Ἡ μὲν δὴ τῶν παθῶν ἐν ἑκάστου ψυχῇ διάγνωσίς τε καὶ θεραπεία κατὰ τὴν εἰρημένην ὁδὸν ἐν τῷ πρὸ τούτου γράμματι λέλεκται, περὶ δὲ τῶν ἁμαρτημάτων ἐφεξῆς ἂν εἴη ῥητέον. ἄρχομαι οὖν καὶ νῦν ἀρχὴν ἀρίστην, ἣν ἅπαντες ὁμολογοῦσιν, εἰ καὶ μὴ διὰ τῶν ἔργων ἐπιδείκνυνται, τί ποτε λέγουσιν ἁμάρτημα, λόγῳ διελθὼν, ὅπως ἡμῖν ἀμφιβολία μηδεμία κατὰ τὸν ἑξῆς λόγον ὑπολείποιτο,
59
δεικνὺς, ὥς γε εἰώθασι χρῆσθαι τῇ φωνῇ ταύτῃ πάντες οἱ Ἕλληνες. ἐνίοτε μὲν γὰρ ἐπὶ τῶν κατὰ κρίσιν οὐκ ὀρθῶς γιγνομένων, ὡς εἶναι τοῦ λογιστικοῦ μόνου τῆς ψυχῆς, ἐνίοτε δὲ κοινῇ, ὡς καὶ τῆς ἀλόγου δυνάμεως ἅπτεσθαι * * * * * τί συγκατάθεσις ἁμαρτήματος, συνωμολόγηται πᾶσι· τί δὲ καὶ ἀσθενὴς, οὐκ ἔτι· μεταξὺ γὰρ δοκεῖ τισιν ἄμεινον εἶναι τίθεσθαι τὴν ἀσθενῆ συγκατάθεσιν ἀρετῆς τε καὶ κακίας. ἀσθενῆ δὲ λέγουσι συγκατάθεσιν, ὅταν μηδέπω πεπεικότες ὦμεν ἡμᾶς αὐτοὺς, οὕτως ἀληθῆ τήνδε τινὰ δόξαν ὑπάρχειν, ὥστε πέντε δακτύλους ἔχειν, εἰ τύχοι, καθ’ ἑκατέραν χεῖρα, καὶ τὰ δὶς δύο τέτταρα εἶναι. ἴσως μὲν ἐπὶ πρεσβύτου δι’ ὅλου τοῦ βίου σχολάσαντος εὑρήσεις τῶν ἀληθῶν ἁμαρτημάτων, ἢ συγκαταθέσθαι τινὶ τῶν ἀπόδειξιν ἐπιστημονικὴν ἐχόντων ἀσθενῶς. ἐπιστήμη γοῦν ἐστι τοῦ γεωμετρικοῦ τοιαύτη περὶ τὰ δεδειγμένα διὰ τῶν Εὐκλείδου στοιχείων, ὁποία τῶν μορίων ἐστὶ τοῦ τὰ δὶς δύο τέτταρα εἶναι. τὴν δ’ αὐτὴν ἐπιστήμην ἔχει καὶ περὶ τῶν ἐφεξῆς τούτοις
60
διδασκομένων σφαιρικῶν θεωρημάτων, ὥσπερ γε καὶ τῶν κατ’ αὐτὰ ἀναλυομένων ἁπάντων τῶν κωνικῶν καὶ τῶν γνωμονικῶν. ἐὰν οὖν ἀμφιβάληται βραχὺ, καὶ μήτ’ ἰδίαν ἑαυτοῖς ἔχῃ συγκατάθεσιν, ἣν κατάληψιν ὀνομάζουσί τινες, ἁμάρτημα εἶναι τοῦτο συγχωρήσειεν ἄν τις, ὡς γεωμετρικοῦ δηλονότι τἀνθρώπου. τοῦ μέντοι κατὰ τὸν βίον ἁμαρτάνοντος ἐν τοῖς περὶ ἀγαθῶν τε καὶ κακῶν γνώσεώς τε καὶ κτήσεως καὶ φυγῆς αἱ μοχθηραὶ δόξαι συνίστανται καὶ ψευδεῖς, συγκατάθεσις ἢ προπετὴς, ἢ ἀσθενής. ἐνταῦθα οὖν ἤδη κίνδυνος, ὡς σμικρὸν ἅμα ἁμάρτημα καὶ μέγιστον, ἐὰν ψευδῶς συγκατατιθώμεθα τῇ τῶν ἀγαθῶν τε καὶ κακῶν δόξῃ. κατὰ μὲν τοὺς Ἀκαδημαϊκούς τε καὶ Πυῤῥωνείους, οὐ συγχωροῦντας ὧν ζητοῦμεν ἀπόδειξιν ἐπιστημονικὴν ἔχειν ἡμᾶς, ἅπασαι συγκαταθέσεις ἐξ ἀνάγκης μέν εἰσι προπετεῖς, ἐνδέχεται δὲ αὐτὴν εἶναι καὶ ψευδῆ. καὶ τῶν ἀποφηναμένων φιλοσόφων ὑπὲρ ἀγαθῶν τε καὶ κακῶν ἀλλήλαις μαχομένας δόξας οὐκ ἐγχωρεῖ, φασὶν, ἁπάσας
61
ἀληθεῖς εἶναι, δύνασθαί γε μὴν ἴσως εἶναι ψευδεῖς ἁπάσας, ὡς μήτε ἡδονὴν τὸ ἀγαθὸν εἶναι, μήτε ἀοχλησίαν, μήτ’ ἀρετὴν, ἢ τὴν κατ’ αὐτὴν ἐνέργειαν, ἢ ὅλως ὁτιοῦν ἄλλο τῶν εἰρημένων τοῖς φιλοσόφοις. πρῶτον οὖν ἐπισκέψασθαι δεῖ τὸν ἀναμάρτητον εἶναι βουλόμενον, εἰ ἔστιν ἀπόδειξις ἀδήλου πράγματος, ὅταν εὕρῃ, ζητῆσαι, μὴ κατὰ τὸ πάρεργον αὐτῶν μόνον, ἀλλ’ ἐν τῷ χρόνῳ συχνῷ μετὰ τῶν ἀληθεστάτων ἀνδρῶν, καὶ φύσιν συνετῶν, καὶ γεγυμνασμένων ἐν θεωρίαις λογικαῖς, ὁποία τίς ἐστιν ἡ ἀποδεικτικὴ μέθοδος, εἶθ’, ὅταν πεισθῇ τις αὐτὴν εὑρηκέναι, μετὰ τοῦτο χρόνῳ πολλῷ πάλιν ἀσκηθῆναι, πρὶν ἐπὶ τὴν τῶν μεγίστων ἰέναι ζήτησιν, ἣ διὰ τὸ ἀγαθὸν (ὅπερ δὴ καὶ τέλος ὀνομάζουσι τοῦ βίου) κτηθὲν εὐδαίμονας ἡμᾶς, ἢ μακαρίους, ἢ ὅπως ἂν ἄλλως ὀνομάζειν ἐθέλῃ τις, ἐργάζεται.
Ἆρ’ οὖν, ὦ πρὸς θεῶν, οἱ χωρὶς τοῦ πεῖσαι πρότερον ἑαυτοὺς, ὅτι τὴν ἀποδεικτικὴν μέθοδον ἴσασιν,
62
ἐπιχειροῦντες εὑρέσει μεγίστων πραγμάτων, οὐ φανερῶς εἰσι προπετεῖς; ἐμοὶ μὲν καὶ πάνυ δοκοῦσι· παραπλήσιον γάρ τι ποιοῦσι τοῖς πρὸ τοῦ πεῖσαι σφᾶς αὐτοὺς ἱκανῶς ἐπὶ τῶν ἀριθμῶν γεγυμνάσθαι τελείωσιν τολμῶσιν ἀποφαίνεσθαί τι περὶ λογιστικῶν ἢ ἀριθμητικῶν θεωρημάτων. ὥσπερ οὖν τούτους ἀναγκαῖόν ἐστι σφάλλεσθαι πολλαχόθι, κατὰ τὸν αὐτὸν τρόπον, ὅσοι πρὸ τοῦ γυμνάσασθαι κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ἐπιχειροῦσιν ἀποδεικνύειν, ἀδύνατον αὐτοῖς μὴ σφαλθῆναι. ὅτι μὲν γὰρ ἔνιοι τῶν ψευδολόγων πείθουσί τινας, εὔδηλον ἐκ τοῦ πλήθους τῶν αἱρέσεων. ὅτι δὲ οὐκ ἂν ἔπειθον, ὡς ἀληθῶς, εἰ μή τις ἦν αὐτοῖς ὁμοιότης, οὐδὲ ταῦτα δῆλον· ὡς οὐ σμικράν γε χρὴ νομίζειν εἶναι τὴν ὁμοιότητα, ῥᾷστα γὰρ ἂν ἐφωράθη τις, οὐ τῷ χρόνῳ βασανιζομένη πρὸς ἀνδρῶν ἀξιολόγων τε καὶ πολλῶν. ὅπερ οὖν Ἱπποκράτης ἐπὶ τῶν κατὰ τὴν ἰατρικὴν πραγμάτων εἶπε, τοῦτο φαίνεται κατὰ φιλοσοφίαν ὑπάρχειν. Ἱπποκράτης δ’ εἶπεν, τὰς ὁμοιότητας πλάνας καὶ ἀπορίας
63
ἐργάζεσθαι καὶ τοῖς ἀγαθοῖς ἰατροῖς, ὡς οὐ μόνον τῶν ἐπιτυχόντων ἰατρῶν ἐν ταῖς ὁμοιότησι σφαλλομένων, ἀλλὰ καὶ τῶν ἀρίστων. ὥστ’ οὐκ ἀπεικός ἐστι, καὶ τοῖς ἀγαθοῖς φιλοσόφοις ἐν τοῖς κατὰ φιλοσοφίαν ἀπορίας τε καὶ πλάνας γίγνεσθαι. περὶ τὰς ὁμοιότητας τῶν διδύμων οἱ συνήθεις μὲν ἑτοίμως διαγιγνώσκουσιν, οἱ δ’ ἀήθεις οὐ δύνανται, κατὰ τὸν αὐτὸν λόγον οὐδὲ τὰς ἐν τοῖς λόγοις ὁμοιότητας, ὅσοι μὴ πάνυ τρίβωνες λόγων ὑπάρχουσι, μηδ’ ἑκάστης ἡμέρας, ὥσπερ οἱ τῶν διδύμων ἀδελφῶν ὁμοδίαιτοί τε καὶ ἠθάδες, ἱκανοὶ διαγιγνώσκειν εἰσίν. ἓν μὲν δὴ πρῶτον τοῦθ’ ἁμάρτημά ἐστι μέγιστον τῶν προπετῶς ἀποφηναμένων τι περὶ τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἀγαθῶν τε καὶ κακῶν ἐκ φιλαυτίας, ἢ δοξοσοφίας, ἢ ἀλαζονείας, ἢ φιλοτιμίας φυόμενον· ἐνίους μὲν γὰρ ἀναπεπεικότας ἑαυτοὺς, ὡς ὀρθῶς δοξάζουσιν, ἐνίους δὲ τιμῆς ἕνεκεν ἣ προσχηματισμοῦ τοὺς πέλας μὲν ἀναπείθοντας, αὐτοὺς δ’ ὑπόπτως ἔχοντας ὑπὲρ ὧν λέγουσιν. ἁμαρτάνουσιν ἑκάτεροι δηλονότι, γιγνώσκοντες μὲν οἱ δεύτεροι, καὶ εἴη ἂν αὐτῶν ἐμπαθὲς
64
τὸ κακόν· ἀγνοοῦντες δὲ οἱ πρότεροι, καὶ εἴη ἂν αὖ καὶ τούτων τὸ σφάλμα κατὰ τὸ καλούμενον ἰδίως ἁμάρτημα. καλῶς οὖν ποιήσουσιν οὗτοι τῶν Αἰσώπου πηρῶν ἀναμνησθέντες, ἐπιτρέψαντές τε εἶναι τὰς ἑαυτῶν δόξας ἑτέροις, οὐ μὰ Δία τοιούτοις, οἷοί περ αὐτοὶ τυγχάνουσιν ὄντες, οὐ μόνον ἀγύμναστοι μεθόδων ἀποδεικτικῶν, ἀλλὰ καὶ τῶν ἄλλων μαθημάτων, ἐν οἷς ἡ ψυχὴ θήγεται, γεωμετρίας, ἀριθμητικῆς, λογιστικῆς, ἀρχιτεκτονίας, ἀστρονομίας. ἔνιοι δ’ αὐτῶν οὐδὲ ῥήτορος, οὐδὲ, τὸ προχειρότατον δὴ τοῦτο, γραμματικοῦ διδασκαλίας τυχόντες, ἀλλ’ οὕτως ἀγύμναστοι περὶ λόγους ὄντες, ὡς μὴ παρακολουθεῖν τοῖς ἀκούουσιν ὑφ’ ἡμῶν λεγομένοις. ἅπερ ἐγὼ κατανοήσας, ὅταν τινὰ λόγον εἴπω, ἀξιῶ παρ’ αὐτῶν ἀκοῦσαι τὰ ῥηθέντα· φαίνονται γὰρ ὄντως, καθάπερ οἱ ὄνοι τῆς λύρας, οὕτω καὶ αὐτοὶ μηδ’ ὅλως οἷς εἶπον ἠκολουθηκότες, ἀλλ’ ὅμως καὶ αὐτοὶ θράσους ἢ τόλμης εἰς τοσοῦτον ἥκουσιν, ὡς μήτε καταγελώμενοι πρὸς τῶν τὰ γράμματα μεμαθηκότων ἐπὶ
65
τῷ μὴ δύνασθαι διελθεῖν ἃ ἤκουσα, αἰδεῖσθαι· νομίζειν δὲ τὴν ἀλήθειαν ἑαυτοὺς ἐγνῶσθαι, τοὺς δὲ πεπαιδευμένους μάτην ἀπολωλεκέναι τὸν χρόνον· ἀλλ’ οὐ τούτους ἐλπίζων ὠφελήσειν ἐς τόνδε τὸν λόγον ἧκον. οὐδὲ γὰρ εἰ βουληθεῖεν, οἵ γε πλείους αὐτῶν ὠφεληθῆναι ἄν τι δυνήσονται, μηδὲ τὴν ἡλικίαν ἐπιτήδειον αὐτὴν πρὸς παίδευσιν ἔχοντες. ὅστις δὲ φύσει συνετός ἐστι, καὶ μέχρι τούτου γοῦν ἐγυμνάσατο κατὰ τὴν πρώτην παιδείαν, ὅσα περ ἂν ἀκούσῃ, μάλιστα μὲν ἀπὸ στόματος αὐτίκα δύνασθαι λέγειν, εἰ δὲ μὴ, γράψαι γε δύνασθαι, βοήθειαν ἕξει τοῦτον τὸν λόγον, εἴ γε ὅλως ἀληθείας ὀρεχθῇ. τοῦτο γὰρ ἐπ’ ἐκείνῳ σύμπαν ἐστὶ πρὸς ἀλήθειαν, καὶ χρὴ πεφυκέναι μὲν πρῶτον, εἶτα δεῖται παιδείας τετράφθαι χρηστόν· τῷ δὲ μήτε φύντι πρὸς ἀλήθειαν, ἐν ἐπιτηδεύμασι μοχθηροῖς τε καὶ ἀσελγέσι τραφέντι, παντάπασιν ἀδύνατόν ἐστιν ὀρεχθῆναί ποτ’ ἀληθείας, ἢ ἐξ αὑτοῦ λαβόντι τὴν τοιαύτην ὁρμὴν, ἢ ὑπ’ ἄλλου προτραπέντι. οὐκοῦν οὐδ’ ἐγώ ποτ’
66
ἐπηγγειλάμην ὠφελήσειν ποτὲ τοιοῦτον, ἀλλ’, ὡς ἔφην, ὃς ἂν ἀληθείας ἐστὶ φίλος, ἐκείνῳ τὴν ὁδὸν ἐπιδεῖξαι, καθ’ ὅσον οἷός τ’ εἰμὶ, πειράσομαι, ζητήσας μὲν αὐτὴν ἐν ὅλῳ τῷ βίῳ, πεπεικὼς δ’ ἐμαυτὸν, ἣν ἐρῶ νῦν εἶναι μόνην.
Ἀξιῶ γὰρ, ἔφην, ἐκμαθόντας ὅσα περὶ τῆς ἀποδεικτικῆς μεθόδου γέγραπται τοῖς πρὸ ἡμῶν, ἐπ’ ἄλλων πραγμάτων πρότερον αὐτῆς λαβεῖν πεῖραν, εἰ ὄντως εὑρίσκει τι τῶν ζητουμένων· εἶναι δὲ τῶν τοιούτων πραγμάτων φύσιν ἱκανὴν μαρτυρῆσαι τοῖς εὑροῦσιν αὐτὰ, καθάπερ ἐπὶ τῷδε, τὴν δοθεῖσαν εὐθεῖαν, ἢ τὰ ἐπιταχθέντα μέρη διελεῖν. ἴσως δ’ οὐ νοοῦσιν οἱ παντάπασιν ἀμαθεῖς, ὅ τί ποτε λέγεται. ἐγὼ δὲ καθάπερ ὅλοις αὐτοῖς ἐπιχειρήσω σαφέστερον εἰπεῖν. εὐθεῖαν μὲν δοθεῖσαν ὁ λόγος λέγει τὴν προτεθεῖσαν ἐπί τινος ἀκριβῶς ὁμαλοῦ ἐπιπέδου, τὰ δ’ ἐπιταχθέντα μέρη κατὰ τὴν βουλὴν τοῦ προλαβόντος· εἴ τις εἰς πέντε διελεῖν ἴσα τὴν προτεθεῖσαν εὐθεῖαν ἢ ἑπτὰ κελεύσειεν ἤτοι εἰς εἴκοσιν ἢ εἰς ἑκατόν· ἐὰν γὰρ εὕρῃς μέθοδον μίαν, ἢ παρ’ ἑτέρου
67
διδαχθεὶς χρώμενος, εἰς ὅσα περ ἂν ἐθέλῃς μέρη τὴν προτεθεῖσαν εὐθεῖαν διορίσεις, αὐτὸ μαρτυρήσει σοι τὸ πρᾶγμα, φαίνοιτο ἅπαντα τὰ μέρη τοῖς οὕτω διαιρεθεῖσιν ἀκριβῶς ἴσα, καὶ τὰ τοιαῦτα πάντα προβλήματα βεβαίως εὑρημένα δι’ αὐτῶν τῶν ἐναργῶς φαινομένων, οἷον ὅταν περιγράψαι τῷ δοθέντι τετραγώνῳ κύκλον ἐπιταχθῶμεν· κατὰ ταῦτα δὲ καὶ τῷ δοθέντι κύκλῳ τετράγωνον περιγράψαι, ἢ ἐγγράψαι· πάλιν περὶ τὸ δοθὲν πεντάγωνον, ἰσόπλευρόν τε καὶ ἰσογώνιον, κύκλον περιγράψαι. ἐὰν γάρ τις ἕκαστον τῶν τοιούτων δι’ ἧς ἔμαθεν μεθόδου περιγράψαι παραχρῆμα δυνηθῇ, πρὸς αὐτοῦ τοῦ πράγματος ἐμαρτυρήθη τὸ ζητούμενον εὑρηκώς. οὐ μὴν, εἰ γέγονεν ἢ ἀγέννητος ὁ κόσμος ἐστὶ, δύναται τὸ πρᾶγμα μαρτυρῆσαι αὐτὸ, καθάπερ οὐδὲ εἰ πεπερασμένον ἢ ἄπειρον τὸ πᾶν, ἢ πόσος ὁ τῶν κυμάτων ἀριθμός· οὐδὲν γὰρ τῶν τοιούτων ζητημάτων ὑπ’ αὐτοῦ τοῦ δοκοῦντος εὑρίσκεσθαι πράγματος ἐπικρίνεται· καθάπερ ἐὰν ἐπιταχθεὶς τῷ κύκλῳ δωδεκάπλευρον, ἰσόγωνόν τε καὶ ὀρθογώνιον περιγράψαι,
68
ἢ ἐγγράψαι, εὐθέως τοῦτο ποιήσοις. καὶ γὰρ ἐγγραφόμενόν τε καὶ περιγραφόμενον ἐναργῶς ὁρᾶται, ὥσπερ γε καὶ ὁ κύκλος ἐγγραφόμενός τε καὶ περιγραφόμενος τῷ τοιούτῳ πολυγώνῳ. ὅταν γ’ οὖν εὕρωμεν ἀποδεικτικὴν μέθοδον, ἐπὶ τὸ ζητούμενον ἡμᾶς ἄγει, μαρτυρεῖταί τε πρὸς αὐτοῦ τοῦ πράγματος ἐναργῶς, καὶ βασάνους μικρὰς ἐκ τοῦδε τῆς κατ’ αὐτῆς ἀληθείας ἕξομεν, ὡς τολμήσασθαί ποτε χρήσασθαι κᾀπὶ τῶν δυναμένων αὐτὸ μαρτυρεῖν ἐναργῶς. οὐκοῦν ἀξιῶ τινα περὶ τῶν μεγίστων πραγμάτων εὐθέως ἀποκινδυνεύειν· εἰ δὲ δὴ μέγιστά ἐστι τὰ πρὸς εὐδαιμονίαν ἄγοντα, προγυμνάσασθαί γε πρότερον ἐν ὕλαις πραγμάτων, ἐλεγχούσαις μὲν τὸ ψεῦδος οἰόμενον εὑρηκέναι τὰ ζητούμενα, μαρτυρούσαις δὲ τοῖς ἀληθῶς εὑρηκόσιν. ἡ τοιαύτη δὲ μέθοδος ἡ κατὰ γεωμετρίαν ἐστὶν, ἀριθμητικήν τε καὶ λογιστικὴν, ἀστρονομίαν τε καὶ ἀρχιτεκτονίαν· ἐν γὰρ ὀνόματι τῷ τῆς ἀρχιτεκτονίας ὑπογράφω καταγραφὰς ὡρολογιῶν, καὶ κλεψυδρῶν, ὑδροσκοπιῶν τε καὶ μηχανημάτων ἁπάντων, ἐν οἷς
69
ἐστι καὶ τὰ πνευματικὰ προσαγορευόμενα. μαρτυρεῖ γοῦν ἅπαντα ταῦτα τοῖς εὑρίσκουσιν αὐτὰ, καθάπερ καὶ τὴν ἀστρονομίαν, καὶ γὰρ ταῦτα πρὸς αὐτῶν τῶν ἐναργῶς φαινομένων ἐπικρίνεται, βασανίζεταί τε καὶ μαρτυρεῖται, εἴ γε δὴ τῶν ἐναργῶς φαινομένων ἐστὶν ἔκλειψις ἡλίου καὶ σελήνης, ὅσα τε κατὰ τοὺς ἀπλανεῖς καὶ πλανήτας ἀστέρας ὁρᾶται. ὅτι δὲ δάκνονται τὴν ψυχὴν ἅπαντες ἐπὶ τοῖς λόγοις τούτοις, ὅσοι προβεβηκότες ἤδη κατὰ τὴν ἡλικίαν οὐκ ἔτι καιρὸν ἔχουσι χρόνῳ πολλῷ βασανίσαι τὴν ἀποδεικτικὴν μέθοδον ἐπὶ πραγμάτων ἐναργῶς αὐτὴν μαρτυρῆσαι δυναμένων· ἤτοι γὰρ, ὡς ἔφην, διὰ φιλαυτίαν, ἢ διὰ δοξοσοφίαν, ἢ φιλοτιμίαν, ἢ φιλοδοξίαν, ἢ ἀλαζονείαν, ἢ χρηματισμὸν, ἔνιοι μὲν ἑαυτοὺς, ἔνιοι δ’ ἄλλους ἀναπείθουσιν ἐπίστασθαί τι βέβαιον. οὐδὲν οὖν ἐστι θαυμαστὸν, ἐν ταῖς ἰδίαις ἕκαστον διατριβαῖς τοὺς φοιτητὰς ἀναπείθειν, ἐνίους μὲν ὀνώδεις φύσει, τινὰς. δὲ δριμεῖς μὲν, ἀλλὰ ἀγυμνάστους ἐν τοῖς πρώτοις
70
μαθήμασιν· συμφέρει γὰρ, οἶμαι, διδασκάλοις ἀλαζόσι τοιούτους ἔχειν μαθητὰς, ὡς ὅ τε συνετὸς φύσει καὶ προγεγυμνασμένος ἐν τοῖς μαθήμασιν εὐθέως αὐτῶν καταφρονῇ, καθάπερ κᾀγὼ πολλῶν διδασκάλων ἔτι μειράκιον ὢν ὑπερεφρόνησα, τολμώντων μὲν ἀποφαίνεσθαί τινα μαχόμενα τοῖς ἐπιστημονικῶς ἀποδεδειγμένοις ἐν γεωμετρίᾳ, γιγνωσκόντων δ’ αὐτῶν οὐδ’ εἴδωλον ἀποδείξεως. ἐὰν οὖν ἐξέλῃ ὁ μέλλων ἀλήθειαν ζητῆσαι ἀλαζονείαν, φιλαυτίαν, φιλοτιμίαν, φιλοδοξίαν, δοξοσοφίαν, φιλοχρηματίαν, ὁ δ’ ἀφίξεται πάντως ἐν αὐτῇ προγυμνασάμενος οὐ μησὶν, ἀλλὰ ἔτεσί ποθ’ ὕστερον, ζητήσας τὰ πρὸς εὐδαιμονίαν τε καὶ κακοδαιμονίαν ἄγειν δυνάμενα δόγματα· τὸν δ’ ὑπό τινων παθῶν, ὧν εἶπον, οἰστρούμενον, πρὸς μὲν τὴν οὕτω μακρὰν ὁδὸν ὀκνῶ, ἐκείνους δὲ μισῶ ἐπίβουλόν τε καὶ διάβολον κατασκευάζοντας. τούτοις γὰρ εἰώθασι προκαταλαμβάνειν τοὺς ἑαυτῶν μαθητὰς, ὡς μηδ’ ὑπομεῖναί ποτε τὸ
71
παρασχεῖν τὰ ὦτα τοιούτοις λόγοις, ὁποίους ἐγὼ μέχρι δεῦρο προὐχειρισάμην. ἑτοιμότατον δ’ ἐστὶ πείθεσθαι μειρακίοις ἀπαιδεύτοις διδάσκαλον τὸν ἐροῦντα σεμνῷ προσώπῳ, ῥᾴστην ὁδὸν ἐπὶ σοφίαν, ὑφηγήμενον παρὰ τοῖς Κυνικοῖς ὀνομαζομένοις. καὶ γὰρ καὶ οὗτοι σύντομον ἐπ’ ἀρετὴν ὁδὸν εἶναί φασι τὸ σφέτερον ἐπιτήδευμα. τινὲς δὲ αὐτῶν ἐλέγχοντες οὐκ ἐπ’ ἀρετὴν, ἀλλὰ δι’ ἀρετῆς ἐπ’ εὐδαιμονίαν, ὁδὸν εἶναι φάσκουσι τὴν Κυνικὴν φιλοσοφίαν. ἀλλ’ ἕτεροί γε ἀληθέστερον ἀποφαινόμενοι αὐτὴν σύντομον ἐπ’ ἀλαζονείας ὁδὸν εἶναί φασι, ἀμαθῆ τῶν τοιούτων ἀνθρώπων τόλμαν. ὥσπερ οὖν οἱ Κυνικοὶ πάντες, οὕς γε δὴ τεθέαμαι κατὰ τὸν ἐμαυτοῦ βίον, οὕτω καὶ τῶν φιλοσόφων εἶναι ἐπαγγελλομένων ἔνιοι φεύγειν ὁμολογοῦσι τὴν ἐν τῇ λογικῇ θεωρίᾳ γυμνασίαν· εἶθ’, ὅταν ἡμῶν ἀπαλλαγῶσιν, οὐκ ἀξιοῦσι διαλέγεσθαι τοῖς ἐπιτυγχάνουσιν ἀνθρώποις, αἰπόλοις, καὶ βουκόλοις, καὶ σκαπανεῦσι, καὶ θερισταῖς, ὅτι μὴ παρακολουθοῦσιν, ὥς φασι, τοῖς λεγομένοις, ἀγύμναστοι περὶ
72
λόγους ὄντες, ὥσπερ αὐτοὶ γεγυμνασμένοι ποτὲ κατὰ τὰ πρῶτα μαθήματα, καὶ οὐκ αἴφνης περὶ τέλους βίου, καὶ εὐδαιμονίας, καὶ κακοδαιμονίας ἀκούσαντες τοῦ διδασκάλου λόγους τινὰς ἀποδεικτικοὺς, ὡς ἐκεῖνος ἐνόμιζε, πεισθέντες δὲ δι’ ἀγυμνασίαν· αἵπερ αὐτοῖς, ὡς ἔφην, δι’ ὁμοιότητος τῶν ψευδῶν λόγων πρὸς τοὺς ἀληθεῖς αἰτίαι τῶν ψευδῶν δογμάτων· τὰς δ’ ὁμοιότητας οἱ μάλιστα τετριμμένοι καθ’ ἑκάστην ὅλην πραγματείαν ἀκριβῶς διαγινώσκουσιν. ἀναγκαῖον δ’ ἐστὶ τὸν ἐξαίφνης προελθόντα κρίσει λόγου ἀδυνατεῖν διαγνῶναί τε καὶ διακρῖναι τοὺς ψευδεῖς ἀπὸ τῶν ἀληθῶν. ἐναργὲς δὲ τοῦτο τεκμήριόν ἐστι, τὰ καλούμενα σοφίσματα, λόγοι τινὲς ὄντες ψευδεῖς εἰς ὁμοιότητα τῶν ἀληθῶν πεπανουργευμένοι. τὸ μὲν οὖν ψεῦδος αὐτῶν πρόδηλον φαίνεται διὰ τοῦ συμπεράσματος οὐκ ὄντος ἀληθοῦς. ἐπειδὴ δ’ οἱ ψευδεῖς λόγοι πάντως ἤτοι τῶν λημμάτων ἔχουσί τι ψεῦδος, ἢ τὸ συμπέρασμα κακῶς ἐπιφερόμενον, οὐ φαίνεται δὲ προχείρως ταῦτα κατὰ τὰ
73
σοφίσματα, διὰ τοῦτο δύσοπτα τοῖς ἀγυμνάστοις περὶ λόγους. ὅπου τοίνυν ὁμολογοῦμεν τὸ ψεῦδος τὸν λόγον εἶναι, διὰ τὸ φαίνεσθαι πᾶσιν ἐναργῶς τὸ συμπέρασμα αὐτοῦ ψεῦδος, ὅμως ἡ λύσις ἀπορεῖται τοῖς ἀγυμνάστοις, ἀσφαλὲς μὲν αὐτοῖς εἴη πάντας ὑποπτεύειν λόγους, συγκατατίθεσθαι δὲ μηδενὶ πρότερον, ἄχρι περ ἂν ἀκριβῶς ἑαυτοὺς πείσωσιν, ἱκανοὺς εἶναι γιγνώσκειν τὰς ὁμοιότητας τῶν ψευδῶν λόγων πρὸς τοὺς ἀληθεῖς, πείσωσι δὲ προβάλλειν ἐπιτρέποντες τοῖς βουλομένοις τῇ πείρᾳ γνῶναι τὴν δι’ αὐτῶν. ἆρ’ οὖν ἄλλο τι συμβουλεύουσιν, ἢ γυμνάζειν ἀξιοῦσιν ἐν τῇ τῶν σοφισμάτων λύσει τοὺς μαθητάς; οὐδαμῶς οὐδὲν ἄλλο τῆς λύσεως οὔσης, ὡς ἔφην, ἐν τῷ φράσαι τὴν πρὸς τὸν ἀληθῆ λόγον ὁμοιότητα τοῦ ψευδοῦς. ἀναγκαῖον οὖν ἐστιν προμεμαθηκέναι πρὸ τῆς τῶν ἀληθῶν λόγων φύσεως, ὁ γὰρ ἐν ἐκείνοις γυμνασάμενος, ὡς ἀκριβῶς τε ἅμα καὶ ταχέως γιγνώσκειν αὐτῶν τὸ εἶδος, οὐ χαλεπῶς ἂν, ἔφην, διαγινώσκοι τοὺς ψευδεῖς. ἐγὼ τοῦτ’ ἔδειξα μειράκιά πω γεγυμνασμένα
74
ἐν μαθήμασι διδάξας γνωρίζειν ἀληθεῖς λόγους, ἀξιώσας τι προβάλλειν αὐτοῖς σοφισμάτων τοῖς βουλομένοις τῶν παρόντων. αὐτὰ γὰρ ἐγνώρισε τὴν ἀτοπίαν αὐτῶν, ἤτοι κατὰ τὸ σχῆμα γεγενημένην, οὐκ ὂν συλλογιστικὸν, ἢ κατὰ τῶν λημμάτων ψευδῆ οὖσαν, ὥστε κᾀκ τούτου φανῆναι σαφῶς τοῖς δοξοσόφοις τούτοις πρεσβύταις, ὅσοι σοφίσματα λύειν ἀδυνατοῦσιν, ὅτι διὰ τὴν ἄγνοιαν τῶν ἀληθῶν λόγων τοῦτο πεπόνθασιν· εἶτ’ ἐσχάτης καταγνώσεως ἄξιοί εἰσιν, διὰ προπετῆ συγκατάθεσιν ἐν κακοδαίμονι βίῳ γενόμενοι· ἡ γὰρ περὶ τέλους δόξα ψευδὴς ὡμολόγηται πᾶσι πρὸς κακοδαιμονίαν ἄγειν· οὗτοι δὲ ἀγύμναστοί τινές εἰσι περὶ διαγνώσεως ἀληθῶν τε καὶ ψευδῶν λόγων, ἐνίοτε πιστευόμενοί τινος νοεῖν ἀλήθειαν δόξης, ἀγνοοῦσι μὲν, ὅτι λόγον ἐνδεχόμενον εἰρήκασιν, ὡς φαινομένων ἐναργῶς ὧν δοξάζουσι, κελεύουσι δ’ ἡμᾶς ἕπεσθαί τε καὶ πείθεσθαι χωρὶς ἀποδείξεως, πολλάκις δὲ μόνης ἐνδείξεως δεομένου τοῦ λόγου, δι’ ἀποδείξεως ἐπιχειροῦσιν αὐτὸν πιστοῦσθαι. τινὲς δὲ
75
ἀγνοοῦντες, ὅπῃ διαφέρει τὸ τῆς ἐνδείξεως δεόμενον, ἢ ὡς πρῶτόν τε καὶ ἐξ αὐτοῦ πιστὸν, ὅμως ἐπιχειροῦσιν ἀποφαίνεσθαι περὶ πραγμάτων ἀκριβοῦς ἐπισκέψεως δεομένων. καὶ ταῦτα πεπόνθασι πολλοὶ τῶν ἤδη γεγηρακότων ἐν φιλοσοφίᾳ. τί οὖν, ὦ πρὸς θεῶν, ἢ τῶν τοιούτων ἀμάθειάν τε καὶ δοξοσοφίαν δοκεῖ σοι δύνασθαι θεραπευθῆναι ῥᾳδίως; ἢ ὅστις μὲν σκιῤῥώδης ἐτῶν ἤδη τριῶν ἢ τεττάρων ἄλυπον ἔχει τὸν σκίῤῥον; ἤ τε τῶν τοιούτων γερόντων ψυχὴ τὸν τῆς ἀμαθείας τε καὶ δοξοσοφίας σκίῤῥον ἐτῶν τριάκοντα ἔχουσα δύναται λυθῆναι; θὲς, εἰ βούλει, καὶ δύνασθαι, καὶ σκέψαι, πότερον ἡμερῶν, ἢ μηνῶν, ἢ ἐτῶν τοῦ τοιούτου σκίῤῥου θεραπεία δεῖται. μὴ τοίνυν θαύμαζε, διὰ τί πολλοῖς τῶν φιλοσοφεῖν ἐπαγγελλομένων οὐδ’ ὅλως ἀξιῶ διαλέγεσθαι· ἀμείνους γὰρ αὐτῶν οἶδα πάντας ἰδιώτας τε καὶ συνετοὺς φύσει, καὶ πεπαιδευμένους τὴν παρ’ Ἕλλησιν ἐξ ἀρχῆς εὐδοκιμοῦσαν παιδείαν. οὗτοι μὲν καὶ γνωρίζουσι ῥᾳδίως, ὅσα τ’ ἐναργῶς
76
ἀκολουθεῖ. τῶν δ’ ὡς ἐριζομένων ὄντων, ἢ προσποιουμένων μὲν μὴ γνωρίζειν, ὅσα τοῖς δόγμασιν αὐτῶν ἐναντιοῦται, πολλάκις ἐπειράθην. περὶ μὲν γοῦν τῶν ἑπομένων ἑκάστῳ τέλει μυριάκις ἤδη λόγων ἡμῖν γεγονότων πρὸς πολλοὺς τῶν φιλοσόφων, οἱ μὲν ἄλλοι πάντες διὰ τὸ πεπαιδεῦσθαι τὴν πρώτην παιδείαν ὀξεῖς εἰσι τὴν διάνοιαν, αὐτοί τε τοὺς ἀκολούθους βίους τοῖς αὑτῶν δόγμασιν ἔλεγον, τὸν ἡμῶν λόγον γνωρίζοντες· οἱ δ’ ἄλλοι, ὡς εἴρηται, γεγηρακότες ἐν δοξοσοφίᾳ, μόνοι τἀναντία λέγοντες, εἶτα καταγελώμενοι πρὸς ἁπάντων τῶν παρόντων εἰς λοιδορίαν αὐτῶν ἐτρέποντο. ἀλλὰ τὰ μὲν ἐξηγημένα πολλάκις ἡμῖν ἅμα πολλοῖς ἀνδράσι περὶ τῶν ἀκολούθων ἑκάστῳ τέλει βίων ἐν ἑτέροις ὑπομνήμασιν ἔχεις· καὶ δῆλον ὅτι πολλὰ παραδείγματα τῶν ἁμαρτημάτων, ὧν ἁμαρτάνουσιν ἐν αὐτοῖς, γέγραπται. πάντα γὰρ, ὅσα καθ’ ὅλον τὸν βίον ἐναντίως ἀλλήλοις πράττουσιν, ὅσα τε καὶ λέγουσιν οἱ ἀπὸ τῶν διαφόρων αἱρέσεων ἀναγόμενοι, κατάκρισις ψευδὴς
77
γίγνεται, καὶ πρόδηλόν γ’ ἐστὶν, ὡς κακῶς τε γίγνεται πάντα, καὶ ἁμαρτημάτων ἐστὶ τὰ κατὰ πᾶσαν αἵρεσιν πλημμελήματα, τῆς ἀληθοῦς εὑρηκυίας οὐ μόνον τὸ τέλος, ἀλλὰ καὶ τὸν ἀκόλουθον αὐτῷ βίον, ἔνθα καὶ σαφῶς, ὅπῃ διαφέρει πάθος ἁμαρτήματος, ἔνεστί σοι μαθεῖν. ὁ μὲν γὰρ εὐεργετεῖν, εἰ οὕτως ἔτυχε, τοὺς ἀνθρώπους δόγμα θέμενος, ὡς ἀληθὲς, ἢ τέλειον εὐεργετῆσαί τινας, ἐκλείπων τὴν βοήθειαν, ἢ δι’ ὕπνον, ἢ ἀργίαν, ἢ φιληδονίαν, ἤ τι τοιοῦτον κατὰ πάθος ἐσφάλη· κεκρικὼς δέ τις ἑαυτῷ μόνῳ τὰς ἡδονὰς ἢ τὴν ἀοχλησίαν ἐκπορίζειν, ἀποσχόμενος δὲ διὰ τοῦτο πολίταις ἢ οἰκείοις ἀδικουμένοις βοηθῆσαι, διὰ μοχθηρὰν δόξαν, οὐ διὰ πάθος ἥμαρτε.
Ἀρχὴ μὲν οὖν ἐστι πολλῶν ἁμαρτημάτων ἡ περὶ τέλους ἑκάστου βίου ὑπόληψις ψευδής· φύεται γὰρ ὥσπερ ἐκ ῥίζης τινὸς ταύτης τὰ κατὰ μέρος ἁμαρτήματα. δύναται δέ τις ἐν τῇ περὶ τέλους δόξῃ μὴ σφαλεὶς ἔν τινι τῶν κατὰ μέρος σφαλῆναι, μὴ
78
συνεὶς τῆς ἀκολουθίας. ἐπὶ πλέον δέ σοι, καθάπερ ἔφην ἄρτι, τὰς ἀκολούθους πράξεις ἑκάστῳ τέλει δι’ ἑτέρων ὑπομνημάτων ἤθροισα. νυνὶ δὲ τὰ κεφάλαια μόνα τῶν ἁμαρτημάτων εἶπον, ἃ καὶ βέλτιον εἶναι νομίζω πάλιν ἀναλαβεῖν ἕνεκα τοῦ σύνοψίν τινα τῶν προκειμένων εὐμνημόνευτον γενέσθαι. ἐπειδὴ γὰρ ἐν τῇ περὶ τέλους σκέψει τὸ κῦρος ἐστὶ τῆς ἀνθρωπίνης εὐδαιμονίας, εἰκότως ἐπὶ τὴν ζήτησιν αὐτοῦ πάντες ἧκον· οἱ δὲ τιμήσαντες ἑαυτοὺς προπετῶς ἀπεφήναντο· ἀπεφήναντο δὲ προπετῶς ἤτοι πάντες, ἢ χωρὶς ἑνός· οὐδ’ αὐτός ἐστι φανερὸς ἄνευ τοῦ κρῖναι τὰς ἀποδείξεις, εἴτ’ ὄντως εἰσὶν ἀποδείξεις, εἴτ’ ἐκείνοις φαίνονται. τὸν οὖν ἐπιτηροῦντα καὶ παραφυλάττοντα τὰς ἰδίας ἁμαρτίας αὐτὸ τοῦτο χρὴ πρῶτον ἐννοῆσαι, τὸ δίκαιον εἷναι πάντως, ἐπιμελῶς τε καὶ ἀκριβῶς ἀκούσαντα τῶν οἰομένων ἀποδεδειχέναι τὰ ζητούμενα· μετὰ ταῦτα κρίνειν αὐτὰ πειρᾶσθαι, πάλιν κᾀνταῦθα παρ’ αὐτῶν ἀκούσαντα, τίνα τίθενται κριτὴν τῆς ἐν λόγοις ἀληθείας,
79
εἶτα καὶ πάλιν, αὐτὰ ταῦτα πῶς εἶναι χρὴ, βουλευόμενον αὐτὸν ἐπισκεψάμενόν τε, μή τι πάλιν ἕτερον ἀκούουσι κριτήριον ἄλλου κριτηρίου δεόμενον, εἶτ’ ἐπ’ ἐκείνου πάλιν ἄλλο, καὶ τὴν εἰς ἄπειρον ἔκπτωσιν ὑποπτεύσαντα, μετὰ πολλῆς ἀσφαλείας ἐν χρόνῳ πολλῷ σὺν τοῖς ἀληθεστάτοις αὐτῷ φανεῖσιν ἀνδράσιν οὕτως ἐπισκέψασθαι τὸ πρῶτον ἁπάντων κριτήριον, ὃ δῆλον καί τινα λαβὴν ἄκριτον χρὴ καταλαβόντα μεμνῆσθαι πᾶσιν ἀνθρώποις. ὁμολογούμενον δ’ ἦν αὐτὸ καὶ χωρὶς κρίσεως ἱκανὸν ἐνδείκνυσθαι τὴν αὐτὴν δύναμίν ἐστι τοῦτο πάσης ἀποδείξεως. οὕτως τὸ λοιπὸν ἐπ’ αὐτὸ βλέποντα, πάντα ἀνάγειν τὰ κατὰ μέρος, ὅπερ ἀνάλυσιν ἐκάλεσαν ἔνιοι τῶν φιλοσόφων, ὡς ἄνοδόν τινα τῶν μεταξὺ γιγνομένων ἐπὶ τὸ πρῶτον κριτήριον. ἅτε δ’ ὄντος τούτου ἱκανῶς χαλεποῦ πράγματος, ὡς ἔργῳ πολλάκις ἔμαθες ἐπὶ τῶν δοξοσόφων ἀσχημονούντων τε καὶ καταγελωμένων, διὰ τὸ μηδὲ τὰ τυχόντα τῶν ζητουμένων δύνασθαι πρὸς τὸ πρῶτον ἀνάγειν κριτήριον, ἑαυτῷ χρὴ
80
παρακολουθεῖν τὸν ἐπιστημονικὸν γενέσθαι βουλόμενον, ἐπὶ πολλῶν τῶν κατὰ μέρος, ὡς ἔμπροσθεν ἔφην, γυμναζόμενον, ἃ μαρτυρῆσαι δύναται τοῖς εὑρίσκουσιν αὐτήν· τοιαῦτα δέ ἐστι τὰ κατὰ τὴν ἀριθμητικήν τε καὶ γραμμικὴν θεωρίαν, αἷς οἷον ἐπιβάσεσιν ἀστρονομία καὶ ἀρχιτεκτονία χρῆται.
Φέρε γὰρ, ἵνα σαφηνείας ἕνεκεν τῆς ἀρχιτεκτονίας τι λέξω παράδειγμα πόλεως κτιζομένης, προκείσθω τοῖς οἰκήσουσιν αὐτὴν ἐπίστασθαι βούλεσθαι, μὴ στοχαστικῶς, ἀλλ’ ἀκριβῶς ἐφ’ ἑκάστης ἡμέρας, ὁπόσον τε παρελήλυθεν ἤδη τοῦ χρόνου τοῦ κατ’ αὐτὴν, ὁπόσον τε ὑπόλοιπόν ἐστιν ἄχρι δύσεως ἡλίου. τοῦτο τὸ πρόβλημα κατὰ τὴν ἀναλυτικὴν μέθοδον ἐπὶ τὸ πρῶτον ἀναχθῆναι χρὴ κριτήριον, εἰ μέλλοι τις εὑρήσειν αὐτὸ, καθ’ ὃν ἐμάθομεν τρόπον ἐν τῇ γνωμονικῇ πραγματείᾳ, πάλιν ἐξ ἐκείνων τὴν αὐτὴν ὁδὸν ὑπεναντίως ἰόντων συντεθῆναι, καθότι καὶ τοῦτ’ ἐμάθομεν ἐπὶ τῆς αὐτῆς πραγματείας. εὑρεθείσης δ’ οὕτω
81
καθόλου τε καὶ κοινῆς ὁδοῦ, καὶ γνόντων ἡμῶν, ὅτι διὰ γραμμῶν τοιῶνδε τὴν μέτρησιν τῶν μερῶν τοῦ χρόνου ἀναγκαῖόν ἐστι ποιεῖσθαι, μεταβῆναι προσήκει ἐπὶ τὰ μέλλοντα σώματα δέξασθαι εἰς τὴν τῶν γραμμῶν καταγραφὴν καὶ τὸν γνώμονα, καὶ πρῶτον μὲν ζητῆσαι, τίνα σχήματα σωμάτων ἐπιτήδεια πρὸς τὴν εὑρημένην καταγραφήν ἐστιν, εἶτα καθ’ ἕκαστον αὐτῶν ἐξ ἀναλύσεώς τε καὶ συνθέσεως εὑρεῖν, ὁποῖα ἂν αὕτη γίγνοιτο, κᾀπειδὰν ἡ λογικὴ μέθοδος ἐναργῆ τὴν πίστιν ἡμῖν ἐνδείξηται τῆς τῶν προκειμένων εὑρέσεως, ἑξῆς ἐπὶ τὸ πράττειν ἔργῳ τὰ δι’ αὐτῆς εὑρεθέντα παραγενομένους ἐπισκέψασθαι πάλιν, ὅπως ἂν ἐπιφάνειαν ὁμαλὴν ἐργασώμεθα τοῦ μέλλοντος καταγράφεσθαι σώματος. εὑρόντας δὲ τοῦτο ἐξ ἀναλύσεώς τε καὶ συνθέσεως, εἶτα κατασκευάσαντάς τι τοιοῦτον σῶμα, διὰ τῶν ὀργάνων αὐτὸ δεῖ καταγράψαι ζητῆσαι, καὶ πάλιν ἐξ ἀναλύσεώς τε καὶ συνθέσεως εὑρεθέντος αὐτοῦ πειρᾶσαι κατασκευάσαι τοιαῦτα τὸ εἶδος, οἷά περ ἡ μέθοδος ἐδίδαξεν, εἶτα ποιήσαντας ἐφεξῆς καταγραφὴν ἐπὶ πολλῶν σχημάτων, καὶ δοῦναι τοῖς
82
ἀνθρώποις ἔργῳ πειραθῆναι γεγονὸς ἤδη τὸ προβληθέν. ὅταν γὰρ ἥ τε πρώτη γραμμὴ τὴν ἀκτῖνα δέχηται τοῦ ἡλίου, κατὰ ταῦτα δὲ καὶ τὴν τελευταίαν ἡ ὑστάτη, καὶ τοῦτ’ ἐπὶ πάντων φαίνηται τῶν καταγεγραμμένων ὡρολογίων τῶν ἡλιακῶν, ἤδη μέν που ἕν τι γνώρισμα ἕξομεν ἐναργὲς τοῦτο προβληθέν. εὑρῆσαι δὲ πάλιν δεύτερον ἄλλο, ὅταν ἀλλήλοις καταγραφέντα πάντα συμφωνῇ, καὶ τρίτον, ὅταν ὕδατος ὁμαλοῦ ῥύσις αὐτοῖς μαρτυρῇ. καὶ γὰρ τοῦθ’ ὁ λόγος εὑρίσκει κριτήριον ἐσόμενον τῆς τῶν καταγεγραμμένων ὡρολογίων ἀληθείας. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἀγγεῖον τρήσας ἐξ ἧς ἂν ὕλης ἐθέλῃς γεγονὸς, ἐπίθες ὕδατι καθαρῷ τὴν πρώτην ἀκτῖνα τοῦ ἡλίου θεασάμενος· εἷθ’ ὅταν σοι τὸ καταγεγραμμένον ὡρολόγιον ἀγγείλῃ τὴν πρώτην ὥραν ἠνύσθαι, σημηνάμενος ὅσον ἐπληρώθη τοῦ ἀγγείου μέρος ὑπὸ τοῦ ὕδατος, ἔτι ἐκκενώσας εὐθέως αὐτὸ πάλιν, ἐπίθες ἐπὶ ταὐτὸν ὕδωρ· ὅταν δὲ τὴν δευτέραν ὥραν ἀγγείλῃ τὸ ἡλιακὸν ὡρολόγιον, ἐπίσκεψαι τὸ ἀγγεῖον· εἶθ’ ὅταν εὕρῃς ἐν αὐτῷ
83
τὸ ὕδωρ ἐπὶ τὸ αὐτὸ μέρος ἀφιγμένον κατὰ τὴν πρώτην ὥραν, ἐν σήμανον ταχέως, καὶ ἐκχέας ἔνθες κατ’ αὐτοῦ τοῦ ὕδατος, καὶ ἐπισκέπτου πάλιν, εἰ μέχρι τῆς τρίτης ὥρας ἐνδείκνυσι τὸ ὡρολόγιον, ἐπὶ τὴν αὐτὴν ὥραν ἀφικνεῖσθαι τοῦ ἀγγείου τὸ ὕδωρ, ἐφ’ ἣν κατὰ τὴν πρώτην, ἢ κατὰ τὴν δευτέραν· ὅταν οὖν εὕρῃς οὕτω γεγονὸς, ἐκχέας αὖθις ἐπίθες μέχρι τῆς τετάρτης ὥρας, ἰδών τε πάλιν ἐπὶ τὸ αὐτὸ μέρος τοῦ ἀγγείου τὸ ὕδωρ ἀναβεβηκὸς, ἐκχέας αὐτὸ παραχρῆμα, πάλιν ἐπιθεὶς ὁμοίως ἐξέταζε κατὰ τὴν πέμπτην ὥραν. ὅταν δὲ καὶ ταύτης εὕρῃς ἐπὶ τὴν αὐτὴν χώραν ἀφιγμένον τὸ ὕδωρ, εἶτα κατὰ τὴν ἕκτην τε καὶ κατὰ τὰς ἐφεξῆς μέχρι τῆς δωδεκάτης, εἰ παντελῶς γνώσῃ, πεισθήσῃ καλῶς καταγεγράφθαι τὸ ὡρολόγιον, εἴ γε τὸ προκείμενον ἐπεδείξατο· προκείμενον δ’ ἦν εἰς δώδεκα μοίρας ἴσας νεμηθῆναι τὸν χρόνον τῆς ὅλης ἡμέρας, ὅτι, ἀλλὰ τοῦτον μὲν τὸν ἀριθμὸν ὡς χρησιμώτατον προείλοντο, καὶ γὰρ ἥμισυ ἔχει, καὶ δίμοιρον, καὶ τέταρτον, ἕκτον τε καὶ δωδέκατον,
84
ἅπερ οὐδεὶς ἄλλος ἔχει μετ’ αὐτὸν ἄχρι τοῦ εἰκοστοῦ τετάρτου. τοῦτον μὲν ὡς μακρὸν παρῃτήσαντο, σύμμετρον δ’ εἶναι κρίναντες τὸν δωδέκατον, εἰς τοσαῦτα μέρη τὸν χρόνον τῆς ὅλης ἡμέρας διέτεμον. ὅτι δὲ χρήσιμός ἐστιν ἡ τοιαύτη τομὴ, τῇ πείρᾳ βασανίσαντες αὐτὴν ἄλλοι τε πολλοὶ καὶ Ῥωμαῖοι χρῶνται τὴν οὐσίαν ἅπασαν, ὅταν διατίθωνται, διαιροῦντες εἰς δώδεκα μέρη, καὶ τῶν ἐν τῷ βίῳ σταθμῶν τε καὶ μέτρων εἰς δώδεκα μοίρας τέμνονται τὰ πλεῖστα. σὺ δ’ εἰ κελεύεις, καταγράψομαί σοι κατὰ τὴν μέθοδον ὡρολόγιον, εἴτ’ εἰς δώδεκα τὴν ὅλην ἡμέραν διαιρεῖν ἐθελήσεις, εἴτ’ εἰς ἄλλον τινὰ τὸν ἐφεξῆς ἀριθμὸν, εὑρήσεις γὰρ ἐπ’ ἐκείνου πάλιν ὃ προὔβαλες γεγονὸς ἔκ τε τοῦ συμφωνεῖν τῇ διὰ τῶν τετρημένων ἀγγείων ἐκμετρήσει κᾀκ τοῦ πάντοτε ἀλλήλοις ὁμολογεῖν καταγεγραμμένα, πρός τε τοῦ τὰς τελευταίας ἐν αὐτοῖς γραμμὰς ὁρίζειν τὰ πέρατα τῆς ἡμέρας. οὕτω δὲ καὶ κλεψύδρας καταγραφὴν ὁ λόγος εὗρεν ἀναλυτικῇ μεθόδῳ ζητήσας, ἧς πάλιν ἡ βάσανος
85
ἐναργής ἐστι καὶ τοῖς ἰδιώταις. ἡ γὰρ ἀνωτάτω γραμμὴ δωδεκάτην ὥραν σημαίνουσα τὸ μέγιστον μὲν ὕψος ἔχει, καθ’ ὃ μέρος ἡ κλεψύδρα τὴν μεγίστην ἡμέραν ἐκμετρεῖ, βραχύτατον δὲ, καθ’ ὃ τὴν ἐλαχίστην· ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν, ὃ τῆς ἰσημερινῆς μέτρον σοι δηλώσει· τὸ δ’ ἐφεξῆς τὴν τετάρτην ἐπεξιὼν, κατὰ τὸν αὐτὸν τρόπον πάσας τὰς ἐνιαυτοῦ μετρήσεις· τὸ δὲ μεταξὺ μέχρι τῶν ἰσημερινῶν τμημάτων ἐπὶ τοῦ χείλους τῆς κλεψύδρας δηλοῖ σοι τὰς εἰρημένας τέτταρας ἡμέρας· ἀφ’ ὧν τμημάτων ὁρμηθήσομαι ἐφεξῆς τῷ σημαίνοντι τὴν μεγίστην εὑρήσειν, δηλονότι ἄχρι τίνος μέρους τῆς ὑψηλῆς γραμμῆς ἐπὶ τῇ κλεψύδρᾳ τὸ ὕδωρ ἀναβήσεται τῆς δωδεκάτης ὥρας συμπληρουμένης· τὰ δὲ μετ’ ἐκεῖνα πάλιν τρίτα ἀπὸ τῆς δωδεκάτης τροπῆς εὑρήσεις μετροῦσαν τὴν μίαν ἐκείνην ἐν τῇ κλεψύδρᾳ γραμμὴν, ἣν ὑψηλοτάτην ἔφην εἶναι· καὶ μέντοι καὶ τὰς ἄλλας γραμμὰς, ὅσαι τῆς ὑψηλοτάτης εἰσὶν εὐτελέστεραι, ἄλλας ὥρας ἐκμετρούσας εὑρήσεις· τὴν τετάρτην μὲν ἀπὸ τῆς δωδεκάτης· ἐν ἅπασι τοῦ ἐνιαυτοῦ
86
ταῖς ἡμέραις τὴν ἑνδεκάτην ὥραν σημαίνουσιν ἐν διαφέρουσιν αὐτῆς μέρεσιν, ὡς ἐπὶ τῆς ὑψηλοτάτης προείρηται· τὴν δ’ ἐφεξῆς πέμπτην ἢ ἕκτην ὥραν δηλοῦσαν ὡσαύτως κατὰ διαφέροντα μέρη, καὶ τὴν ἐφεξῆς γε πάλιν ἑβδόμην, ἣ ὀγδόην, ἢ ἐννάτην τε καὶ τὰς ἄλλας ἄχρι τῆς κατωτάτης γραμμῆς τὴν ὥραν πρώτην εὑρίσκειν ἐπὶ τῶν ἡλιακῶν ὡρολογίων, φαίνεταί σοι πεπληρωμένου τοῦ κατὰ τὴν κλεψύδραν ὕδατος, ὥσπερ γε ἡ τετάρτη καὶ αἱ λοιπαὶ μέχρι τῆς δωδεκάτης ἀλλήλαις μὲν ἴσαι καθ’ ἑκάστην ἡμέραν ἡντιναοῦν φαίνονται, ταῖς δὲ ἄλλαις ἄνισοι ταῖς προγεγενημέναις τε καὶ μελλούσαις. εἶτα τὴν τοιαύτην μέθοδον εὑρίσκων οὐκ ἐπεθύμησας, ὦ οὗτος, τί ποτ’ ἐστὶν, οὐκ ᾔσθου τῆς ἐν σαυτῷ δοξοσοφίας, ἀμαθὴς ὅστις ὢν τούτων τῶν προβλημάτων, οὐκ ἂν εὕροις ἐνιαυτῷ, βέλτιον δὲ εἰπεῖν, ὅλῳ τῷ βίῳ; οὐδὲ γὰρ εὗρεν αὐτὰ βίος ἀνδρὸς ἑνὸς, ἀλλὰ κατὰ σμικρὸν προῆλθεν ἡ γραμμικὴ θεωρία· πρῶτον μὲν τῶν στοιχειωδῶν ἐν αὐτῇ θεωρημάτων ζητηθέντων αὐτῷ, ἐπεὶ δὲ εὑρέθη ταῦτα, προσθέντων αὐτῶν αὐτοῖς τῶν
87
ἐφεξῆς γενομένων ἀνδρῶν τὴν θαυμασιωτάτην θεωρίαν, ἣν ἀναλυτικὴν ἔφην ὀνομάζεσθαι, καὶ γυμνασάντων ἐν αὐτῇ ἑαυτούς τε καὶ τοὺς βουληθέντας ἐπὶ πλεῖστον· ἐν αὐτῇ καίτοι μηδὲν ἔχουσι δεῖξαι χειρούργημα τοιοῦτον, οἷα μέχρι δεῦρο διῆλθον ἐπί τε τῶν ἡλιακῶν ὡρολογίων καὶ κλεψυδρῶν. ἀλλ’ οὐκ ἦσαν οὔτε προπετεῖς οὔτ’ ἀλαζόνες οἱ τὰ τοιαῦτα ζητήσαντες ὁμοίως τοῖς ἐπαγγελλομένοις σοφίαν ἢ ζητεῖν, ἢ εὑρηκέναι, τιμήσαντες δ’ ἑαυτοὺς τὴν ἀληθεστάτην τιμὴν ὠρέχθησαν, ἣν εἶχον ἐν τῇ ψυχῇ δύναμιν ἀρίστην, ταύτην ἀσκῆσαί τε καὶ εἰς τέλος ἀγαγεῖν. εὔδηλον δ’, ὅτι τὴν λογικὴν λέγω, ἧς γυμναζομένης τε καὶ τὴν οἰκείαν εὐεξίαν λαμβανούσης, εὐφραίνονται μειζόνως ἢ ταῖς διὰ τοῦ σώματος ἡδοναῖς δουλεύοντες. οὐδὲ γὰρ διαφερόμεθα ἄλλῃ τινὶ δυνάμει τράγων καὶ σκωλήκων, ὑῶν τε καὶ προβάτων καὶ ὄνων· οὐδ’ ἄλλη τις θεωρία μειζόνως εὐφραίνει ψυχὴν ἀνδρὸς εὐφυοῦς τῆς ἀναλυτικῆς, ὅταν γέ τις
88
ἐν αὐτῇ προέλθῃ· κατ’ ἀρχὰς μὲν γὰρ ἐπίπονός ἐστιν, ὥσπερ καὶ αἱ ἄλλαι σχεδὸν ἅπασαι. καίτοι κᾂν εἰ μηδεμίαν εὐφροσύνην εἶχεν, δι’ αὐτό γε τὸ μέλλειν αὐτῇ χρῆσθαι πρὸς τὰ μέγιστα καλῶς εἶχεν ἀσκηθῆναι κατ’ αὐτὴν, ἐξαίρετον ἔχουσαν, ὡς ἔφην, τὸ μαρτυρῆσαι πρὸς αὐτῶν τῶν εἰρημένων εὐφραντὸν, ὅπερ οὐκ ἔστιν ἐν τοῖς κατὰ φιλοσοφίαν εὑρισκομένοις. καὶ διὰ τοῦτο τοῖς προπετῶς ἐν αὐτῇ φλυαροῦσιν ἔξεστιν ἀναισχυντεῖν· οὐ γὰρ, ὥσπερ ὁ κακῶς καταγράψας ὡρολόγιον ἢ κλεψύδραν ὑπ’ αὐτοῦ τοῦ πράγματος ἐλέγχεται προφανῶς, οὕτω καὶ τοῖς ἐν φιλοσοφίᾳ θεωρήμασιν ἐναργής ἐστιν ὁ ἔλεγχος, ἀλλ’ ἔξεστι λέγειν, ὥσπερ ἂν ἐθέλῃ τις, ὅταν γε ἅπαξ ἀναίσχυντος ἄνευ τῆς λογικῆς μεθόδου ὑπ’ αὐτῶν τῶν πραγμάτων διδάσκεσθαι λέγῃ. ἀλλ’ εἰ μὲν ἐκείνοις μόνοις διελέχθη τὰ πράγματα λαβόντα φωνὴν, εὐλόγως ἀλαζονεύονται, σιγώντων δ’ αὐτῶν ἀεὶ, καὶ μήθ’ ἡμῖν μήτ’ ἐκείνοις διαλεγομένων, εὔδηλον ὅτι μόνος ὁ ἐν ἡμῖν λόγος εὑρήσει τὴν τῶν πραγμάτων φύσιν. ἐπιδειξάσθω τοίνυν πρότερον εὑρίσκειν αὐτὰ
89
δυνάμενος ἐν πράγμασιν ἐναργῶς αὐτὸ μαρτυροῦσιν, εἰπάτω τε μέθοδον ἡμῖν, ᾗ πᾶν ἀναλυτικῶς ὑποπίπτει πρόβλημα, καὶ δειξάσθω προκρίνας τὰς ὁμοιότητας τῶν ἀληθῶν τε καὶ ψευδῶν λόγων, οὗ δυνατὸν φωρᾶσαι τὴν κακίαν, οὐκ ἂν ἔτι πιστὸς ἐπὶ τῶν ἀδήλων εἴη. ταῦτα πάντα ἄνθρωποι καλῶς φασι λέγεσθαι πλὴν τῶν δοξοσόφων τε καὶ προπετῶν, οἷς ἡ ἐπὶ τὴν ἀλήθειαν ὁδὸς οὐ μακρά τίς ἐστιν, οὐδ’ αὖ τοιαύτη, ὁποίαν Ἡσίοδος ἐπὶ τὴν ἀρετὴν εἶναί φησιν, ἀλλὰ σύντομος καὶ βραχεῖα, μᾶλλον δ’ οὐδ’ ὅλως ἐστίν. εἰ γὰρ αὐτὰ τὰ πράγματα διδάσκει τὴν ἑαυτῶν φύσιν ἅπαντας ἀνθρώπους, οὐ χρὴ κατατρίβεσθαι γυμναζομένους ἐν ταῖς λογικαῖς μεθόδοις. ἆρ’ οὖν, ὦ δοξοσοφώτατοι, κᾂν τοῦτό γε συγχωρήσετε εἶναι πρόδηλον ἡμῖν τοῖς ἄλλοις, ὁπόσοι μή πω τὴν ὑμετέραν σοφίαν ἐσμὲν σοφοὶ, τὸ πάντας ἀνθρώπους ἐγνωκέναι δεῖν ἁπάντων πραγμάτων τὴν ἀλήθειαν, εἴπερ ἡ φύσις αὐτῶν ἱκανὴ διδάσκειν ἐστὶν ἑαυτήν; ἀναδύονται πάλιν, ὅταν οὕτως ἐρωτηθῶσιν,
90
καί φασιν, οὐ πάντας ὑπὸ τῶν πραγμάτων διδάσκεσθαι. τίνες οὖν εἰσιν οἱ διδασκόμενοι, πάλιν ἐρωτώντων ἡμῶν, ἑαυτοὺς μόνους φασίν· τί γὰρ ἔχουσιν εἰπεῖν ἄλλο, φυλάττειν γε τὴν ἐξ ἀρχῆς ἀλαζονείαν προῃρημένοι; ἀλλ’ οὐχ ἡμεῖς γε πιστεύομεν αὐτοῖς ἀποφαινομένοις ὃ βούλονται. διὰ τί γὰρ, ὦ πρὸς θεῶν, μόνοις αὐτὰ τὰ πράγματα τὴν αὑτῶν φύσιν ἐπιδείκνυνται; πότερον, ὅτι μόνοι μηδὲν τῶν πρώτων μαθημάτων μεμαθήκασιν; ἀλλὰ ψεῦδος τοῦτο, καὶ γὰρ ἄλλοι πολλοὶ τούτων οὐδὲν ἔμαθον. ἀλλ’ εἰ τὴν λογικὴν ψυχῆς δύναμιν ἤσκησαν ἐν μαθήμασιν, ἔργον μαρτυρεῖ δυναμένους αὐτήν· καὶ μὴν οὐδέπω ἥψαντο τοιαύτης θεωρίας. ἴσως δὲ φήσουσι μόνοι τε γενέσθαι συνετοὶ καὶ βλέπειν ἐπιληπτικῶς τὰ πράγματα, καθάπερ Λυγκεὺς τὰ κατὰ γῆς. τί ποτ’ οὖν, εἰ οὕτως αὐτῶν ὀξυδερκής ἐστιν ἡ ψυχὴ, καταγελαστότατοι πάντες εἰσὶν ἐν τοῖς τοιούτοις προβλήμασιν, ὧν ἡ εὕρεσις αὐτὴ μαρτυρεῖ τοῖς εὑρίσκουσιν ἀληθῶς αὐτά; τού
91
των γὰρ ἓν οὐδεὶς οὐδέποτ’ αὐτῶν εὑρεῖν ἠδυνήθη, ὅπου γε καὶ τῶν εὑρηκότων λεγόντων καὶ διδασκόντων, οἱ μὲν ἄλλοι μανθάνουσιν, ἐκεῖνοι δὲ μόνοι δι’ ἀγυμναστίαν καὶ βραδύτητα ψυχῆς μὴ μανθάνουσιν· εἶτα παρακαλοῦσιν ἐμὲ, καί τις ἐξ αὐτῶν κατὰ τύχην παρακολουθήσειεν, ἀλλ’ εἰπεῖν γε τὸ εἰρημένον οὐ δύναται. τίς οὖν μείζων τυφλότης εἰς τὴν τῶν ἰδίων ἁμαρτημάτων γνῶσίν ἐστι τῆς τοιαύτης τῶν τοιούτων; ὅταν ἄνθρωποι τῶν ἐπιτυγχανόντων ἑαυτοὺς ὁρῶντες ἀφυεστέρους εἴς τε τὸ νοῆσαι καὶ μνημονεῦσαι καὶ τὰ δι’ ἀριθμητικήν τε καὶ γεωμετρίαν ἀρχιτεκτονίαν τε καὶ ἀστρονομίαν εὑρισκόμενα τὰ τῆς φιλοσοφίας εὑρηκέναι νομίζωσιν οὕτω ῥᾳδίως, ὡς ἀποφαίνεσθαι τολμᾷν αὐτὰ δεικνύναι τὰ πράγματα χωρὶς ἀποδείξεως καὶ μεθόδου λογικῆς. ὅτι δὲ ἑκόντες ἑαυτοὺς κολακεύουσιν, οὐκ ἀλήθειαν ζητοῦσιν, ἔνεστι γνῶναι κᾀκ τοῦ κατά τινος ἕκαστον αὐτῶν ἀνατείνεσθαι παρὰ τοῖς φοιτηταῖς, ἅπαντάς τε διαβάλλουσι τοὺς ἄλλους ὡς ἐσφαλμένους. ἐγὼ δὲ συνάγων αὐτοὺς εἰς ταὐτὸν, οὐχ ὑπομένουσιν,
92
ἀλλὰ τὴν αἰδῶ τινι καταπροτείνονται, καὶ φάσκουσι μὴ δύνασθαι φθέγξασθαι, παρόντων ἀνθρώπων πλειόνων· καίτοι τινὲς αὐτῶν ἀκροατὰς ἔχουσιν, ὁ μὲν κ΄, ὁ δὲ λ΄ καί ποτε καὶ πλείονας, οὐκ αἰσχυνόμενοι λέγειν ἐπ’ αὐτοῖς. ἀλλ’ ὅταν ἐγὼ μὲν τρεῖς ἢ τέτταρας ἀξιώσω παρεῖναι τῷ συλλόγῳ, Πλατωνικοὺς δ΄, τρεῖς ἢ τέτταρας Ἐπικουρείους, ἴσους τε τὸν ἀριθμὸν ἄλλους Στωϊκούς τε καὶ Περιπατητικοὺς, ἢ τρεῖς πρὸς τούτοις, ἤτοι γ’ Ἀκαδημαϊκοὺς, ἢ Σκεπτικοὺς, ὡς γίνεσθαι πάντας ἐκ φιλοσοφίας ἀνθρώπους εἴκοσιν, ἄλλους τε πρὸς αὐτοῖς τοσούτους τῶν γεγυμνασμένων μὲν ἐν μαθήμασι τὴν λογικὴν δύναμιν, ἀγνοοῦντας δὲ τοὺς κατὰ φιλοσοφίαν λόγους, οὐδεὶς αὐτῶν ὑπομένει τηνικαῦτα τὸ τοιοῦτον συνέδριον. εἰ δέ γέ ποτ’ ἀναγκασθέντες ὑπὸ τῶν ἐλευθέρων μὲν αἱρέσεως, γεγυμνασμένων δὲ ἐν λόγοις, ὑπομείνειαν ἀπαντῆσαι τοιούτοις συνεδρίοις, φιλονεικούντων μὲν αὐτῶν ἐπὶ τούτοις, ἑλιττόντων δὲ τοὺς αὐτοὺς λόγους, πολλάκις μὲν ἧκεν ἐν τούτοις καὶ γεωμετρικὸς,
93
ἧκον δὲ καὶ τῶν ἰατρῶν ἔνιοι, καὶ ἄλλοι τινὲς τῶν φιλολόγων ἀνδρῶν καὶ πεπαιδευμένων ἐν τοῖς μαθήμασιν, αὐτὸ δὲ ἔχειν ἐργαζομένων δι’ εὐπορίαν κτημάτων, οὔτε δουλευόντων αἱρέσει τινὶ τῶν κατὰ φιλοσοφίαν, ὥσπερ εἴωθα, καὶ τότε κεκρικέναι τοὺς λόγους ἠξίωσα, καί τις ἐξ αὐτῶν ἔφη κάλλιστα κριθῆναι τὴν ἀμφισβήτησιν, εἰ πορευθέντες εἰς ὃ λέγουσιν οὗτοι περιέχειν τὸν κόσμον κενόν· εἴθ’ ὁ μὲν ἐν αὐτῷ σαφῶς, εἴτ’ ἐν μιᾷ χώρᾳ πέφυκε μὲν εἶναί τε καὶ φέρεσθαι πρὸς ἄλλον τινὰ τόπον, ὅπερ ἂν ἐν αὐτῷ τεθῇ σῶμα. τοὺς μὲν ἄλλους πάντας ἤρεσε τὰ λεχθέντα, μόνοι δ’ οὐκ ἐπαύοντο φιλονεικοῦντες ἀλλήλοις καὶ ἡμῖν οἱ φιλόσοφοι, μὴ δυνάμενοι διακρῖναι τοὺς ἐνδεχομένους λόγους ἀπὸ τῶν ἀναγκαίων. ἐνδέχεται γὰρ καὶ μένειν ἐν τῷ κενῷ καθ’ ἕνα τόπον ἕκαστον τῶν σωμάτων, ἐνδέχεται δὲ καὶ μὴ μένειν, ἀναγκαίαν ἀπόδειξιν οὐδ’ ἑτέρας τινὸς αἱρέσεων ἐχούσης.
Καιρὸς οὖν ἡκέναι δοκεῖ τι φθέγξασθαι κᾀμὲ, βραχεῖαν μὴν ἐλπίδα τοῦ φράξαι τὴν δοξοσοφίαν
94
ἔχοντα μὴ καταλείπειν ἀπείραστον, ἡγούμενον μέν τι δ’ εἶναι μηδ’ αὐτὸ τοῦτο βραχύ. καὶ τοίνυν ἐφ’ ᾧ ὡμολόγηται μὲν ἡ ἀπὸ τῶν ἐναργεστάτων ἀρχὴ πάσης ἀποδείξεως, ἀλλ’ εὐθὺς ἡ πρώτη μετάβασις ἀπ’ αὐτῶν ἐπὶ τὸ τῶν ἀδήλων, οὐ συγχωρεῖται μὲν ὑπὸ τῶν Ἀκαδημαϊκῶν τε καὶ Σκεπτικῶν, ἡμῖν δὲ τοῦτο μὲν ἀλλήλοις συνεχώρει, ὅτι μὲν ἄλλο εὑρισκόμεθα τὴν ἐκείνων ἀπορίαν κρατύνοντες. ὄντων γὰρ ἐναργῶς τῶν μὲν πρὸς νόησιν, τῶν δὲ πρὸς αἴσθησιν, ἀλλήλοις ἐνίοτε μὲν δοκεῖ μάχεσθαι ταῦτα. καὶ πρῶτά γε τοῦτο αὐτὸ γεγυμνασμένου δεῖται, τοῦ δείξοντος οὐδέποτ’ ἀλλήλοις αὐτὰ διαφέρεσθαι. δεύτερον ἐπὶ τῷδε μέγιστόν ἐστιν, ἀπὸ τῶν ἐναργῶς φαινομένων γνωρίζειν τὰ τοιαῦτα· τινὲς γὰρ ὑπὸ προπετείας τοῖς μηδέπω φαινομένοις ἐναργῶς ὡς τοιούτοις συγκατατιθέμενοι σφάλλονται. καὶ τί θαυμάζειν, ἔφης, εἰ πρὸς διάνοιαν ἐναργῆ τοῦτο συμβαίνει τοῖς προπετέσιν, ὁρῶντας αὐτὸ κᾀπὶ τῶν πρὸς αἴσθησιν ἐνίους πάσχοντας ἑκάστην· ὅτι ἐξ ἀπόπτου γοῦν
95
θεασάμενοι παραγενόμενόν τινα Δίωνά φασιν, εἰ οὕτως ἔτυχεν, εἶναι τὸν ἀφικνούμενον, ὡς βεβαίως εἰδότες· ὥστ’ ἐνίοτε πλησίον ὀφθεὶς ὁ παραγενόμενος ἐφάνη Θέων, οὐ Δίων ὑπάρχειν. εἰ μὲν οὖν ἀπαράλλακτος ἡ φαντασία τῶν πόῤῥωθεν ὁρωμένων ἐστὶ καὶ τῶν ἐγγύθεν, οὐ διαφωνοῦντες ἀλλήλοις ἐπὶ τῶν πόῤῥωθεν ὁρωμένων οὔτ’ ἐλέγξουσιν, οὔτ’ ἐλεγχθήσονταί ποτε· εἰ δ’ ἐστὶν ἄλλη ἐνέργεια τῶν πλησίον ὁρωμένων, ἄλλη δὲ τῶν οὐ πλησίον, οἷσι πειρωμένων τὴν ἐκ τοῦ πλησίον γιγνομένην, εἰκότως σφάλλονται. τοῦτ’ οὖν αὐτὸ πρῶτον ἀναμνήσθητι, πρὶν ἐπὶ τὰ πρὸς διάνοιαν ἐναργῆ μετιέναι καὶ σύ ποτε προπετῶς, ὁρατὸν δέ τινα τὸν προσιόντα, φέρε μὲν ἵππον, ὡς ἔτυχε, πλησίον ἐγνῶσθαι Θεόδωρος ὤν· ἢ δι’ ὅλου τοῦ βίου σαυτὸν ἀνάσχες ἀπὸ τῆς τοιαύτης συγκαταθέσεως, ἣν ὀνομάζουσί τε πρόπτωσιν καὶ προπέτειαν. ἐγὼ μὲν σοὶ λέγω μόνῳ, οὐδεὶς ἔχει με δεῖξαι τοιοῦτόν ποτε ἐσφαλμένον οὐδέν. ἐκ μειρακίου γὰρ ἐπέχειν ἐμαυτὸν εἴθισα προπετοῦς συγκαταθέσεως,
96
ὥσπερ ἐν τοῖς πρὸς αἴσθησιν, οὕτω καὶ τοῖς πρὸς λόγον φαινομένοις, ἐφ’ ἃ μεταβὰς ἤδη πάλιν ἀναμνησθῆναί σε κᾀνταῦθα παρακαλῶ, μηδενὶ ψευδῶς συγκαταθέμενον ἑαυτὸν, ὥσπερ ἑκάστης ἡμέρας ὁρῶ παμπόλλους τῶν φίλων, ἐνίους μὲν ἑνὶ τῶν εἰπόντων ὁτιοῦν πιστεύσαντας, εἰ δὲ δύο, καὶ τρεῖς, καὶ τέσσαρες εἴποιεν ταὐτὸν, οὐκ ἀντέχοντας, ἀλλὰ πάντως συγκατατιθεμένους ἑνὶ, προπετῶς δὲ καὶ ὃ τρισὶν, ἢ τέσσαρσιν, ἄνευ τοῦ διορίσασθαι, πότερον ἐνδέχεται πάντας αὐτοὺς ἐκ μιᾶς αἰτίας κοινῆς ἀληθεύειν, ἢ ψεύδεσθαι πάντας ἐκ μιᾶς αἰτίας κοινῆς. βέλτιον οὖν ἐνταῦθα βραδύνειν, ὥσπερ ἐγὼ ποιῶ, κᾂν ὅτι μάλιστά με καλῶσιν ἐπισκώπτοντες ἄπιστον οἱ προπετῶς συγκατατιθέμενοι. τῶν φίλων γοῦν εἰσί τινες, οἳ πυθόμενοι παρά τινος, ἀφῖχθαι τόνδε τινὰ τῶν ἀποδημούντων, ἤγγειλαν μὲν ἡμῖν ἥκοντα τὸν ἄνθρωπον, ἠλέγχθησαν δὲ ψευδόμενοι, ὡς, ὅταν ἐπιτιμήσω, τοσοῦτον δέουσιν εἰς τὸν μέλλοντα παρασκευάσασθαι ἑαυτοὺς ἀσφαλεστέρους, ὥστ’ ἀγανακτοῦσι
97
πρός με, καί φασιν, αὐτοὺς μὲν οὐκ εἶναι τῆς ψευδολογίας αἰτίους, πιστεῦσαι γὰρ εἰπόντι τόδε τινὶ, τὸ δ’ ἁμάρτημα μὲν ἐκείνου γεγονέναι, μὴ βουλόμενοι θεάσασθαι τὸ προστιθέμενον εἰς ἑαυτοὺς ἁπάσαις ταῖς προπετῶς συγκαταθέσεσιν. εἰ μὲν γὰρ, ὥσπερ ἐγὼ λέγειν εἴωθα, τόνδε μοί τινα περὶ τοῦδε τόδε τι διηγήσασθαι, καὶ αὐτοὶ κατὰ τὸν αὐτὸν τρόπον ἐποιοῦντο τοὺς λόγους, οὐκ ἂν ἐψεύδοντο. νῦν δ’, ἐπεὶ τῷ πιστεύειν τῷ λέγοντι σφάλλονται, οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ σφᾶς αὐτοὺς συνεπέδειξαν αὐτῷ ψευδομένους, ἐνόν γε αὐτοῖς οὐκ ἀποφαινομένοις εἰπεῖν, ἀφῖχθαι τόνδε τινὰ τῶν ἀποδημούντων φίλων, ἀλλ’ ἀκηκοέναι παρὰ τοῦδε. ὁπότ’ οὖν ἐπὶ τοσούτων πραγμάτων οὐ μακρὸν ὕστερον αὐτοὺς ἐλεγχθέντων ψευδομένους οὐ παύονται προπετῶς συγκατατιθέμενοι, τί χρὴ νομίζειν ἐπὶ τῶν ἀδήλων αὐτοῖς ὄντων δυσκολωτέρων προσάπτεσθαι; εὐκολώτερον μὲν γάρ ἐστιν, ἑνὸς ἀεὶ μνημονεύειν τοῦ περιμένειν ἐναργῶς ἐν ἀκριβεῖ, χαλεπώτατον δὲ, διότι τοῦτ’ αὐτὸ ποιεῖν οὐκ ἐθέλουσιν οἱ
98
πολλοί. καὶ ζητοῦντί γέ μοι τὴν αἰτίαν τῆς προπετείας αὐτῶν, εἰ μὴ ἄρα πλεονεξία κατεφάνη πάντ’ ἐργάζεσθαι τὰ τοιαῦτα. τὸ γὰρ τάχ’ ὁτιοῦν ἢ δι’ αἰσθήσεως, ἢ διὰ νοήσεως εὑρίσκειν ἐπαινῶ μόνον ὁρῶντες, οἴονται βελτίους ἑαυτοὺς ἐπιδείξειν τῷ πέλας ἐν τῷ τάχει τῆς διαγνώσεως τάχος, ἀλλ’ ἀγνοίας ἐπιδείκνυνται. ταῦτα μὲν οὖν ἔφην εὑρῆσθαί μοι κοινῇ πρὸς ἅπαντας, ὅσοι προπετῶς ἀποφαίνονται.
Πάλιν ἐπὶ τούσδε τοὺς φιλοσόφους ἔλθωμεν, ἀποφαινομένους προπετῶς περὶ τῶν ἐν τῷ κενῷ σωμάτων ἑστώτων ἢ κάτω φερομένων. ὁ μὲν γὰρ ἀρχιτέκτων οὗτος οὐκ ἂν ἀπεφήνατο, πρὶν εἰς αὐτὸ τὸ κενὸν ἐξελθὼν τοῦ κόσμου τῇ πείρᾳ βασανίσαι τὸ πρᾶγμα, καὶ θεάσασθαι σαφῶς, εἴτε μένειν κατὰ τὸν αὐτὸν τόπον ἕκαστον τῶν ἐν αὐτῷ σωμάτων, εἴτε καὶ μεθίστασθαι. τοιαύταις γὰρ ἀρχαῖς εἰς τὰς ἀποδείξεις οἶδα χρωμένους αὐτοὺς, ἐναργέσι τε καὶ ἀναντιλέκτοις ὑπὸ πάντων
99
ὁμολογουμέναις· ὑμεῖς δὲ οἱ φιλοσοφοῦντες, περὶ ὧν οὐδεμίαν ἐναργῶς γνῶσιν ἔχετε, ταῦθ’ ὡς ἐναργῶς γνωσθῆναι δυνάμενα. ἤκουσα πρώτην ἀπιστούντοιν δυοῖν φιλοσόφοιν· ἐδόκει γὰρ αὐτῶν τῷ μὲν ἑτέρῳ τὸ ὕδωρ τῶν ξύλων βαρύτερον εἶναι, τῷ δ’ ἑτέρῳ τὰ ξύλα τοῦ ὕδατος, ἑκάτερός τε λόγους ἔλεγε μακροὺς, ἐμβλέπων ἄνω τε καὶ κάτω. κεφάλαιον δὴ τοῦ μὲν ἑτέρου τῶν φιλοσόφων, τὴν πεπιλημένην οὐσίαν βαρυτέραν εἶναι, καὶ διὰ τοῦτο τὰ ξύλα τοῦ ὕδατος, τοῦ δ’ ἑτέρου, ἔλαττον ἔχειν κενὸν τὰ ξύλα. καὶ ταῦτα ἔλεγον διὰ μακρῶν ἐξηκόντων λόγων, οὐκ ἀποδεικτικῶν, ποιούμενοι τὰς πίστεις, ὥσπερ ἀδύνατον ἐν αἰσθήσει διαγνῶναι τὸ πρᾶγμα, καθάπερ ἡμᾶς οἶσθα ποιοῦντας. οἱ δὲ φιλόσοφοι λέγειν ἔτι βουλόμενον αὐτὸν ἠρώτησαν, ὅστις ὁ τρόπος εἴη, καθ’ ὃν ἐναργῶς διαγινώσκεται, πότερόν ἐστι βαρύτερον· οὐ γὰρ δὴ διὰ ζυγοῦ γε δυνατὸν ἔφασαν γενέσθαι τοῦτο, καθάπερ οὐδὲ δι’ ἀγγείου πληρουμένου· στῆσαι μὲν γὰρ οἷόν τέ ἐστι τὸ ξύλον,
100
οὐ μὴν πληρῶσαι τό γε ἀγγεῖον ἐξ αὐτοῦ, τοῦ ὕδατος αὖ πληροῦσθαι δύνασθαι. τοιαῦτ’ οὖν αὐτῶν λεγόντων, ὥσπερ εἰώθασι, γελάσας ὁ ἀρχιτέκτων ἔφη· Τοιοῦτοι διὰ παντὸς ὑμεῖς οἱ δοξόσοφοι πάντες ἐστὲ, τὰ μὲν ἔξω τοῦ κόσμου γιγνώσκειν οἰόμενοι, περὶ ὧν εἰκάσαι μέν ἐστιν ἐνδεχόμενον, γνῶναι δ’ ἐπιστημονικῶς οὐκ ἐγχωρεῖ, τὰ δὲ τοιαῦτα, καὶ τοῖς τυχοῦσιν ἐνίοτε γιγνωσκόμενα, παντάπασιν ἀγνοοῦντες, ὥσπερ καὶ τοῦτ’ αὐτὸ τὸ νῦν προκείμενον, ὕδατός τε καὶ ξύλων σταθμὸν ἀντεξετάσαι. δεηθέντων οὖν ἁπάντων τῶν παρόντων εἰπεῖν τὸν ἀρχιτέκτονα, πῶς ἐπιστημονικῶς καὶ βεβαίως ἀντεξετασθήσεται τὸ τοῦ ξύλου τῷ τοῦ ὕδατος, ὁ μὲν διῆλθεν ἐν τάχει τε καὶ σαφῶς, ὡς ἅπαντας τοὺς παρόντας νοῆσαι, πλὴν μόνων τῶν φιλοσόφων· ἐκεῖνος δὲ καὶ δεύτερον ἠναγκάσθη καὶ τρίτον εἰπεῖν τὸν αὐτὸν λόγον, ὥστε μόγις ἐνόησαν. ὁ μὲν ἀρχιτέκτων, Εἰκότως, ἔφη, λέγουσι
101
πάμπολλοι, πλὴν δοξοσοφίας οὐδὲν τούτοις ὑπάρχειν· οἱ δ’ ἀνόητοι μὲν ἐν τοῖς ἀγνώστοις ἅπασιν ἐλέγχονται, δοξόσοφοι δ’ ἐν τοῖς γνωστοῖς. ἐγὼ δὲ διαδεξάμενος αὐτὸν τὸν λόγον, εὐλόγως ἔφην τοῦτο συμβαίνειν αὐτοῖς. καὶ γὰρ, ὅπως χρὴ μεταβαίνειν ἀπὸ τῶν ἐναργῶς γινωσκομένων ἐπὶ τὰ τῶν ἀδήλων, οὐδέποθ’ ὑπέμειναν ἀσκηθῆναί τε καὶ μαθεῖν ἐπὶ πραγμάτων, μαρτυρῆσαι μὲν τοῖς εὑροῦσιν αὐτὰ δυναμένων, ἐλέγξαι δὲ τοὺς οὐχ εὑρόντας. Ἵνα δ’, ἔφη, καὶ γελάσητε, καὶ γνῶτε τὸν τῦφον αὐτῶν ὁπηλίκος ἐστὶν, διελθεῖν ὑμῖν ἕν τι καὶ δύο βούλομαι, περὶ ὧν ἀποφαίνονται προπετῶς οἱ τὰς ὀφρῦς ἀνεσπακότες οὗτοι. καὶ πρῶτόν γε τοῦτο λέγω μάλιστ’, ἐπειδὴ τῶν Περιπατητικῶν τις ἀφῖκται τῶν φιλοσόφων, ἕνα τε τὸν κόσμον τοῦτον εἶναι πεπλησμένον, ἔξωθέν τε αὐτοῦ μηδὲν εἶναι κενὸν, ὥσπερ οὐδ’ ἔνδον· διαφέρει γε μὴν, ἔφην, τῷδε τῷ φιλοσόφῳ διττὴν διαφορὰν ἑκάτερος τούτων· ἐδείκνυον δὲ τόν τε Στωϊκὸν καὶ τὸν
102
Ἐπικούρειον. ὁ δὲ Στωϊκὸς οὐκ ἔνδον τι κενὸν εἶναι, ἔξωθεν τοῦ κόσμου ὑπάρχειν αὐτό· ταῦτα δ’ ἄμφω συγχωρῶν ὁ Ἐπικούρειος, ἐν ἄλλῳ τινὶ διαφέρεται πρὸς αὐτόν· οὐ γὰρ ἕνα ὁμολογεῖ κόσμον εἶναι τόνδε, καθάπερ ὁ Στωϊκὸς οἴεται, κατά γε τοῦτο τοῖς Περιπατητικοῖς ὁμόδοξος, ἀλλ’, ὥσπερ γε καὶ τὸ κενὸν ἄπειρον τῷ μεγέθει φησὶν ὑπάρχειν, οὕτω καὶ τοὺς ἐν αὐτῷ κόσμους ἀπείρους εἶναι τῷ πλήθει. ἐγὼ δ’ ἤκουσα μὲν, ἃ λέγουσιν οἱ τρεῖς, συναγορεύειν βουλόμενοι τοῖς ἰδίοις ὀνείροις· ἀκριβῶς δ’ οἶδα μηδένα λόγον ἀποδεικτικῶς ἔχοντας αὐτοὺς, ἀλλ’ ἐνδεχομένως τε καὶ εἰκότως, ἐνίοτε δὲ μηδὲ τοιούτους γνώσεσθαι, ὅτι μὲν ψεύδονται παρακαλέσαντες εἰπεῖν τινα ἀπόδειξιν ἕκαστον αὐτῶν εἰς ταὐτὸ τοῦτο προκείμενον. οὕτως οὖν ἔλεγον, ἅπερ ἴσμεν ἐν τοῖς βιβλίοις αὐτῶν γεγραμμένα· πᾶσι δὲ τοῖς παροῦσι σαφῶς ἐφαίνετο μηδεὶς ἀναγκαστικὸν λόγον εἰπὼν, μηδ’ ἀποδείξεως γραμμικῆς ἐχόμενον, ἀλλ’ ἐξ ἐπιχειρημάτων συγκείμενον, οἷς
103
οἱ ῥήτορες χρῶνται. ἀλλά γε περὶ πλουσίων ὁ λόγος. ἐφ’ ἡμᾶς οὖν αὐτοὺς ἔλθωμεν, ὅσοι μὴ πλουτοῦμεν, ἐρωτήσωμέν τε καὶ πάλιν ἕνα τῶν σοφῶν, εἰ δίκαιόν ἐστιν ἑαυτοὺς ἀναγορεύειν ἐγνωκότας μόνους τὴν ἀλήθειαν, ὑπὸ πάντων τῶν ἄλλων καταγινωσκομένων ἰδιωτῶν τε καὶ φιλοσόφων. τὸ γάρ τοι δεινότατον, ἔφην, τοῦτ’ ἔστιν, ὅτι τῶν φιλοσόφων ἕκαστος ἂν ἔξωθεν τῆς οἰκείας ποίμνης ὑπ’ οὐδενὸς ἐπαινεῖται. τίνα τοίνυν εἰκός ἐστιν ἄλλον δὴ τοὺς φιλοσόφους ἅπαντας ὑπομένοντας κριτὴν, πλὴν αὐτῶν τῶν φαινομένων, ὑπομένοντάς τε καὶ τοὺς ἀπὸ τῶν λογικῶν τεχνῶν ἁπασῶν ἀριθμητικοὺς, λογιστικοὺς, γεωμέτρας, ἀστρονόμους, ἀρχιτέκτονας, νομικοὺς, ῥήτορας, γραμματικοὺς, μουσικούς; ἢ ὁ ὑφ’ ἑαυτοῦ κρινόμενός τε καὶ στεφανούμενος, ὑπὸ τῶν ἄλλων κριτῶν εἰ ὑπομείνειε δοκιμάζεσθαι, μηδεμιᾶς ψήφου μεταλαμβάνεται. τοσαῦτα καὶ περὶ ἁμαρτημάτων πρὸς τὸ παρὸν ἀρκείσθω.