἐροῦσιν ἀπηλλάχθαι τῶν παθῶν, τοὺς δὲ φαύλους, ὅτε ἀσθενεῖς ὦσι μὴ κατὰ τὴν κοινὴν ἀσθένειαν, ἀλλὰ κατὰ τὴν ἐπὶ πλεῖον ἐῤῥυκυῖαν, οὐδ’ οὕτως λέλυται τὸ ζητούμενον. ὅτι γὰρ διὰ τὴν νόσον τῆς ψυχῆς ἐν τοῖς πάθεσι γίνονται, πάντες ὁμολογοῦσι· πῶς μέντοι γε κινηθείσης, καὶ πῶς κινούσης, ζητεῖται μὲν, οὐχ ὑποδείκνυται δέ. εἶτ’ ἐφεξῆς καὶ τάδε γράφει· οὐ μόνον δ’ οἱ ἐπὶ πλέον ἐῤῥυκυῖαν ἔχοντες τὴν κακίαν
    399
    καὶ ἐν ταῖς εὐεμπτωσίαις ὄντες ἐμπίπτουσιν εἰς τὰ πάθη, ἀλλὰ πάντας οἱ ἄφρονες, ἕως ἂν ἔχωσι τὴν κακίαν, καὶ εἰς μεγάλα πάθη καὶ εἰς μικρὰ ἐμπίπτουσι. καὶ τούτων ἑξῆς τάδε· τὸ δ’ ὑπολαμβάνειν, κατ’ ἀξίαν εἶναι τῶν συμβεβηκότων οὕτως κεκινῆσθαι, ὥστε ἀποστρέφεσθαι τὸν λόγον, μέγα πάθος ἐμφαίνει, οὐ καλῶς ὑπολαμβάνειν ἐστί. γίνεται δὲ καὶ διὰ σύμμετρον καὶ μικρόν. ἐχόμενα δὲ τούτων ὁ Ποσειδώνιος καὶ τάδε γράφει· δυοῖν τε τὴν αὐτὴν ἀσθένειαν ἐχόντων καὶ τὴν ὁμοίαν λαμβανόντων φαντασίαν ἀγαθοῦ ἢ κακοῦ ὁ μὲν ἐν πάθει γίνεται, ὁ δὲ οὒ, καὶ ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον. καὶ ἐνίοτε ὁ ἀσθενέστερος μεῖζον ὑπολαμβάνων τὸ προσπεπτωκὸς οὐ κινεῖται, καὶ ὁ αὐτὸς ἐπὶ τοῖς αὐτοῖς ὁτὲ μὲν ἐν πάθεσι γίνεται, ἔστιν ὅτε δ’ οὒ, καὶ ὁτὲ μὲν μᾶλλον, ὁτὲ δ’ ἧττον. οἱ οὖν ἀήθεις μᾶλλον πάσχουσιν ἐν φόβοις, ἐν λύπαις, ἐν ἐπιθυμίαις, ἐν ἡδοναῖς, καὶ οἱ κακώτεροι συναρπάζονται ταχέως ὑπὸ τῶν παθῶν. ἐφεξῆς δὲ τούτων ὁ Ποσειδώνιος ῥήσεις τε ποιητικὰς παρατίθεται καὶ ἱστορίας παλαιῶν πράξεων μαρτυρούσας οἷς λέγει. καὶ μετὰ ταῦτα
    400
    ἐπιφέρων φησί· τὸ μὲν ἄρα κακὸν ὑπὸ τοῦ ἀσυνήθους ταχὺ συναρπάζεται, τὸ δ’ ἐναντίως ἠγμένον χρόνῳ μετασυνεθιζόμενον· ἐν οἷς αἱ μὲν ὑπολήψεις ἴσαι πολλάκις καὶ τὰ τῆς ἀσθενείας, τὰ πάθη δ’ οὔτ’ ἐπ’ ἴσης οὔτ’ ἴσα γίγνεται. καὶ μὴν καὶ τούτων ἑξῆς τοιάσδε τινὰς ἐρωτήσεις ἐρωτᾷ· παραγράψω δὲ καὶ ταύτας αὐτοῖς ὀνόμασι, κᾂν μακρότεραί πως αἱ ῥήσεις ὦσι. διὰ τί δέ τινες τῶν μεγάλων νομιζόντων, καί περ ἀσθενεῖς ὄντες ταῖς γνώμαις, βουλεύονταί τε καὶ συμφράδμονας ἄλλους παραλαμβάνουσιν, ὡς ὁ διαγρυπνῶν Ἀγαμέμνων; οὗτος γὰρ διὰ τὴν τροπὴν εὐθὺς ἅμα τοῖς ἄλλοις ἀριστεῦσιν ἀῤῥήτῳ τινὶ πένθει βέβλητο κατὰ τὸν ποιητήν. λωφήσαντος δὲ τοῦ πάθους, καί περ τῆς τῶν συμβεβηκότων ὑπολήψεως ἅμα καὶ τῆς τῶν λογισμῶν ἀσθενείας διαμενούσης, οὐδαμῶς ἡσυχάζειν ἐδοκίμαζεν.

  • Ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ,
  • Νέστορ’ ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
  • Εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτῄναιτο,
  • Ἥτις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
  • 401

    ἐπεὶ δὲ καὶ αὐτὸς ὁ Νέστωρ θεασάμενος διὰ τῆς ὁρμῆς πόῤῥωθεν προσιόντα τίς ἐστιν ἐπερωτᾷ, δηλώσας μετά τινος σχετλιασμοῦ φησί·

  • Πλάζομαι ᾧδ’, ἐπεὶ οὔ μοι ἐπ’ ὄμμασι νήδυμος ὕπνος
  • Ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε’ Ἀχαιῶν.
  • Αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
  • Ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
  • Στηθέων ἐκθρώσκει, τρομέει δ’ ὕπο φαίδιμα γυῖα.
  • εἰ μὲν δὴ τὴν καρδίαν σαλευόμενος οὕτως ὑπὸ τοῦ φόβου πάρεστι συμβουλευσόμενος, οἱ ἐν τοῖς πάθεσιν ὄντες, οὐ κατ’ ἀξίαν τῶν συμβεβηκότων καθήκειν νομίζοντες μηδένα λόγον προσίεσθαι, κινοῦνται κατὰ τὰ πάθη· εἰ δὲ μηκέτι φοβούμενος, ἀνανεούμενος δὲ τὰ ἐν τῷ φόβῳ ταῦτά φησι, διὰ τί ποτε, τῆς αὐτῆς ὑπολήψεως καὶ ἀσθενείας ὑποκειμένης, οἱ μὲν ἀποκλίνουσι τὸν λόγον, οἱ δὲ προσίενται, διαπορήσειεν ἄν τις εὐλόγως. τὸ δ’ αἴτιον τοῦ πάθους παντὸς οὐκ εἴρηκεν. ἑξῆς τούτοις ὁ Ποσειδώνιος καὶ τάδε φησί· τὸ δὲ δὴ μὴ μόνον ἀποστρέφεσθαι τὸν λόγον ἐν ταῖς ἐπιθυμίαις, ὥς φησιν, ἀλλὰ καὶ προσυπολαμβάνειν, ὅτι, εἰ

    402
    καὶ μὴ συμφέρον ἐστὶ, καὶ οὕτως ἑκτέον, μάχην περιέχει φέρεσθαί τε, ὡς ἐπὶ μέγα συμφέρον, καὶ διὰ τὸ μέγεθος αὐτοῦ, εἰ καὶ ἀσύμφορόν ἐστιν, ἄξιον ἡγεῖσθαι τοῦ μεγέθους αὐτοῦ, εἰ καὶ μηδὲν ἔχει μέγεθος, ἀλλὰ καὶ τοὐναντίον, ὅμως ἀντέχεσθαι οὕτως αὐτοῦ. ἔστω γὰρ τοὺς λέγοντας, ὅτι οὐκ ἔστι συμφέρον ἀποστρέφεσθαι, καὶ τοὺς ἐπαγγελλομένους δείξειν, ὅτι ἀσύμφορόν ἐστι, λήρους ἡγεῖσθαι, καὶ διὰ τὸ μέγα ὄφελος εἶναι τὸ διωκόμενον. ἀλλ’ ἐκεῖνό γε ἀπίθανον, διὰ τὸ μέγα αὐτὸ ἀγαθὸν ὑπολαμβάνειν οἴεσθαι δεῖν, κᾂν ᾖ μέγιστον κακὸν, ὅμως αὐτὸ λαμβάνειν ἐπιφωνοῦντας, ἐὰν ἀπολέσθαι τοῦτό μοι νῦν συμφέρῃ. τούτου γὰρ τὴν αἰτίαν οὐ πιθανόν ἐστιν ἐν τῇ ὑπολήψει κεῖσθαι τοῦ μέγα ἀγαθὸν ὑπάρχειν, ἐφ’ ὃ ὠθοῦνται. ζητητέον δέ. ἐγὼ μὲν οὐκ ἔχω πρὸς ταῦτα οὐ δὴ ἀποκρίνασθαι τῷ Ποσειδωνίῳ, νομίζω δὲ μηδ’ ἄλλον τινὰ ἕξειν, εἴ γε χρὴ τεκμαίρεσθαι τῇ τε φύσει τῶν πραγμάτων αὐτῇ καὶ τοῖς νῦν οὖσι Στωϊκοῖς. οὐκ ὀλίγων γὰρ οὐδὲ τῶν ἐπιτυχόντων
    403
    ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις γεγονότων, οὐδενὸς αὐτῶν οὐδὲν ἤκουσα πιθανὸν εἰπόντος εἰς τὰς ὑπὸ τοῦ Ποσειδωνίου προβληθείσας ἀπορίας. ἀλλὰ περὶ μὲν ἐκείνων καὶ αὖθις ἐροῦμεν.

      Ὅτι δ’ ὁ Χρύσιππος οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πάνυ πολλάκις αὐτὸς ὁμολογεῖ, δύναμίν τινα ἑτέραν εἶναι τῆς λογικῆς ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων αἰτίαν τῶν παθῶν, ἔνεστιν ἡμῖν ἐκ τῶν τοιούτων καταμαθεῖν, ἐν οἷς αἰτιᾶται τῶν πραττομένων οὐκ ὀρθῶς ἀτονίαν τε καὶ ἀσθένειαν τῆς ψυχῆς· οὕτω γὰρ αὐτὰς ὀνομάζει, καθάπερ γε καὶ τἀναντία, τὸ μὲν εὐτονίαν, τὸ δ’ ἰσχύν. ὅσα γὰρ οὐκ ὀρθῶς πράττουσιν ἄνθρωποι, τὰ μὲν εἰς μοχθηρὰν κρίσιν ἀναφέρει, τὰ δ’ εἰς ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ γε καὶ ὧν κατορθοῦσιν ἡ ὀρθὴ κρίσις ἐξηγεῖται μετὰ τῆς κατὰ τὴν ψυχὴν εὐτονίας. ἀλλὰ τοιούτων ὥσπερ ἡ κρίσις ἔργον ἐστὶ τῆς λογικῆς δυνάμεως, οὕτως ἡ εὐτονία ῥώμη τε καὶ ἀρετὴ δυνάμεως ἑτέρας παρὰ τὴν λογικὴν, ἣν αὐτὸς ὁ Χρύσιππος ὀνομάζει τόνον, ἀφίστασθαί τέ φησιν

      404
      ἔστιν ὅτε τῶν ὀρθῶς ἐγνωσμένων ἡμῖν, ἐνδόντος τοῦ τόνου τῆς ψυχῆς, καὶ μὴ παραμείναντος ἕως παντὸς, μήτ’ ἐξυπηρετήσαντος τοῖς τοῦ λόγου προστάγμασιν, ἐναργῶς ἐν τοῖς τοιούτοις ἐνδεικνύμενος, οἷόν τι τὸ πάθος ἐστίν. ἤδη δὲ καὶ ῥῆσιν αὐτοῦ τινα παραγράψω περὶ τούτων ἐκδιδάσκουσαν· ἔστι δ’ ἐκ τοῦ περὶ παθῶν ἠθικοῦ. ἔτι δὲ καὶ κατὰ τοῦτ’ ἴσως οἱ ἐπὶ τοῦ σώματος λέγονται τόνοι ἄτονοι καὶ εὔτονοι εἶναι κατὰ τὸ νευρῶδες, τῷ δύνασθαι ἡμᾶς ἢ ἀδυνατεῖν ἐν τοῖς διὰ τούτων ἐπιτελουμένοις ἔργοις. καὶ ὁ ἐν τῇ ψυχῇ λέγεται τόνος, ὡς εὐτονία καὶ ἀτονία. καὶ ἐφεξῆς· ὥσπερ γὰρ ἐν τρόμῳ καὶ ἀνθέξει τινὸς καὶ τῶν παραπλησίων ἤδη, ἃ διὰ τῶν νεύρων ἐνεργεῖται, ἔστι τις ἐπιτελεστικὴ κατάστασις καὶ ἐνδοτικὴ, τῶν νεύρων προεκλελυμένων καὶ ἀνειμένων, ἀναλόγως καὶ ἐπὶ ψυχῆς ἐστι τοιοῦτον νευρῶδες, καθ’ ὃ καὶ κατὰ μεταφορὰν ἀνεύρους τινὰς λέγομεν, καὶ νεῦρα ἔχειν. εἶθ’ ἑξῆς ἐξηγούμενος αὐτὸ τοῦτο τάδε γράφει· ὁ μὲν δειμῶν ἐπιγινομένων ἀφίσταται, ὁ δὲ κέρδους ἢ
      405
      ζημίας φερομένης ἐξελύθη καὶ ἐνέδωκεν, ὁ δὲ καθ’ ἕτερα τοιαῦτα οὐκ ὀλίγα. ἕκαστον γὰρ τῶν τοιούτων τρέπεταί τε καὶ δουλοῦται ἡμᾶς, ὡς ἐνδιδόντας αὐτοῖς, καὶ φίλους, καὶ πόλεις προδιδόναι, καὶ αὐτοὺς εἰς πολλὰς καὶ ἀσχήμονας πράξεις ἐπιδιδόναι, τῆς πρὸς θέατρα φορᾶς ἐκλυθείσης. οἷος εἰσῆκται καὶ τῷ Εὐριπίδῃ ὁ Μενέλαος· σπασάμενος γὰρ τὴν μάχαιραν φέρεται ἐπὶ τὴν Ἑλένην ὡς ἀναιρήσων, ἰδὼν δὲ καὶ καταπλαγεὶς εἰς τὸ κάλλος ἐξέβαλε τὴν μάχαιραν, οὐδὲ ταύτης ἔτι δυνάμενος κρατεῖν, καθὰ καὶ ἡ ἐπίπληξις αὐτῆς εἴρηκεν αὐτῷ· σὺ δ’ ὡς ἐσεῖδες μαστὸν ἐκείνης, ἐκβαλὼν ξίφος φίλημ’ ἐδέξω προδότιν αἰκάλλων κύνα. ἅπαντα εἴρηται ὀρθῶς τῷ Χρυσίππῳ, μάχεται δὲ τῷ κρίσεις εἶναι τὰ πάθη. κρίνας γοῦν ὁ Μενέλαος ἀποκτεῖναι τὴν Ἑλένην καὶ σπασάμενος τὸ ξίφος, ἐπειδὴ πλησίον ἧκεν αὐτῆς, ἐκπλαγεὶς τοῦ κάλλους διὰ τὴν ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς (τοῦτο γάρ ἐστιν, ὃ κατασκευάζει παρ’ ὅλον τὸν λόγον ὁ Χρύσιππος) οὐ μόνον ἀπέῤῥιψε τὸ ξίφος, ἀλλὰ καὶ καταφιλεῖ τὴν γυναῖκα, καὶ,
      406
      ὥσπερ ἂν εἴποι τις, αὑτὸν δοῦλον ἐγχειρίζει, οὐ μεταπεισθεὶς ὑπὸ λόγου τινὸς, ὡς ἑτέραν κτήσασθαι κρίσιν, ἀλλ’ ἀκρίτως τε καὶ ἀλόγως ὁρμήσας ἐπὶ τἀναντία τοῖς ἐξ ἀρχῆς κεκριμένοις. ὅθεν καὶ αὐτὸς ὁ Χρύσιππος ἐπιφέρων ἐρεῖ· διὸ πάντων τῶν φαύλων οὕτω πραττόντων ἀποστατικῶς καὶ ἐνδοτικῶς κατὰ πολλὰς αἰτίας ἀσθενῶς καὶ κακῶς ἔκαστα πράττειν ἂν λέγοιτο. τὸ μὲν οὖν ἀποστατικῶς μὲν τοῦ λόγου, τοῖς πάθεσι δ’ ἐνδοτικῶς ἁπάντων τῶν φαύλων πραττόντων, ἀσθένειάν τινα καὶ ἀτονίαν ἐμφαίνεσθαι κατὰ τὴν ψυχὴν αὐτῶν ἀληθέστατα λέγεται. τὸ δὲ κατὰ πολλὰς αἰτίας, ὃ δὴ καὶ αὐτὸς προσέθηκεν ἐν τῇ ῥήσει, καλῶς μὲν εἴρηται πρὸς αὐτοῦ, κάλλιον δ’ ἦν, εἰ καὶ τὰς πολλὰς ταύτας αἰτίας, αἵτινές ποτ’ εἰσὶν, ἐφεξῆς αὐτὸς διεληλύθει. εἰ γάρ τις προσέχοι τὸν νοῦν, οὐδὲν οὕτως εὑρήσει συνέχον τὴν περὶ τῶν παθῶν πραγματείαν, καὶ μάλιστα τὴν θεραπευτικὴν, ἐν ᾗ ταῦτ’ ἔγραψεν, ὡς τὸ πάσας γνῶναι τὰς αἰτίας, ὑφ’ ὧν ἀποχωροῦσι τῶν ἐξ ἀρχῆς κρίσεων οἱ κατὰ πάθος τι πράττοντες. ὁ δέ γε τοσούτου
      407
      δεῖ συμπάσας ἀκριβῶς ἐκδιδάσκειν, ὥστ’ οὐδ’ αὐτὴν ταύτην, ἧς μέμνηται νῦν, ἐδήλωσε σαφῶς. οὐ γὰρ δὴ ἀποχρήσει γ’ ἡμῖν εἰπεῖν, ὡς ἡ τῆς ψυχῆς ἐστιν ἀσθένεια· κοινὴ γὰρ αὕτη γε κατὰ πάντα τὰ πάθη καὶ μία. Χρύσιππος δὲ πολλὰς εἶναί φησιν αἰτίας τὰς ἐξελεγχούσας δηλονότι τὴν ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ ἐπὶ μὲν τοῦ Μενέλεω τὸ κάλλος τῆς Ἑλένης, ἐπὶ δὲ τῆς Ἐριφύλης τὸν χρυσὸν, ἐπ’ ἄλλου δέ τινος ἄλλο. μυρία γάρ ἐστι τὰ κατὰ μέρος, ὑφ’ ὧν ἐξίστανται τῆς ἀρχαίας κρίσεως οἱ κατὰ πάθος ζῶντες. ἀλλ’ οὐ χρὴ τῶν μυρίων τούτων μνημονεύειν, ἀλλ’ εἰς ὀλίγα κεφάλαια τὸν λόγον ἄγειν, ὡς ὁ Πλάτων ἐποίησε, βασιλικὸν μέν τι λέγων εἶναι καὶ δεσποτικὸν ἐπιστήμην, καὶ μήποτε ἂν ἁμαρτεῖν μηδένα κατὰ μηδὲν, ἐπιστήμης παρούσης, τοὺς μέντοι μεταπεισθέντας, ἢ ἐπιλαθομένους αὐτῶν, ἢ βιασθέντας, ἢ δελεασθέντας, ἐξαμαρτάνειν ἄλλον ἐν ἄλλῃ πράξει. ἀλλὰ τὸ μὲν ἐπιλαθέσθαι καὶ τὸ μεταπεισθῆναι πάθος οὐδέπω, καθάπερ οὐδὲ τὸ μηδὲ ὅλως ἔχειν ἐπιστήμην· ἀμαθία γὰρ τοῦτο καὶ
      408
      ἄγνοιά ἐστιν, οὐ πάθος. εἰ δέ τις ὑπὸ θυμοῦ βιασθεὶς ἢ δελεασθεὶς ὑφ’ ἡδονῆς ἀπέστη τῶν ἐξ ἀρχῆς κεκριμένων, ἀσθενὴς μὲν ἡ ψυχὴ τούτῳ καὶ ἄτονος, ἡ κίνησις δ’ αὐτῆς τὸ πάθος ἐστὶν, ὥσπερ που καὶ ἡ τοῦ κατὰ τραγῳδίαν ὑποκειμένου Μενέλεω ψυχὴ δελεασθεῖσα πρὸς τῆς ἐπιθυμίας ἐξέστη τῶν κεκριμένων, ἡ δέ γε Μήδεια βιασθεῖσα πρὸς τοῦ θυμοῦ, περὶ ἧς καὶ αὐτῆς οὐκ οἶδ’ ὅπως ὁ Χρύσιππος οὐκ αἰσθάνεται καθ’ ἑαυτοῦ τῶν Εὐριπίδου μεμνημένος ἐπῶν·

    1. Καὶ μανθάνω μὲν, οἷα δρᾷν μέλλω κακὰ,
    2. Θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων.
    3. οὐ γὰρ μανθάνειν ἐχρῆν εἰρηκέναι τὸν Εὐριπίδην, εἰ τοῖς τοῦ Χρυσίππου δόγμασιν ἔμελλε μαρτυρήσειν, ἀλλ’ αὐτὸ τὸ ἐναντιώτατον, ἀγνοεῖν τε καὶ μὴ μανθάνειν, οἷα δρᾷν μέλλει κακά. τὸ δὲ γινώσκειν μὲν αὐτὸ, νικᾶσθαι δ’ ὑπὸ τοῦ θυμοῦ, τί ἄλλο ἐστὶν, ἢ δύο ἀρχὰς εἰσάγοντος ἀνθρώπου τῶν τῆς Μηδείας ὁρμῶν; ἑτέραν μὲν, ᾗ γιγνώσκομέν τε τὰ πράγματα καὶ ἐπιστήμην ἔχομεν αὐτῶν, ἥτις ἐστὶν ἡ

      409
      λογικὴ δύναμις, ἑτέραν δ’ ἄλογον, ἧς ἔργον τὸ θυμοῦσθαι. αὕτη μὲν οὖν Μηδείας ἐβιάσατο τὴν ψυχήν· ἡ δὲ ἑτέρα ἡ ἐπιθυμητικὴ τὴν τοῦ Μενέλεω δελεάσασα κατηνάγκασεν ἀκολουθεῖν οἷς αὐτὴ προσέταττε. Χρύσιππος δ’ οὔτε τῆς ἐν τούτοις ἐναντιώσεως αἰσθάνεται, καὶ μυρία ἕτερα γράφει τοιαῦτα, καθάπερ ἐπειδὰν λέγῃ· ἔστι δ’, ὡς οἶμαι, κοινότατον ἡ ἄλογος αὐτὴ φορὰ καὶ ἀπεστραμμένη τὸν λόγον, καθ’ ὃ καὶ θυμῷ φαμέν τινας φέρεσθαι. καὶ πάλιν· διὸ καὶ ἐπὶ τῶνδε τῶν ἐμπαθῶν ὡς περὶ ἐξεστηκότων ἔχομεν, καὶ ὡς πρὸς παρηλλαχότας ποιούμεθα τὸν λόγον, καὶ οὐ παρ’ ἑαυτοῖς, οὐδ’ ἐν ἑαυτοῖς ὄντας. καὶ ἐφεξῆς δὲ πάλιν ἐξηγούμενος αὐτὰ ταῦτα· ἡ δὲ παραλλαγὴ γίγνεται καὶ ἡ ἐξ αὑτοῦ ἀναχώρησις οὐ κατ’ ἄλλο τι ἢ τὴν τοῦ λόγου ἀποστροφὴν, ὡς προείπομεν. τῷ τε γὰρ θυμῷ φέρεσθαι, καὶ ἐξεστηκέναι, καὶ οὐ παρ’ ἑαυτοῖς, οὐδ’ ἐν ἑαυτοῖς εἶναι, καὶ πάνθ’ ὅσα τοιαῦτα φανερῶς μαρτυρεῖ τῷ κρίσεις εἶναι τὰ πάθη, κᾀν τῇ |λογικῇ δυνάμει τῆς ψυχῆς συνίστασθαι, καθάπερ καὶ τὰ οὕτως ἔχοντα.
      410
      διὸ καὶ τοιαύτας ἔστιν ἀκοῦσαι φωνὰς ἐπί τε τῶν ἐρώντων καὶ τῶν ἄλλως σφόδρα ἐπιθυμούντων, καὶ ἐπὶ τῶν ὀργιζομένων, ὅτι τε τῷ θυμῷ θέλουσι χαρίζεσθαι, καὶ ἐᾷν αὐτοὺς, εἴτ’ ἄμεινον, εἴτε μὴ, καὶ μηθὲν λέγειν αὐτοῖς, καὶ ὡς τοῦτο ἐκ παντός γε τρόπου ποιητέον, καὶ εἰ διαμαρτάνουσι, καὶ εἰ ἀσύμφορόν ἐστιν αὐτοῖς. καὶ γὰρ καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα τὴν θυμοειδῆ δύναμιν ἑτέραν τινὰ τῆς λογιζομένης ἐνδείκνυται, καὶ τὴν ὁρμὴν τοῦ ζώου ποτὲ μὲν ὑπ’ ἐκείνης ἄρχεσθαι διδάσκει, ποτὲ δ’ ὑπὸ τῆς ἐπιθυμητικῆς, ὅταν γ’ ἐν πάθει καθεστήκῃ, καθάπερ, ὅταν ἔξω πάθους, ὑπὸ τῆς λογικῆς. ὅμοια δὲ τοῖς προγεγραμμένοις καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα, καθάπερ ἔχει καὶ τάδε· οἵας μάλιστα φορὰς καὶ οἱ ἐρώμενοι ἀξιοῦσι πρὸς ἑαυτοὺς ἔχειν τοὺς ἐραστὰς, ἀπερισκεπτότερον καὶ ἄνευ ἐπιστροφῆς λογικῆς ἱσταμένους, καὶ ἔτι τοῦ παραινοῦντος λόγου αὐτοῖς ὑπερβατικοὺς ὄντας, μᾶλλον δ’ οὐδ’ ὅλως ὑπομονητικοὺς ἀκοῦσαί τινος τοιούτου. καὶ γὰρ καὶ τὰ τοιαῦτα πάντα τῇ παλαιᾷ δόξῃ μαρτυρεῖ,
      411
      καθάπερ καὶ τὰ ἐφεξῆς αὐτῶν τάδε. οὕτως τε μακρὰν ἀπέχουσιν ἀπὸ τοῦ λόγου, ὡς ἂν ἀκοῦσαι ἢ προσέχειν τινὶ τοιούτῳ, ὥστε μηδὲ τὰ τοιαῦτα ἄπο τρόπου ἔχειν γ’ αὐτοῖς λέγεσθαι·

    4. Κύπρις γὰρ οὐδὲν νουθετουμένη χαλᾷ.
    5. Ἂν γὰρ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ.
    6. Νουθετούμενος δ’ ἔρως μᾶλλον πιέζει.
    7. καὶ γὰρ καὶ ταῦτα καὶ τὰ ἐφεξῆς λεγόμενα τῷ παλαιῷ μαρτυρεῖ δόγματι περὶ τῆς τῶν παθῶν γενέσεως· ἔχει δ’ οὕτως. ὅτι δ’ ὥσπερ ἄκαιρον ἐπιτιμητὴν καὶ οὐκ ἐπιγνώμονα τοῖς γινομένοις ἐν τῷ ἐρᾷν ἀποκλίνουσι τὸν λόγον, καθάπερ ἄνθρωπον ἀκαίρως δοκοῦντα νουθετεῖν, ἡνίκα δὴ καὶ οἱ θεοὶ δοκοῦσιν αὐτοῖς ἐφιέναι ἐπιορκεῖν. καὶ ἔτι τὰ τούτων ἑξῆς. ἔτι μᾶλλον ἐξείη, φησὶν, αὐτοῖς τὸ ἐπιὸν ποιεῖν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ. ἐνταῦθα μέν γε ναὶ μὰ τὸν Δία σαφῶς εἶπεν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ, καθάπερ ἔμπροσθεν ἔφην τῷ θυμῷ. λόγῳ δ’ οὔτ’ ἐν τούτοις οὔτ’ ἐν

      412
      ἄλλῳ τινὶ τῶν ἑξῆς ἀκολουθεῖν φήσει τοὺς ἐν πάθει καθεστηκότας, ἀλλ’ ἀπεστράφθαι διὰ παντὸς αὐτὸν, καὶ φεύγειν, καὶ μὴ προσίεσθαι, καὶ πάνθ’ ὅσα τοιαῦτα. καὶ μὲν δὴ καὶ ὅταν μνημονεύῃ τοῦ Μενανδρείου ἔπους, ἐν ᾧ φησι, τὸν νοῦν ὑποχείριον ἔχων εἰς τὸν πίθον δέδωκα, φανερῶς κᾀνταῦθα μαρτυροῦσαν ἀπόφασιν τῇ παλαιᾷ δόξῃ παρατίθεται, καθάπερ κᾀπειδὰν ἐξηγούμενος τὸ μὴ παρ’ ἑαυτοῖς εἶναι μηδ’ ἐν ἑαυτοῖς λέγῃ ταυτί· οἰκείως δὲ καὶ ἐκφέρεσθαι λέγονται οἱ οὕτως ὀργιζόμενοι τοῖς ἐπὶ τῶν δρομέων προεκφερομένοις παραπλησίως κατὰ τὸ πλεονάζον, τῶν μὲν παρὰ τὴν ἐν τῷ τρέχειν ὁρμὴν, τῶν δὲ παρὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν οὕτως οἵ γε κρατοῦντες τῆς κινήσεως καθ’ ἑαυτοὺς ἂν κινεῖσθαι λέγοιντο, ἀλλὰ κατ’ ἄλλην τινὰ βίαν ἔξωθεν αὐτῶν. ὁμολογεῖ κᾀνταῦθα βίαν τινὰ τὴν κινοῦσαν εἶναι πᾶσι τοῖς πάθεσιν ὁρμὰς ὀρθότατα γινώσκων, πλὴν ὅτι τὴν βίαν ἔξωθεν αὐτῶν ἔφησεν εἶναι, δέον οὐκ ἔξωθεν, ἀλλ’ ἐν τοῖς ἀνθρώποις ὑπάρχειν εἰπεῖν. οὐ γὰρ δι’ αὐτὸ λέγομεν αὐτοὺς ἑαυτοῖς ἔξω καθεστηκέναι, καὶ μὴ ἐν ἑαυτοῖς εἶναι, διότι τὸ
      413
      βιαζόμενον αὐτοὺς ὁρμᾷν κατὰ τὸ πάθος ἔξωθέν ἐστιν, ἀλλ’ ὅτι παρὰ φύσιν ἔχουσιν, εἴγε τὸ λογικὸν τῆς ψυχῆς, ᾧ κρατεῖν καὶ ἄρχειν τῶν ἄλλων ἦν κατὰ φύσιν, οὐ κρατεῖ νῦν, ἀλλὰ κρατεῖται καὶ ἄρχεται πρὸς τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων· ὅπερ, οἶμαι, καὶ διὰ τῶν τοιούτων παραδειγμάτων ὁ Χρύσιππος κατασκευάζων οὐκ αἰσθάνεται. παρατίθεται γοῦν τὸν Εὐριπίδου γεγραμμένον Ἡρακλεῖ πρὸς Ἄδμητον διάλογον. ἔχει δ’ ᾧδε·

    8. Τί δ’ ἂν προκόπτοις, εἰ θέλοις στένειν ἀεί;
    9. ταυτὶ μὲν Ἡρακλῆς λέγει, ὁ δ’ Ἄδμητος ἀποκρίνεται·

    10. Ἔγνωκα κ’ αὐτὸς, ἀλλ’ ἔρως τις ἐξάγει.
    11. δῆλον γὰρ ὅτι τῆς ἐπιθυμητικῆς δυνάμεως, οὐ τῆς λογικῆς ὁ ἔρως πάθος ὑπάρχων ἐξάγει τὴν ὅλην ψυχὴν, καὶ ἄγει τὸν ἄνθρωπον εἰς ἐναντίας πράξεις ὧν ἐξ ἀρχῆς ἐκεκρίκει. παρατίθεται δὲ καὶ τὰ τοῦ Ἀχιλλέως πρὸς τὸν Πρίαμον εἰρημένα·

    12. Ἄνσχεο μηδ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·
    13. Οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,
    14. 414
    15. Οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
    16. ταῦτα μέν φησι λέγειν αὐτὸν παρ’ αὐτῷ διαλεγόμενον, οὕτω γὰρ ἔγραψεν αὐτοῖς ὀνόμασιν, ἐξίστασθαι δ’ οὐκ ὀλιγάκις ἐκ τῶν αὐτῶν τούτων κρίσεων ἐν τοῖς συμπίπτουσιν, καὶ μὴ κρατεῖν ἑαυτοῦ νικωμένου ὑπὸ τῶν παθῶν. καὶ γὰρ οὖν κᾀνταῦθα τό τε τῶν κρίσεων ἐξίστασθαι, καὶ τὸ μὴ κρατεῖν ἑαυτοῦ, καὶ τὸ ποτὲ μὲν εἶναι παρ’ ἑαυτῷ, ποτὲ δ’ οὒ, καὶ πάνθ’ ὅσα τοιαῦτα, τοῖς τε φαινομένοις ἐναργῶς ὁμολογεῖ καὶ τῇ παλαιᾷ δόξῃ περὶ παθῶν τε καὶ ψυχῆς δυνάμεων, οὐ μὴν οἷς ὑπέθετο Χρύσιππος. ὁμοίως δ’ εἴρηται καὶ τὰ τοιαῦτα κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον· τὸ γὰρ δὴ σεσοβημένον καὶ παρηλλαχὸς ἐν ἡμῖν καὶ ἀπειθὲς τῷ λόγῳ οὐχ ἧττον ἐπὶ τῆς ἡδονῆς καταγίνεται. καὶ πάλιν· οὕτω γὰρ ἐξιστάμεθα, καὶ ἔξω γινόμεθα ἑαυτῶν, καὶ τελέως ἀποτυφλούμεθα ἐν τοῖς σφαλλομένοις, ὥστ’ ἔστιν ὅτε σπόγγον ἔχοντες ἢ ἔριον ἐν ταῖς χερσὶν τοῦτον διαράμενοι βάλλομεν ὡς δή τι περανοῦντες δι’ αὐτῶν. εἰ δ’ ἐτυγχάνομεν μάχαιραν ἔχοντες ἢ ἄλλο τι, τούτῳ ἂν ἐχρησάμεθα

      415
      παραπλησίως. καὶ ἐφεξῆς· πολλάκις δὲ κατὰ τὴν τοιαύτην τυφλότητα τὰς κλεῖς δάκνομεν, καὶ τὰς θύρας τύπτομεν, οὐ ταχὺ αὐτῶν ἀνοιγομένων, πρός τε τοὺς λίθους ἐὰν προσπταίσωμεν, τιμωρητικῶς προσφερόμεθα καταγνύντες καὶ ῥιπτοῦντες αὐτοὺς εἴς τινας τόπους, καὶ ἐπιλέγοντες καθ’ ἕκαστα τούτων ἀτοπώτατα. ὡσαύτως δὲ κᾀν τοῖς ἑξῆς φησιν· ἐννοήσεις δ’ ἄν τις ἐκ τῶν τοιούτων καὶ τὴν ἐν τοῖς πάθεσιν ἀλογιστίαν, καὶ ὡς ἐν τοῖς τοιούτοις ἀποτυφλούμεθα καιροῖς, ὡς ἂν ἕτεροί τινες γεγονότες τῶν προδιαλελογισμένων. ὅλως δ’, εἴ τις ἐκλέγοι πάντα καὶ παραγράφοι νῦν, ὅσα κατὰ τὸ περὶ παθῶν εἴρηται βιβλίον αὐτῷ, μαχόμενα μὲν οἷς αὐτὸς ὑπέθετο δόγμασιν, ὁμολογοῦντα δὲ τοῖς τε φαινομένοις ἐναργῶς καὶ τῇ Πλάτωνος δόξῃ, μῆκος ἂν ἄμετρόν τι γένοιτο τοῦ βιβλίου. μεστὸν γάρ ἐστιν αὐτῷ τὸ γραμμάτων τε καὶ κρίσεων ἐξίστασθαι λέγοντι, καὶ τῶν προδιαλελογισμένων διὰ τὸν θυμὸν, ἢ τὴν ἐπιθυμίαν, ἢ τὴν ἡδονὴν, ἤ τι τοιοῦτον μανιωδῶς τε κινεῖσθαι, καὶ οὐκ ἐν ἑαυτῷ, οὐδὲ παρ’ ἑαυτῷ εἶναι,
      416
      τετυφλῶσθαί τε τὴν διάνοιαν, ἀλογίστως τε φέρεσθαι, καὶ πάνθ’ ὅσα τοιαῦτα. τὰς μὲν δὴ τοιαύτας ῥήσεις αὐτοῦ τινὶ κατὰ σχολὴν ἐκλέγειν ἐπιτρέπω.