De propriorum animi cuiuslibet affectuum dignotione et curatione

Galen

Galen, De propriorum animi cuiuslibet affectuum dignotione et curatione. Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

Ἐπειδὴ καὶ δι’ ὑπομνημάτων ἔχειν βούλει, ἃ πρὸς τὴν ἐρώτησιν ἀπεκρινάμην, ἣν ἐνέστησα πρὸς ἡμᾶς ὑπὲρ τοῦ γραφέντος Ἀντωνίῳ τῷ Ἐπικουρείῳ βιβλίου περὶ τῆς ἐπὶ τοῖς ἰδίοις πάθεσιν ἐφεδρείας, ἤδη πράξω τοῦτο, καὶ τήνδε τίθεμαι τὴν ἀρχήν. ἄριστον μὲν ἦν αὐτὸν τὸν Ἀντώνιον εἰρηκέναι σαφῶς, τί ποτε βούλεται σημαίνειν ἐκ τοῦ τῆς ἐφεδρείας ὀνόματος. ὡς δ’ ἄν τις ἐξ ὧν λέγει κατὰ τὸ

2
βιβλίον εἰκάσειεν, ἤτοι τὴν παραφυλακὴν ἢ τὴν διάγνωσιν δοκεῖ μοι δηλοῦν, ἢ καὶ πρὸς τούτοις τὴν ἐπανόρθωσιν. ἐφαίνετο δ’, ὡς οἶσθα, καὶ ἀσαφῶς ἑρμηνεύων τὰ πολλὰ τῶν εἰρημένων, ὡς εἰκάσαι μᾶλλον ἔστιν ἢ νοῆσαι σαφῶς. ἐνίοτε μὲν γὰρ δόξει προτρέπειν ἡμᾶς ἐννοεῖν, ὅτι καὶ αὐτοὶ πολλὰ παραπλησίως τοῖς ἄλλοις ἁμαρτάνομεν· ἐνίοτε δ’, ὅπως ἄν τις ἕκαστον ὧν ἁμαρτάνει διαγιγνώσκοι, καὶ πρὸς τούτοις αὖθις, ὅπως ἄν τις ἑαυτὸν ἀπάγοι τῶν ἁμαρτανομένων, ὃ δοκεῖ μοι τοῦ λόγου παντὸς εἶναι σκοπός. ἕκαστον γὰρ τῶν προειρημένων ἄχρηστόν ἐστι καὶ περιττὸν, εἰ μὴ πρὸς τοῦτον ἀναφέροιτο, διορθοῦν δὲ χρὴ αὑτὸν ἐν τοῖς μάλιστα παθήμασι τῶν ἁμαρτημάτων. ἐνίοτε μὲν γὰρ ὡς περὶ μόνων τῶν παθῶν αὐτοῦ ὁ λόγος γίνεται, πολλάκις δὲ ὡς περὶ τῶν ἁμαρτημάτων, ἔστι δ’ ὅτε περὶ ἀμφοτέρων διαλέγεσθαί σοι δόξει. ἐγὼ δ’ αὐτὸ τοῦτο πρῶτον, ὡς οἶσθα, προδιώρισα, τὰ μὲν ἁμαρτήματα κατὰ ψευδῆ δόξαν εἰπὼν γίγνεσθαι, τὸ δὲ πάθος κάτα τινα ἄλογον
3
ἐν ἡμῖν δύναμιν ἀπειθοῦσαν τῷ λόγῳ· κοινῇ δ’ ἀμφότερα κατὰ γενικώτερον σημαινόμενον ἁμαρτήματα κεκλήσθω. λέγω μὲν οὖν ἁμαρτάνειν καὶ τὸν ἀκολασταίνοντα, καὶ τὸν θυμῷ τι πράττοντα, καὶ τὸν διαβολῇ πιστεύοντα. γέγραπται μὲν οὖν καὶ Χρυσίππῳ καὶ ἄλλοις πολλοῖς τῶν φιλοσόφων θεραπευτικὰ συγγράμματα τῶν τῆς ψυχῆς παθῶν, εἴρηται δὲ καὶ πρὸς Ἀριστοτέλους καὶ τῶν ἑταίρων αὐτοῦ, καὶ πρὸ τούτων ὑπὸ Πλάτωνος. καὶ ἦν μὲν βέλτιον ἐξ ἐκείνων μανθάνειν αὐτὰ, ὥσπερ κᾀγώ. τὰ δ’ οὖν κεφάλαια διὰ τοῦ πρώτου λόγου τοῦδε διὰ συντόμου, ἐπειδὴ κελεύεις, διήξω σοι πάντα, καθ’ ἣν ἤδη τάξιν ἤκουσας, ὅτ’ ἐπύθου περὶ τοῦ γεγραμμένου τῷ Ἀντωνίῳ βιβλίου.

Ὅτι μὲν εἰκός ἐστιν ἁμαρτάνειν, εἰ καὶ μὴ δοκοίημεν αὐτοὶ σφάλλεσθαί τι, πάρεστιν ἐκ τῶνδε τῶν λόγων λογίσασθαι. πάντας ἀνθρώπους ὁρῶμεν ἑαυτοὺς ὑπολαμβάνοντας ἤτοι γε ἀναμαρτήτους εἶναι παντάπασιν ἢ ὀλίγα καὶ σμικρὰ διὰ λόγου σφάλλεσθαι, καὶ τοῦτο

4
μάλιστα πεπονθότας, οὓς ἄλλοι πλεῖστα νομίζουσιν ἁμαρτάνειν. ἐγὼ οὖν, εἰ καί τινος ἑτέρου, καὶ τοῦδε παμπόλλην ἔσχηκα πεῖραν. ὅσοι μὲν τῶν ἀνθρώπων ἐπ’ ἄλλοις ἐπέθεντο τὴν περὶ αὐτῶν ἀπόφασιν, ὁποῖοί τινές εἰσιν, ὀλιγώτατα ἐθεασάμην ἁμαρτάνοντας· ὅσοι δὲ ἑαυτοὺς ἀπειλήφασιν εἶναι ἀρίστους χωρὶς τοῦ τὴν κρίσιν ἑτέροις ἐπιτρέψαι, μέγιστα καὶ πλεῖστα τούτους ἑώρακα σφαλλομένους. ὥσθ’, ὅπερ ᾤμην, ὅτε μειράκιον ἦν, ἐπαινεῖσθαι μάτην, (τοῦτο δ’ ἦν τὸ Πύθιον γνῶναι κελεῦον ἑαυτὸν,) οὐ γὰρ εἶναι μέγα τὸ πρόσταγμα, τοῦθ’ εὗρον ὕστερον δικαίως ἐπαινούμενον. ἀκριβῶς μὲν γὰρ ὁ σοφώτατος μόνος ἂν ἑαυτὸν γνοίη, τῶν δ’ ἄλλων ἁπάντων ἀκριβῶς μὲν οὐδεὶς, ἧττον δὲ καὶ μᾶλλον ἕτερος ἑτέρου. καθάπερ γὰρ ἐν ὅλῳ τῷ βίῳ καὶ κατὰ πάσας τὰς τέχνας τὰς μὲν μεγάλας ὑπεροχάς τε καὶ διαφορὰς τῶν πραγμάτων ἅπαντος ἀνδρός ἐστι γνῶναι, τὰς δὲ μικρὰς τῶν φρονίμων τε καὶ τεχνιτῶν, οὕτω κᾀπὶ τῶν ἁμαρτημάτων ἔχει καὶ παθῶν. ὅστις μὲν ἐπὶ μικροῖς ὀργίζεται
5
σφοδρῶς, δάκνει τε καὶ κακίζει τοὺς οἰκέτας, οὗτος μέν σοι δῆλός ἐστιν, ὅτι ἐν πάθει καθέστηκεν· ὁμοίως δὲ καὶ ὅστις ἐν μέθαις τε καὶ ἑταίραις καὶ κωμασταῖς παραγίνεται. τὸ δ’ ἐπὶ μεγάλη βλάβῃ χρημάτων ἢ ἀτιμίᾳ μετρίως ταραχθῆναι τὴν ψυχὴν οὐκ ἔθ’ ὁμοίως ἐστὶ φανερὸν ἐκ τοῦ γένους τῶν παθῶν ὑπάρχον, ὥσπερ οὐδὲ πλακοῦντα φαγεῖν ἀκρατέστερον. ἀλλὰ καὶ ταῦτα κατάδηλα γίγνεται τῷ προμελετήσαντι τὴν ψυχὴν, ἐξοδιάσαντί τε ἁπάντων παθῶν ἐπανορθώσεως δεόμενα, καὶ μεῖζόν γ’ ἔμπης ἀποφυγεῖν αὐτὰ, διότι μικρά. ὅστις οὖν βούλεται καλὸς κᾀγαθὸς γενέσθαι, τοῦτο ἐννοήσας, ὡς ἀναγκαῖόν ἐστιν αὐτὸν ἀγνοεῖν πολλὰ τῶν ἰδίων ἁμαρτημάτων, ὅπως ἂν ἐξεύροι πάντα, δυνάμενος ἐγὼ λέγειν, ὅπως εὗρον αὐτὸς, οὔπω λέγω, διότι τὸ βιβλίον τοῦτο δύναταί ποτε καὶ εἰς ἄλλων ἀφικέσθαι χεῖρας· ὅπως ἂν κᾀκεῖνοι γυμνασθῶσιν πρὸς ὁδὸν εὑρεῖν τῆς γνώσεως τῶν ἁμαρτημάτων, ὥσπερ καὶ σέ μοι λέγειν ἠξίωσα, καὶ μέχρι τοσαῦτα δοκοῦν ἀπεφήνω, διεσιώπησα. καὶ νῦν 
6
οὕτω πράξω, παρακαλέσας τὸν ὁμιλοῦντα τῷδε τῷ γράμματι, καταθέμενον αὑτῷ ζητῆσαι, πῶς ἄν τις ἑαυτὸν δύναιτο γνωρίζειν ἁμαρτάνοντα. δύο γὰρ, ὡς Αἴσωπος ἔλεγε, πήρας ἐξήμμεθα τοῦ τραχήλου, τῶν μὲν ἀλλοτρίων τὴν πρόσω, τῶν ἰδίων δὲ τὴν ὀπίσω· καὶ διὰ τοῦτο τὰ μὲν ἀλλότρια βλέπομεν ἀεὶ, τῶν δ’ οἰκείων ἀθέατοι καθέσταμεν. καὶ τοῦτόν γε τὸν λόγον ὡς ἀληθῆ πάντες προσίενται. ὁ δὲ Πλάτων ἀποδίδωσι καὶ τὴν αἰτίαν τοῦ γιγνομένου. τυφλῶττον γὰρ, φησὶ, τὸ φιλοῦν περὶ τὸ φιλούμενον. εἴπερ οὖν ἕκαστος ἡμῶν ἑαυτὸν ἁπάντων μάλιστα φιλεῖ, τυφλώττειν ἀναγκαῖόν ἐστιν αὐτὸν ἐφ’ ἑαυτοῦ. πῶς οὖν ὄψεται τὰ ἴδια κακά; καὶ πῶς ἁμαρτάνων γνώσεται; πολλῷ γὰρ ἔοικεν ὅ τε τοῦ Αἰσώπου μῦθος καὶ ὁ τοῦ Πλάτωνος λόγος ἀνελπιστότερον ἡμῖν τὴν τῶν ἰδίων ἁμαρτημάτων εὕρεσιν ἀποφαίνειν. εἰ γὰρ μήτε τοῦ φιλεῖν τις ἑαυτὸν ἀποστῆσαι δύναται, τυφλώττειν ἀναγκαῖόν ἐστι τὸ φιλοῦν περὶ τὸ φιλούμενον. οὐ μὴν οὐδ’ ἐγὼ τὸν ἀναγινώσκοντα τόδε τὸ βιβλίον ἠξίουν ἐπισκέψασθαι καθ’ αὑτὸν
7
ὁδὸν τῆς τῶν ἰδίων ἁμαρτημάτων εὑρέσεως, εἰ μὴ χαλεπὸν ἦν τὸ πρᾶγμα, καίτοι ὡς ἐπὶ πλεῖστον ἐσκεμμένος ᾖ καθ’ αὑτόν. καὶ τοίνυν ἐγὼ τὴν ἐμὴν ἀποφαίνομαι γνώμην, ἣν, εἰ μέν τινα καὶ αὐτὸς ἕκαστος ἑτέραν ὁδὸν εὕροι, προσλαβὼν καὶ τὴν ἐμὴν, ὠφελήσεται πλεονεκτικῶς, διπλῆν ἀνθ’ ἁπλῆς εὑρὼν ὁδὸν σωτηρίας· εἰ δὲ μὴ, ἀλλ’ αὐτῇ γε τῇ ἡμετέρᾳ διατελεῖ χρώμενος, ἄχρι περ ἂν ἑτέραν εὕρῃ βελτίονα. τίς οὖν ἡ ἐμὴ, λέγειν ἂν ἤδη καιρὸς, ἀρχὴν τῷ λόγῳ τήνδε ποιησάμενον.

Ἐπειδὴ τὰ μὲν ἁμαρτήματα διὰ τὴν ψευδῆ δόξαν γίγνονται, τὰ δὲ πάθη διὰ τὴν ἄλογον ὁρμὴν, ἔδοξέ μοι πρότερον αὐτὸν ἐλευθερῶσαι τῶν παθῶν· εἰκὸς γάρ πως καὶ διὰ ταῦτα ψεῦδος ἡμᾶς δοξάζειν. ἔστι δὲ πάθη ψυχῆς, ἅπερ ἅπαντες γιγνώσκουσι, θυμὸς, καὶ ὀργὴ, καὶ φόβος, καὶ λύπη, καὶ φθόνος, καὶ ἐπιθυμία σφοδρά. κατὰ δὲ τὴν ἐμὴν γνώμην καὶ τὸ φθάσαι πάνυ σφόδρα φιλεῖν ἢ μισεῖν ὁτιοῦν πρᾶγμα πάθος ἐστίν. ὀρθῶς γὰρ ἔοικεν εἰρῆσθαι τὸ μέτρον ἄριστον, ὡς οὐδενὸς

8
ἀμέτρου καλῶς γιγνομένου. πῶς οὖν ἄν τις ἐκκόψειε ταῦτα, μὴ γνοὺς πρότερον ἔχων αὐτά; γνῶναι δ’, ὡς ἐλέγομεν, ἀδύνατον, ἐπειδὴ σφόδρα φιλοῦμεν ἡμᾶς. ἀλλὰ καὶ μὴ σαυτὸν ὁ λόγος οὗτος ἐπιτρέπει σοι κρίνειν, ἄλλον τε συγχωρεῖν δύνασθαι κρίνειν τὸν μήτε φιλούμενον ὑπὸ σοῦ, μήτε μισούμενον. ὅταν οὖν ἀκούσῃς τινὰ τῶν κατὰ τὴν πόλιν, ὃν μήτε φιλήσειν οἶδας μήτε μισήσειν, ἐπαινούμενον ὑπὸ πολλῶν ἐπὶ τῷ μηδένα κολακεύειν, ἐκείνῳ προσφοιτήσας, τοιαύτῃ πείρᾳ κρῖνον, εἰ τοιοῦτός ἐστιν, οἷος εἶναι λέγεται. καὶ πρῶτον ἐὰν ἴδῃς αὐτὸν ἐπὶ τὰς τῶν πλουσίων τε καὶ πολὺ δυναμένων, ἢ καὶ τὰς τῶν μονάρχων οἰκίας ἀπιόντα συνεχῶς, γίγνωσκε μάτην ἀκηκοέναι, τὸν ἄνθρωπον τοῦτον ἀληθεύειν ἅπαντα· ταῖς γὰρ τοιαύταις κολακείαις ἕπεται καὶ τὸ ψεύδεσθαι. δεύτερον, ἢ προσαγορεύοντα, ἢ παραπέμποντα τοῖς τοιούτοις ὁρῶν ἑαυτὸν, ἢ καὶ συνδειπνοῦντα. τοιοῦτον γάρ τις ἑλόμενος βίον, οὐ μόνον οὐκ ἀληθεύει, ἀλλὰ καὶ κακίαν ὅλην ἐξ ἀνάγκης ἔχει,
9
φιλοχρήματος ὢν, ἢ φίλαρχος, ἢ φιλόδοξος, ἢ φιλότιμος, ἤ τινα τούτων, ἢ πάντα. τὸν δὲ μὴ προσαγορεύοντα, μήτε παραπέμποντα, μήτε συνδειπνοῦντα καὶ τοῖς πολὺ δυναμένοις ἢ πλουτοῦσι, κεκολασμένῃ τῇ διαίτῃ χρώμενον, ἐλπίσας ἀληθεύειν, εἰς βαθυτέραν ἀφικέσθαι πειράθητι γνῶσιν, ὁποῖός τέ τίς ἐστιν, (ἐν συνουσίαις δ’ αὕτη πολυχρονιωτέραις γίγνεται,) κᾂν εὕρῃς τοιοῦτον, ἰδίᾳ ποτὲ μόνῳ διαλέχθητι, παρακαλέσας, ὅ τι ἄν σοι βλέπῃ τῶν εἰρημένων παθῶν, εὐθέως δηλοῦν, ὡς χάριν ἕξοντι τούτου μεγίστην, ἡγησομένῳ τε σωτῆρα μᾶλλον, ἢ εἰ νοσοῦντα τὸ σῶμα διέσωσε. κᾂν ὑπόσχηται δηλώσειν, ὅταν τι τῶν εἰρημένων πάσχοντά σε βλέπῃ, κᾄπειτα πλειόνων ἡμερῶν μεταξὺ γιγνομένων μηδὲν εἴπῃ, συνδιατρίβων δηλονότι μέμψῃ τῷ ἀνθρώπῳ, αὖθίς τε παρακάλεσον ἔτι λιπαρώτερον ἢ ὡς πρόσθεν, ὅ τι ἂν ὑπὸ σοῦ βλέπῃ παθῶν πραττομένων εὐθέως μηνύειν. ἐὰν δὲ εἴπῃ σοι, διὰ τὸ μηδὲν ἑωρακέναι περί σε τοιοῦτον ἐν τῷ μεταξὺ, διὰ τοῦτο μηδ’ αὐτὸν εἰρηκέναι, μὴ πεισθῇς εὐθέως, μηδ’ οἰηθῇς ἀναμάρτητος
10
ἐξαίφνης γεγονέναι, ἀλλὰ δυοῖν θάτερον, ἢ διὰ ῥᾳθυμίαν οὐ προσεσχηκέναι σοι τὸν παραβεβλημένον φίλον, ἢ ἔλεγχον αἰδούμενον σιωπᾷν, ἢ καὶ μισηθῆναι μὴ βούλεσθαι διὰ τὸ γιγνώσκειν, ἅπασιν, ὡς ἔπος εἰπεῖν, ἀνθρώποις ἔθος εἶναι μισεῖν τοὺς τἀληθῆ λέγοντας. ἢ εἰ μὴ διὰ ταῦτα, ἴσθι, μὴ βουλόμενον αὐτὸν ὠφελεῖν σε διὰ τοῦτο σιωπᾷν, ἢ καὶ ἄλλην τινὰ αἰτίαν, ἣν οὐκ ἐπαινοῦμεν ἡμεῖς. ἀδύνατον γὰρ ἴσως αὐτῷ ἡμαρτῆσθαι μηδὲν πιστεύσας ἐμοὶ, τοῦτο νῦν ἐπαινέσεις ὕστερον, θεώμενος ἅπαντας ἀνθρώπους καθ’ ἑκάστην ἡμέραν μυρία μὲν ἁμαρτάνοντας, καὶ μετὰ παθῶν πράττοντας, οὐ μὴν ἑαυτούς γε παρακολουθοῦντας. ὥστε μηδὲ σὺ νόμιζε σαυτὸν ἄλλο τι μᾶλλον ἢ ἄνθρωπον εἶναι. νομίζεις δ’ ἄλλο τι μᾶλλον ἢ ἄνθρωπον ὑπάρχειν, ἐὰν ἀναπείσῃς σαυτὸν, ἅπαντα καλῶς σοι πεπρᾶχθαι, μὴ ὅτι ἑνὸς μηνὸς, ἀλλὰ μιᾶς ἡμέρας. ἴσως οὖν ἐρεῖς, εἰ ἐναντιολογικὸς ᾖς, ἤτοι κατὰ προαίρεσιν, ἢ ἐκ μοχθηροῦ τινος ἤθους γεγονὼς τοιοῦτος, καὶ φύσει φιλόνεικος 
11
ὢν, ὅσον ἐπὶ τῶν νῦν ὑπ’ ἐμοῦ προσκεχρημένων λόγων, τοὺς σοφοὺς ἄνδρας ἄλλο τι μᾶλλον ἢ ἀνθρώπους εἶναι. τούτῳ δή σοι τῷ λόγῳ τὸν ἡμέτερον ἀντίθες διττὸν ὄντα, τὸν μὲν ἕτερον, ὅτι μὴν ὁ σοφὸς ἀναμάρτητός ἐστι τὸ πάμπαν· ἕτερον δ’ ἐπ’ αὐτῷ τῷ προσιεμένῳ, εἴπερ ἀναμάρτητός ἐστιν ὁ σοφὸς, οὐδ’ ἄνθρωπον ὑπάρχειν αὐτόν. ὅσα δ’ ἐπὶ τῷδε, καὶ διὰ τοῦτο τῶν παλαιοτάτων φιλοσόφων ἀκούσεις, ὅμοιον εἶναι θεῷ τὴν σοφίαν. ἀλλὰ σύ γε θεῷ παραπλήσιος ἐξαίφνης οὐκ ἄν ποτε γένοιο. ὅπου γὰρ οἱ δι’ ὅλου τοῦ βίου ἀπάθειαν ἀσκήσαντες, οὐ πιστεύοντες τελέως αὐτὴν ἐσχηκέναι, πολὺ δήπου μᾶλλον ὁ μηδέποτ’ ἀσκήσας σύ. μὴ τοίνυν πιστεύσῃς τῷ λέγοντι μηδὲν ἑωρακέναι μετὰ παθῶν ὑπὸ σοῦ πραττόμενον, ἀλλ’ ἤτοι μὴ βουλόμενον ὠφελεῖν σε νόμιζε λέγειν οὕτως, ἢ μὴ παραφυλάξαι προῃρημένον, ἃ πράττεις κακῶς, ἢ φυλαττόμενον ὑπὸ σοῦ μισηθῆναι, τάχα δὲ καὶ εἰδέναι σέ ποτε πρὸς τὸν ἐπιτιμήσαντα καὶ δυσχεράναντα τοῖς σοῖς ἁμαρτήμασί τε καὶ πάθεσιν, ὥστ’ εἰκότως σιωπᾷν, ἢ πιστεύειν μὴ ἀληθεύοντά
12
σε λέγοντα, βούλεσθαι ἕκαστον εἰδέναι ὧν ἁμαρτάνεις. ἐὰν δὲ πρῶτον τῶν ὑπὸ σοῦ πραττομένων ἀπαλλαγῇ σιωπήσῃς, εὑρήσεις πολλοὺς ὀλίγον ὕστερον ἀληθῶς ἐπανορθουμένους σε, καὶ πολύ γε μᾶλλον, ἐὰν χάριν γνοὺς τῷ μεμψαμένῳ, χωρισθῇ οὔσης σου τῆς βλάβης, τούτου γ’ ἕνεκεν. ἐξ αὐτοῦ δὲ τούτου διασκέψασθαι, πότερον ἀληθῶς ἢ ψευδῶς ἐπετίμησέ σοι, μεγάλης ὠφελείας αἰσθήσῃ, κᾂν συνεχῶς πράττῃς αὐτὸ, προῃρημένος ὄντως εἷς γενέσθαι καλὸς κᾀγαθὸς, ἔσῃ τοιοῦτος. ἐν μὲν δὴ τῷ πρώτῳ χρόνῳ μηδ’ ἂν καὶ σκεπτόμενος ἀκριβῶς εὕροις ἐπηρεαστικῶς τε καὶ ψευδῶς σε κρίνειν, καὶ ἀπείρως αὐτὸν πείθειν, ὡς οὐδὲν ἥμαρτες. ἀλλά σοι ταὐτὸ τοῦτο φιλοσόφημα τὸ καρτερεῖν ἐπηρεαζόμενον. ὕστερον δέ ποτε κατεσταλμένος ἱκανῶς, σαυτοῦ παθῶν αἰσθόμενος, ἐπιχειρήσεις ἀπολογεῖσθαι. τοῖς ἐπηρεάζουσι μηδέποτε πικρῶς, μηδ’ ἐλεγκτικῶς, μηδὲ τὸ φιλονείκως ἐμφαῖνον, μηδὲ τὸ καταβάλλειν ἐθέλειν ἐκεῖνον, ἀλλ’ ὠφελείας ἕνεκα τῆς σῆς, ἵνα τι καὶ πρὸς ἀντιλογίαν ἀντειπόντος αὐτοῦ πιθανὸν, πεισθεὶς ἐκεῖνον
13
ἄμεινον γιγνώσκειν, εἰ μετὰ πλείονος ἐξετάσεως εὕροις αὐτὸν ἔξω τῶν ἐγκλημάτων. οὕτω γοῦν καὶ Ζήνων ἠξίου πάντα πράττειν ἡμᾶς ἀσφαλῶς, ὡς ἀπολογησομένους ὀλίγον ὕστερον παιδαγωγοῖς. ὠνόμαζε γὰρ οὕτως ἐκεῖνος ὁ ἀνὴρ τοὺς πολλοὺς τῶν ἀνθρώπων ἑτοίμους ὄντας τοῖς πέλας ἐπιτιμᾷν, κᾂν μηδεὶς αὐτοὺς παρακαλῇ. χρὴ δὲ τὸν ἀκούοντα μηδὲ πλούσιον εἶναι, μηδὲ αἰδῶ ἔχοντα πολιτικήν· ὡς, ἄν γε ταύτην ἔχῃ, διὰ φόβονο ὐδεὶς αὐτῷ τἀληθῆ λέξει, καθάπερ οὐδὲ τοῖς πλουτοῦσι διὰ κέρδος οἱ κόλακες, ἀλλὰ κᾂν εἴ τις ἀληθεύων παραφανῇ, διασπᾶσθαι πρὸς αὐτῶν. ἐὰν οὖν τις ἤτοι πολλὰ δυνάμενος ἢ καὶ πλούσιος ἐθέλῃ σοι γενέσθαι καλὸς κᾀγαθὸς, ἀποθέσθαι πρότερον αὐτὸν δεήσει, καὶ μάλιστα νῦν, ὅπου οὐχ εὑρήσει Διογένη δυνάμενον εἰπεῖν ταὐτὸν τἀληθὲς, κᾂν πλουσιώτατος ᾖ, κᾂν μόναρχος. ἐκεῖνοι μὲν οὖν ὑπὲρ ἑαυτῶν βουλεύσονται. σὺ δὲ ὁ μὴ πλούσιος μήτε δυνατὸς ἐν πόλει πᾶσι μὲν ἐπίτρεπε λέγειν, ἃ καταγινώσκουσί σου, πρὸς μηδένα δ’ αὐτὸς ἀγανάκτει, καὶ οὕτως ἔχε ἅπαντας, ὡς
14
Ζήνων ἔλεγε, παιδαγωγούς. οὐ μὴν ὁμοίως γε πᾶσι περὶ ὧν ἂν εἴπωσιν ἀξιοῦ προσέχειν, ἀλλὰ τοῖς ἄριστα βεβιωκόσι πρεσβύταις. ὁποῖοι δ’ εἰσὶν οἱ ἄριστα βιοῦντες, ὀλίγον ἔμπροσθεν εἶπον. ἐν δὲ τῷ χρόνῳ προϊόντι αὐτὸς παρακολουθήσεις, καὶ γνώσεις, ἡλίκα πρόσθεν ἦν ἃ ἡμάρτανες, ἡνίκα μάλιστα ἐγώ σοι φανοῦμαι λέγων ἀληθῆ, μηδένα φάσκων ἔξω παθῶν ἢ ἁμαρτημάτων εἶναι, μηδ’ ἂν εὐφυέστατος ᾖ, μηδ’ ἂν ἐν ἔθνεσι τοῖς καλῶς τεθραμμένοις, ἀλλὰ πάντως τινὰ σφάλλεσθαι, καὶ μᾶλλον ὅταν ἔτι νέος ᾖ.

Δεῖται γὰρ ἀσκήσεως ἕκαστος ἡμῶν σχεδὸν ὅλου τοῦ βίου πρὸς τὸ γενέσθαι τέλειος ἀνήρ. οὐ μὴν ἀφίστασθαι χρὴ τοῦ βελτίω ποιεῖν ἑαυτὸν, εἰ καὶ πεντηκοντούτης τις ὢν αἴσθοιτο τὴν ψυχὴν λελωβημένος οὐκ ἀνίατον οὐδ’ ἀνεπανόρθωτον λώβην. οὐδὲ γὰρ εἰ τὸ σῶμα κακῶς διέκειτο πεντηκοντούτης ὢν, ἔκδοτον ἂν ἔδωκε τῇ καχεξίᾳ, ἀλλὰ πάντως ἂν ἐπειράθη βέλτιον αὐτὸ κατασκευάσαι,

15
καίτοι τὴν Ἡράκλειον εὐεξίαν οὐ δυνάμενος σχεῖν. μὴ τοίνυν μηδ’ ἡμεῖς ἀφιστώμεθα τοῦ βελτίονα τὴν ψυχὴν ἐργάζεσθαι, κᾂν τὴν τοῦ σοφοῦ μὴ δυνώμεθα σχεῖν, ἀλλὰ μάλιστα μὲν ἐλπίζωμεν ἔχειν κᾀκείνην, ἂν ἐκ μειρακίου προνοώμεθα τῆς ψυχῆς ἡμῶν, εἰ δὲ μὴ, ἀλλὰ τοῦ γε μῂ πάναισχροι αὐτὴν γενέσθαι, καθάπερ ὁ Θερσίτης τὸ σῶμα, φροντίζωμεν. εἴ τ’ οὖν ἐφ’ ἡμῖν ᾖ μὴ γενομένοις ἐντυχεῖν τῷ προνοουμένῳ τῆς γενέσεως ἡμῶν, δεοίμεθά τι λαβεῖν σῶμα γενναιότατον. ὁ δ’ ἠρνήσατο, πάντως οὖν ἐφεξῆς ἐδεήθημεν αὐτοῦ, δεύτερον γοῦν, ἢ τρίτον, ἢ τέταρτον αὐτὸ σχεῖν ἀπὸ τοῦ πρώτου κατ’ εὐεξίαν. ἀγαπητὸν γοῦν ᾖ, καὶ μὴ τὸ τοῦ Ἡρακλέους, ἀλλὰ τό γε τοῦ Ἀχιλλέως σχεῖν, ἢ εἰ μηδὲ τοῦτο, τό γε τοῦ Αἴαντος, ἢ Διομήδους, ἢ Ἀγαμέμνονος, ἢ Πατρόκλου, εἰ δὲ μὴ τούτων, ἄλλων γέ τινων ἀγαθῶν τῶν ἡρώων. οὕτως οὖν εἰ καὶ μὴ τὴν τελευταίαν εὐεξίαν τις οἷός τ’ ἐστὶ τῆς ψυχῆς ἔχειν, δέξαιτ’ ἂν, οἶμαι, δεύτερον, ἢ τρίτον, ἢ τέταρτον 
16
γενέσθαι μετὰ τὸν ἄκρον. οὐκ ἀδύνατον δὲ τοῦτο τῷ βουληθέντι κατεργάσασθαι, χρόνῳ πλείονι συνεχῶς τῆς ἀσκήσεως γενομένης. ἐγὼ δὲ μειράκιον ὢν ἔτι ταῦτ’ ἀκούσας ἐπεῖδον ἄνθρωπον ἀνοῖξαι θύραν σπεύδοντα, μὴ προχωρούσης δὲ εἰς τὸ δέον αὐτῷ τῆς πράξεως, δάκνοντα τὴν κλεῖδα, καὶ λακτίζοντα τὴν θύραν, καὶ λοιδορούμενον τοῖς θεοῖς, ἠγριωμένον τε τοὺς ὀφθαλμοὺς, ὥσπερ οἱ μαινόμενοι, καὶ μικροῦ δεῖν αὐτὸν ἀφρὸν, ὡς οἱ κάπροι, προϊέμενον ἐκ τοῦ στόματος. ἐμίσησα τὸν θυμὸν οὕτως, ὥστε μηκέτι ὀφθῆναι δι’ αὐτὸν ἀδημονοῦντά με. ἀρκέσει δὲ καὶ τοῦτο τήν γε πρώτην, ὡς μήτε θεοῖς λοιδορεῖσθαί σε, μήτε λακτίζειν, μήτε δάκνειν τοὺς λίθους καὶ τὰ ξύλα, καὶ μήτ’ ἄγριον ἐμβλέπειν, ἀλλ’ ἐν σαυτῷ κατέχειν τε καὶ κρύπτειν τὴν ὀργήν· ἀόργητος μὲν γὰρ εὐθέως ἅμα τῷ βουληθῆναι γενέσθαι τις οὐ δύναται, κατασχεῖν δὲ τὸ τοῦ πάθους ἄσχημον δύναται. τοῦτο δ’ ἂν πολλάκις ποιήσειεν, γνωριεῖ ποτε καὶ αὐτὸς ἑαυτὸν ἧττον νῦν ἢ πρόσθεν ὀργιζόμενον, ὡς μήτ’ ἐπὶ σμικροῖς, μήτ’ ἐπὶ
17
μεγάλοις θυμοῦσθαι, ἀλλ’ ἐπὶ μόνοις τοῖς μεγάλοις μιασμοῖς. οὔτε γὰρ ὑπάρχει παθεῖν ὕστερον αὐτὸν, καὶ ἐπὶ τοῖς μεγάλοις ὀργίζεσθαι μιασμοῖς, εἴ τις, ὅπερ ἐγὼ προστάξας αὐτῷ μειράκιον ὢν ἔτι διὰ παντὸς ἐφύλαξα τοῦ βίου, φυλάξῃ, τὸ μηδέποτε τυπτῆσαι τῇ χειρί μου μηδένα τῶν οἰκετῶν, ὅπερ ἤσκηταί μου καὶ τῷ πατρὶ, καὶ πολλοῖς ἐπετίμησε τῶν φίλων, περιθλάσασιν εὑρὼν ἐν τῷ πατάξαι κατὰ τῶν ὀδόντων οἰκέτας, ἀξίους εἶναι λέγων ἐπὶ τῇ γενομένῃ φλεγμονῇ καὶ σπασθῆναι καὶ ἀποθανεῖν, ὅπου γε ἐξῆν αὐτοῖς, καὶ νάρθηκι, καὶ ἱμάντι μικρὸν ὕστερον ἐφορίσαι πληγὰς ὅσας ἠβούλοντο, καὶ τῇ βουλῇ τὸ τοιοῦτον ἔργον ἐπιτελεῖν. ἄλλοι δὲ οὐ μόνον πὺξ, ἀλλὰ καὶ λακτίζουσι, καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττουσι, καὶ γραφείῳ κεντοῦσιν, ὅταν τοῦτο τύχωσιν ἔχοντες. εἶδον δέ τινα καὶ καλάμῳ, δι’ οὗ γράφομεν, ὑπ’ ὀργῆς εἰς τὸν ὀφθαλμὸν πατάξαντα τὸν οἰκέτην. Ἀδριανὸς αὐτοκράτωρ, ὥς φασι, γραφείῳ ἐπάταξεν εἰς τὸν ὀφθαλμὸν ἕνα τῶν ὑπηρετῶν. ἐπεὶ δὲ τὴν πληγὴν ταύτην ἔγνω γενόμενον ἑτερόφθαλμον, ἐκάλεσέ τε καὶ συνεχώρησεν ἀντὶ τοῦ πάθους αἰτεῖν
18
παρ’ αὐτοῦ δῶρα. ἐπεὶ δὲ διεσιώπησεν ὁ πεπονθὼς, αὖθις ἠξίωσεν ὁ Ἀδριανὸς αἰτεῖν, ὅ τι βούλοιτο. τὸν δ’ ἀρνοῦντα ἄλλων μὲν οὐδὲν, ὀφθαλμὸν δὲ αἰτῆσαι. τί γὰρ ἂν καὶ γένοιτο δῶρον ἀντάξιον ἀπωλείας ὀφθαλμοῦ; βούλομαι δέ σε καὶ τῶν ἐμοί ποτε συμβαινόντων ἑνὸς ἀναμνῆσαι, καίτοι γε ἤδη πολλάκις ὑπὲρ αὐτοῦ εἰρηκώς. ἀπονοστήσαντι ἐκ Ῥώμης συνοδοιπορῆσαί τινι φίλῳ τῶν ἐκ Γορτύνης τῆς Κρήτης ἀνδρὶ, τὰ μὲν ἄλλα λόγου τινὸς ἀξίῳ· καὶ γὰρ ἁπλοῦς ἦν, καὶ φιλικὸς, καὶ χρηστὸς, ἐλευθέριός τε περὶ τὰς ἐφ’ ἡμέρας δαπάνας· ἦν δὲ ὀργίλος οὕτως, ὡς ταῖς ἑαυτοῦ χερσὶ χρῆσθαι κατὰ τῶν οἰκετῶν, ἔστι δ’ ὅτε καὶ τοῖς σκέλεσι, πολὺ δὲ μᾶλλον ἱμάντι καὶ ξύλῳ τῷ παρατυχόντι. γενομένοις οὖν ἡμῖν ἐν Κορίνθῳ, πάντα μὲν ἔδωκε τὰ σκεύη, καὶ τοὺς οἰκέτας ἀπὸ Κεγχρεῶν εἰς Ἀθήνας ἐκπέμψαι κατὰ πλοῦν αὑτοῦ· αὐτὸς δὲ ἓν ὄχημα μισθωσάμενος, πεζῇ διὰ Μεγάρων πορεύεσθαι. καὶ δὴ διελθόντων ἡμῶν Ἐλευσῖνα, καὶ κατὰ τὸ Θριάσιον ὄντων, ἤρετο τοὺς ἑπομένους οἰκέτας
19
αὑτοῦ περί τινος σκεύους, οἱ δ’ οὐκ εἶχον ἀποκρίνασθαι. θυμωθεὶς οὖν, ἐπεὶ μὴ ἄλλο εἶχε, δι’ οὗ πατάξειε τοὺς νεανίσκους, ἐν θήκῃ περιεχομένην μάχαιραν ἀνελόμενος, ἅμα τῇ θήκῃ καταφέρει τὴν κεφαλὴν, οὐ πλατεῖς ἐπενεγκὼν, (οὐδὲν γὰρ ἂν οὕτως εἴργαστο δεινὸν,) ἀλλὰ κατὰ τὸ τέμνον τοῦ ξίφους. ἥ τε οὖν θήκη διετμήθη παραχρῆμα, καὶ τραῦμα μέγιστον ἐπὶ τῆς κεφαλῆς διττὸν ἀμφοτέροις εἰργάσατο, δὶς γὰρ ἑκάτερον αὐτὸς ἐπάταξε. ὡς δὲ πλεῖστον ἄμετρον αἷμα χεόμενον ἐθεάσατο, καταλιπὼν ἡμᾶς, εἰς Ἀθήνας ἀπῇρε βαδίζων εὐθέως ἕνεκα τοῦ μὴ διαφθαρῆναί τινα τῶν οἰκετῶν ἔτι παρόντος αὐτοῦ. ἐκείνους μὲν οὖν ἡμεῖς ἐσώσαμεν εἰς τὰς Ἀθήνας. ὁ δὲ φίλος ὁ Κρὴς ἑαυτοῦ καταγνοὺς Μεγάρας εἰσάγει με λαβόμενος τῆς χειρὸς εἰς οἶκόν τινα, καὶ προσδοὺς ἱμάντα, καὶ ἀποδυσάμενος ἐκέλευσε μαστιγοῦν αὑτὸν ἐφ’ οἷς ἔπραξεν ὑπὸ τοῦ καταράτου θυμοῦ βιασθεὶς, αὐτὸς γὰρ οὕτως ὠνόμασεν. ἐμοῦ δ’, ὡς εἰκὸς, γελῶντος, ἐδεῖτο προσπίπτων τοῖς γόνασι, μὴ ἄλλως ποιεῖν. εὔδηλον οὖν, ὅτι μᾶλλον ἐποίει με γελᾷν,
20
ὅσῳ μᾶλλον ἐν ἐκείνῳ τῷ μαστιγωθῆναι θεώμενος. ἐπειδὴ δὲ ταῦτα ποιούντων ἡμῶν ἱκανὸς ἐτρίβετο χρόνος, ὑπεσχόμην αὐτῷ δώσειν πληγὰς, εἰ μέντοι παράσχῃ καὶ αὐτὸς ἓν, ὃ ἂν αἰτήσω, σμικρὸν πάνυ. ὡς δ’ ὑπέσχετο, παρεκάλουν ὑποσχεῖν μοι τὰ ὦτα λόγον τινὰ διερχομένῳ, καὶ τοῦτ’ ἔφην εἶναι τὸ αἴτημα. τοῦ δ’ ὑποσχομένου πράττειν οὕτως, πλέον αὐτῷ διελέχθην ὑποτιθέμενος, ὅπως χρὴ παιδαγωγῆσαι τὸ ἐν ἡμῖν θυμοειδὲς, τῷ λόγῳ δηλονότι, καὶ οὐ διὰ μαστίγων, ἀλλ’ ἑτέρῳ τρόπῳ παιδαγωγῆσαι διῆλθον. ἐκεῖνος μὲν οὖν ἐν ἑαυτῷ προνοησάμενος ἑαυτοῦ πολὺ βελτίων ἐγένετο. σὺ δ’, εἰ καὶ μὴ πολὺ γένοιο βελτίων, ἀρκεσθήσῃ γε καὶ μικρῷ τινι κατὰ τὸν πρῶτον ἐνιαυτὸν ἐπιδοῦναι πρὸς τὸ κρεῖττον. ἐὰν γὰρ ἐπιμείνῃς τῷ πάθει ἀντέχων καὶ πραΰνων τὸν θυμὸν, ἀξιολογώτερον ἐπιδώσεις κατὰ τὸ δεύτερον ἔτος. εἶτ’, ἐὰν ἔτι διαμείνῃς σαυτῷ προνοούμενος, καὶ μᾶλλον ἐν τῷ τρίτῳ, καὶ μετ’ αὐτὸν ἐν τῷ τετάρτῳ 
21
καὶ πέμπτῳ αἰσθήσῃ μεγάλης αὐξήσεως εἰς βίον σεμνότερον. αἰσχρὸν γὰρ, ἵνα μέν τις ἰατρὸς, ἢ γραμματικὸς, ἢ ῥήτωρ, ἢ γεωμέτρης γένηται, πολλοῖς ἔτεσιν ἐφεξῆς κάμνειν, ὡς δ’ ἄνθρωπος ἀγαθὸς, μηδέποθ’ ἑλέσθαι τῷ μήκει τοῦ χρόνου κάμνειν.

Τίς οὖν ἐστιν ἡ τῆς ἀσκήσεως ἀρχὴ, πάλιν ἀναλάβωμεν· ὑπὲρ γὰρ τῶν ἀναγκαιοτάτων οὐδὲν χεῖρόν ἐστι καὶ δὶς καὶ τρὶς λέγειν τὰ αὐτά. τὸ μηδέποτε μηδένα τῶν οἰκετῶν ἁμαρτάνοντα διὰ τῶν ἑαυτοῦ χειρῶν νουθετεῖν, ἀλλ’ ὥσπερ ἐγώ ποτε, πυθόμενος αἱρεῖσθαι Πλάτωνα πρός τινα τῶν ὑπηρετῶν ἁμαρτόντα, διὰ παντὸς οὕτως ἔπραξα, καλὸν ἡγησάμενος εἶναι τὸ ἔργον, οὕτω καὶ σὺ παράγγειλον σαυτῷ, μήτ’ αὐτὸς διὰ τῶν σαυτοῦ χειρῶν οἰκέτην πλῆξαι μήτ’ ἄλλῳ προστάξαι, παρ’ ὃν ἂν ὀργισθῇς χρόνον, ἀλλ’ εἰς τὴν ὑστέραν ἀνακαλέσασθαι. μετὰ γάρ τοι τὸν θυμὸν σωφρονέστερον ἐπισκέψῃ, πόσας χρὴ πληγὰς ἐντεῖναι τῷ τῆς κολάσεως ἀξίῳ. ἢ μηδὲ τὴν ἀρχὴν ἄμεινόν ἐστι,

22
συγγνώμῃ πρᾶξαι οὕτως αἰτήσαντα ἱμάντα, καὶ σωφρονίσαντα λόγῳ, καὶ ἀπειλήσαντα μηκέτι τὸ λοιπὸν συγχωρῆσαι, ἐὰν ὁμοίως ἁμάρτῃ; πολλῷ γὰρ ἄμεινόν ἐστι, μηκέτι ζέοντος τοῦ θυμοῦ πράττειν ἃ πράττεις, ἔξω τῆς ἀλογίστου μανίας γενόμενον, ὁπότε καὶ τῷ λογισμῷ τὸ πυκτεῦον εὑρήσεις. ὅτι γὰρ ὁ θυμὸς οὐδὲν ἀποδεῖ μανίας, ἕξ αὐτῶν ἤδη ὧν ποιοῦσιν οἱ θυμούμενοι μαθεῖν ἔστιν· παίοντες γὰρ, καὶ λακτίζοντες, καὶ κατασχίζοντες ἱμάτια, καὶ θορυβῶδες ἐμβλέποντες ἕκαστα πράττουσιν ἄχρι τοῦ, καθάπερ ἔφην, καὶ θύραις, καὶ λίθοις, καὶ κλεισὶν ὀργίζεσθαι, καὶ τὰ μὲν καταράσσειν, τὰ δὲ δάκνειν, τὰ δὲ λακτίζειν. ἀλλ’ ἴσως φήσουσι ταῦτα τῶν ὄντως μαινομένων εἶναι, τὰ δὲ ὑπὸ σοῦ γιγνόμενα σωφρονούντων. ἐγὼ δὲ, ὅτι μὲν ἔλαττον ἁμαρτάνουσι τῶν τοὺς λίθους καὶ τὰς θύρας καὶ τὰς κλεῖς δακνόντων τε καὶ λακτιζόντων οἱ τοὺς οἰκέτας ταῖς ἑαυτῶν παίοντες χερσὶν, ὁμολογῶ· πέπεισμαι δὲ καὶ τὸ πρὸς ἄνθρωπον ἅμα τι ποιεῖν ἢ μικρᾶς μανίας ἔργον ὑπάρχειν, ἢ ζώου τινὸς ἀλόγου τε καὶ ἀγρίου. οὐ γὰρ
23
μόνος ἄνθρωπος ἐξαίρετα ἔχει ἄρα παρὰ τἄλλα λογίζεσθαι ταῦτα, ἐὰν ἀποῤῥίψωσιν τὸν θυμὸν χαρίζεσθαι ζωὴν, οὐκ ἀνθρώπου βίος. μὴ τοίνυν νόμιζε φρόνιμον ἄνθρωπον ὑπάρχειν, ὃς ἂν αὐτὸ τοῦτο μόνον ἐκφύγῃ, λακτίζειν, καὶ δάκνειν, καὶ κεντεῖν τοὺς πέλας. ὁ γὰρ τοιοῦτος οὐκ ἔτι μέν ἐστι θηρίον, οὐ μὴν ἤδη γε φρόνιμος ἄνθρωπος, ἀλλ’ ἐν τῷ μεταξὺ τούτων τε καὶ τῶν θηρίων. ἆρ’ οὖν ἀσκήσεις μηκέτ’ εἶναι θηρίον, τοῦ ἄνθρωπος γενέσθαι καλὸς κᾀγαθὸς οὐ πεφροντικὼς, ἢ βέλτιον, ὥσπερ οὐκ ἔτι θηρίον, οὕτω μηδ’ ἄφρονά σε μηδ’ ἀλόγιστον ἔτι διαμένειν; ἔσῃ δὲ τοιοῦτος, ἐὰν μηδέποτε θυμῷ δουλεύων, ἀλλ’ ἀεὶ διαλογιζόμενος ἅπαντα πράττῃς, ἃ πάντα σοι χωρὶς τοῦ πάθους σκεπτομένῳ φαίνεται κράτιστα. πῶς οὖν ἔσται τοῦτο; τιμήσαντός σου τιμὴν σαυτὸν μεγίστην, ἧς οὐδ’ ἐπινοῆσαι δυνατόν ἐστι μείζονα. τὸ γὰρ, ἁπάντων ἀνθρώπων ὀργιζομένων, αὐτὸν ἀόργητον εἶναι, τί ἄλλο ἐστὶν, ἢ ἑαυτὸν ἀποδεῖξαι πάντων ἀνθρώπων βελτίονα; σὲ δ’ ἴσως νομίζεσθαι,
24
τί ἄλλο ἐστὶν, ἢ ἑαυτὸν ἀποδεῖξαι, νομίζεσθαι μὲν εἶναι βελτίω ἐθέλειν, εἶναι δὲ οὕτως βελτίω μὴ βούλεσθαι, καθάπερ εἴ τις ἐπεθύμησε νομίζεσθαι μὲν ὑγιαίνειν τὸ σῶμα, νοσεῖ δὲ κατ’ ἀλήθειαν. ἢ οὐχ ἡγῇ νόσημα ψυχῆς εἶναι τὸν θυμόν; ἢ μάτην ὑπὸ τῶν παλαιῶν ὀνομάζεσθαι νομίζεις ψυχῆς πάθη πέντε ταῦτα, λύπην, ὀργὴν, θυμὸν, ἐπιθυμίαν, φόβον; ἀλλ’ ἔμοιγε βέλτιον εἶναι δοκεῖ μακρῷ, πρῶτον μὲν ἐπὶ πολὺ ἔχειν ἄνευ τῶν εἰρημένων παθῶν, ἐξαναστάντα τῆς κοίτης, ἐπισκοπεῖσθαι πρὸς πάντων τῶν κατὰ μέρος ἔργων, ἆρα βέλτιόν ἐστι πάθεσι δουλεύοντα ζῇν, ἢ λογισμῷ χρῆσθαι πρὸς ἅπαντα· δεύτερον δ’, ὅτῳ τῷ βουλομένῳ γίγνεσθαι καλὸς κᾀγαθὸς παρακλητέον ἐστὶ τὸν δηλώσοντα τῶν ὑφ’ ἑαυτοῦ πραττομένων οὐκ ὀρθῶς ἕκαστον· εἶτ’ ἔτι καθ’ ἑκάστην ἡμέραν τε καὶ ὥραν ἔχειν ἐν προχείρῳ τὴν δόξαν ταύτην, ὡς ἄμεινον μέν ἐστιν ἑαυτὸν τιμήσαντα καλὸν κᾀγαθὸν, τοῦτο δ’ ἄνευ τοῦ σχεῖν τὸν δηλώσοντα τῶν ἁμαρτανομένων ἕκαστον ἀδύνατόν ἐστιν ἡμῖν περιγενέσθαι, καὶ μέντοι καὶ τὸν σωτῆρα ἐκεῖνον
25
καὶ φίλον μέγιστον ἡγεῖσθαι τὸν μηνύσαντα τῶν πλημμελουμένων ἕκαστα· εἶθ’ ὅτι, κᾂν ψεῦδός σοι φαίνηταί ποτ’ ἐγκαλέσας, ἀόργητον προσήκει φαίνεσθαι, πρῶτον μὲν, ὅτι δυνατόν ἐστιν ἐκεῖνον σοῦ βέλτιον ὁρᾷν ἕκαστον ὧν ἁμαρτάνων τυγχάνεις, ὥς γε καὶ σὲ τῶν ἐκείνου. κᾂν ἐπηρεάσῃ ποτὲ ψεῦδος, ἀλλ’ οὖν ἐπήγειρέ σε πρὸς ἀκριβεστέραν ἐπίσκεψιν ὧν πράττεις. ὃ δ’ ἐστὶ μέγιστον ἐν τούτῳ, ἀεὶ φύλαττε προῃρημένος γε τιμᾶσθαι σεαυτόν. ἔστι δὲ τοῦτο διὰ μνήμης ἔχειν πρόχειρα τό τε τῶν ὀργιζομένων τῆς ψυχῆς αἶσχος τό τε τῶν ἀοργήτων κάλλος. ὃς γὰρ ἁμαρτάνειν ἐθισθῇ χρόνῳ πολλῷ, δυσεκλήπτως ἔσχε τὴν κλεῖδα τῶν παθῶν, οὕτω καὶ τῶν δογμάτων, οἷς πειθόμενος ἀνὴρ γενήσῃ καλὸς κᾀγαθὸς, ἐν πολλῷ χρόνῳ προσήκει μελετᾷν ἕκαστον. ἐπιλανθανόμεθα γὰρ αὐτοῦ ῥᾳδίως ἐκπίπτοντος τῆς ψυχῆς ἡμῶν, διὰ τὸ φθάσαι πεπληρῶσθαι τοῖς πάθεσιν αὐτήν. τοιγαροῦν παρακόλουθόν ἐστιν, ἕκαστον τῶν σωθῆναι βουλομένων ὡς μηδεμίαν ὥραν ἀποῤῥᾳθυμεῖν. ἐπιτρεπτέον τε πᾶσι κατηγορεῖν ἡμῶν, ἀκουστέον 
26
τε πρᾴως αὐτοὺς, καὶ χάριν οὐ τοῖς κολακεύουσιν, ἀλλὰ τοῖς ἐπιπλήττουσιν ἔχειν. ἀνεῴχθη σου ἡ θύρα διὰ παντὸς τῆς οἰκήσεως, ἔξεστι τοῖς συνήθεσιν εἰσιέναι πάντα καιρὸν, ἢν οὕτως ᾖς παρεσκευασμένος. δεῖ οὖν θαῤῥεῖν, ὡς ὑπὸ τῶν εἰσιόντων εὑρίσκεσθαι μηδενὶ τῶν μεγάλων ἁμαρτημάτων ἰσχυρῶς κατειλημμένον. ἔστι δ’ ὥσπερ τὸ πᾶν τῷ ἄκοντι ἐκκόψαι δύσκολον, οὕτως τὰ μεγάλα τῷ βουληθέντι ῥᾷστον. τῆς θύρας οὖν ἀνεῳγμένης σου διὰ παντὸς, ὡς εἶπον, ἐξουσία τοῖς συνήθεσιν ἔστω κατὰ πάντα καιρὸν εἰσιέναι. ὡς δ’ ἄλλοι πάντες αὖ οἱ προελθόντες εἰς τὸ δημόσιον ἅπαντα πειρῶνται πράττειν κόσμια, οὕτω σὺ κατὰ τὴν ἰδίαν οἰκίαν πράττεις. ἀλλ’ ἐκεῖνοι μὲν αἰδούμενοι τοὺς ἄλλους ἁμαρτόντες τι φωραθῆναι μόνους ἑαυτοὺς οὐκ αἰδοῦνται, σὺ δὲ σαυτὸν αἰδοῦ μάλιστα πειθόμενος τῷ φάντι· Πάντων δὲ μάλιστ’ αἰσχύνεο σαυτόν.

Οὕτως γὰρ πράττων δυνήσῃ ποτὲ τὴν τοῦ θυμοειδοῦς ἔν σοι δύναμιν ἄλογον ὥσπερ τι θηρίον ἡμερῶσαί

27
τε καὶ πρᾳῧναι. ἢ δεινὸν ἂν εἴη, τοὺς μὲν ἱππικοὺς ἄνδρας, ἀχρείους τοὺς ἵππους παραλαβόντας, ἐν ὀλίγῳ χρόνῳ χειροηθεῖς ἐργάζεσθαι, σὲ δ’, οὐκ ἔξωθέν τι λαβόντα ζῶον, ἀλλ’ ἐν τῇ ψυχῇ δύναμιν ἄλογον, ᾗ διὰ παντὸς ὁ λογισμὸς συνοικεῖ, μὴ δυνηθῆναι πρᾳῧναι αὐτὴν, εἰ καὶ μὴ ταχέως, ἀλλ’ ἐν μακροτέρῳ χρόνῳ. λέλεκται δὲ ἐπὶ πλέον ἐν τοῖς περὶ ἠθῶν ὑπομνήμασι, ὅπως ἀρίστην τις αὐτὴν ἐργάσαιτο, καὶ ὡς τὴν μὲν ἰσχὺν οὐ χρὴ καταβαλεῖν αὐτῆς, ὥσπερ οὐδὲ τῶν ἵππων τε καὶ κυνῶν, οἷς χρώμεθα, τὴν δ’ εὐπείθειαν, ὥς γε κᾀπ’ αὐτῶν, ἀσκεῖν. ἐπιδέδεικται δέ σοι καὶ δι’ ἐκείνων τῶν ὑπομνημάτων οὐχ ἥκιστα καὶ ὅπως αὐτῇ πάλιν τῇ τοῦ θυμοειδοῦς δυνάμει συμμάχῳ χρήσῃ κατὰ τῆς ἑτέρας, ἣν ἐπιθυμητικὴν ἐκάλουν οἱ παλαιοὶ φιλόσοφοι, φερομένης ἀλογίστως ἐπὶ τὰς διὰ τοῦ σώματος ἡδονάς. ὥσπερ οὖν αἰσχρὸν θέαμα διὰ θυμὸν ἄνθρωπος ἀσχημονῶν, οὕτω καὶ δι’ ἔρωτα, καὶ γαστριμαργίαν, οἰνοφλυγίαν τε καὶ λιχνείαν, ἃ τῆς ἐπιθυμητικῆς ἐστι δυνάμεως
28
ἔργα τε καὶ πάθη, προσεοικὼς, οὐχ ἵππῳ καὶ κυνὶ, καθάπερ εἴκασα τὴν πρώτην, ἀλλ’ ὑβριστῇ κάπρῳ καὶ τράγῳ, καὶ τινι τῶν ἀγρίων ἡμερωθῆναι μὴ δυναμένων. διὸ ταύτης μὲν οὐδεμία παίδευσις τοιαύτη ἐστὶν, οἵα τῆς ἑτέρας, ἡ εὐπείθεια· ὃ δ’ ἐκάλουν οἱ παλαιοὶ κολάζειν, ἀλογίαν τινὰ ἔχειν πρὸς τήνδε. γίγνεται δὲ ἡ κόλασις τῆς δυνάμεως ταύτης ἐν τῷ μὴ παρέχειν αὐτῇ τῶν προθυμουμένων ἀπόλαυσιν. ἰσχυρὰ μὲν γὰρ οὕτω καὶ μεγάλη γίγνεται, ἐν τῷ κολασθῆναι δὲ μικρά τε καὶ ἀσθενὴς, ὡς ἕπεσθαι τῷ λογισμῷ δι’ ἀνθρώπων ὁρῶμεν ἑπομένους οὕτως γοῦν καὶ αὐτῶν τῶν ἀνθρώπων ὁρῶμεν ἑπομένους τοῖς βελτίοσι τοὺς χείρους, ἢ ἄκοντας βιαζομένους, ὥσπερ τὰ παιδία καὶ τοὺς οἰκέτας, ἢ πεισθέντας ἑκόντας, ὥσπερ τοὺς ἀγαθοὺς φύσει, καὶ τῶν μὴ πρὸς ῥημάτων κολασθέντων αὐτὸ δή που τούτοις πάλαι σύνηθές ἐστιν, ὡς ἀκόλαστος ὅδε τις ἄνθρωπός ἐστιν, ἐφ’ οὗ δηλονότι τὴν ἐπιθυμητικὴν δύναμιν οὐκ ἐκόλασεν ἡ λογιστική. δύο γὰρ ἔχομεν ἐν ταῖς ψυχαῖς δυνάμεις ἀλόγους· μίαν μὲν, ἧς
29
θυμοῦσθαί τε παραχρῆμα καὶ ὀργίζεσθαι τοῖς δόξασι πλημμελεῖν εἰς ἡμᾶς ἔργον ἐστίν. τῆς δ’ αὐτῆς ταύτης καὶ τὸ μηνιᾷν ἄχρι πλείονος, ὃ τοσούτῳ πλεῖόν ἐστι θυμοῦ πάθος, ὅσῳ καὶ χρονιώτερον. ἄλλη δ’ ἐστὶν ἐν ἡμῖν δύναμις ἄλογος ἐπὶ τὸ φαινόμενον ἡδὺ προπετῶς φερομένη, πρὶν διασκέψασθαι, πότερον ὠφέλιμόν ἐστι καὶ καλὸν, ἢ βλαβερόν τε καὶ κακόν. ταύτην οὖν ἐπέχειν χρὴ τὴν σφοδροτάτην, πρὶν αὐξηθεῖσαν ἰσχὺν δυσνίκητον κτήσασθαι. τηνικαῦτα γὰρ οὐδ’ ἂν θελήσῃς ἔτι κατασχεῖν αὐτὴν δυνήσῃ, κᾄπειτα φήσεις, ὥσπερ ἤκουσά τινος ἐρῶντος, ἐθέλειν μὲν παύσασθαι, μὴ δύνασθαι δὲ, παρακαλέσεις τε μάτην ἡμᾶς ὡσαύτως ἐκείνῳ τῷ δεομένῳ βοηθήσασθαι καὶ τὸ πάθος ἐκκόψαι. καὶ γὰρ τῶν τοῦ σώματος παθῶν ἔνια διὰ μέγεθός ἐστιν ἀνίατα· σὺ δ’ ἴσως οὐδ’ ἐπενόησάς ποτε τοῦτο. βέλτιον οὖν σοι κᾂν νυνὶ ἐννοῆσαί τε καὶ διασκέψασθαι, πότερον ἀληθεύω λέγων, αὐξανομένην τὴν ἐπιθυμητικὴν δύναμιν εἰς ἀνίατον ἔρωτα πολλάκις ἐμβαλεῖν, οὐ σωμάτων μόνον ὡραίων, οὐδ’ ἀφροδισίων, ἀλλὰ καὶ λιχνείας,
30
καὶ γαστριμαργίας, οἰνοφλυγίας τε καὶ τῆς παρὰ φύσιν αἰσχρουργίας, ἢ ψεύδομαι καὶ ταῦτα καὶ ἄλλα πολλὰ τῶν ἔμπροσθεν εἰρημένων. ἃ γὰρ περὶ τοῦ θυμοῦ λέλεκται μέχρι τοῦ δεῦρο, ταῦτα καὶ περὶ τῶν ἄλλων παθῶν ἡγοῦ λελέχθαι· πρῶτον μὲν, ὡς ἑτέρῳ ἐστὶ τὴν διάγνωσιν αὐτῶν ἐπιτρεπτέον, οὐχ ἡμῖν αὐτοῖς· εἶθ’ ὅτι μὴ τοὺς τυχόντας τούτους ἐπιστατεῖν, ἀλλὰ πρεσβύτας, ὡμολογημένους μὲν εἶναι καλοὺς κᾀγαθοὺς, ἐξηγητὰς μὲν οὖν δὲ καὶ πρὸ ἡμῶν αὐτῶν ἐπὶ πλέον ἐν ἐκείνοις τοῖς καιροῖς ἕνεκα ἔξω παθῶν εἶναι· εἶθ’ ὅτι οὐ φαίνεσθαι χρὴ τοῖς τοιούτοις, ὅταν εἴπωσί τι τῶν ἡμετέρων ἁμαρτημάτων, ἀγανακτοῦντας, ἀλλὰ χάριν εἰδότας· εἶτα καθ’ ἑκάστην ἡμέραν σαυτὸν ἀναμιμνήσκειν, ἄμεινον μὲν, εἰ πολλάκις, εἰ δὲ μὴ, ἀλλὰ πάντως γε κατὰ τὴν ἕω, πρὶν ἄρχεσθαι τῶν πράξεων, εἰς ἑσπέραν δὲ, πρὶν ἀναπαύσεσθαι μέλλειν. ἐγὼ δήποτε καὶ ταύτας δὴ τὰς φερομένας ὡς Πυθαγόρου παραινέσεις εἴθισα δὶς τῆς ἡμέρας ἀναγινώσκειν μὲν τὰ πρῶτα, λέγειν δ’ ἀπὸ στόματος ὕστερον. οὐ γὰρ ἀρκεῖ μόνον ἀοργησίαν ἄγειν, ἀλλὰ 
31
καὶ λιχνείας, καὶ λαγνείας, οἰνοφλυγίας τε καὶ περιεργίας καὶ φθόνου καθαρεύειν. ἕτερος οὖν ἡμᾶς ἐπεπείρατο, μή τί που, καθάπερ οἱ κύνες, ἀπλήστως ὤφθημεν ἐμφορούμενοι σιτίων, ἢ, ὡς οἱ διακαιόμενοι πυρετῷ συνεχεῖ, ψυχρὸν ἐπισπασώμεθα τὸ πόμα λαβρότερον, ἢ ὡς ἄνδρας σεμνοὺς πρέπει. οὔτε γὰρ διὰ πεῖναν ἐμφορεῖσθαι προσήκει σφοδρῶς καὶ ἀπλήστως, οὔτε διὰ δίψος ὅλην τὴν κύλικα ἐκπίνειν, ἔτι δὲ μᾶλλον οὔτε διὰ λιχνείαν ἁπάντων τῶν παρόντων πλέον, ἤτοι πλακοῦντος, ἤ τινος ἄλλου τῶν λίχνων ὄψων ἀπολαύειν. ἀλλ’ ἐν ἅπασιν αὐτοῖς ἀρχομένους μὲν ἔτι παρακλητέον ἐστὶν ἑτέρους ὅ τι ἁμάρτωμεν ἐπιτηρεῖν τε καὶ λέγειν ἡμῖν· ὕστερον δὲ καὶ χωρὶς παιδαγωγῶν ἡμᾶς αὐτοὺς ἐπιτηρῶμεν αὐτοὶ καὶ παραφυλάττωμεν, ὅπως ἁπάντων τε τῶν συνδειπνούντων ἔλαττον ὄψου προσενεγκώμεθα, καὶ τῶν λίχνων ἐδεσμάτων ἀποσχώμεθα, σύμμετρα τῶν ὑγιεινῶν προσαράμενοι. τοῦ χρόνου δὲ προϊόντος, οὐκ ἔτι οὐδὲ πρὸς τοὺς δειπνοῦντας ἀποβλέπειν ἀξιώσαιμ’ ἄν σε· μέγα γὰρ οὐδὲν
32
ἐκείνων ἐσθίειν τε καὶ πίνειν ἐγκρατέστερον. εἰ δέ περ οὕτως σαυτὸν ἔγνωκας τιμᾷν, ἐπισκέπτου μᾶλλόν ποτε ἐγκρατῶς διῃτῆσθαι χθὲς ἢ τήμερον. ἐὰν γὰρ τοῦτο ποιῇς, αἰσθήσῃ καθ’ ἑκάστην ἡμέραν εὐκολώτερον ὧν εἶπον ἀπεχόμενος, αἰσθήσῃ τε μεγάλα εὐφρανθησόμενος τὴν ψυχὴν, ἐάν γε σωφροσύνης ὄντως ἐραστὴς ὑπάρχῃς· οὕτω γάρ τις ἐρασθεὶς χαίρει προκόπτων ἐν αὐτῷ. καὶ διὰ τοῦτο ταῖς μὲν ὀνοφλυγίαις ἔστιν ἰδεῖν ἡδομένους, ὅταν πίνοντες ὑπερβάλλωνται τοὺς συμπότας, ὅσοι δὲ γαστρίμαργοι, καὶ τούτους τῷ πλήθει τῶν ἐδεσμάτων εὐφραινομένους, ὅσοι δὲ λίχνοι, πλακοῦσι, καὶ ταγήνοις, καὶ λοπάσι, καὶ καρυκείαις. ἐνίους δὲ μέγα φρονοῦντας ἔγνων ἐπὶ τῷ πλήθει τῶν ἀφροδισίων. ὡς οὖν ἐκεῖνοι τὴν ἀκρότητα τῶν σπουδαζομένων ἀσκοῦσί τε καὶ μεταδιώκουσι, οὕτως καὶ ἡμᾶς χρὴ σωφροσύνης ἀκρότητα σπουδάζειν. εἰ δὲ τοῦτο πράξομεν, οὐ τοὺς ἀκολάστους ἡμῖν παραβάλωμεν, οὐδ’ ἀρκέσει πλέον ἐκείνων ἔχειν ἐγκρατείας τε καὶ σωφροσύνης, ἀλλὰ πρῶτον μὲν τοὺς σπουδάζοντας τὰ αὐτὰ φιλονεικήσομεν
33
ὑπερβάλλεσθαι, (καλλίστη γὰρ ἡ τοιαύτη φιλονεικία,) μετ’ ἐκείνους δ’ αὖθις ἡμᾶς αὐτοὺς, ὡς ἐξ ἔθους πολυχρονίου τούτοις ὑγιεινοτάτοις τε ἅμα καὶ προσθεῖναι ῥᾴστοις ἡδέως ἅμα προσφέρεσθαι, μεμνημένους τῶν καλῶς εἰρημένων. ὧν καὶ τοῦτ’ ἔστιν. Ἐκλέγου βίον ἄριστον, ἡδὺν δ’ αὐτὸν ἡ συνήθεια ποιήσεται. ὥσπερ οὖν, ὁπότε πρὸς τὸν θυμὸν ἀσκεῖν ἠξίουν σε, γνώρισμα τῆς ὠφελείας εἶχες ὁρᾷν σαυτὸν οὐκ ἔτι θυμούμενον, ὡσαύτως ἐπὶ τῆς σωφροσύνης ἔστω σοι γνώρισμα μηδ’ ἐπιθυμεῖν ἔτι τῶν ἡδίστων. ὁδὸς δ’ ἐπ’ αὐτήν ἐστι διὰ τῆς ἐγκρατείας. οὕτω γὰρ αὐτὸς πλεονεκτεῖ σώφρων ἐγκρατοῦς, τῷ μηδ’ ἐπιθυμεῖν λίχνων ἐδεσμάτων ἢ διὰ τὸ πολυχρόνιον ἔθος, ἢ δι’ ἐγκράτειαν, καθάπερ καὶ αὐτὸ τοὔνομα αὐτῆς ἐνδείκνυται γεγονὸς, ὅπερ ἐστὶν ἐκ τοῦ κρατεῖν καὶ νικᾷν τὰς ἐπιθυμίας. ἐπίπονος δέ ἐστι καὶ τραχεῖα τό γε κατ’ ἀρχὰς, ὥσπερ αἱ ἄλλαι τῶν καλῶν ἐπιτηδευμάτων ἀσκήσεις. εἰ μὲν οὖν εἴτε τὴν ἀρετὴν ἀντὶ τῆς κακίας ἔχειν ἐθέλεις, εἴτε τὴν γαλήνην τῆς ψυχῆς ἀντὶ
34
τῶν τοῦ σώματος γαργαλισμῶν, ἀσκητέον ἐστί σοι τὸν εἰρημένον τρόπον, ἐπὶ σωφροσύνην βαδίζοντα δι’ ἐγκρατείας. εἰ δ’ ἤτοι τὴν ἀρετὴν ἀτιμάζεσθαι, ἢ γαργαλίζεσθαι βούλει δι’ ὅλου τοῦ σώματος, καταληπτέον ἐστὶ τὸν λόγον. οὐ γάρ ἐστι προτρεπτικὸς ἐπ’ ἀρετὴν, ἀλλὰ τοῖς προτεθραμμένοις ὑφηγητικὸς τῆς ὁδοῦ, καθ’ ἣν ἄν τις αὐτὴν κτήσαιτο. διαιρουμένου δὲ τοῦ λόγου πρός τε τὸ διαγνωστικὸν ἕκαστον ἡμῶν ὑπάρχειν ἑαυτοῦ, καὶ πρὸς τὴν ἐπὶ τῇ διαγνώσει τῶν ἁμαρτημάτων ἐπανόρθωσιν, οὐ περὶ ταύτης πρόκειται λέγειν, ἀλλὰ περὶ τῆς διαγνώσεως τῶν ἰδίων ἁμαρτημάτων. ἐπεὶ δὲ τοῖς μὲν ἀρχομένοις αὐτὴν οὐ διαγνῶναι δυνατὸν, ἑτέρους μὲν τοῖς ἀρχομένοις ἐπιστήσομεν ἐπόπτας, αὐτοὺς δὲ τοὺς ἀσκοῦντας, ὡς ἂν ἤδη δυναμένους γνῶναι, ποίων μὲν ἀπηλλάγησαν ἁμαρτημάτων καὶ παθῶν, ὅσον δ’ αὐτοῖς ἐνδεῖ πρὸς τὸ τέλος. ὅπερ δὲ εἴωθα λέγειν ἑκάστοτε, καὶ νῦν ἐρῶ· καθ’ ἕτερον μὲν τρόπον ἁπάντων ἐστὶ δυσκολώτατον ἑαυτὸν γνῶναι, καθ’ ἕτερον δὲ ῥᾷστον. ἐὰν μὲν γὰρ ἐντὸς θέλῃ τις αὐτὸς χαλεπώτατόν ἐστιν.

35

Ἐγὼ μὲν οὖν ἅπαντα ταῦτ’ εἰρημένα καὶ τὰ μέλλοντα λεχθήσεσθαι τοῖς βουληθεῖσιν ὑποτίθεμαι. τάχα μὲν οὖν οὔσης καὶ ἄλλης τινὸς ὁδοῦ πρὸς τὸ καλὸν κᾀγαθὸν γενέσθαι, μὴ γινώσκων δ’ εὑρεῖν αὐτὴν, ἐχρησάμην τε δι’ ὅλου τοῦ βίου ταύτῃ, καὶ τοῖς ἄλλοις ἀφθόνως δηλῶν παρεκάλουν ἀντιδιδόναι τε καὶ ἀποδοῦναί τι, καὶ ἀντιδιδάσκειν, εἴ τινα ἑτέραν ἄλλην αὐτοὶ γινώσκουσι καλοκαγαθίας ὁδόν. ἄχρι περ ἂν ἐπιθυμῶμεν ἄλλης, ἐν τῇδε διατρίβομεν, ἣ κοινὴ πάντων διαγνώσεώς τε καὶ θεραπείας. καὶ γὰρ ἡ φιλονεικία, καὶ ἡ φιλοδοξία, καὶ ἡ φιλαρχία πάθη τῆς ψυχῆς εἰσιν. τούτων ἐλάττων μὲν, ἀλλ’ ὅμως καὶ αὐτὴ πάθος. περὶ δὲ τοῦ φθόνου τί δεῖ καὶ λέγειν; αἴσχιστον τῶν κακῶν ἐστιν. ὀνομάζω δὲ φθόνον, ὅταν τις ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς λυπῆται. πάθος μέν ἐστι καὶ λύπη πᾶσα, χειρίστη δὲ ὁ φθόνος ἐστὶν, εἴτε ἓν τῶν παθῶν, εἴτε λύπης ἐστὶν εἶδος πλησιάζον αὐτῇ. κοινὴ δ’ ἐφ’ ἁπάντων ὁδὸς τῆς ἰάσεως ἡ προειρημένη. χρὴ γὰρ, ὅτι 

36
μὲν αἰσχρὰ καὶ φευκτὰ, κατανοεῖν ἐπὶ τῶν ἐνεχομένων αὐτοῖς σφοδρῶς· ἐναργὲς γὰρ ἐπ’ ἐκείνων φαίνεται τὸ αἶσχος· ὅτι δ’ οὐ βλέπομεν ἐφ’ ἡμῶν αὐτῶν μηδὲν, εἶναι νομίζειν προσήκει τυφλότητ’ εἴτε περὶ τὸ φιλοῦν εἴτε περὶ τὸ φιλούμενον, ἔνιά τε λανθάνειν διὰ σμικρότητα καὶ παρορᾶσθαι, μὴ δυνάμενα παροφθῆναι διὰ τὸ μέγεθος ἐν ἄλλοις. πρεσβύτην οὖν τινα βλέπειν αὐτὰ δυνάμενον εὑρίσκειν προσήκει, παρακαλοῦντας ἅπαντα μετὰ παῤῥησίας δηλοῦν, εἶτ’ εἰπόντος τι, πρῶτον αὐτῷ χάριν μὲν γνῶναι παραυτίκα, χωρισθέντας δὲ διασκέπτεσθαι καταμόνας ἑαυτοῖς ἐπιτιμῶντας, ἐκκόπτειν τε πειρωμένους τὸ πάθος, οὐκ ἄχρι τοῦ μὴ φαίνεσθαι τοῖς ἄλλοις μόνοις, ἀλλ’ ὥστε μηδὲ ῥίζαν ἐγκαταλείπειν αὐτοῦ τῇ ψυχῇ· ἔτι γὰρ ἀναφύεται τῇ τῶν σωζόντων ἀρδόμενον πονηρίᾳ. διὰ τοῦτο προσεκτέον ἡμῖν αὐτοῖς ἐστιν ἐφ’ ἑκάστῳ τῶν παθῶν, ὅσα περὶ τοὺς πέλας ἐπισκοπούμεθα, εἴ τι κατὰ τὴν ἡμετέραν ἐστὶ ψυχὴν τοιοῦτον. ἐκκοπτέον γὰρ αὐτὸ φυόμενον ἔτι, πρὶν αὐξηθὲν ἀνίατον
37
γενέσθαι. τῶν μὲν ἄλλων ἁπάντων παθῶν τῆς ψυχῆς οἱ πολλοὶ καταφρονοῦσι, καίτοι γε, ὅταν ἑτέρους αὐτὰ πάσχοντας ἴδωσι, καταγινώσκοντες· ἡ λύπη δ’ ἅπασι φαίνεται κακὸν, ὥσπερ ὁ πόνος ἐν τῷ σώματι. καίτοι τῶν συνηθεστάτων ἐμοὶ νεανίσκων, ἐπὶ μικροῖς ἀρνούμενος ἀνιᾷν, ὕστερόν ποτε κατανοήσας τοῦτο, παραγενόμενός τε πρός με βαθὺν ὄρθρον, ὅλης ἔφη τῆς νυκτὸς ἀγρυπνοῦντα ἐπὶ τῷδε τῷ πράγματι, μεταξύ πως εἰς ἀνάμνησιν ἀφικέσθαι τοῦ μηδ’ ἐπὶ μεγίστοις οὕτω ἀνιώμενον, ὡς ἐπὶ τοῖς σμικροῖς, ἐμαυτὸν ἠξίουν μαθεῖν, ὅπως αὑτῷ τοῦτο περιεγένετο, πότερον ἐξ ἀσκήσεών τινων, ἢ φύντι τοιούτῳ. ἀπεκρινάμην οὖν αὐτῷ τἀληθῆ. καὶ γὰρ καὶ τὴν φύσιν ἐν ἅπασιν ἔφην δύνασθαι μέγα ἐν τῇ τῶν παίδων ἡλικίᾳ εἰς ζωῆς τελείωσιν, εἶθ’ ὕστερον τά τε δόγματα καὶ τὴν ἄσκησιν. ὅτι μὲν οὖν αἱ φύσεις ἡμῶν πάμπολυ διαφέρουσιν, μαθεῖν ἐναργῶς ἔστιν ἐπὶ τῶν παραφερομένων παιδίων. ἔνια μὲν γὰρ αὐτῶν ἀεὶ φαιδρὰ, σκυθρωπὰ δ’ ἄλλα θεώμεθα, καὶ
38
τὰ μὲν ἕτοιμα γελᾷν ἐπὶ πᾶσι, τὰ δὲ κλαίειν ἐπὶ μικραῖς προφάσεσιν. οὕτω δὲ καὶ τὰ μὲν ἔχει κοινῇ, τὰ δὲ ἁρπάζει· καὶ τὰ μὲν θυμοῦται σφοδρῶς ἐπὶ τῶν σμικροτάτων, ὡς δάκνειν τε καὶ λακτίζειν, καὶ λίθους καὶ ξύλα ἀμύνασθαι τοὺς πέλας, ὅταν ἀδικεῖσθαι δόξῃ, τὰ δ’ ἔστιν ἀνεξίκακα καὶ πρᾷα, μήτ’ ὀργιζόμενα, μήτε κλαίοντα, πρὶν ἀδικηθῆναί τι μέγα. ταῦτα καὶ ὁ Εὔπολις ἐρωτώμενον Ἀριστείδην τὸν δίκαιον ὑπὸ τοῦ Νικία, ὡς ἐγένου δίκαιος, οὕτω εὐπρεπῶς ἀποκρινάμενον ἐποίησεν· ἡ μὲν φύσις τὸ μέγιστον, ἔπειτα δὲ κᾀγὼ τὴν φύσιν προθύμως συνελάμβανον. οὐ μόνον οὖν ἕτοιμοι τῶν νέων φύσεις πρὸς τὸ λυπεῖσθαι ῥᾳδίως, ἀλλὰ καὶ πρὸς τὸ θυμοῦσθαι καὶ λιχνεύειν, ὧν περ αὐτῶν ἄχρι δεῦρο τὸν πλεῖστον λόγον ἐποιησάμην. ἔτι δὲ πρὸς τοῖς εἰρημένοις ἐστιν ἰδεῖν ἔνια μὲν ἀναίσχυντα τῶν παιδίων, ἔνια δὲ καὶ αἰδούμενα, καὶ τὰ μὲν μνημονικὰ, τὰ δὲ ἀμνήμονα, τινὰ δὲ ἐπιλήσμονα, καὶ τὰ μὲν φιλόπονα περὶ τὰ διδασκόμενα, τὰ δ’ ἀμελῆ καὶ ῥᾴθυμα, καὶ τῶν φιλοπόνων ἔνια μὲν ἐπὶ τῷ χαίρειν
39
ἐπαινούμενα προθύμως, ἔνια δὲ ἐπὶ τῷ καταγινώσκεσθαι πρὸς τῶν διδασκάλων αἰδούμενα, τινὰ δὲ καὶ δεδιέναι τὰς πληγάς. οὕτω δὲ καὶ τῶν ῥᾳθύμων ἐπὶ ταῖς ἐναντίαις ἕκαστον ἔστι ῥᾳθυμεῖν. ἐξ ὧν οὖν θεῶνται περὶ τὰ παιδία πάντες ἄνθρωποι, τὰ μὲν αἰσχυντηλὰ καλοῦσιν αὐτῶν, τὰ δὲ ἀναίσχυντα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἤτοι φιλότιμα καὶ φιλόκαλα, ἢ ἀφιλόκαλα καὶ ἀφιλότιμα· καὶ μὴν δειλὰ, καὶ καταφρονητικὰ τῶν πληγῶν, ἑτέρας τε τοιαύτας ἐπ’ αὐτῶν τίθενται προσηγορίας κατὰ τὰς φύσεις αὐτάς. οὕτω δὲ καὶ τὰ μὲν φιλοψευδῆ, τὰ δὲ φιλαλήθη τῶν παιδίων ὁρῶμεν φύσει ὄντα, καὶ πολλὰς ἄλλας ἔχοντα διαφορὰς ἠθῶν, ὑπὲρ ὧν οὐκ ἀναγκαῖόν ἐστι νῦν λέγειν εἰκότως· ἔνια μὲν γὰρ αὐτῶν ῥᾷστα δέχεται τὴν ἀγαθὴν παιδείαν, ἔνια δὲ οὐδὲν ὀνίναται. οὐ μὴν τούτου γε ἕνεκεν ἀμελητέον ἐστὶ τῶν παιδίων, ἀλλ’ ἐν ἀρίστοις ἤθεσι θρεπτέον. ἢν μὲν οὖν ἡ φύσις αὐτῶν δέχηται τὴν ἐκ τῆς ἐπιμελείας ὠφέλειαν, ἀγαθοὶ γενηθεῖεν ἂν ἄνδρες· εἰ δὲ μὴ δέξαιντό που,
40
τὸ μὲν ἡμέτερον ἄμεμπτον εἴη. παραπλησία γάρ πώς ἐστιν ἡ τῶν παίδων διαγωγὴ τῇ τῶν φυτῶν ἐπιμελείᾳ. κατ’ ἐκείνην γοῦν ὁ γεωργὸς οὐκ ἄν ποτε δυνήσαιτο ποιῆσαι τὸν βάτον ἐκφέρειν βότρυν, οὐ γὰρ ἐπιδέχεται ἡ φύσις αὐτοῦ τῆς ἀρχῆς τοιαύτην τελείωσιν. ἀμπέλους δ’ αὖ πάλιν ἑτοίμας οὔσας, ὅσον ἐφ’ ἑαυτῶν, τὸν καρπὸν ἐκφέρειν ἐὰν ἀμελήσας ἐπιτρέψῃ μόνῃ τῇ φύσει, μοχθηρὸν ἢ οὐδ’ ὅλως οἴσουσιν αὐτόν. οὕτω δὲ καὶ εἰ τῶν ζώων ἵππον μὲν παιδεύσῃς, εἰς πολλὰ χρήσιμον ἕξεις, ἄρκτον δὲ κᾂν ἥμερόν ποτε διδάξῃς, μόνιμον οὐχ ἕξει τὴν ἕξιν, ἔχιδνα δὲ καὶ σκορπίος οὐκ ἄχρι τοῦ δοκεῖν ἡμεροῦσθαι προέρχεται. ἐγὼ τοίνυν ὅπως μὲν τὴν φύσιν ἔχω, οὐκ ἔχω γνῶναι· τὸ γὰρ ἑαυτὸν φάναι χαλεπόν ἐστι καὶ τοῖς τελείοις ἀνδράσιν, μή τοί γε δὴ τοῖς παισί.

Εὐτύχησα δὲ μεγάλην εὐτυχίαν, ἀοργητότατον καὶ δικαιότατον καὶ χρηστότατον καὶ φιλανθρωπότατον ἔχων πατέρα, μητέρα δὲ ὀργιλωτάτην, ὡς δάκνειν μὲν 

41
ἐνίοτε τὰς θεραπαίνας, ἀεὶ δὲ κεκραγέναι τε καὶ μάχεσθαι τῷ πατρὶ μᾶλλον, ἢ Ξανθίππη Σωκράτει. παράλληλά τε ὁρῶντί μοι τὰ καλὰ τῶν τοῦ πατρὸς ἔργων τοῖς αἰσχροῖς πάθεσι τῆς μητρὸς ἐπῄει τὰ μὲν ἀσπάζεσθαί τε καὶ φιλεῖν, τὰ δὲ φεύγειν καὶ μισεῖν. ὥσπερ δὲ ἐν τούτοις ἑώρων παμπόλλην διαφορὰν τῶν γονέων, οὕτω κᾀν τῷ, τὸν μὲν ἐπὶ οὐδεμίᾳ ζημίᾳ λυπούμενον, ἀνιωμένην δ’ ἐπισμικροτάτοις τὴν μητέρα. γιγνώσκεις δὲ δήπου καὶ σὺ τοὺς παῖδας, οἷς μὲν ἂν ἡσθῶσι, ταῦτα μιμουμένους, ἃ δ’ ἂν ἀηδῶς ὁρῶσι, φεύγοντας. ἡ μὲν οὖν ὑπὸ τῷ πατρὶ παιδεία τοιαύτη τις ἦν· ὑποπληρώσας δὲ τεσσαρεσκαιδέκατον ἔτος, ἤκουον φιλοσόφων πολιτῶν, ἐπὶ πλεῖστον μὲν Στωϊκοῦ Φιλοπάτορος μαθητοῦ, βραχὺν δέ τινα καὶ Πλατωνικοῦ μαθητοῦ Γαΐου, διὰ τὸ μὴ σχολάζειν αὐτὸν, εἰς πολιτικὰς ἀσχολίας ἑλκόμενον ὑπὸ τῶν πολιτῶν, ὅτι μόνος αὐτοῖς ἐδόκει δίκαιός τε καὶ χρημάτων εἶναι κρείττων, εὐπρόσιτός τε καὶ πρᾷος. ἐν τούτῳ δέ τις καὶ ἄλλος ἦλθε πολίτης ἡμέτερος
42
ἐξ ἀποδημίας μακρᾶς, Ἀσπασίου τοῦ Περιπατητικοῦ μαθητὴς, καὶ μετὰ τοῦτον ἀπὸ τῶν Ἀθηνῶν ἄλλος Ἐπικούρειος, ὧν ἁπάντων ὁ πατὴρ δι’ ἐμὲ τοῦ βίου καὶ τῶν δογμάτων ἐξέτασιν ἐποιεῖτο, σὺν ἐμοὶ πρὸς αὐτοὺς ἀφικνούμενος. ἐγεγύμναστο δ’ ἐπὶ πλεῖστον ἐν γεωμετρίᾳ, καὶ ἀριθμητικῇ, καὶ ἀρχιτεκτονίᾳ, καὶ ἀστρονομίᾳ. βουλόμενος γοῦν ὁμοίως ταῖς γραμμικαῖς ἀποδείξεσιν λέγειν κεχρῆσθαι τὸν διδάξαντα· διὰ ταύτην δὲ χρὴ τὴν αἰτίαν μηδὲ διαφωνίαν γεγονέναι πρὸς ἀλλήλους. τῶν ἀπὸ τῶν σοῦ δηλονότι μαθημάτων καλῶν, καθάπερ οἱ ἀρχαῖοι κατὰ τὰς προειρημένας τέχνας, ὧν αἱ πρῶται γεωμετρία τε καὶ ἀριθμητική. καθάπερ οὖν ἔφην, τὸ μὴ προπετῶς ἀπὸ μιᾶς αἱρέσεως ἀναγορεύσας σαυτὸν, ἀλλὰ ἐν χρόνῳ παμπόλλῳ μανθάνων τε καὶ κρίνων αὐτὰς, οὕτως πρὸς ἁπάντων μὲν ἀνθρώπων ἐπαινεῖται. συνομολογεῖται δὲ καὶ τοῖς φιλοσόφοις εἶναι ζηλωτέα ταῦτα, καὶ νῦν ἤδη ζηλωτέον αὐτὰ, καὶ μανθάνειν, καὶ αὐξάνειν ἀξιῶσαι, δικαιοσύνης ἀντιποιούμενον, καὶ σωφροσύνης, ἀνδρείας τε καὶ φρονήσεως. ἐπαινοῦσι γὰρ ἅπαντες
43
τὰς ἀρετὰς ταύτας, κᾂν αὐτοὶ συνειδῶσιν ἑαυτοῖς οὐδεμίαν αὐτῶν ἔχουσι, καὶ φαίνεσθαί γε πειρῶνται τοῖς ἄλλοις ἀνδρεῖοι, καὶ σώφρονες, καὶ δίκαιοι, καὶ φρόνιμοι, ἄλυποι μέντοι κατ’ ἀλήθειαν εἶναι, κᾂν μὴ φαίνωνται τοῖς ἄλλοις. ὥστε τοῦτο πρῶτον ἁπάντων ἀσκητέον ἐστὶν, τὸ σπουδαζόμενον ἅπασιν ἀνθρώποις μᾶλλον τῶν ἄλλων ἀρετῶν. ταύτας, ἔφην ἐγὼ, παρὰ τοῦ πατρὸς λαβὼν τὰς ἐντολὰς ἄχρι δεῦρο διαφυλάττω, μήτ’ ἀφ’ αἱρέσεώς τινος ἐμαυτὸν ἀναγορεύσας· ὧν σπουδῇ πάσῃ ἀκριβῆ τὴν ἐξέτασιν ἔχων, ἀνεύπληκτός τε πρὸς τὰ κατὰ τὸν βίον ὁσημέραι συμπίπτοντα διαμένω, ὥσπερ ἑώρων τὸν πατέρα. οὔτ’ οὖν ἀπώλειά τινος λυπήσει με, πλὴν εἰ παντοίως ἀπολέσαιμι τὰ κτήματα· τοῦτο γὰρ οὐδέπω πεπείραμαι. δόξης τε καὶ τιμῆς ὁ πατὴρ εἴθισέ με καταφρονεῖν, ἀλήθειαν μόνην τιμῶντα. λυπουμένους δ’ ὁρῶ τοὺς πολλοὺς, ὅταν ἤτοι ἀτιμᾶσθαι δοκῶσιν ὑπό τινος, ἢ χρημάτων ἀπωλείᾳ. κατὰ τοῦτ’ οὖν, ἔφην, οὐδὲ λυπούμενον εἶδές μέ ποτε. οὐδὲ ἐπὶ χρημάτων ἀπώλεια συνέπεσέ μοι μέχρι τοῦ δεῦρο τηλικαύτη τὸ μέγεθος, ὡς μηκέτ’ ἔχειν
44
ἐκ τῶν ὑπολοίπων ἐπιμελεῖσθαι τοῦ σώματος ὑγιεινῶς, μήτ’ ἀτιμία τις, ὡς ὁρᾷν με τοῦ συνεδρίου τῆς ἐμῆς βουλῆς ἀφαιρεθέντα. εἰ δέ τινας μὲν ἀκούσαιμι ψέγειν, τινὰς δὲ ἐπαινοῦντας, αὐτοῖς ἀντιτίθημι, καὶ νομίζω τὸ πάντας ἀνθρώπους ἐπαινοῦντας ἐπιθυμεῖν ἔχειν ἐοικέναι τῷ ἅπαντα ἔχειν ἐθέλειν κτήματα. δοκῶ τοίνυν, ἔφην, ἐμαυτῷ, τάχα δὲ καὶ σοὶ δόξω μηδὲν ἄχρι δεῦρο μέγα πεπονθέναι διὰ τέλους ἀλύπως. οὔτε γὰρ ἀφῃρέθην ἁπάντων τῶν χρημάτων, οὔτ’ ἠτιμήθην. εἰ δὲ βοῦς, ἢ ἵππος, ἢ οἰκέτης ἀπέθανεν, οὐχ ἱκανὸν τοῦτο λυπῆσαι μεμνημένον ὧν ὁ πατὴρ ὑπέθετο, μὴ πρότερον ἐπὶ χρημάτων ἀπωλείᾳ λυπηθῆναι συμβουλεύων, ἄχρις ἂν ᾖ τὰ λειπόμενα πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν αὐτάρκη. τοῦτον γὰρ ἐτίθετο πρῶτον ὅρον ἐκείνων κτημάτων, ὡς μὴ πεινᾷν, μὴ ῥιγοῦν, μὴ διψᾷν· εἰ δὲ πλείω τις εἰς ταῦτα χρεία εἴη, καὶ πρὸς τὰς καλὰς πράξεις, ἔφη, χρηστέον αὐτῶν. ἐμοὶ τοίνυν ἄχρι δεῦρο τοσαύτη χρημάτων χρῆσίς ἐστιν, ὡς καὶ πρὸς τὰς τοιαύτας
45
πράξεις ἐξαρκεῖν. οἶδα δὲ, ἔφη, καί σε διπλασίαν τε ἐμοῦ κεκτημένον, ἐπιτίμιόν τε κατὰ τὴν πόλιν ἡμῶν οὕτως, ὡς, τίς ἂν εἴη σοι λύπης αἰτία, πλὴν ἀπληστίας, οὐχ ὁρῶ. πρὸς ταύτην οὖν ἄσκησιν μόνην ἄνεισον ἐγὼ διὰ μνήμης ἔχων, καὶ μελετῶν ἀεὶ, καὶ σκοπούμενος, μέχρι περ ἂν τούτῳ ἐπείσθην, ὡς τὸ τὰ δὶς δύο τέσσαρα εἶναι.

Θεασώμεθα γὰρ, εἶπεν, ἐπὶ σχολῆς, ὁποῖόν τι πάθος ἐστὶν ἡ ἀπληστία· τὴν δ’ ἀρχὴν τῆς σκέψεως ἡ περὶ τὰς τροφὰς ἀπληστία παρέξει. τὸ γοῦν ἐπέκεινα τοῦ συμμέτρου προσφέρεσθαι σίτου ἀπληστίαν ὀνομάζουσι· τὸ σύμμετρον δ’ αὐτῶν κρίνουσι τῇ χρείᾳ τῆς τροφῆς· χρεία δ’ αὐτῆς ἐστι τὸ θρέψαι τὸ σῶμα. θρέψει δὲ πεφθεῖσα καλῶς, πεφθήσεται δ’, εἰ σύμμετρος· τὴν γὰρ πολλὴν ἀπεπτουμένην ἴσμεν. εἰ δὲ ἅπαξ τοῦτο γένοιτο, διαφθείρεσθαι τὴν χρείαν αὐτῆς ἀναγκαῖον. εἰ δέ γε ὑπὸ τῆς δήξεως τῶν ἀπεπτηθέντων σιτίων ἡ γαστὴρ ἀνιαθεῖσα πᾶν ἐκκρίνειε, 

46
διάῤῥοια μὲν ὀνομάζεται τὸ σύμπτωμα, διαφθείρεται δ’ ἡ χρεία τῆς τροφῆς· οὐ γὰρ ἐφ’ ὅ τι διεξελθεῖν τὰ ἔντερα λαμβανόμεθα αὐτὴν, ἀλλ’ ἕνεκα τοῦ προστεθῆναι πᾶσι τοῖς μορίοις τοῦ σώματος. εἰ δ’ ἀναδοθείη μὴ καλῶς πεφθεῖσα, κακοχυμίαν ἐργάζεται ἐν ταῖς φλεψίν. ἐπεὶ τοίνυν ἐπὶ τῷ σώματι ἡμῶν ἔμαθες, ὁποῖόν τι πρᾶγμά ἐστιν ἡ ἀπληστία, μεταβὰς ἐπὶ τὴν ψυχὴν ἤδη θέασαι κᾀνταῦθα τὴν φύσιν αὐτῆς, ἐφ’ ἑκάστης ὕλης πραγμάτων ἐπισκοπούμενος, ἀπὸ τῶν κτημάτων ἀρξόμενος. ἐν τούτοις οὖν ἔνια μὲν οὐκ ὀρθῶς ἐσπούδασται, καθάπερ οἱ μαργαρῖται, καὶ οἱ σαρδόνυχες, αἵ τ’ ἄλλαι λίθοι πᾶσαι· καθάπερ κόσμος, ὃν αἱ γυναῖκες οἷόν τι φέρουσαι ταῖς ἐξαρτησαμέναις αὐτῶν· τούτου τοῦ γένους ἐστὶ τὰ χρυσοϋφῆ τῶν ἱματίων ἤ τινα περίεργον ἔργον ἔχοντα, ἢ ὕλης δεόμεθα πόῤῥωθεν κομιζομένης, ὥσπερ τῶν σειρικῶν ὀνομαζομένων. ἔνια δὲ τῶν κτημάτων πρὸς τὴν τοῦ σώματος ὑγείαν διαφέροντα προσηκόντως σπουδάζεται, πρῶτα μὲν ἐξ ὧν τρεφόμεθα, καὶ ἀμφιεννύμεθα, καὶ ὑποδούμεθα, ἐν οἷς καὶ ἡ οἴκησις. ἐκείνου δὲ τοῦ
47
γένους φαίνεται καὶ τὰ τοῖς νοσοῦσιν ἐπιτήδεια. τινὰ δὲ, ὥσπερ τοὔλαιον, ἀμφοτέροις ὑπάρχει χρήσιμα, τοῖς ὑγιαίνουσι καὶ τοῖς νοσοῦσιν. ἔνια δὲ τοιαῦτα, τὰ μὲν μείζω, τὰ δ’ ἐλάττω τὴν ὠφέλειαν παρεχόμενα τοῖς τῶν ἀνθρώπων σώμασι. καὶ τοίνυν ἤδη τοῦ πλήθους τὸν ὅρον καὶ τῆς κτήσεως αὐτῶν ἐναργῶς οἶμαί σε τεθεᾶσθαι. ὥσπερ γὰρ τὸ πηχυαῖον ὑπόδημα πρὸς τέλος ἐστὶν ἄχρηστον, οὕτω καὶ τὸ ε΄ καὶ ι΄ ἔχειν ὑποδήματα, πλὴν δυοῖν. ἄλλα τε γὰρ ὄντα πάντως αὐτάρκης ἡ χρεία. οὕτω δὲ καὶ τὴν ἐσθῆτα διπλῆν ἔχειν αὔταρκες, οἰκέτας τε καὶ σκεύη. ἐν ἡμῖν, ἔφην, οὐ μόνον ἐσθὴς ὑπάρχει περιττοτέρα τῆς διττῆς, ἀλλὰ καὶ οἱ οἰκέται, καὶ σκεύη, καὶ πάνθ’ ἁπλῶς τὰ κτήματα πολὺ πλείω τῶν διττῶν ἐστιν. πρόσοδον γὰρ ἔχομεν ἀφ’ ὧν κεκτήμεθα πολλαπλασίαν, ἢ ὡς εἰς ὑγείαν μόνην ἐξ αὐτῶν ὑπηρετεῖσθαι τῷ σώματι. τίνας οὖν, ἔφην, ὁρῶ τὸν ἀπολαυστικὸν ὀνομαζόμενον ἑλομένους βίον, οὐ διπλάσια μόνον, ἢ τριπλάσια δαπανῶντας ἡμῶν, ἀλλὰ καὶ πενταπλάσια, καὶ δεκαπλάσια, καὶ τριακονταπλάσια. τὸν δ’ ὡσαύτως ἐμοὶ
48
διαιτώμενον θεῶμαι, λυπούμενον δ’ αὖ ὁμοίως ἐμοὶ, καίτοι τῆς οὐσίας οὐχ ἕκαστον ἔτος αὐξανομένης· ἐπεὶ ἐξ αὐτῶν τῶν προσόδων ἀναλίσκεται μὲν τὸ ι΄ μέρος ἴσως, αἱ λοιπαὶ δὲ θ΄ μοῖραι τοῖς ὑπάρχουσι προστίθενται. βλέπω γάρ σε οὐδὲ πρὸς τὰ καλὰ τῶν ἔργων δαπανῆσαι τολμῶντα, μηδ’ εἰς βιβλίων ὠνὴν, καὶ κατασκευὴν, καὶ τῶν γραφόντων ἄσκησιν, ἤτοι γε εἰς τάχος διὰ σημείων, ἢ εἰς καλῶν ἀκρίβειαν, ὥσπερ οὐδὲ τῶν ἀναγινωσκόντων ὀρθῶς. οὐ μὴν οὐδὲ κοινωνοῦντά σε θεῶμαι, καθάπερ ἐμὲ σὺ βλέπεις ἑκάστοτε, τοῖς μὲν ἱματίοις οἰκετῶν, τοῖς δ’ εἰς τροφὰς ἢ νοσηλείαν· τινῶν δ’ ἐθεασάμην καὶ τὰ χρέα διαλυσάμενος. ἐγὼ μὲν οὖν καταλείπω πᾶσαν ἣν ὁ πατὴρ κατέλιπέ μοι πρόσοδον, οὐδὲν ἐξ αὐτῆς περισσὸν ἀποτιθέμενος, οὐδὲ θησαυρίζων, οὐδὲ πολλαπλάσια τῶν ἀναλισκομένων ἀποτιθέμενος. ὅμως ἀνιέμενον φαίης πολλάκις ἐμὲ, καθάπερ αὐτὸς ὁμολογεῖς, οὐδέποτε λυπούμενον ὁρῶν. ἆρ’ οὖν δύνασαι καθορᾷν τῆς λύπης σου τὴν αἰτίαν, ἢ παρ’
49
ἐμοῦ καὶ τοὔνομα αὐτῆς ἀκοῦσαι ποθεῖς; ἤδη σοι καὶ τοῦτο βούλει γενέσθαι; μίαν ἴσθι πασῶν λυπῶν αἰτίαν, ἣν ὀνομάζουσιν οἱ Ἕλληνες ἐνίοτε μὲν ἀπληστίαν, ἐνίοτε δὲ πλεονεξίαν. ἀπληστίαν μὲν ἀπὸ τοῦ τὰς ἐπιθυμίας ἀπληρώτους ἔχειν· ἀεὶ γὰρ ποθοῦσι τῶν ἔμπροσθεν οἱ ἄπληστοι. ὥστε, κἂν διπλάσιον ἔχωσι, τριπλάσιον προσκτήσασθαι σπεύδουσι, κἂν τριπλάσιον ἔχωσι, τετραπλασίων ἐφίενται. καὶ οὕτως ἐφορῶσι τοὺς πλέονα κεκτημένους αὐτῶν, οὐ τοὺς ἐλάττονα, καὶ τούτους ὑπερβάλλεσθαι ζητοῦσι, καὶ τούτων πλέον ἔχειν ἐπιθυμοῦσι. σὺ γοῦν οὕτως, ἔφην, ἐὰν σκοπῇς ἅπαντας ἡμῶν τοὺς πολίτας, εὑρήσεις οὐ πολλοὺς πλουσιωτέρους σαυτοῦ, ὥστε τῶν ὑπολοίπων ἁπάντων ἔσῃ πλουσιώτερος· εὔδηλον δὲ, ὡς καὶ τῶν δούλων αὐτῶν, καὶ προσέτι καὶ γυναικῶν τοσούτων. εἴπερ οὖν ἡμῖν οἱ πολῖται πρὸς τοὺς τετρακισμυρίους εἰσὶν, ὁμοῦ ἐὰν προσθῇς αὐτῶν τὰς γυναῖκας καὶ τοὺς δούλους, εὑρήσεις σεαυτὸν δυοκαίδεκα μυριάδων ἀνθρώπων οὐκ ἀρνούμενον εἶναι πλουσιώτερον, ἀλλὰ καὶ τούτους βουλόμενον ὑπερβαλέσθαι, καὶ
50
πάμπλουτον ἐν πλούτῳ γενέσθαι σε σπεύδοντα, καίτοι πολίτην ἄμεινον ἐν αὐταρκείᾳ πρῶτον ὑπάρχειν, ὅπερ ἐστὶν ἐπί σοι. τὸ δ’ ἐν πλούτῳ πρωτεύειν οὐκ ἀρετῆς, ἀλλὰ τύχης ἔργον, ἥτις καὶ δούλους καὶ ἀπελευθέρους ἐργάζεται ἡμῶν τῶν ὀνομαζομένων εὐγενῶν πλουσιωτέρους. ἀλλὰ σύ γε, κᾂν σχῇς, ὡς εὔχῃ, πλεῖον τῶν πολιτῶν ἁπάντων, οὐκ ἀρκεσθήσῃ, περισκέψῃ δ’ αὐτίκα, μή τις ἐν ἄλλῃ πόλει πλουσιώτερος. εἶτ’, ἂν ὑπηρετοῦσάν σοι σχῇς καὶ πρὸς τούτοις τὴν τύχην, ἐπὶ τἄλλα μεταβὰς ἔθνη καὶ τῶν ἐν ἐκείνοις πλουσίων ἐθελήσεις γενέσθαι πλουσιώτερος. ὥστ’ οὐ πάντων πλουσιώτερος, ἀλλ’ ἀεὶ πένης ἔσῃ διὰ τὰς ἀορίστους ἐπιθυμίας. εἰ δέ γε τῇ χρείᾳ τῶν κτημάτων ἐμέτρεις σεαυτοῦ τὸ σύμμετρον, ἐκ τῶν πλουσίων ἄν ἤδη σαυτὸν ἠριθμήκεις, ἢ πάντως γε τῶν εὐπόρων. ἐγὼ γοῦν ἐμαυτὸν ἐκ τούτων ἀριθμῶ, καίτοι γε ἐλάττω σοῦ κεκτημένος. ἐὰν οὖν οὕτω πείσῃς σαυτὸν, οὐκέτι ἀνιάσει σε τῶν ἀπολλυμένων οὐδὲν, ἔσῃ τε μακάριος, ὅσον ἐπὶ τῷ μὴ λυπεῖσθαι διὰ χρήματα. τὴν δ’ αὐτὴν ταύτην ἀπληστίαν
51
ἂν ἐξέλῃς τοῦ τιμᾶσθαι βούλεσθαι, καὶ κατὰ τοῦτ’ ἄλυπος ἔσῃ. εἰ δ’ οὐ μόνον ἀρκεῖ τιμᾶσθαι πρὸς τῶν συνήθων, ἀλλὰ καὶ πάντας ἐθέλεις τοὺς κατὰ τὴν πόλιν ἐπαινεῖν σε, οἵ τε μὴ γινώσκουσί σε τὴν ἀρχὴν, ἴσως οὖν βουλήσῃ πρότερον ἀπ’ αὐτῶν γνωσθῆναι, δεύτερον δὲ τιμᾶσθαι. τοῦτο δὲ τὸ μὲν γνωσθῆναι πᾶσιν ἐθέλειν ἀπλήστου φιλοδοξίας ἔργον ἐστὶν, τὸ δὲ τιμᾶσθαι ματαίας φιλοτιμίας. ἀναγκαῖον οὖν ἔσται σοι, καθάπερ ἐπὶ χρημάτων κτήσει νῦν ἀγρυπνίας, οὕτως, ἐὰν εἰς φιλοδοξίαν ἢ φιλοτιμίαν ἐκτείνῃς τὴν ἐπιθυμίαν, ἀνιαθήσεσθαι μειζόνως ἐπὶ τοῖς μὴ γινώσκουσί τε καὶ τιμῶσι πολλοῖς οὖσιν. εἴπερ οὖν εὕρομεν, καὶ ἀσκήσομεν ἐπ’ αὐτῶν διὰ παντὸς ἡμᾶς αὐτοὺς, καὶ ἄλυποι γενησόμεθα. πῶς οὖν ἀσκήσομεν; ἐὰν γνῶμεν, πότερον ὀρθῶς εἴρηται, πάθος εἶναι ψυχῆς μοχθηρότατον ἀπληστίαν· κρηπὶς γάρ τις αὕτη φιλοχρηματίας ἐστὶ, καὶ φιλοδοξίας, καὶ φιλοτιμίας, καὶ φιλαρχίας, καὶ φιλονεικίας. πρῶτον μὲν οὖν ἀεὶ πρόχειρον ἔχειν δεῖ τὸ περὶ τῆς αὐταρκείας 
52
δόγμα, συνημμένον δηλονότι τῷ περὶ τῆς ἀπληστίας. ὁ γὰρ μισήσας τὴν ἀπληστίαν ἐφίλησε τὴν αὐτάρκειαν. εἴπερ οὖν ἐν τούτῳ μόνῳ κεῖται τὸ ἄλυπον εἶναι, τοῦτο δὲ ἐφ’ ἡμῖν, ἤδη πᾶν ἐφ’ ἡμῖν ἀλύπους γενέσθαι, πρόχειρον μὲν ἔχουσι τὸ περὶ τῆς αὐταρκείας καὶ τὸ περὶ τῆς ἀπληστίας δόγμα, τὴν δ’ ἐκ τῶν κατὰ μέρος ἔργων ἄσκησιν ἑκάστης ἡμέρας ποιουμένην ἐπὶ τοῖσδε τοῖς δόγμασιν, ὅπερ ἐκ τῆς πρώτης παιδείας ἑτέροις ὑπῆρξε, τοῦτο τοῖς ἀτυχήσασιν ἐκείνοις ὕστερόν ποθ’ ὑπάρξει δι’ ἧς εἶπον ὁδοῦ. τίς γὰρ οὐκ ἂν ἐθελήσαι ἀλύπως εἶναι παρ’ ὅλον αὑτοῦ τὸν βίον; ἢ τίς οὐκ ἂν τοῦτον προέλοιτο τοῦ πλούτου κινητοῦ τε καὶ μιαροῦ μᾶλλον;

Ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ ἄλλα πολλὰ διῆλθον ἐκείνῳ τε καὶ ἄλλοις ὕστερον πολλοῖς, καὶ πάντας ἔπεισα τό γε παραυτίκα· τὴν δὲ ἐκ τῶν ὑστέρων ὠφέλειαν ὀλιγίστους εἶδον ὕστερον ἔχοντας. τηλικαῦτα γὰρ ἤδη τὰ πάθη τῆς ψυχῆς ηὐξήκασιν οἱ πολλοὶ τῶν ἀνθρώπων, ὡς ἀνίατα ὑπάρχειν. εἰ δέ τις ἔτι μετρίοις δουλεύει πάθεσιν,

53
γνῶναί τ’ ἂν οὕτω δύναταί τι τῶν πρῶτον εἰρημένων, ἐπιστήσας ἑαυτῷ, καθάπερ ἔμπροσθεν εἶπον, ἐπόπτην τινὰ καὶ παιδαγωγὸν, ὅστις ἑκάστοτε τὰ μὲν ἀναμιμνήσκων αὐτὸν, τὰ δ’ ἐπιπλήττων, τὰ δὲ προτρέπων τε καὶ παρορμῶν ἔχεσθαι τῶν κρειττόνων, ἑαυτόν τε παράδειγμα παρέχων ὧν λέγει καὶ προτρέπει, δυνήσεται κατασκευάσαι λόγῳ ἐλευθέραν τε καὶ καλὴν τὴν ψυχήν. αἰσχρὸν γὰρ τὴν μὲν κατὰ νόμους ἀνθρωπίνους ἐλευθερίαν ἀντὶ πολλῶν πεποιῆσθαι, τὴν δ’ ὄντως καὶ φύσει μὴ σπουδάζειν, ἀλλ’ αἰσχραῖς καὶ ἀσελγέσι καὶ τυραννικαῖς δεσποίναις δουλεύειν, φιλοχρηματίαις τε καὶ σμικρολογίαις καὶ φιλαρχίαις καὶ φιλοδοξίαις καὶ φιλοτιμίαις. καίτοι τούτων ἁπασῶν οὐκ ἂν ὀκνήσαιμι φάναι μητέρα πλεονεξίαν. τίς οὖν ἔχων ταύτην ἐν τῇ ψυχῇ δύναται καλὸς κᾀγαθὸς γενέσθαι; τίς δ’ οὐκ ἂν εἴη θανάτων ἄξιος μυρίων, εἰ μὴ μισήσειε τὸ τοιοῦτον αἶσχος τοῦτο; πολὺ δὲ μᾶλλον μισητέον ἐστὶ καὶ φευκτέον αὐτὸ σωθῆναι βουλομένοις νέοις, ὡς, ἐὰν φθάσωσιν ἐκτραφέντες ἀπλήστως χρημάτων ἐπιθυμεῖν, δυνατὸν
54
οὖκ ἔτ’ αὐτοῖς μετὰ τεσσαρακοστὸν ἔτος ὠφεληθῆναι. τίθει δ’, εἰ βούλει, πεντηκοστὸν, ἵνα μήτις ἡμᾶς ἀπανθρώπους φῇ, καθάπερ ἤκουσά τινος λέγοντος ἥττονας μὲν ἀνθρώπους καὶ λιχνείας, καὶ ἀφροδισίων, καὶ δόξης, καὶ τιμῆς οὐκ ὀλίγους, ἑαυτὸν δὲ πλούσιον ἑνὸς ἡττώμενόν, διότι μηδενὸς ἐτύγχανεν ὧν ἐφίετο. καὶ γὰρ δὴ ἐπειδὴ καὶ οὗτος πολλοῦ χρόνου καθ’ ἑκάστην ἡμέραν ἑώρα φαιδρὸν ἐμὲ, αὐτοῦ κακοπραγοῦντος, ἐδεῖτο διδάσκειν ὅπως ἂν αὐτὸς μὴ ἀνιῷτο. φάντος δέ μού οἱ πλεόνων ἐτῶν δεῖσθαι πρὸς ἐπανόρθωσιν ὧν ηὔξησε μέχρι δεῦρο παθῶν, ἀνακραγὼν εἶπεν· Οὐδὲν ἀπανθρωπότερον σοῦ· ὥσπερ ἐμοῦ σπουδάζειν δυνηθέντος μὲν ἂν, εἰ ἐβουλήθην, ἄλυπον αὐτὸν ἐργάσασθαι τάχιστα, φθονήσαντος δέ τινος εὐεργεσίαν. καίτοι μόνῳ τούτῳ τῶν μαθημάτων οὐδεὶς τῶν πέλας δύναται φθονῆσαι. συμφέρει γὰρ ἡμῖν ἅπαντας ἀνθρώπους, οἷς συνδιατρίβομεν, ἔξω τῶν ψυχικῶν παθῶν εἶναι, μήτε φιλοδοξίαν, μήτ’ ἄλλο τι τοιοῦτο τὴν ψυχὴν λελωβημένους. ὅσῳ γὰρ ἂν ὦσι βελτίους οἵδε, τοσούτῳ καὶ
55
ἡμῖν ὠφελιμώτεροι φίλοι γενήσονται. πάλιν οὖν ἐπὶ τὸν ἀληθῆ ἄνδρα γενέσθαι βουλόμενον ἐπανελθὼν ὑποθήσομαι τὴν κοινὴν ὁδὸν εἰς ἅπαντα τὰ κατὰ τὴν ψυχὴν ἡμῶν καλά. χρὴ γὰρ αὐτὸν τὸν ἐπιστάτην ἐπιστῆσαι τό γε καταρχὰς ἐφ’ ἑκάστῳ τῶν πρασσομένων, ὃς ἀναμνήσει τὸ παρορώμενον. ἔστι γὰρ ἐνίοτε δυσδιόριστον ἐν ταῖς πράξεσι τὸ κατὰ σμικρολογίαν πραττόμενον τοῦ κατ’ οἰκονομίαν, ὥστ’ ἀδύνατόν ἐστι νῦν ὁρίσαι τοῦτο τὸ πρῶτον ἀρχομένῳ τὸ τῆς φιλοχρηματίας ἐκκόπτειν πάθος. ὥσπερ δ’ ἐν τούτῳ ἡ ἀρετὴ γειτνιᾷ τῇ κακίᾳ, κατὰ τὸν αὐτὸν τρόπον τῆς φιλοτιμίας ἐκκοπτομένης. ἀναίσχυντον γὰρ κατὰ τὰς καλὰς πεφυκυίας ψυχὰς, ἑτέρους μὲν εἶναι τοὺς ὀψομένους τὰ τῶν σωθῆναι δυναμένων νέων ἁμαρτήματα, πρεσβύτας μὲν τὴν ἡλικίαν, ἐν ὅλῳ δὲ τῷ βίῳ πεῖραν ἱκανὴν δεδωκότας ἐλευθέρας γνώμης· οἷς ἐπιτιμῶσιν οὐκ ἀντιτείνειν, οὐδ’ ἀπεχθάνεσθαι προσήκει, ἀλλὰ χάριν εἰδέναι, καὶ παρακαλεῖν ἀεὶ λέγειν τἀληθῆ, καὶ γνόντας αὐτὸ πειρᾶσθαι,
56
κἂν μὴ κατὰ μεγάλα μόρια, κατὰ σμικρὰ γοῦν ἀποκόπτειν τι τοῦ μεγέθους τῶν παθῶν, εἰ καὶ χαλεπὸν ἐν ἀρχῇ τοῦτο, καὶ μετὰ πολλῆς ταλαιπωρίας φαίνοιτο γιγνόμενον, ἐννοοῦντας οὐχ ὁμοίως χαλεπὸν ἔσεσθαι τοῦ χρόνου προϊόντος. ὅσον γὰρ ἂν αὔξηται ἡμῶν τὸ λογιστικὸν ἐν ταῖς τοιαύταις ἀσκήσεσι, καθάπερ ἡττᾶται καὶ μειοῦται τὰ πάθη, τοσοῦτον ῥᾷον ὕστερον ἡ παντελὴς ὑποταγή. ὅπου γὰρ ἔτι μεγίστων ὄντων ἐκράτησεν ὁ λογισμὸς ἀγύμναστος ὢν, εὔδηλον ὡς μᾶλλον κρατήσει, διττῆς ὑπεροχῆς ἐν τῷ χρόνῳ προγενομένης αὐτῷ. καὶ γὰρ αὐτὸς ἐξ ὧν ἐγυμνάσατο πολὺ γενναιότερος ἔσται, κἀκείνοις διατελέσει σμικροτέροις γιγνομένοις. ἤρκει δὲ καὶ θάτερον αὐτῶν μόνον εἰς τὴν τοῦ μέλλοντος ἐλπίδα. διόπερ ἐν ἀρχῇ τῆς ἀσκήσεως οὐ προσῆκεν ἀθυμεῖν, ὀλίγην ἐπίδοσιν ἑαυτῷ γιγνομένην αἰσθανόμενον ἐν τῇ τῶν παθῶν ἰάσει. μεγάλα γὰρ ἔσται τοῦ χρόνου προϊόντος, ἐὰν μόνον ὑπομένῃ τις ἀκούειν ὧν ἁμαρτάνει, τὴν ἀληθινὴν φιλίαν ἑαυτὸν φιλήσας καὶ βουληθεὶς γενέσθαι καλὸς κᾀγαθὸς,
57
οὐ φαίνεσθαι μόνον. ἡ μὲν δὴ τῶν παθῶν τῆς ψυχῆς γνῶσίς τε καὶ θεραπεία κατὰ τὴν εἰρημένην ὁδόν· περὶ δὲ τῶν ἁμαρτημάτων ἐφεξῆς εἰρήσεται.