De semine

Galen

Galen, De semine, Claudii Galeni Opera Omnia, Kühn, Volume 4, 1822

Ἑξῆς δ’ ἂν εἴη λεκτέον ὑπὲρ τοῦ τῆς θηλείας σπέρματος, ὅσα κατὰ τὴν ἔμπροσθεν διέξοδον εἰπεῖν ἀνεβαλλόμεθα. ἀρχὴ δὲ καὶ τούτων τὰ διὰ τῶν ἀνατομῶν ἐναργῶς φαινόμενα. παράκεινται μὲν οἱ ὄρχεις ταῖς μήτραις, εἷς ἑκατέρωθεν, ὁμοίαν ἀγγείων ἕλικα δεχόμενοι τοῖς ἐπὶ τῶν ἀῤῥένων. οὐ μὴν εἴς γε τὸν αὐτὸν ἀφικνεῖται τόπον, ὅτι μηδ’ ἐκτὸς ἐχρῆν, ὥσπερ τὸ ἄῤῥεν, ἀλλ’ εἰς αὐτὰς τὰς μήτρας σπερμαίνειν τὸ θῆλυ. καὶ τοίνυν αὗται

594
καθάπερ ἀπαντῶσαι τῷ σπερματικῷ πόρῳ προμήκεις ἑαυτῶν ἀποφύσεις ἐκτείνουσιν εἰς τὰ πλάγια, δι’ ὧν ὑποδέχονται τὸ σπέρμα. μεστὸν δέ ἐστι μάλιστα τὸ σπερματικὸν ἀγγεῖον ἐν τοῖς ὀργῶσι ζώοις, ὥσπερ αὖ κενὸν ἐπὶ ταῖς προσφάτοις ὀχείαις. ἔχει δ’ ἀμέλει πλῆθος οὐκ ὀλίγον ἐνίοτε καὶ τοῖς ἐκ πολλοῦ κύουσιν, ἐν οἷς δὴ καὶ προφανῶς θεάσῃ κατὰ τῶν προμήκων ἀποφύσεων, ἃς δὴ κεραίας ὀνομάζουσιν, ὑγρὸν θορῶδες παχύ. πρὸς τοῦτο τὸ χωρίον ἐῤῥέθη πρόσθεν ὁ ἀλλαντοειδὴς ἀνήκειν ὑμὴν ἥ τε παχεῖα γονή. θαυμάσαι δ’ ἐστὶ κᾀνταῦθα τῶν λεγόντων, ἐκτὸς τῆς μήτρας ἀνεστομῶσθαι τὸ σπερματικὸν ἀγγεῖον. κινδυνεύσω μὲν οὖν, εἰ τὸ παραπίπτον ἑκάστοτε τῷ λόγῳ διερχοίμην ἅπαν, εἰς τοῦτο τὸ γράμμα μεταθεῖναι τὴν τῶν γεννητικῶν μορίων ἀνατομήν· οἶδα δ’ αὖ πάλιν, ὡς, εἰ καὶ τὸ ἀληθὲς αὐτὸ διδάσκοιμι μόνον, ἀφαιρήσεσθαι τῆς τοῦ λόγου πίστεως. ὅπως οὖν μήτε περιττῶς μηκύνοιμι, μήτ’ ἔρημον ἁπάσης πίστεως ἀπολείποιμι τὸ λεγόμενον,
595
ἐξουσίαν δοὺς ἅπαντι τῷ βουλομένῳ τῶν ἐξ ἀνατομῆς φαινομένων ὅ τι ἂν ἐθελήσῃ κελεῦσαι δειχθῆναι πρὸς ἡμῶν, αὐτὰ μόνα διηγήσομαι τὰ κατ’ ἀλήθειαν ὄντα. μυρίοις οὖν ἤδη σαφῶς ἐπέδειξα τὰ καλούμενα διπύρηνα διεμβαλλόμενα διὰ τῶν σπερματικῶν ἀγγείων ἔξωθεν εἴσω διὰ τῶν κεραιῶν ἐπὶ μήτραις αἰγὸς, εἰ δὲ βοῦς, ἢ ὄνος, ἢ ἵππος ᾖ τὸ ζῶον, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τριπλάσια καὶ τετραπλάσια τούτων τὸ πάχος, ἢ ξύλα πύξινα στρογγύλα τε καὶ προμήκη καθιέμενα καὶ διεμβαλλόμενα διὰ τῶν κεραιῶν, ἢ τὰς καλουμένας σπαθομήλας. δείξουσι δὲ τοῦτο κᾂν ἡμεῖς ἀποθάνωμεν οἱ ἑταῖροι πάντες. οὐδὲ γὰρ οὐδὲ χαλεπὴν ἔχει τὴν χειρουργίαν, ἀλλ’, εἴπερ τι ἄλλο τῶν ἐξ ἀνατομῆς φαινομένων, ἑτοίμην τε καὶ ῥᾴστην. ὥσπερ οὖν ἄξιον μέμψασθαι πολλοῖς τῶν ἰατρῶν, οὕτως ἐπαινέσαι δίκαιον Ἱπποκράτην τὸν πρῶτον ἁπάντων ταῦτα εὑρόντα. φησὶ γοῦν ἀρχόμενος τοῦ περὶ φύσεως παιδίου· Ἢν ἡ γονὴ μένῃ ἀπ’ ἀμφοῖν ἐν τῇσι μήτρῃσι τῆς γυναικὸς, πρῶτον μὲν
596
μίσγεται ὁμοῦ, ἅτε τῆς γυναικὸς οὐκ ἀτρεμούσης, καὶ ἁθροίζεται καὶ παχύνεται θερμαινομένη. καὶ τὰ ἄλλα ἐφεξῆς διδάσκει κατὰ λόγον, ὅπως ἐκ συναμφοτέρας τῆς γονῆς μιχθείσης ἡ γένεσις ἀποτελεῖται τῶν ἐμβρύων. Ἡρόφιλος δὲ οὐκ οἶδ’ ὅπως ἐκτὸς ἐκχεῖσθαί φησι τὸ τῶν θηλειῶν σπέρμα, καίτοι γε περὶ τῶν ὄρχεων ἀκριβῶς ἔγραψε κατὰ αὐτοὺς ἐν τῷ τρίτῳ τῆς ἀνατομῆς, ἐν ἀρχῇ μὲν ὧδέ πως εἰπών· Ἐπιπεφύκασι δὲ τῇ μήτρᾳ καὶ δίδυμοι ἐκ τῶν πλαγίων, ἐξ ἑκατέρου μέρους, ἐπ’ ὀλίγον διαφέροντες τῶν τοῦ ἄῤῥενος. ἔπειτα ἐν τοῖς ἐφεξῆς οὐ μετὰ πάνυ πολλὰ κατὰ τήνδε τὴν ῥῆσιν· Δίδυμοι δὲ ταῖς θηλείαις ἐπιπεφύκασι πρὸς ἑκατέρῳ τῷ ὤμῳ τῆς μήτρας, ὁ μὲν ἐκ τοῦ δεξιοῦ, ὁ δὲ ἐκ τοῦ εὐωνύμου, οὐκ ἐν ἑνὶ ὀσχέῳ ἀμφότεροι, ἀλλ’ ἑκάτεροι χωρὶς, λεπτῷ τινι καὶ ὑμενοειδεῖ ὑμένι περιεχόμενοι, μικροὶ καὶ ὑποπλατεῖς, ἀδέσιν ὅμοιοι, κατὰ μὲν τὸν ἐν κύκλῳ χιτῶνα νευρώδεις, τῇ δὲ σαρκὶ ἄθρυπτοι, ὥσπερ καὶ οἱ τῶν ἀῤῥένων. ταῖς δὲ ἵπποις καὶ πάνυ εἰσὶν εὐμεγέθεις. προσπεφύκασι δὲ ὑμέσιν οὐκ ὀλίγοις πρὸς
597
τὴν μήτραν, καὶ φλεβὶ καὶ ἀρτηρίᾳ, τῇ ἀπὸ τῆς μήτρας εἰς αὐτοὺς ἐμπεφυκυίᾳ. ἀπὸ γὰρ τῆς φλεβὸς καὶ τῆς ἀρτηρίας τῆς εἰς ἑκάτερον τῶν διδύμων προσπέφυκε, φλὲψ μὲν ἀπὸ τῆς φλεβὸς, ἀρτηρία δὲ ἀπὸ τῆς ἀρτηρίας. ὁ δὲ σπερματικὸς πόρος ἐφ’ ἑκατέρου οὐ λίαν μὲν φαίνεται, προσφυὴς δέ ἐστι τῇ μήτρᾳ ἐκ τοῦ ἐκτὸς μέρους, ὁ μὲν ἐκ τοῦ δεξιοῦ, ὁ δὲ ἐκ τοῦ εὐωνύμου. εἵλικταί τε παραπλησίως τῷ τοῦ ἄῤῥενος καὶ τὸ πρόσθεν αὐτοῦ μέρος, καὶ τὸ λοιπὸν κιρσοειδὲς σχεδὸν ἅπαν ἄχρι τοῦ πέρατος. καὶ ἐμπέφυκεν ἀφ’ ἑκατέρου τοῦ διδύμου ὁμοίως, ὥσπερ τῷ ἄῤῥενι. εἰς τὸ σαρκῶδες τοῦ αὐχένος τῆς κύστεως, λεπτός τε ὢν καὶ σκολιὸς ἐν τῷ ἐμπροσθίῳ μέρει, καθ’ ὃ τὰ τῶν ἰσχίων ὀστᾶ ψαύει, ἐν ᾧπερ καὶ ἀπολήγει, ὡς τὸ αἰδοῖον ἐξ ἑκατέρου τοῦ μέρους εἰς τὸ ἐντὸς διαπεφυκός. παραστάτης δὲ ὁ κιρσοειδὴς οὐχ ἑώραται ἐν τῷ θήλει. αὕτη μὲν ἡ τοῦ Ἡροφίλου ῥῆσις. ὃ δέ μοι θαυμάζειν παρίσταται μάλιστα, καὶ δὴ φράσω. καὶ θέσιν, καὶ μέγεθος, καὶ φύσιν ἀκριβῶς γράψας τῶν ἐν τοῖς θήλεσι ζώοις ὄρχεων, οὐ παραλιπὼν δὲ οὐδὲ περὶ τῆς ἐμβαλλούσης ἑκατέρωθεν 
598
φλεβὸς καὶ ἀρτηρίας οὐδὲν, ἀλλ’ ἀκριβώσας τὴν διήγησιν, εἶτα ἑξῆς ὑπὲρ τοῦ σπερματικοῦ πόρου τὸ μὲν, ὅτι προσφυής ἐστι ταῖς μήτραις ἔξωθεν ἑκατέρωθεν, ἀληθῶς εἰπὼν, τὸ δ’, ὅτι μὴ λίαν φαίνεται, ψευσάμενος, (ἀξιόλογον γάρ ἐστι τὸ μέγεθος,) ἑξῆς τούτου πολὺ μᾶλλον ἐψεύσατο, φάμενος εἰς τὸν αὐχένα τῆς κύστεως ἐμφύεσθαι τῷ τοῦ ἄῤῥενος ὁμοίως. οὐ μόνον γὰρ εἰς τὸν τῆς κύστεως αὐχένα τῶν σπερματικῶν πόρων οὐδέτερος ἐμφύεται κατ’ οὐδὲν θῆλυ ζῶον, ἀλλ’ οὐδὲ τὸν τῶν μητρῶν αὐτῶν, καίτοι γε ἐγγυτέρω πολὺ τοῦ τῆς κύστεως κύτους ἐστὶν, ἀλλ’ ὅμως οὐδὲ πρὸς τοῦτον ἐξικνοῦνται, παραπεφυκότες δὲ τοῖς πλαγίοις μέρεσι τῶν μητρῶν, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν, ἐπ’ ἄκραν ἔρχονται τὴν καθ’ ἑαυτὸν ἑκάτερος κεραίαν, ἐκχέαντες εἴσω τὸ σπέρμα, ὅπερ ἐν μὲν τῷ κύειν ἀθροίζεται κατὰ τοῦτο τὸ χωρίον, ἐν δὲ τοῖς ὀνειρωγμοῖς πρῶτον μὲν εἰς τὴν μήτραν ἐμπίπτει, μετὰ δὲ ταῦτα εἰς τὸ ἐκτὸς ἐκκενοῦται. καθάπερ ὤφθη καὶ νῦν ἐπὶ γυναικὸς
599
ὑπὸ νοσημάτων ὑστερικῶν ἐνοχλουμένης εἰς τὴν μήτραν μὲν πρῶτον, ἐκ ταύτης δὲ ἔξω πλεῖστόν τε καὶ παχύτατον ἐκχυθὲν σπέρμα· χρόνον δ’ αὐτὴ συχνὸν χηρεύουσα τοσοῦτό τε καὶ τοιοῦτο ἠθροίκει. ἀλλὰ τότε τάσεις τινὲς αὐτὴν κατέλαβον ὀσφύος καὶ χειρῶν καὶ ποδῶν, ὡς σπασθῆναι δοκεῖν, ἐφ’ αἷς ἐξεκρίθη τὸ σπέρμα, καὶ τὴν ἡδονήν τε παραπλησίαν ἔλεγεν αὐτῇ γεγονέναι τῇ κατὰ τὰς συνουσίας. τοῦτο μὲν οὖν τὸ σπέρμα παχύ τε ἦν καὶ πολὺ διὰ τὸ μὴ κεκενῶσθαι χρόνῳ πολλῷ. ταῖς δ’ ἄλλαις ἔλαττόν τε καὶ ὑγρὸν ἐκπίπτον φαίνεται πολλάκις ἔσωθεν ἐξ αὐτῶν τῶν ὑστερῶν, ἵνα περ οὐρεῖ. δι’ ὃ καὶ Ἀθήναιος ἀπίθανός ἐστι φάσκων, ὥσπερ τοῖς ἄῤῥεσι τοὺς τιτθοὺς, οὕτω καὶ τοῖς θήλεσι τὰ σπερματικὰ διακεῖσθαι μόρια, αὐτῆς μόνης τῆς ἀναλογίας τῶν μορίων ἐν τῇ πρώτῃ διαπλάσει γενομένης, οὐ μὴν τῆς γε ἐνεργείας φυλαχθείσης· οὐχ ὁρῶν, ὅτι τοῖς μὲν ἄῤῥεσι πλὴν ὀλίγων ἤδη τινῶν οὐκ ἔστι τὰ περὶ τοὺς τιτθοὺς ἀδενώδη σώματα, ὡς τὰ τοῖς θήλεσιν ὑπάρχοντα
600
μέγιστα, ταῖς δὲ θηλείαις οὐ μόνον τὰ σπερματικὰ τῶν ἀγγείων ἐστὶ μεστὰ σπέρματος, ἀλλὰ καὶ οἱ ὄρχεις. διὸ καὶ τῶν ἀῤῥένων ὀλιγίστοις ἐξαιρομένους ἰδεῖν ἔστι τοὺς τιτθοὺς, οὐδὲ τούτοις ἀξιολόγους, ἅπασι δὲ τοῖς θήλεσι περιεχόμενον ἐν τοῖς σπερματικοῖς τὸ σπέρμα. ὥσπερ οὖν, εἰ πᾶσι τοῖς ἄῤῥεσιν ἑωρᾶτο κατὰ τοὺς μαστοὺς γάλα περιεχόμενον, οὐκ ἐχρῆν τῷ λόγῳ σκοπεῖσθαι περὶ τῆς ὑπάρξεως αὐτοῦ, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον οὐδὲ ἐπὶ τῶν θηλειῶν ὁρῶντας τὸ σπέρμα περιεχόμενον οὐ χρὴ ζητεῖν, εἰ ἀποκρίνουσι σπέρμα. μὴ τοίνυν ἔτι πρὸς Ἱπποκράτην ζυγομαχείτωσαν εἰπόντα κατὰ τὴν ἀρχὴν τοῦ περὶ φύσεως παιδίου γράμματος· Ἤν ἡ γονὴ μείνῃ ἀπ’ ἀμφοῖν ἐν τῇσι μήτρῃσι τῆς γυναικός· ἀλλὰ ζητείτωσαν, ἥντινα χρείαν παρέχεται. δύναται γὰρ, ὡς ἔφαμεν ἐν τῷ πρὸ τούτου λόγῳ, τὸν ἀλλαντοειδῆ γεννᾷν ἡ φύσις καὶ ἐξ αὐτοῦ, δύναται δὲ καὶ τροφὴν οἰκείαν καὶ πρώτην αὐτῷ παρεσκευακέναι τὸ τοῦ ἄῤῥενος σπέρμα, δύναται δὲ καὶ, ὡς Ἱπποκράτης ὑπελάμβανεν, ἐξ ἀμφοῖν κεραννυμένων ἓν τέλειον γίγνεσθαι σπέρμα.
601
καὶ τίν’ ἦν δυνατὰ, εἰ μὴ ταῦτα; τὸ γοῦν ἐπεγείρεσθαι τὸ θῆλυ πρὸς ἀφροδίσια δυνατὸν ἐν τοῖς μάλιστά ἐστι. καὶ πολλῷ γε ἦν ἄμεινον, ὅτι μὲν ὑπάρχει τὸ τῶν θηλειῶν σπέρμα, τοῖς φαινομένοις πιστεύειν, ἥντινα δὲ δύναμιν ἔχει, τῷ λόγῳ σκοπεῖσθαι. τὰ μὲν οὖν φαινόμενα καὶ πρόσθεν εἴρηται καὶ νῦν αὖθις εἰρήσεται. πόροι σπερματικοὶ μεστοὶ σπέρματος ἐκκρίνουσι τοῦτο χωρὶς τοῦ συνελθεῖν ἄῤῥενι τὸ θῆλυ, κατά τε τοὺς ὀνειρωγμοὺς αὑτῶν πάσχουσιν ὁμοίως τοῖς ἄῤῥεσι, καὶ, ὡς εἴρηται πρόσθεν, ἐπὶ τῆς χηρευούσης γυναικὸς, ἐπί τε τῶν ζώων ἐπὶ τῇ κορυφῇ τοῦ ἀλλαντοειδοῦς εὑρισκόμενον. ὅπερ καὶ μάλιστα φαινόμενον ἐλέγχει καὶ Ἀριστοτέλην μὲν, οὐχ ἥκιστα δὲ καὶ Ἀθήναιον, ἀλλὰ καὶ τῶν νεωτέρων ἰατρῶν ὅσοι φασὶν, ἐμπεφυκέναι ταῖς κεραίαις τὰ σπερματικὰ, τετρημένα δὲ τρήμασι πλαγίοις τισὶν ἐκχεῖν τὸ σπέρμα κατὰ τῶν μητρῶν ἔξωθεν. καὶ γὰρ καὶ συγχωρήσειεν ἄν τις αὐτοῖς ἀληθεύειν, ὀξύτερον μὲν ὁρῶσιν αὐτοῦ τοῦ Λυγκέως ἐν τῷ σμικροτάτῳ τρήματι βλέπειν, ἀμβλύτερον δὲ τῶν ὑποχεομένων
602
τὸ μὴ βλέπειν τὰ μέγιστα, τοῦ γε μηδ’ ὅλως ζητῆσαι, πόθεν μὲν ἀθροίζεται τοῦ ἀλλαντοειδοῦς ὃ κατὰ τὴν κορυφήν ἐστι. τί δ’ ἀναλίσκεται τὸ κατὰ τῆς μήτρας ἐκχεόμενον, εἰκότως ἄν τις αὐτοῖς μέμψαιτο. δυοῖν γὰρ θάτερον, ἢ ὑπειδόμενοι τὴν ἀπορίαν ἑκόντες ἐσιώπησαν, ἢ ὅλως οὐδὲ ζήτημα οὐδὲν ᾠήθησαν εἶναι. τὸ μὲν δὴ σιωπᾷν ἑκόντας οὐκ ἀγαθῶν ἀνδρῶν ἔργον ἐστί· τὸ δὲ μηδ’ ὅλως οἰηθῆναι ζητήσεως ἄξιον ὑπάρχει νωθρῶν διάνοιαν ἀνθρώπων. ἆρ’ οὖν ἐν τούτῳ μόνῳ διαμαρτάνουσιν, ἢ πολὺ μᾶλλον ἐν οἷς οὐδὲν αὐτῶν; μέμνηνται μὲν γὰρ καταμηνίων, ὕλην οἰκείαν θέμενοι τῷ κυουμένῳ, τὸ δὲ σπέρμα δημιουργὸν αὐτοῦ, ἀνατεινόμενοί τε πολλὰ τῷ λόγῳ πρὸς τοὺς ἀφ’ ὅλου τοῦ σώματος ἔρχεσθαι τὸ σπέρμα φάσκοντας, καὶ δείξαντες, ὡς οὐχ ὁρῶσιν οὗτοι τόν τε κοσμήσαντα καὶ τάξαντα τὸ παραγινόμενον, αὐτό τε φάμενοι τὴν ἐν τῷ σπέρματι δύναμιν εἶναι τοῦτο, διαπλάττουσάν τε καὶ μορφοῦσαν τὸ κύημα, μικρὸν ὕστερον ἐπιλαθόμενοι τούτων 
603
οὐκ αἰσθάνονται τοσαύτας τῇ ὕλῃ διδόντες δυνάμεις, ἃς ἔμπροσθεν ἐδίδοσαν τῷ δημιουργῷ. ὅτι μὲν γὰρ τοῦ διαπλάττοντος ἔργον ἐστὶν, ὅμοιον ἢ ἀνόμοιον ἐργάσασθαι τὸ ἔγγονον ὁποτέρῳ τῶν γεννησάντων, οὐδεὶς ἀγνοεῖ. τὰ δ’ ὁμοιούμενα παιδία τῇ μητρὶ διὰ τὴν τροφὴν ὁμοιοῦσθαί φασι, κᾄπειτα ἐντεῦθεν ἀποτείνουσι δολιχὸν τοῦ λόγου, δεικνύντες, ὅσαι διὰ τροφῆς ἀλλοιώσεις ἐγίγνοντο καὶ ζώοις καὶ φυτοῖς. εἶτ’ οὐκ αἰσθάνονται μηδεμίαν ὧν λέγουσιν ἀλλοιώσεων ἐπιδεῖξαι δυνάμενοι τὸ εἶδος ἐξαλλάττουσαν. αὐτίκα γὰρ τὸ Περσαῖον φυτὸν εἰς Αἴγυπτον μετακομισθὲν ἐξηλλάγη τὴν ἰδέαν, ἀλλὰ χρηστῆς ἐπιλαβόμενον τροφῆς τὸν καρπὸν ἐδώδιμον ἔσχεν, οὐκ ὂν πρότερον τοιοῦτο· οὔτε τὰ πρόβατα μεταστάντα ποτὲ εἰς νομὴν ἑτέραν ταῖς ἔμπροσθεν αἰξὶν ὡμοιώθη, καθάπερ οὐδ’ αἶγες προβάτοις ἢ ὄνοις καὶ ἵπποις. ἐν μέντοι ταῖς ἐπιμιξίαις τῶν ἑτερογενῶν ζώων αὐτὸς Ἀθήναιος ὁμολογεῖ προσγίνεσθαί τι τῷ κυουμένῳ παρὰ τῆς μητρὸς, οὐκ εἰς τὴν
604
τῆς χροίας ὑπάλλαξιν, ἢ λεπτότητος, ἢ παχύτητος, ἢ εὐφωνίας, ἤ τινος ἑτέρου τοιούτου· μικρὰ γὰρ ταῦτα, καὶ τῆς ὕλης μόνης αὐτοῦ κατὰ τὸ ζῶον εἴδους εἶναι τὰ πάθη. τὰ δ’ ἀπὸ τῆς μητρὸς ὅλον ἐξαλλάττει τὸ εἶδος. εἰ μὲν ὄνου σπέρμα ταῖς μήτραις ἵππος ὑποδέξηται, τὰ κυήματα οὐ τὸ τοῦ πατρὸς εἶδος μόνον ἴσχονται, ἀλλ’ ἐξ ἀμφοτέρων τῶν γειναμένων μικτόν· εἰ δ’ ἀλώπηξ κυνὸς, κᾀνταῦθα τοῦ γεννωμένου μὴ κυνὸς, ἀλλὰ μικτοῦ τινος ἐξ ἀμφοῖν γενῶν ἀποτελουμένου. καὶ μέν γε καὶ μεῖζον ἔτι τοῦ γε κατὰ τὸ ἕβδομον βιβλίον, ὅπερ ἐστὶ περὶ σπέρματος, αὐτῷ προσομολογεῖ ὁ Ἀθήναιος, οὐκ οἶδ’ ὅπως οὐκ αἰσθάνεται. πλέον γὰρ ἔχειν φησὶ παρὰ τῆς μητρὸς ἢ τοῦ πατρὸς τὸ γεννώμενον, οἷον ἀφ’ ἵππου μὲν τὸν ἡμίονον πλέον ἢ τοῦ ὄνου, ὥσπερ δὲ κᾀπειδὰν ἀλώπηξ κυνὶ μιχθῇ, τὸ γεννηθὲν, εἰ μὲν ὁ κύων ἄῤῥην ὑπάρχει, τὸ τῆς ἀλώπεκος ἴσχει εἶδος, εἰ δ’ ἀνάπαλιν εἰς τὴν τοῦ κυνὸς ἰδέαν μεταπίπτει τὸ ἔγγονον, ὡς γίνεσθαι τὸ μὲν ἐξ ἀλώπεκος ἀλώπεκα κυνοειδῆ, τὸ δ’ ἐκ κυνὸς ἀλωπεκοειδῆ κύνα. καὶ γὰρ εἰ
605
πρόβατον τράγος ὀχεύσειε, πρόβατον γεννᾶσθαί φησι σκληρότριχον· εἰ δ’ ἔμπαλιν αἶγα κριὸς μαλακότριχον, ὡς οὐδὲν ἧττον εἰς τὴν ἰδέαν τοῦ γινομένου συντελεῖσθαί τι παρὰ τῆς μητρὸς, ἀλλὰ καὶ πλέον ἢ παρὰ τοῦ πατρός. ἐχρῆν δὲ μὴ ὅτι πλέον ἐκ τῆς μητρὸς εἶναι τοῖς ἐγγόνοις, ἀλλὰ μηδὲ τὸ ἔλαττον. ὅλως γὰρ οὐδὲν ὑπαλλάττει μορφῇ τοῦ κατὰ τὸ ζῶον ἢ τὸ φυτὸν εἴδους, ἀλλ’ ἐκ τῶν σπερμάτων ἔχει πάντα τὴν τοιαύτην ἀρχήν. καὶ τί δεῖ μακρολογεῖν; ὁμολογοῦσι γὰρ τοῦτό γε καὶ οὗτοι, πρὸς οὓς ὁ λόγος ἐστί μοι μάλιστα. λέγω δὲ τὸ μὴ μόνον ἐγγίνεσθαι τῇ ὕλῃ τὸ εἶδος, ἐξ οὗ γίνεται τὸ μὲν ἄνθρωπος, τὸ δὲ δρῦς, ἢ πλάτανος, ἢ κιττὸς, ἀλλὰ καὶ τὴν μορφὴν αὐτὴν ὑπὸ τοῦ σπέρματος τὴν ὕλην διαπλάττοντος ἀποτελεῖσθαι. στοχάζεσθαι δ’ αὐτό φασι κατὰ τὴν μόρφωσιν οὐ τοῦ σχήματος μόνον, ἀλλὰ καὶ τοῦ μεγέθους καὶ τῆς θέσεως ἑκάστου τῶν μορίων, ἔτι τε τῆς πρὸς ἄλληλα συμφύσεως. ἵν’ οὖν γνῶσιν, ὅτι ἁμαρτάνουσιν, ἐρωτήσομεν αὐτοὺς λόγον ἐξ
606
ὧν αὐτοὶ τίθενται περαινόμενον. πότερον ἡ διαπλάττουσα τὸ κύημα δύναμις ὀφθαλμὸν μὲν καὶ ῥῖνα καὶ ὀφρὺν, ἕκαστόν τε τῶν ἄλλων μορίων ἐξεργάζεσθαι πέφυκεν, ἡ δ’ ὕλη τήν τε γρυπὴν ῥῖνα καὶ σιμὴν, ὀφθαλμόν τε γλαυκὸν καὶ μέλανα δημιουργεῖν, ἢ τῆς αὐτῆς ἐστι δυνάμεως εἴποι τὸ τὴν ῥῖνα διαπλάττειν εὐθὺς, καὶ γρυπὴν αὐτὴν, ἢ σιμὴν, ἢ εὐθεῖαν ἐργάσασθαι; καθάπερ, οἶμαι, καὶ ὁ Πολύκλειτος, ἡνίκα ἔπλαττε τὸν δορυφόρον, αὐτὸς μὲν τὴν ῥῖνα καὶ τὸν ὀφθαλμὸν ἐδημιούργησε, τῷ πηλῷ δὲ ἐπέτρεψεν εὐθεῖαν αὐτὴν ἐργάσασθαι. ἀλλὰ γὰρ, ὅπως μηδὲν ἐπιδεὲς ᾖ, καθ’ ἑκατέραν ἀπόκρισιν ὁ λόγος περαινέσθω. καὶ πρῶτον ὑποκείσθωσαν ἡμῖν ἀποκρίνασθαι, τὴν μὲν ῥῖνα πρὸς τοῦ δημιουργοῦ, τὴν δ’ εὐθεῖαν ῥῖνα πρὸς τῆς ὕλης γίνεσθαι. καὶ δὴ καὶ κατὰ τὸν αὐτὸν τρόπον ὀφθαλμὸν μὲν ὑπὸ τῆς διαπλαττούσης δυνάμεως, ἤτοι δὲ ἢ γλαυκὸν, ἢ μέλανα, πρὸς τῆς ὕλης. ὡσαύτως δὲ καὶ περὶ τῶν ἄλλων, αὐτὸ μέντοι ἕκαστον ὑπὸ τοῦ σπέρματος γίνεσθαι, τοῖον δὲ ἢ τοῖον ὑπὸ τοῦ καταμηνίου. καὶ μὴν καὶ εἰ τοῦτο θείημεν, ἀκολουθήσει τὸ διὰ παντὸς ὁμοιοῦσθαι τῇ μητρὶ
607
τὸ γενόμενον. ἡ γὰρ ὁμοιότης ἐκ τῆς τῶν μορίων γίγνεται διαπλάσεως, οὐ κατὰ τὸ κοινὸν εἶδος, ἀλλὰ κατὰ τὰς ἐγγινομένας αὐτῷ διαφορὰς, ὡς τό γε κοινὸν εἶδος ἄνθρωπον ποιεῖ, καὶ ἵππον, καὶ βοῦν, ἡ δὲ κατὰ τὰ μόρια διαφορὰ σιμὸν καὶ γρυπὸν ἐργάζεται, κατὰ τοῦτο δὲ ὅμοιον ἢ ἀνόμοιον τοῖς γονεῦσιν. αὖθις οὖν ὑποθώμεθα, τὴν τοιαύτην διάπλασιν ἐκ τῶν σπερμάτων γίγνεσθαι. ἀλλ’, εἴπερ σπερμαίνει μόνον τὸ ἄῤῥεν, οὐκ ἄν ποθ’ ὅμοιον γένοιτο τῇ μητρὶ τὸ ἔγγονον. ὥσθ’ ἑκατέρωθεν ὁ λόγος ἄπορος. εἰ μὲν γὰρ ὑπὸ τῆς δυνάμεως, ὅπερ ἐστὶν ὑπὸ τοῦ σπέρματος, ὁμοιότης ἀποτελεῖται, τοῖς ἄῤῥεσι μόνοις ὁμοιωθήσεται τὰ ἔγγονα, τῇ μητρὶ δ’ οὐδέποτε οὐδὲν ὅμοιον γενήσεται· εἰ δ’ ἐκ τῆς ὕλης, ὅπερ ἐστὶ τοῦ καταμηνίου, τοῖς θήλεσι μόνοις, οὐδὲν δὲ οὐδέποτε ὅμοιον ἔσται τῷ πατρί· καὶ μὴν ἑκατέροις ὁμοιούμενα φαίνεται· ὥστε κενεῶς χρῶνται τῶν λημμάτων. τὸ μὲν γὰρ σχῆμα τοῦ λόγου συλλογιστικὸν οὐδεὶς ἀγνοεῖ τῶν γε κᾂν βραχύ τι περὶ ἀποδείξεως μεμαθηκότων. ὅπως δὲ σαφέστερον ἔτι ᾖ καὶ τοῖς βραχύ τι γεγυμνασμένοις, 
608
ἐρωτήσω τόν λόγον ἑκάτερον ἰδίᾳ. αἱ ὁμοιότητες ἐκ τῶν σπερμάτων, τὸ σπέρμα ἐκ μόνου τοῦ ἄῤῥενος· οὗτος μὲν ὁ πρότερος λόγος. ὁ δ’ ἕτερος· αἱ ὁμοιότητες ἐκ τοῦ καταμηνίου, τὸ καταμήνιον ἐκ μόνου τοῦ θήλεος. εὔδηλον τοίνυν γέγονεν ἤδη, ἐὰν τὸ πρότερον ἀληθὲς ὑπόθηται, ψευδὲς ἀκολουθήσει συμπέρασμα οὐδέν. καὶ μὴν οὐδ’ ἄλλο γ’ ἂν εὕροις τρίτον· ἀλλ’ ἐκ καταμηνίου καὶ σπέρματος ἡ τῶν ζώων ἐστὶ γένεσις, ὡς ἐντεῦθεν μὲν οὐδὲν ἄλλο τρίτον ἡμῖν ζητητέον. ὑπολείπεται δὲ, τῶν ὑπολοίπων λημμάτων οὐκ ἀληθὲς εἶναι τὸ ἕτερον. ἦν δὲ τὸ μὲν ἕτερον αὐτῶν, ἐν ᾧ τὸ καταμήνιον ἐλέγετο μόνης εἶναι τῆς μητρός· τὸ δ’ ἕτερον, ἐν ᾧ τὸ σπέρμα μόνον τοῦ πατρὸς, ὥστ’ ἐκ τούτων πάντως ἕτερόν ἐστι ψεῦδος. ἀλλὰ τὸ τῆς μητρὸς εἶναι μόνης τὸ καταμήνιον ἀληθές ἐστι καὶ κατ’ αὐτοὺς ἐκείνους. ὥστε ψευδῶς λέγεται τὸ μόνου τοῦ πατρὸς εἶναι τὸ σπέρμα. πρόδηλον δὲ, ὡς, εἴτε σπέρμα λέγοιμεν, εἴτε γόνιμον σπέρμα, καθ’ ἑκατέρου λέξιν ὁ λόγος περανθήσεται, πρὸς μὲν οὖν τοὺς μηδ’ ὅλως ἡγουμένους
609
σπερμαίνειν τὸ θῆλυ μόνον ἁπλῶς ὀνομαζόντων ἡμῶν τὸ σπέρμα, πρὸς δὲ τοὺς σπερμαίνειν μὲν λέγοντας, οὐ μὴν γόνιμόν γε τοῦτο, ἅμα λεγόντων ἡμῶν γόνιμον σπέρμα. ταυτὶ μὲν ἱκανὰ τὴν δόξαν ἐλέγχειν αὐτῶν. ἔστι δὲ καὶ χωρὶς ἐλέγχου τὴν ἀπόδειξιν ἐξ εὐθείας ποιεῖσθαι διττῶς συλλογιζομένοις, ὑποθετικῶς τε καὶ κατηγορικῶς. ὑποθετικῶς μέν· εἰ ἑκατέροις τῶν γονέων ὁμοιοῦται τὰ ἔγγονα, κατὰ κοινὴν αἰτίαν ἀμφοτέροις ὑπάρχουσαν ὁμοιοῦται· ἀλλὰ μὴν ἑκατέροις τῶν γονέων ὁμοιοῦται τὰ ἔγγονα· κατὰ κοινὴν αἰτίαν ἄρα ἀμφοτέροις ὑπάρχουσαν ὁμοιοῦται. εἶτ’ αὖθις· εἰ κατὰ κοινὴν αἰτίαν ὁμοιοῦται τὰ ἔγγονα τοῖς γεννήσασιν, ἤτοι γε κατὰ τὴν τοῦ σπέρματος οὐσίαν, ἢ κατὰ τὴν τῶν καταμηνίων ὁμοιοῦται· ἀλλ’ οὐκ ἔστι τῶν καταμηνίων κοινή· κατὰ τὴν τοῦ σπέρματος οὐσίαν ἄρα ὁμοιοῦται. κατηγορικῶς δὲ οὕτω συλλογισόμεθα· ἐπεὶ τὰ ἔγγονα ἀμφοτέροις τῶν γονέων ὁμοιοῦται, κοινὴν ἔχει τὴν ὁμοιοῦσαν αὐτοῖς τοῖς γονεῦσιν ἀρχήν· ἐγγόνοις γὰρ ἡ
610
ὁμοιότης πρὸς τὸ γεννῆσαν κατὰ τὴν ἀρχὴν γίνεται. εἶτ’ αὖθις ἐπὶ τῷδε τῷ λόγῳ ἐρωτήσομεν ἕτερον ᾧδε· ἢ διὰ σπέρμα τοῖς ἐγγόνοις ἡ ὁμοιότης πρὸς τὸ γεννῆσάν ἐστι, ἢ διὰ τὸ καταμήνιον· ἀλλ’ οὐ διὰ καταμήνιον· διὰ σπέρμα ἄρα. εἶτα ἐπὶ τούτῳ πάλιν ἕτερον λόγον· εἰ διὰ τὸ σπέρμα τοῖς ἐγγόνοις εἰσὶν αἱ ὁμοιότητες, ἀναγκαῖον καὶ τὸ θῆλυ σπερμαίνειν, ὅτι πολλοὶ παιδίων ὁμοιότατοι τῇ μητρὶ φαίνονται. ταυτὶ μὲν οὖν Ἀθηναίου τε χάριν εἰρήσθω καὶ Ἀριστοτέλους, ἐπεὶ χαίρουσί τε καὶ χρῆσθαι σπουδάζουσιν ἐπιστημονικαῖς ἀποδείξεσιν.

Αὐτοὶ δ’ αὖθις ἀφ’ ἡμῶν αὐτῶν ἴδωμεν, εἴ τίς ποτέ ἐστιν αἰτία, δι’ ἣν τὸ εἶδος τοῦ ζώου κατὰ τὴν μητέρα γίνεται μᾶλλον, ἡ δ’ ὁμοιότης ἄλλοτ’ ἄλλῳ τῶν γονέων. εἰ γὰρ καὶ ὅτι μάλιστα σπερμαίνει τὸ θῆλυ καὶ γόνιμον σπερμαίνει, ἀλλ’ οὔπω γε πλέον ἢ γονιμώτερον τοῦ ἄῤῥενος. ἐχρῆν οὖν ἀεὶ κρατεῖσθαι μὲν τὸ θηλυκὸν σπέρμα, κρατεῖν δ’ αὐτοῦ τὸ ἄῤῥεν, ὥστε καθ’ ἑαυτὸ καὶ τὴν τοῦ εἴδους ἐργάζεσθαι καὶ τὴν τῆς ὁμοιότητος ἐπικράτησιν.

611
ᾗ δή μοι δοκεῖ πρὸς τὴν τούτου λύσιν τοῦ λόγου, ἑξῆς δίειμι, χρησάμενος πρὸς λύσιν ὑποθέσεων, ὑπ’ Ἀριστοτέλους μὲν ἐν τῷ δευτέρῳ περὶ ζώων μορίων, ὑφ’ ἡμῶν δὲ ἐν τῷ πρώτῳ περὶ χρείας μορίων δεδειγμένων. τοῖς γὰρ τῆς ψυχῆς ἤθεσί τε καὶ δυνάμεσιν ἡ φύσις ἐπιτήδειον παρασκευάζει τὸ σῶμα. τὰ δ’ ἤθη καὶ τὰς δυνάμεις ἔχει συμφύτους ἐκ τῆς κατὰ τὴν οὐσίαν κράσεως, ὅθεν καὶ πρώτη γένεσις αὐτῶν, ὡς καὶ τοῦθ’ ὑπ’ Ἀριστοτέλους ἀποδέδεικται. συμβαίνει τοίνυν ἐκ τούτων ὑποκειμένων περαίνεσθαι, ταῖς ὑποβεβλημέναις οὐσίαις τῇ γενέσει τὰ τῶν ζώων ἀκολουθεῖν εἴδη, καὶ εἶναι τὸ μὲν ζῶον ἵππον, ἢ βοῦν, ἢ ἄνθρωπον, ἢ ὁτιοῦν ἄλλο εἶδος κατὰ τὴν οὐσίαν, ὅθεν ἐγένετο, τὴν φύσιν δὲ αὐτοῦ δύναμίν τινα τῆς οὐσίας ἐκείνης κινητικήν τε καὶ διαπλαστικήν. οὐδὲν δὲ διήνεγκεν εἰς τὰ παρόντα λέγειν ὕλην ἢ οὐσίαν· εὔδηλον γὰρ, ὅτι, τῆς οὐσίας πολλαχῶς λεγομένης, ἕν τι νῦν αὐτῆς σημαινόμενον τὸ κατὰ τὴν ὕλην παραλαμβανόμενον. ἐν δὲ τοῖς ζώοις ἡ μὲν ὑποβεβλημένη
612
πρὸς τὴν γένεσιν αὐτῶν οὐσία τὸ καταμήνιόν ἐστι μόνον, ὡς Ἀριστοτέλης ἔλεγεν· ἡ δὲ ἀρχὴ τῆς κινήσεως ἐκ τοῦ σπέρματος αὐτῇ γίνεται. καὶ μὲν δὴ καὶ ὁ Ἀθήναιος ὡσαύτως Ἀριστοτέλει τὴν μὲν ὕλην τῆς τοῦ ζώου γενέσεως ἐν τῷ καταμηνίῳ τίθεται, τὴν κινοῦσαν δὲ αὐτὸ δύναμιν ἐν τῷ τοῦ ἄῤῥενος σπέρματι. συμβήσεται τοίνυν αὐτοῖς ἐκ τῶνδε τὸ μὲν ἥμισυ τοῦ προβληθέντος αὐτάρκως ἐπιλύεσθαι, τὸ δ’ ὑπόλοιπον ἥμισυ καταλιπεῖν ἄπορον. οἰκεῖον μὲν γάρ ἐστι τῷ καταμηνίῳ τὸ εἶδος τοῦ ζώου· κατὰ γὰρ τὴν ὕλην, ἐξ ἧς γίνεται, τοῦτο ἐδείχθη συνιστάμενον· ἡ μορφὴ δὲ ἑκάστου τῶν εἰδῶν, ὡς καὶ πρόσθεν ἐλέγομεν, ἀεὶ κατὰ τὸ ἄῤῥεν, ὧν τὸ μὲν πρότερον ἀληθὲς μέν πως, οὐ μὴν πάντη, τὸ δεύτερον δέ ἐστι πάντως ψεῦδος. εἰ μὲν γὰρ οἰκεῖον τὸ εἶδος τῇ ὕλῃ τῆς τοῦ ζώου γενέσεως, ἀληθὲς τὸ πρότερον· εἰ δ’ οὐ ξύμπαν, ἀλλά τι καὶ τοῦ τὴν δύναμιν παρέχοντος εἴδους ἐπιμίγνυται, τοῦτο ψεῦδος. ἐδείκνυτο δ’ ἔμπροσθεν οὐ σύμπαντος τοῦ ζώου τὸ εἶδος κατὰ τὴν μητέρα τυπούμενον, ἀλλὰ τὸ πλεῖστον μὲν κατ’ ἐκείνην, 
613
ἔχον δέ τι καὶ παρὰ τοῦ πατρός. ὥστ’ ἔοικεν ἀδύνατον εἶναι λυθῆναι τελέως τὸ ζητούμενον ἐπὶ ταῖς Ἀθηναίου καὶ Ἀριστοτέλους ὑποθέσεσιν ἁπάσαις μενούσαις. ἐπισκεψώμεθα οὖν, ἥντινά ποτε κινητέον ἡμῖν ἐστι. τὴν μὲν δὴ προτέραν ἀκίνητον χρὴ φυλάττεσθαι, δι’ ἐναργῶν ἀποδεδειγμένην ἐν τοῖς περὶ χρείας μορίων ὑφ’ ἡμῶν τε καὶ Ἀριστοτέλους. κινητέον δ’, εἴπερ ἄρα, τὴν τοῦ καταμηνίου καὶ τὴν τοῦ σπέρματος. οὔτε γὰρ τὸ σπέρμα δύναμις μόνον ἐστὶν, ἀλλὰ καὶ ὕλη τις, οὕτε τὸ καταμήνιον μόνον ὕλη, ἀλλὰ καὶ δύναμις. ὅτι μὲν οὖν τὸ σπέρμα καὶ πρὸς τὴν ὑλικὴν ἀρχὴν τοῦ ζώου συμβάλλεται τὰ μέγιστα, κατὰ τὸ πρότερον ἐπιδέδεικται βιβλίον· ὅτι δὲ τὸ καταμήνιον εἰς τὴν δυναμικὴν, ἐν τῷδε δειχθήσεται, τοσοῦτο μόνον ἡμῶν ἀναμιμνησκόντων ἐξ ὧν ἐν τῷ προτέρῳ γράμματι περὶ τῆς τοῦ σπέρματος ἐδείχθη γενέσεως, ὅτι κατειργασμένον ἐστὶν ἀκριβῶς αἷμα πρὸς τῶν περιεχόντων ἀγγείων αὐτό. κατὰ γάρ τοι τοῦτον τὸν λόγον οὐ μόνον ὕλη τοῦ γεννηθησομένου
614
τὸ αἷμα γίνοιτ’ ἂν, ἀλλὰ καὶ σπέρμα δυνάμει. φαίνεται δὲ καὶ Ἀθήναιος ἐπὶ τοῦτον ἀφικνούμενος ἐξ ἀνάγκης τὸν λόγον ὕστερον, ἡνίκα ζητεῖ, πῶς ὁμοιοῦται τῇ μητρὶ τὸ ἔγγονον, ἀληθὲς μέν τι λέγων, οὐ μὴν ἑαυτῷ ὁμολογούμενον, ὡς αὖθις δείξω. νῦν δὲ ἐπὶ τὸ προκείμενον ἰτέον. ὅτι μὲν ἐξ ὕλης τε καὶ δυνάμεως ἕκαστον τῶν ζώων γίνεται, κοινὸν ἡμῖν ὁμολόγημά ἐστιν. ὅτι δὲ καὶ τὸ σπέρμα καὶ τὸ καταμήνιον ἀμφοτέρας ἔχει τὰς ἀρχὰς, οὐ μὴν ὡσαύτως ἰσοσθενεῖς, ἀλλὰ τὸ μὲν σπέρμα τὴν ποιητικὴν ἰσχυροτάτην, ὀλιγίστῳ δὲ ὄγκῳ τὴν ὑλικὴν, τὸ δὲ αἷμα τὴν μὲν ὑλικὴν πλείστην, ἀσθενεστάτην δὲ τὴν δυναμικὴν, ἐκεῖνοι μὲν οὐκ οἶδ’ ὅπως ἠγνόησαν, ἡμᾶς δ’ οὐ χρὴ παρελθεῖν ἀναμνησθέντας ὧν ἀπεδείξαμεν. εἰ μὲν γὰρ τὴν ὑλικὴν ἀρχὴν τοῦ γεννηθησομένου, καθ’ ἣν ἐδείκνυτο τοῦ ζώου τὸ εἶδος ἀποτελούμενον, ἐν τῷ καταμηνίῳ μόνον εἶναι συνέβαινεν, ἀκριβῶς ἂν ὁμοειδῶς ἐγεννᾶτο τῇ μητρὶ τὸ ἔγγονον, ὥσπερ γε καὶ, εἰ τὴν ποιητικὴν μόνον ἐν τῷ σπέρματι, διά παντὸς ἂν
615
ὡμοιοῦτο τῷ πατρί. ἐπεὶ δ’ ἀμφοτέρων μὲν ἑκάτερον αὐτῶν μετείληφεν, ἐπικρατεῖ δὲ ἐν μὲν τῷ καταμηνίῳ τὸ πλῆθος τῆς ὕλης, ἐν δὲ τῷ σπέρματι τῆς δυνάμεως ἢ ῥώμης, δεόντως, οἶμαι, τὸ εἶδος τοῦ ζώου κατὰ τὴν μητέρα μᾶλλον ἐμφαίνει ἢ κατὰ τὸν πατέρα ὁ ἔγγονος, καίτοι εἰς τὴν ὑλικὴν ἀρχὴν αὐτοῦ συντελεῖ τὸ σπέρμα· τὸ δὲ τῆς ὁμοιότητος αὐτῷ οὐ μᾶλλον ἢ κατὰ τὸ ἄῤῥεν, καίτοι γε, ὅσον ἐπὶ τῇ ῥώμῃ τοῦ σπέρματος, ἀεὶ ἐχρῆν ὁμοιοῦσθαι τῷ πατρὶ τὸ ἔγγονον. ἀλλ’ ἡ θήλεια γονὴ συντελοῦσα εἰς εὐρωστίαν προσέλαβε τὴν ἐκ τοῦ καταμηνίου δύναμιν, ἐννέα μησὶν ἐπανιοῦσαν, ὅσον ἠλαττοῦτο κατὰ τὴν πρώτην σύνοδον. οἰκεῖον γὰρ ἦν τῷ τῆς θηλείας σπέρματι τὴν αὑτοῦ μᾶλλον οὐσίαν τε καὶ δύναμιν αὐξάνειν καὶ ῥώννυσθαι, ἤπερ τὴν τοῦ ἄῤῥενος.

Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως διώρισται, καιρὸς ἂν εἴη διασκέψασθαι τὸ προβαλλόμενον ὡς ἄπορον ὑπό τε τῶν οὐχ ἡγουμένων ὅλως σπερμαίνειν τὸ

616
θῆλυ καὶ τῶν οὐ γόνιμον σπερμαίνειν. εἴπερ γὰρ ἐνεχώρει, φασὶ, τὸ θῆλυ μὴ μόνον ὕλης, ἀλλὰ καὶ δυνάμεως ἀρχὴν εἶναι, περιττὸν τὸ ἄῤῥεν. ἔνιοι δὲ καὶ τῶν ὀρνίθων ἐν τῷδε μνημονεύουσι τῶν τὰ ὑπηνέμια καὶ ζεφύρια καλούμενα τικτόντων ὠὰ χωρὶς τῆς πρὸς τὸ ἄῤῥεν μίξεως. ὁ μὲν οὖν Ἐμπεδοκλῆς διεσπᾶσθαί φησι τὰ τοῦ γεννηθησομένου μόρια, καὶ τὰ μὲν ἐν τῷ τοῦ ἄῤῥενος σπέρματι, τὰ δ’ ἐν τῷ τῆς θηλείας περιέχεσθαι, καὶ αὐτῆς γε τῆς ἀφροδισίου συμπλοκῆς ἐντεῦθεν γίνεσθαι τοῖς ζώοις τὴν ἐπιθυμίαν, ὀρεγομένων ἀλλήλοις ἑνωθῆναι τῶν διεσπασμένων μορίων. οὗτος ὁ λόγος ἐστὶν ἄτοπος, ὑποτιθέμενος μὲν πρῶτον ἑκάστῳ τῶν μορίων ὥσπερ ζώῳ σύμφυτον ὄρεξιν ἑνώσεώς τε καὶ μίξεως εἰς τὴν συμπλήρωσιν ὅλου τοῦ μορίου, εἶτα οὐκ αἰσθάνεται μισγάγκειαν ποιῶν ἑκατέρων τῶν σπερμάτων, οὐχ ὁμοιομερὲς ἀπολεῖπον, οἷόν περ καὶ φαίνεται. ἅπαντα γὰρ ἕξει κατ’ αὐτὸν ἐν ἑαυτῷ τὸ σπέρμα, καὶ ἐκ πάντων συγκείσεται τῶν τοῦ ζώου μορίων, ἀρτηρίας δηλονότι καὶ φλεβὸς, καὶ νεύρου, καὶ ὀστοῦ, καὶ συνδέσμου, καὶ
617
σαρκὸς, ἑκάστου τε τῶν ἄλλων, ἀτάκτως κειμένων παρ’ ἄλληλα, καὶ τοῦ τάξοντος δηλονότι καὶ διακοσμήσοντος δεομένων, ἵν’ ἐξ αὐτοῦ γένηται τὸ ζῶον. τί ποτ’ οὖν ἔσται τοῦτο τὸ τὴν τάξιν αὐτοῖς ἐπιθῆσον; οὐ γὰρ δὴ ὥς γέ τινές φασιν, ἡ τῶν ὁμοίων φορὰ πρὸς τὰ ὅμοια. κατὰ μὲν γὰρ τοῦτον τὸν λόγον ἓν μὲν ὀστοῦν ἦν ἂν μέγα κατὰ τὸ κυούμενον, ἁπάντων ἀφικνουμένων ἐς ταὐτὸ τῶν ὀστωδῶν μορίων, εἷς δὲ χόνδρος, ἀρτηρία δὲ μία, καὶ νεῦρον ἓν, ἕκαστόν τε τῶν ἄλλων. ἄλλου τινὸς ἄρα τρίτου δεήσει τοῖς διεσπαρμένοις ἐν ἑκατέρῳ τῶν σπερμάτων μέρεσι, τοῦ τάξοντος αὐτὰ καὶ διακοσμήσοντος· ὡς ἤτοι τρίτον σπέρμα ζητητέον ἡμῖν, ᾧ ταύτην ἀναθήσομεν τὴν δύναμιν, ἢ ἐν τοῖς πρώτοις σπέρμασιν εὐθὺς περιέχεσθαι φατέον. ἔτι δὲ ἀτοπώτερον ὁ λόγος ἔχει τοῦ Ἐμπεδοκλέους οὐ συνιέντος, ἥτις ποτὲ ἡ αὔξησις ἔσται τῷ κυήματι. σμικροτάτων γὰρ ἐξ ἀνάγκης οὐσῶν τῶν πρώτων ἀρτηριῶν καὶ φλεβῶν, ἔτι δ’ ὀστῶν καὶ νεύρων, καὶ χόνδρων, καὶ συνδέσμων, ὑμένων τε καὶ σαρκῶν, ὅμοιον δήπου χρὴ τὸ προσπλασσόμενον 
618
αὐτοῖς ὑπάρχειν, ἵν’ αὐξηθῇ. πόθεν οὖν ἕξομεν τοῦτο; φαίνεται μὲν γὰρ οὐδὲν ἄλλο τοῖς κυουμένοις ἐπιῤῥέον πλὴν τοῦ καταμηνίου· τοῦτο δὲ αἷμα μόνον ἐστὶν, οὐ δήπου συγκείμενον ἐκ νεύρων καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ ὀστῶν, ἁπάντων τε τῶν ἄλλων μορίων. εἰ δ’ ἀλλοιουμένου καὶ μεταβαλλομένου τούτων τῶν μορίων ἕκαστον γίνεσθαι φήσομεν, ἐν τῷ σπέρματι τὸν ταῦτα ἐργασόμενον ὑποθέσθαι χρὴ τεχνίτην, ὃν ἐξ ἀρχῆς ἔχοντες ἀτόπως ὑποτιθέμεθα διεσπασμένα μόρια. πῶς γὰρ δὴ καὶ διέσπασται; πότερον τοῦ μὲν τῆς κεφαλῆς ὀστοῦ τὸ μέρος ἑκάτερόν ἐστιν ἰδίᾳ περιγεγραμμένον ἐν ἑκατέρῳ τῶν σπερμάτων, πάλιν ἑκάστου τῶν σπονδύλων, εἶτ’ αὖθις ἰδίᾳ βραχιόνων τε καὶ πήχεων, ἑκάστου τε τῶν ἄλλων, ἢ συμπάντων γε ὁμοῦ τῶν ὀστῶν ἀδιάπλαστόν τε καὶ συγκεχυμένην ἔχει τὴν οὐσίαν ἑκάτερον τῶν σπερμάτων, εἶτ’ ἐξ αὐτῆς ἄλλος τις τεχνίτης διαπλάττει μὲν τῶν ὀστῶν ἕκαστον, εἶτ’ ἄλλος συντίθησιν, ὥσπερ ἐκ τοῦ πηλοῦ τοὺς πλίνθους διαπλάττει μὲν ὁ πλινθουργὸς, συντίθησι
619
δ’ ἀλλήλοις ὁ οἰκοδόμος; ἀλλά τοι τὰ πάντα ἐστὶν ἀδύνατα καθ’ ἕκαστόν τε τῶν ὀργανικῶν μορίων ἐπισκεπτομένῳ τι καὶ μάλιστα τῶν γεννητικῶν. ἤτοι γὰρ ἐν ἑκατέρῳ τῶν σπερμάτων ἑκατέρων ἐστὶ τὰ μόρια τῶν γυναικείων καὶ ἀῤῥενικῶν ὀργάνων, ἢ τῶν γυναικείων ἐν τῷ τῆς θηλείας, τῶν δ’ ἀῤῥενικῶν ἐν τῷ τοῦ ἄῤῥενος. ὁποτέρως δ’ ἂν ἔχῃ, μιχθέντων αὐτῶν ἄμφω διαπλασθήσεται κατὰ τὸ κυούμενον, ὡς γίνεσθαι πάντα ἡμῶν τὰ ἔγγονα τοιαῦτα τὴν ἰδέαν, οἵους οἱ πλάσται πλάττουσι τοὺς καλουμένους ἑρμαφροδίτους, ἀμφότερα ἔχοντας τέλεα τὰ γεννητικὰ μόρια, καὶ τὰ τῶν ἀῤῥένων καὶ τὰ τῶν θηλειῶν. εἰ δ’ ἀπόλλυται θάτερα, καὶ σκέλος ἀπόλλυσθαι, καὶ χεῖρα, καὶ ἄλλο τι μέρος ἀναγκαῖον ἔσται. πολυειδῶς οὖν ἄτοπος ἡ Ἐμπεδοκλέους δόξα, καὶ μένειν ἔτι φαίνεται τὸ ἐξ ἀρχῆς πρόβλημα ἄπορον, διὰ τί, εἴπερ ὑπάρχει καὶ τῷ θήλει ζώῳ σπέρμα, τὸ ἄῤῥεν ἐγένετο· διὰ τί οὐ γεννᾷ τὸ θῆλυ μόνον αὐτὸ καθ’ ἑαυτό.

620

Πρὸς ἡμῶν ἤδη λέλεκται δυνάμει τὸ ζήτημα διὰ τοῦ προτέρου γράμματος, εἰρήσεται δὲ οὐδὲν ἧττον καὶ νῦν. οὔτε δὲ Ἀθήναιος, οὔτε Ἀριστοτέλης, οὔτ’ ἄλλος ἰατρὸς ἢ φιλόσοφος εὐπόρησε τῆς λύσεως αὐτοῦ· παραπλήσιον δ’ ἔπαθον οἱ πλεῖστοι τοῖς τὴν κίνησιν οὐδ’ ὅλως εἶναι φήσασιν, ὅτι μὴ γιγνώσκουσιν, ὅπως γίνεται. καὶ χρὴ κατά γε τοῦτο τὸν Ἐμπεδοκλέα μᾶλλον ἐπαινεῖν Ἀθηναίου καὶ Ἀριστοτέλους, ὅτι φυλάξας τὸ φαινόμενον ἐζήτει τὴν αἰτίαν. εἰ γὰρ, ἐν οἷς ἀποροῦμεν αἰτίας εὐλόγου, τὸ πρᾶγμα ἀναιρήσομεν, ὥρα λέγειν ἡμῖν, ὅτι μήθ’ ὁρῶμεν ὅλως, μήτ’ ἀκούομεν, ἀλλὰ μήτ’ αἰσθανόμεθα, μήτ’ ἀναμιμνησκόμεθα, μήτ’ ὀνείρους ὁρῶμεν, ὡς ἄπορός γε καθ’ ἕκαστον αὐτῶν ἡ αἰτία τῆς γενέσεως. ὅτι μὲν οὖν ἔχει τὸ θῆλυ ζῶον σπέρμα, ταῖς αἰσθήσεσι πιστευτέον, ὡς ἔμπροσθεν ἐλέγομεν, οὐκ ἀνατρεπτέον δὲ τῷ λόγῳ τὴν ὕπαρξιν τῶν ἐναργῶν. ἥτις δ’ ἐστὶν ἡ αἰτία, δι’ ἣν, σπερμαίνοντος

621
καὶ τούτου, ὅμως ἄῤῥεν ἐγένετο τὸ ζῶον, ἐπισκεπτέον, ἢ διὰ τί γενομένου τοῦ ἄῤῥενος ἐφυλάχθη καὶ τῷ θήλει τὸ σπέρμα. βέλτιον γὰρ ἦν ἔχειν αὐτὸ περίττωμα συντελοῦν εἰς τὴν τοῦ κυουμένου γένεσιν. οἱ δὲ περὶ τὸν Ἀθήναιον ἔμπαλιν ἐχρήσαντο τῷ λόγῳ· διὰ τοῦτο γὰρ οὐκ εἶναί φασι τῷ θήλει περίττωμα σπερματικὸν, ὅτι τὸ αἱματικὸν ἔχει· δύο δ’ οὐκ ἦν αὐτῷ περιττώματα γενέσθαι. προστιθέασι δ’ ἐνίοτε τῷ λόγῳ καὶ ὡς οὐχ οἷόν τέ ἐστιν ἓν ζῶον ἀμφοτέρας ἔχειν ἐν ἑαυτῷ τὰς ἀρχὰς τοῦ γεννηθησομένου, τήν τε ὕλην καὶ τὴν δύναμιν. ἀλλὰ τοῦτο μὲν οὐκ οἶδ’ ὅπως οἱ πλανώμενοι πάλιν αὐτοὶ κατὰ τὰ φυτὰ μὴ διακεκρίσθαι φασὶ τὰς ἀρχὰς τῆς γενέσεως, ἀλλ’ ἀμφοτέρας ἐν αὐτοῖς εἶναι, καὶ τὰς ὡς ὕλης καὶ τὰς ὡς δυνάμεως. Ἀριστοτέλης δ’ ἔτι καὶ μᾶλλον ἐπί τινων ζώων ὦφθαί φησιν ἅπαντα τὰ κυϊσκόμενα, καὶ μηδὲν ἀποκεκριμένον ὑπάρχειν ἐν αὐτοῖς, ἀλλ’ ἡνῶσθαι. καὶ τούτου μὲν ἕνεκεν οὐκ ἀναμένουσι τὸν ἔξωθεν κατήγορον, ἀλλ’ αὐτοὶ
622
καταβάλλουσιν ἑαυτοὺς ὑπὸ τῆς Ἀδραστείας νικώμενοι. λέγομεν δ’ ἡμεῖς αὐτὸ, ἐν ᾧπερ ἀποροῦσιν, ἐν τῷ πρὸ τούτου γράμματι λελύσθαι φθάνειν. πρῶτον μὲν γὰρ οὐδ’ ἂν ὀρεχθείη συνουσίας τὸ θῆλυ χωρὶς τοῦ σχεῖν ὄρχεις τε καὶ σπέρμα, καὶ τοῦτο οὐκ ἐκ λόγων γε πιθανῶν, οἷς ἐκεῖνοι χρῶνται, τοῖς ἐπιστημονικοῖς δὲ καὶ ἀποδεικτικοῖς φάσκοντες εἶναι πιστούμεθα. μόνον δ’ ἀρκούμεθα διηγήσασθαι τὰς κατὰ τῶν ὄρχεων ἐκτομὰς, ἃς ἐν πολλοῖς ἔθνεσιν ἐπὶ τῶν θηλειῶν ὑῶν ποιοῦνται. φαίνονται γὰρ αὗται μηκέτι τοῖς κάπροις ἑαυτὰς ὑποβάλλουσαι, καθάπερ ἔμπροσθεν, ἀλλ’ ἐπιλανθανόμεναι πάσης ἀφροδισίου συμπλοκῆς. ἑξῆς δ’ ἄν σοι δηλώσαιμι χρείαν ἑτέραν οὐ σμικρὰν τοῦ τῆς θηλείας σπέρματος, εἰ βουληθείης ἀνατεμὼν θεάσασθαι τὸν ἀλλαντοειδῆ καλούμενον ὑμένα τῶν σπερματικῶν ἀγγείων ἐξημμένον, ὃν ἐκ τοῦ τῆς θηλείας σπέρματος ἐλέγομεν γεννᾶσθαι. θεάσῃ δ’ εὐθέως ἐν ταῖς ἀνατομαῖς, ὡς οὐδὲ δυνατὸν ἦν ἅπαντα τῆς μήτρας ὑπαλεῖψαι τὰ μόρια τῷ τοῦ ἄῤῥενος σπέρματι. κατ’ εὐθὺ γὰρ ἐξακοντιζόμενον φέρεται 
623
διὰ τοῦ τῶν ὑστερῶν αὐχένος ἐπὶ τὸν πυθμένα, καὶ ὅσα τούτου πλησίον, ἐπιστραφῆναι δὲ εἰς τὰ πλάγια μέχρι τῶν κεραιῶν αὐτῷ ἀδύνατον. καὶ ταύτην οὖν οὐ μικρὰν χρείαν παρέχει τῷ κυηθησομένῳ τὸ τῆς θηλείας σπέρμα, καὶ ὥσπερ τις οἰκεία τροφὴ γίνεται τῷ τοῦ ἄῤῥενος ὑγρότερόν τε καὶ ψυχρότερον ὑπάρχον, παχυτέρῳ γε ὄντι καὶ θερμοτέρῳ. μὴ τοίνυν ἀδύνατον εἶναι λέγωμεν, ἀμφότερα ἀθροίζειν περιττώματα τὸ θῆλυ. φαίνεται γὰρ ἀθροίζειν αὐτὰ, καὶ δυνατὸν εἶναι φάσκειν τὸ φαινόμενον ἐναργῶς ὑπάρχον. οὐ γὰρ τοῦτο ἀδύνατον, ὅ γε ὑπάρχει σαφῶς, ἀλλ’ ὁ διαβάλλων αὐτὸ λόγος ἀπίθανος, ἐναντιούμενος τοῖς ἐναργέσι. μήτε οὖν μάτην γεγονέναι τὸ τῆς θηλείας λέγωμεν σπέρμα. βέλτιον γὰρ ἦν αὐτοῖς ὀλίγον τι παραθραύσασι τοῦ λόγου φάσκειν ἀδύνατον εἶναι τὸ θῆλυ, τό θ’ αἱματικὸν ἴσχειν περίττωμα, καὶ τὸ σπέρμα γόνιμον, εἴ γε διὰ μὲν τὸ τῆς κράσεως ψυχρὸν ἀθροίζουσιν αἷμα περιττὸν, ἰσχυρᾶς δὲ δεῖ θερμότητος εἰς γένεσιν ἀκριβῶς κατειργασμένου τοῦ σπέρματος.
624
ὑγρότερον μὲν οὖν τὸ θῆλυ καὶ ψυχρότερον, θερμότερον δὲ καὶ ξηρότερον τὸ ἄῤῥεν. εὐλόγως ἄρα τὸ μὲν ἐνδεῖ τι πρὸς τὴν τοῦ σπέρματος ἀκριβῆ κατεργασίαν, τὸ δ’ οὐκ ἐγχωρεῖ περίττωμα σχεῖν αἱματικὸν ὑπὸ θερμότητός τε καὶ ξηρότητος ἅπαν ἐξικμαζούσης. διὰ τοῦτο καὶ ὅσα ἐστὶ τῶν ζώων ξηρότερα ταῖς κράσεσιν, ὥσπερ ὄρνιθές τε πολλαὶ καὶ τῶν ἰχθύων οὐκ ὀλίγοι, τὰ ὠὰ πέφυκε γεννᾷν ἄνευ τῆς πρὸς τὸ ἄῤῥεν ὁμιλίας. ἐνδεῖ ΄γοῦν ὅμως καὶ τούτοις τι πρὸς τὸ τέλειον, εἰ μὴ μεταλάβοι τῆς ἐξ ἐκείνου θερμότητος. οὐ μὴν ἀδύνατόν γε ἐπινοῆσαι τοιαύτην κρᾶσιν ζώου σώματος, ὡς γεννῆσαι ἀτέλεον ζῶον ἄνευ τῆς πρὸς ἕτερον ὁμιλίας· ζῶον μέντοι γε τέλεον ἐν αὑτῷ κυῆσαι χαλεπὸν ὄντως ἐστὶ καὶ ἴσως ἀδύνατον. ἐν πολλῷ γὰρ χρόνῳ δεῖ τρέφεσθαι τὸ τοιοῦτο κύημα· τοῦτο δ’ οὐκ ἐγχωρεῖ γενέσθαι χωρὶς τοῦ περιττωματικὸν εἶναι τὸ θῆλυ. περιττωματικὸν δ’ οὐκ ἂν εἴη χωρὶς τοῦ ψυχρότερόν τε καὶ ὑγρότερον ἱκανῶς ὑπάρχειν τῇ κράσει. τοιοῦτο δ’ ὂν, οὔτ’ ἀξιόλογον τῷ πλήθει τὸ σπέρμα γεννᾷν, οὔτε
625
γλίσχρον, οὔτε θερμὸν, οὔτε παχὺ δυνατόν ἐστιν, ὥστ’ οὐδὲ γόνιμον. ἔδειξε γὰρ ὁ πρόσθεν λόγος, ὡς τοιοῦτο εἶναι χρὴ τὸ γόνιμον, ὡς εὐθὺς ἅμα τῷ καταβληθῆναι τὸ μὲν ὑμενοῦσθαι τῆς οὐσίας αὐτοῦ, τὸ δὲ εἰς ἀγγεῖον ἀποτείνεσθαι, τὸ δὲ πλάττειν προσήκει. δέδεικται τοίνυν ἀναγκαία τοῦ θήλεος ἡ ὑγρότης τε καὶ ἡ ψυχρότης, ἐν οἷς ζώοις ἡ φύσις ὅμοιον τῷ κυοῦντι τὸ κατὰ τὰς μήτρας διαπλάττει ζῶον. ὅπερ γὰρ τοῖς φυτοῖς γῆ, τοῦτο τοιούτοις ἡ μήτηρ ἐστὶ, τροφὴν ἐπαρδεύουσα, μέχρι περ ἂν ὅλον ἐπεργασθῇ τέλεον τὸ ζῶον. αἰτία δὲ τούτων ἡ τῆς τροφῆς ἐστι διαφορά. τοῖς μὲν γὰρ φυτοῖς ὁ ἐκ τῆς γῆς χυμὸς ἡ τροφὴ, τοῖς ζώοις δὲ καρποὶ, πόαι, καὶ γάλα, καὶ ζώων ἑτέρων σάρκες, ὥσπερ καὶ τῷ σπέρματι τῷ μὲν τῶν φυτῶν ὁ ἐκ τῆς γῆς χυμὸς αὐτάρκης, τῷ δὲ τῶν ζώων, ἐπειδὴ μήτε ἐσθίειν ἤδη, μήτε πίνειν ἐστὶ τὸ κύημα δυνατὸν, ἡ τῆς μητρὸς ἐν ταῖς φλεψὶν ὕλη τροφὴ σύμφυτος. ἐχρῆν οὖν αὐτὸ συναφθῆναι τῇ μητρὶ, καθάπερ τὸ τοῦ φυτοῦ σπέρμα τῇ γῇ.

626

Ἀπορία δ’ οὐ μικρὰ διαδέχεται αὐτὸν τὸν λόγον ὑπὲρ τῆς κατὰ τὰ μόρια τῶν ἐκγόνων πρὸς τοὺς γεννήσαντας ὁμοιότητος. εἰ γὰρ δὴ κατὰ τὸ κρατοῦν σπέρμα συμβαίνει γίνεσθαι τὴν ὁμοιότητα, πάντα ὅμοια τὰ μόρια γενήσεται θατέρῳ τῶν γονέων, οὗπερ ἂν ἐπικρατήσῃ τὸ σπέρμα. οὐ μὴν φαίνεταί γε συμβαῖνον οὕτω. καὶ μὴν εἴπερ ἐγχωρεῖ τινα μὲν τῶν μορίων ὑπὸ τῆς τοῦ ἄῤῥενος ἐπικρατηθῆναι κινήσεως, ἔνια δ’ ὑπὸ τῆς τοῦ θήλεος, οὐκέτι ὁμοιομερὲς εἶναι δόξει τὸ σπέρμα, καίτοι γε δοκεῖ παντὸς μᾶλλον εἶναι τοιοῦτο. καὶ ἦν ἡμῖν ὁμολόγημα κοινὸν τοῦτο πρὸς Ἀριστοτέλη καὶ Ἀθήναιον, ἐκ τῆς τοῦ αἵματος πέψεως τὴν γένεσιν αὐτῷ τιθεμένους, οὐκ ἐκ τῆς ἁπάντων τῶν τοῦ ζώου μορίων ἀποτήξεως, εἰ μή τι, κᾂν ὁμοιομερὲς ὑπάρχῃ καὶ μιγνύηται κατὰ τὴν γαστέρα τὸ θῆλυ σπέρμα τῷ ἄῤῥενι, δυνατόν ἐστι κατὰ τὰς τῶν ἐμβρύων διαπλάσεις ἐπικρατεῖν ἀλλήλων αὐτὰ κατὰ διαφέροντα μόρια, ὅπου γε καὶ τῶν ὑμένων τῶν περὶ τὸ ἔμβρυον ὁ πρόσθεν λόγος ἐδείκνυεν

627
ἐκ τοῦ τῆς θηλείας μόνης σπέρματος γίνεσθαι τὸν ἀλλαντοειδῆ χιτῶνα. ἐγχωρεῖ δὲ, κᾂν ὁμοιομερὲς ᾖ τὸ σπέρμα τοιοῦτο, οἷον ἐξ ἅπαντος ἑαυτοῦ μορίου δημιουργεῖν ἅπαντα τοῦ ζώου μέρη. ταύτῃ γοῦν οὕτω διαφέρει· τὸ μὲν πρῶτον ἐκπεσὸν, ἤτοι παχύτερόν ἐστι, τὸ δ’ ἐπ’ αὐτῷ κατὰ τὸν δεύτερον ἢ τρίτον ἐξακοντισμὸν, ἤτοι λεπτότερον, ἢ ψυχρότερον, ἢ ἀσθενέστερον, ἢ τῆς τοῦ συμφύτου πνεύματος οὐσίας ἐλάττονος μετέχον, ὥσπερ γε τὰ ἐναντία τὸ μὲν πρῶτον ἀτονώτερον, ἢ ψυχρὸν, ἢ πνευματῶδες ὑπάρχειν, ἐναντίον δ’ αὐτῷ τὸ κατὰ τὴν δευτέραν, ἢ τρίτην, ἢ τετάρτην ἔκπτωσιν, εἷθ’ οὕτως ἐν τῆ μίξει κρατεῖ, ἐν ἄλλοις μὲν τισι μορίοις τὸ τοῦ ἄῤῥενος, ἐν ἄλλοις δὲ τὸ τῆς θηλείας. ὅπου δ’ ἂν κρατήσῃ, τὸ μέρος ἐκεῖνο συνεξομοιοῦται τῷ κρατοῦντι. συνυπάρχει γὰρ ἐν ἅπαντι μορίῳ τῆς ὕλης ὁ δημιουργὸς, οὐκ ἀποκέκριται δὲ χωρὶς ἰδίᾳ μὲν τὸ κινοῦν, ἰδίᾳ δὲ τὸ κινούμενον, ἀλλ’ ἑαυτὸ κινεῖ καὶ ῥυθμίζει τὸ σπέρμα, καὶ δὴ καὶ αὐξάνει, καθάπερ ἔμπροσθεν 
628
ἐλέγετο, τὴν τροφὴν ἕλκον ἐκ τῆς κυούσης. οὐδὲν οὖν θαυμαστὸν ἑκατέρων τῶν γονέων ὁμοιοῦσθαι τὰ ἔγγονα κατὰ διαφέροντα μέρη. ἆρ’ οὖν οὕτω καὶ περὶ τῶν γεννητικῶν μορίων καὶ ταύτην τις αἰτίαν θήσεται τοῦ τὸ μὲν ἄῤῥεν αὐτῶν γίνεσθαι, τὸ δὲ θῆλυ, καὶ τοῦ τῷ παντὶ σώματι διαφέρειν τὸ ἄῤῥεν τοῦ θήλεος, οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλὰ καὶ κατὰ σύμπαντα τῶν ζώων γένη; καί τις ἐξ ἀπόπτου θεασάμενος ταῦρον εὐθὺς γνωρίζει τὸ ἄῤῥεν ἄνευ τοῦ κατασκέψασθαι τὰ γεννητικὰ μόρια, καὶ λέοντά γε ὁμοίως ἐστὶ γνωρίζειν τε καὶ διακρίνειν λεαίνης, ἀλεκτρυόνα τῆς ἀλεκτορίδος, αἰγός τε θηλείας τράγον, καὶ προβάτου κριόν. οὕτω δὲ καὶ ἄνδρα διακρίνομεν γυναικὸς οὐκ ἀποδύσαντες πρότερον, ἵν’ ἐπισκεψώμεθα τὴν διαφορὰν τῶν μορίων, ἀλλ’ ἠμφιεσμένους θεασάμενοι. τό τε γὰρ ὅλον σῶμα διαλλάττουσι, καὶ τῶν ὑστέρων ὀνομαζομένων μορίων τὰ μὲν οὐδ’ ὅλως ἐστὶ τοῖς θήλεσι, τὰ δὲ οὐ τοιαῦτα. γένεια γοῦν καὶ λόφοι, καὶ πλῆκτρα, καὶ χαυλιόδοντες ἀῤῥένων
629
ζώων μόρια. τοῖς δὲ ἐλάφοις καὶ τὰ κέρατα πολλὰ, καὶ κατὰ ταῦτα τῶν ἀῤῥένων τὰ θήλεα ἀπολείπεται. διαλλάττει δὲ καὶ τῷ τὰ μὲν εἶναι ψιλότερα, τὰ δὲ λασιώτερα, καὶ τὰ μὲν μαλακότριχα καὶ πλατυΐσχια, τὰ δὲ εὐρύστερνα, καὶ ἄλλαις πολλαῖς διαφοραῖς, ὥστ’ οὐκ ἂν ἄπο τρόπου δόξειεν ὁ φυσικὸς Στρατόνικος ὑπειληφέναι, τὸ μὲν ἄῤῥεν γίνεσθαι ζῶον ἐπικρατείᾳ γονῆς ἄῤῥενος, τὸ δὲ θῆλυ θηλείας. οὕτω μέν γε καὶ φλεψὶ καὶ ἀρτηρίαις οἴεται διαφέρειν αὐτὰ, καθάπερ γε τοῖς γεννητικοῖς μορίοις, ἀπείρως ἔχων ἀνατομῆς ἀκριβοῦς· οὐ γὰρ ὁ ἀριθμὸς μόνον, ἀλλὰ καὶ ἡ διάπλασις ἡ αὐτὴ καὶ ἡ θέσις ἁπάσαις ταῖς ἀρτηρίαις ἐστὶ καὶ ταῖς φλεψὶ καθ’ ὅλον τὸ σῶμα τῶν ἀῤῥένων τε καὶ θηλέων ζώων. ἀλλὰ ταύτῃ μὲν ἥμαρτε πάμπολυ· τὸ δ’ οἰηθῆναι, τὸ μὲν ἄῤῥεν ζῶον, ὅταν ἐπικρατήσῃ τὸ τοῦ ἄῤῥενος σπέρμα, τὸ δὲ θῆλυ κατὰ τὴν τῆς θηλείας ἐπικράτησιν γίνεσθαι, πιθανὸν ἱκανῶς ἐστι. μάχεται δὲ αὐτῷ τὸ καὶ τὰ θήλεα πολλάκις ὁμοιότατα γίνεσθαι τῷ πατρὶ καὶ τῶν ἀῤῥένων
630
οὐκ ὀλίγα τῇ μητρί. βέλτιον οὖν ἴσως ἐστὶν οὐχ ἁπλῶς ἐπικρατείᾳ τῶν σπερμάτων γίνεσθαι φάναι τὸ θῆλυ καὶ ἄῤῥεν, ἀλλὰ κατὰ τὰ διαφέροντα μόρια. μάχεται δὲ, ὡς εἴρηται, καὶ τοῦτο, τὸ μὴ μόνον τὰ γεννητικὰ μόρια διαλλάττειν αὐτοῖς, ἀλλὰ καὶ τὸ σύμπαν σῶμα. δεήσει γὰρ, οἶμαι, ζητῆσαι τὴν αἰτίαν, ἥτις ποτ’ ἐστὶ, δι’ ἣν ἄῤῥεν μὲν ἐνίοτε τὸ παιδίον γίνεται, ὁμοιότατον δὲ τῇ μητρί. κατὰ μὲν οὖν τὸν ἔμπροσθεν λόγον ὁμοιότητες φαίνονται διτταὶ τοῖς ἐγγόνοις πρὸς τὰ γεινάμενα. πρώτη μὲν ἡ κατὰ τὸ τῆς ὅλης οὐσίας εἶδος, ὅταν ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου γένηται, καὶ ταύτης τὸ πλέον ἡ μήτηρ φαίνεται παρέχειν. ἑτέρα δ’ ἡ κατὰ ταῦτα τοῖς εἴδεσι διαφορὰ, ἀνθρώπου πρὸς ἄνθρωπον, καὶ ἵππου πρὸς ἵππον, ἐν αἷς τὸ ἐπικρατῆσαν τῶν σπερμάτων ἐδείκνυτο πλέον. ἄλλη δ’ εὕρηται νῦν ὁμοιότης τρίτη παρὰ τὰς πρόσθεν, ἢ ὡς ἄῤῥενος πρὸς ἄῤῥεν, ἢ θήλεος πρὸς θῆλυ, περὶ ἧς πρόκειται σκοπεῖν, ὅπως γίνεται. οὔτε γὰρ, ὅταν ἐν τοῖς
631
γεννητικοῖς μορίοις ἐπικράτησις γίνηται, διὰ τὸ καὶ παντὶ τῷ σώματι διαφέρειν ἄῤῥεν θήλεος, οὔτ’ ὅταν πάντη κρατήσῃ τὸ ἕτερον σπέρμα, πολλὰ γὰρ καὶ τῶν ἀῤῥένων ὁμοιοῦται τῇ μητρὶ, καὶ τῶν θηλειῶν τῷ πατρί. τίς οὖν ἄλλη παρὰ ταύτας ἐστίν; ἐμοὶ μὲν δοκεῖ μία μόνη λείπεσθαι τῇ κράσει τῶν δραστικῶν ποιοτήτων ἑπομένη, καλεῖν δ’ οὕτως εἴωθα θερμότητα καὶ ψυχρότητα. σκεπτέον οὖν, εἰ κατὰ τὴν τούτων ὑπάλλαξιν ἄῤῥεν καὶ θῆλυ γίγνεσθαι δύναται. φαίνεται δὲ καὶ αὐτῶν τῶν κυουμένων ἔτι τὸ ἄῤῥεν τοῦ θήλεος οὐ μόνον θερμότερον, ἀλλὰ καὶ ξηρότερον εὐθέως ἐξ ἀρχῆς ὑπάρχον. οἷον αὐτίκα τὸ μὲν ἄῤῥεν ἅπαντες, οἷς τούτων ἐμέλησεν, οὐχ Ἱπποκράτης μόνον, ἐλάττονι χρόνῳ διαπλάττεσθαι καὶ μορφοῦσθαί φασι, τὸ δὲ θῆλυ πλέονι. φαίνεται γὰρ οὕτως ἔν τε ταῖς ἐκτρώσεσι καὶ ταῖς τῶν κυούντων ζώων ἀνατομαῖς. πότερον οὖν αὐτῶν ἡγητέον ὑγρότερόν τε εἶναι καὶ ψυχρότερον; ἆρά γε τὸ ταχέως μὲν ἑκάστου τῶν μορίων ἐμφαῖνον τὴν ἰδέαν,
632
ἰδίᾳ μὲν ὀστοῦ, ἰδίᾳ δὲ νεύρου, ἰδίᾳ δὲ ἀρτηρίας καὶ φλεβὸς, ἑκάστου τε τῶν ἄλλων; ἢ τὸ μέχρι πλείστου γονοειδές τε καὶ αἱματῶδες φαινόμενον; ἢ τοῦτό γε πρόδηλον, ὡς τῷ θερμῷ καὶ ξηρῷ θᾶττον μὲν ὀστοῦν πήγνυται, θᾶττον δ’ ἀποτείνεται τὰ νεῦρα, θᾶττον δὲ αἱ φλέβες καὶ ἀρτηρίαι συριγγοῦνται, καὶ τὰ ἄλλα πάντα διαπλάττεται μόρια; καθάπερ γὰρ ὁ μὲν ὑγρὸς πηλὸς οὐκ ἐπιδέχεται τύπον οὐδὲ διάπλασιν οὐδεμίαν, ὁ δὲ μετρίως σκληρὸς ἐπιδέχεται, οὕτω καὶ τὸ πρῶτον κύημα. παραπλήσιον οὖν ἐστιν ἄρτι πηγνυμένῳ γάλακτι, καὶ ὥσπερ τοῦτο διαπλάττειν οὐδεὶς ἐπιχειρεῖ τῶν τυροποιῶν, πρὶν μετρίως παγῆναι, κατὰ τὸν αὐτὸν τρόπον οὐδ’ ἡ φύσις τὸ ζῶον. οὐδὲ γὰρ εἰ ἐπιχειροῦσι πλέον ἂν αὐτῷ τι γένοιτο, μηδέπω τῇς ὕλης ἕδραν ἐχούσης, ἀλλὰ ἀστηρίκτου τε καὶ τρομώδους διαῤῥεούσης. οὐδὲ γὰρ ὁ πλάστης ἐπιχειρεῖ πηλὸν ἢ κηρὸν ὑγρὸν διαπλάττειν, πρὶν μετρίαν λαβεῖν πῆξιν. ξηρότερον μὲν δὴ διὰ ταῦτα τὸ θᾶττον μορφούμενον. εὐρείας δὲ ἀρτηρίας 
633
καὶ φλέβας καὶ θώρακα, καὶ ἁπλῶς εἰπεῖν ἁπάσας τῶν μορίων τὰς κοιλότητας ἴσχει τὸ διαφυσώμενον, ἐπεὶ μᾶλλον ἐργάζεσθαί τι τοῦτο πέφυκε πολὺ πνεῦμα θερμόν. ταῦτά τοι καὶ ἀρτηρίας μείζονάς τε καὶ ἰσχυρότερον ἔχει σφυζούσας, καὶ ὅλον τὸ σῶμα σύντονόν τε καὶ ἕτοιμον εἰς τὰς κινήσεις. τὰ τοιαῦτα οὐκ ἀποκυηθέντων μόνον, ἀλλὰ καὶ κυομένων ἔτι θερμοῦ κρατοῦντος τὰ ἅπαντά ἐστι γνωρίσματα. διὰ ταῦτα κᾀν δεξιᾷ μήτρᾳ φαίνεται κυούμενα τὰ ἄῤῥενα, καὶ σπανίως ὤφθη ποτὲ θῆλυ κατὰ ταύτην τὴν μήτραν, ὥσπερ γε καὶ κατὰ τὴν ἀριστερὰν ἄῤῥεν. οὕτω δὲ καὶ τῶν ὄρχεων εὐτραφέστερος μὲν ὁ δεξιὸς ὑπάρχει, καὶ πρῶτος μὲν ἐν τῷ τραγᾷν διαφυσηθεὶς ἀῤῥενογόνους ποιεῖ, ἀτροφώτερος δὲ καὶ ὕστερον ἀρξάμενος ἐξαίρεσθαι θηλυγόνους. εἴρηται δ’ ὑπὲρ τούτων ἐπὶ πλέον ἐν τῷ πέμπτῳ τῆς Ἱπποκράτους ἀνατομῆς· ἐκείνου γάρ ἐστιν εὑρήματα. νῦν δ’ ἀρκεῖ τό γε τοσοῦτο ἐξ αὐτῶν λαβεῖν, ὡς, εἴπερ ἐστὶ τὰ δεξιὰ μόρια θερμότερα τῶν ἀριστερῶν, ὥσπερ ἐστὶν, εἴη ἂν
634
τοῦτο γνώρισμα τοῦ θερμότερον εἶναι τὸ ἄῤῥεν τῆς θηλείας. ἐδείχθη δὲ καὶ ξηρότερον, θερμότερον γάρ ἐστι καὶ ξηρότερον. ἀλλ’ ὅτι μέν ἐστι τοιοῦτο, πάντες ὁμολογοῦσιν, ὅσοι τι περὶ κράσεων ἐπραγματεύσαντο, καὶ ὡς ἕπεταί γε τῇ τοιαύτῃ κράσει ῥώμη τῶν ἐνεργειῶν, ὡμολόγηται καὶ τοῦτο. διότι δὲ τὸ μὲν τοιοῦτο τῇ κράσει κύημα τοὺς ὄρχεις ἐκτὸς ἔχει κρεμαμένους, καὶ κατ’ αὐτῶν τὸ αἰδοῖον πρόμηκες, καὶ μήτραν οὐδαμόθεν, τὸ δ’ ὑγρότερόν τε ἅμα καὶ ψυχρότερον ἔνδον μὲν τοὺς ὄρχεις καὶ τὰς μήτρας, ἔνδον δὲ καὶ αὐτὸ σύμπαν τὸ αἰδοῖον, ἐν τῷ παρόντι λόγῳ προὔκειτο σκοπεῖσθαι. δοκεῖ δέ μοί τι τῶν ἐξ ἀνατομῆς φαινομένων ὁρμητήριον ἡμῖν γενέσθαι τῆς τῶν ζητουμένων εὑρέσεως. ἔστι δὲ τοῦτο τῶν γεννητικῶν μορίων ἀναλογία κατά τε τὸ ἄῤῥεν ζῶον καὶ κατὰ τὸ θῆλυ. διφυῆ γὰρ ὑπάρχουσαν τὴν μήτραν τῶν γυναικῶν εἴ τις ἐπινοήσειε δύο ταῦτα πάσχουσαν, ἅμα τε προπίπτουσαν ἔξω τοῦ περιτοναίου καὶ οὕτως ἐκτρεπομένην, καὶ ὅσα μέν
635
ἐστιν ἔξωθεν αὐτῆς, νῦν ἔνδοθεν γενέσθαι, τὰ δ’ ἔνδον ὑπάρχοντα νῦν ἔξωθεν φαίνεσθαι, γεννήσειεν ἂν οὕτω τοὺς ὄρχεις ἐν ὀσχέῳ, τοῦ μὲν τῆς μήτρας κύτους ὀσχέου γενηθέντος, τοῦ περιτοναίου δὲ ἐρυθροειδοῦς, αὐτῶν δὲ τῶν ὄρχεων οὐκ ἔξωθεν, ὥσπερ νῦν εἰσι, τῶν μητρῶν, ἀλλ’ ἔσωθεν γενομένων. καὶ γὰρ καὶ ὁ κρεμαστὴρ ὀνομαζόμενος, ἔστι δ’ ἑκατέρωθεν εἶς ἀπὸ τῶν εἰς τοὺς λαγόνας ἀποφυομένων μυῶν, ὡσαύτως φαίνεται καθήκων εἰς τὴν μήτραν κατά γε τὰ τοῦ περιτοναίου τρήματα, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἀῤῥένων ὁδὸς γινομένη ταῖς μὲν ἀρτηρίαις καὶ φλεψὶν ἄνωθεν κάτω, τοῖς σπερματικοῖς δ’ ἀγγείοις κάτωθεν ἄνω· ταῖς θηλείαις δ’ ἐντὸς τοῦ περιτοναίου τοῦτο κείμενον ἀπὸ τοῦ μυὸς ἄρτημα πρὸς τὴν μήτραν διαπέμπεται καθ’ ἑκάτερον μέρος ἀριστερόν τε καὶ δεξιὸν, ὥστε καὶ ταῦτα ἀναλόγως εἶναι τοῖς ἐπὶ τῶν ἀῤῥένων κρεμαστῆρσιν. ὁ δὲ δὴ τράχηλος τῶν ὑστερῶν ἔνδον καὶ οὗτος κείμενος ἐπὶ τῶν θηλειῶν ἐκτός ἐστιν ἐπὶ τῶν ἀῤῥένων αὐτὸ τὸ ἀνδρῶν αἰδοῖον ἀπεργασθείς. ἡ δὲ τούτων πόσθη τὸ γυναικεῖόν
636
ἐστιν αἰδοῖον ἐπὶ τῶν θηλειῶν. ἐπίπωμα γὰρ ὥσπερ τοῦτο στομάχου τῶν ὑστερῶν ἐστιν, οὕτως ἡ πόσθη τοῦ τῶν ἀῤῥένων ἐστὶν αἰδοίου δερματώδης ἐπίφυσις ἔνδον κοίλη, πλὴν ὅσα πολλῷ μεῖζόν ἐστιν ἐπὶ τῶν θηλειῶν, ἢ ἐπὶ τῶν ἀῤῥένων. ἅπαντα οὖν φαίνεται ἔχειν τὰ γεννητικὰ μόρια ταῦτα τὸ θῆλύ τε καὶ ἄῤῥεν ζῶον ἤτοι τῇ θέσει διαφέροντα, τῷ τὰ μὲν αὐτῶν ἐντὸς εἶναι τοῦ περιτοναίου, τὰ δὲ ἐκτὸς, ἢ τῷ μεγέθει, καθάπερ ἐπὶ πόσθης τε καὶ ὄρχεων ἀρτίως ἐλέγετο. καὶ γὰρ καὶ τὰ τρέφοντα τοὺς ὄρχεις ἀγγεῖα τῶν αὐτῶν ἀφώρμηται φλεβῶν καὶ ἀρτηριῶν, ὡσαύτως δὲ καὶ τὰ κατὰ τὸν καυλὸν καὶ τὸν ὄσχεον ἐπὶ τῶν ἀῤῥένων τοῖς τὸν τράχηλόν τε τῶν ὑστερῶν καὶ τὸ γυναικεῖον αἰδοῖον· οὕτω δὲ καὶ τῶν τὰς μήτρας τρεφόντων ἀγγείων ἀνάλογον αἱ ἀρχαὶ τοῖς τῶν ὄρχεων τῶν ἀνδρῶν. οὐ μὴν οὐδὲ τῶν νεύρων ἀρχὴ διάφορος ἑκατέροις ἐστὶν, ἀλλ’ ἀπὸ τῶν αὐτῶν τοῦ νωτιαίου χωρίων ἐπ’ ἀῤῥένων τε καὶ θηλειῶν ἀφώρμηνται. πάντ’ οὖν φαίνεται τὰ συνιστῶντα τὴν οὐσίαν τῶν
637
γεννητικῶν μορίων ἑκατέρων τῶν ζώων ὑπάρχοντα, καὶ κατὰ μηδὲν ὅλως πλεονεκτοῦν, μήτε τὸ θῆλυ τοῦ ἄῤῥενος, μήτε τὸ ἄῤῥεν τοῦ θήλεος, ἀλλ’ ἑνὶ μόνῳ διαφέροντα, τῷ τὰ μὲν ἔνδον εἶναι, τὰ δὲ ἐκτός. ὥστε, εἰ νοήσεις ἐν τῇ τοῦ κυουμένου ζώου διαπλάσει τὰ γεννητικὰ μόρια τὴν μὲν πρώτην ὑπογραφὴν καὶ οἷον ὑποτύπωσιν ἐντὸς λαμβάνοντα τοῦ περιτοναίου, μετὰ ταῦτα δ’ ἐκτὸς ἀνίσχοντα, τὴν ἄῤῥενος ζώου γένεσιν οὕτως ἂν μάθοις. ὅτι δ’ οὐκ ἄλλως ἡ φύσις εἴωθε τὰ τοιαῦτα δημιουργεῖν τῶν μορίων, ἐκ πολλῶν τεκμηρίων ἔνεστί σοι μαθεῖν· ἑνὸς μὲν καὶ πρώτου τῶν φαινομένων ἐπὶ τοῖς νεογενέσι ζώοις, ὀδόντων μὲν ἐν τοῖς φατνίοις ἔτι κατακεκρυμμένων ἐντὸς, ὀφθαλμῶν δ’ ἐπὶ τῶν πλείστων ἔτι κεκλεισμένων, ἐπ’ ἐνίων δὲ μηδὲ διηρθρωμένων. ἀκριβῶς δ’ ἕξεις τὴν τούτων θέαν, τὰς ἀμβλώσεις παραφυλάττων, ἔτι τε ἐπὶ ταῖς τῶν κυούντων ζώων ἀνατομαῖς εὕροις ἂν τά τ’ ἄλλα καὶ αὐτὰ τὰ γεννητικὰ μόρια τοιαύτην ἴσχοντα τὴν γένεσιν. ἀνδρὶ δὲ γεγυμνασμένῳ περὶ φύσιν ἀρκεῖ καὶ ταῦτα λογίσασθαι μόνα τὰ νῦν 
638
λεχθησόμενα. χρῆται μὲν ὀργάνοις ἡ φύσις εἰς τὴν τῶν μορίων δημιουργίαν καὶ μάλιστα τῶν ἐχόντων κοιλίας ἀέρι τε καὶ πυρί. καὶ γὰρ εὐρῦναι, καὶ διαφυσῆσαι, καὶ παρατεῖναι, καὶ ξηρᾶναι, καὶ κρατῦναι τὰ σώματα τούτων ἔργον ἐστίν· εἰ δ’ ἀναπνεύσειε πρὸς τὸ ἐκτὸς, ἀπολείψει τὴν ὕλην. ὅσα τοίνυν τῶν εἰρημένων μορίων ἡ φύσις διαπλάττει τὴν ἐκτὸς ἅπασαν περιγραφὴν οἷον ἕρκος ὀχυρόν. ὅταν δ’ ὑπογράψηται τὸ τῶν δημιουργουμένων εἶδος, ἀθροωτέρᾳ φορᾷ χρησαμένη τοῦ πνεύματος ἅμα μὲν ἔξω προωθεῖ τὸ διαπλασθὲν, ἅμα δὲ ῥηγνύει τὸ περιέχον. εἰ δ’ ἀῤῥωστήσειέ ποτε περὶ τὸ τελευταῖον ἔργον, ἀτελὲς ἐγκαταλείπει τὸ γινόμενον, ὥσπερ ἀμέλει φαίνεται καθ’ ὅλον τὸ τῶν ἀσπαλάκων γένος, οἷς ἀνατετύπωνται μὲν ἔνδον οἱ ὀφθαλμοὶ, πρὸς τοὐκτὸς δ’ ἀνίσχειν οὐκ ἠδυνήθησαν, ἀῤῥώστου κατὰ τοῦτο τῆς φύσεως αὐτῶν γενομένης, ὡς μὴ συντελέσαι τὸ ἔργον, ὃ προὔθετο. δέδεικται δὲ ἱκανῶς Ἀριστοτέλει τῶν ζώων τὰ μὲν ἀτελέστερα κατά τε μόρια καὶ σύμπαν ἐνίοτε τὸ σῶμα. τῶν γοῦν ὀφθαλμῶν, ἐπειδὴ τούτων
639
ἐμνήσθην, ἐπὶ μὲν ἐνίων ζώων οὕτως ἐστὶ τέλεος τε καὶ δραστήριος ἡ φύσις, ὥστε οὐδὲν αὐτοῖς ἐνδεῖ γεννηθεῖσιν, ἀλλ’ εὐθὺς ὁμοίως βλέπει τοῖς ἀκμάζουσιν. ἐπ’ ἐνίων δ’ ἀνοίγονται τὰ βλέφαρα, καὶ χρόνου δεῖται μακροτέρου πρὸς τὴν τῆς ἐνεργείας ἀκρίβειαν. τὰς δὲ κύνας ἤδη που καὶ ἡ παροιμία φησὶ τυφλὰ τίκτειν ὑπὸ σπουδῆς. ἀλλ’ ἀκριβῶς μὲν ἄν τις ὀνομάζων ἀτελῆ μᾶλλον ἢ τυφλὰ καλέσειε τὰ νεογενῆ κυνίδια, μέλλοντα δι’ ὀλιγίστων ἡμερῶν ὄψεσθαι· τοὺς δ’ ἀσπάλακας ὄντως τυφλοὺς εἶναί τε καὶ γεννᾶσθαι. τούτων δ’ αὐτῶν ἔτι μᾶλλον ὀφθαλμῶν ἐστέρηνται τὰ πλεῖστα τῶν ὀστρέων γένη. τῶν σκωλήκων δὲ τισὶ μὲν οὐδ’ ὅλως ἔνεισιν ὀφθαλμοὶ, τισὶ δ’ αὐτὸ μόνον ἴχνος ἀμυδρόν. ὥσθ’ οἷον βαθμούς τινας ἡ φύσις ἔοικεν ἔχειν, πρῶτον μὲν, ἐν ᾧ βραχύ τι τῶν φυτῶν ἀποκεχώρηκε ζῶον ποιήσασα, μίαν ἔχον αἴσθησιν τὴν ἁφὴν, δεύτερον δὲ, ἐν ᾧ καὶ γεῦσιν προστίθησι, καὶ τρίτον, ἐν ᾧ καὶ ὄσφρησιν, εἶτα τετάρτῳ βαθμῷ τὴν ἀκοὴν, καὶ πέμπτῳ τὴν ὄψιν, εἶτ’ αὐτῶν ἃς
640
εἴρηκα διαφοράς. οὐδὲν οὖν θαυμαστόν ἐστιν, ὥσπερ οἱ ἀσπάλακες ἔχουσι μὲν τοὺς ὀφθαλμοὺς ἔνδον ἀρχομένους διαρθροῦσθαι, ἔξω δ’ αὐτοὺς ἡ φύσις προαγαγεῖν οὐκ ἠδυνήθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ γεννητικὰ τοῖς θήλεσι τῶν ζώων ἔνδον μὲν διαπλασθῆναι καὶ πρὸς τοὐκτὸς ἀνασχεῖν μὴ δυνηθῆναι, διὰ τὸ τὴν φύσιν ὅλην αὐτῶν ἀῤῥωστοτέραν τε εἶναι καὶ ἀτελεστέραν, ὥσπερ καὶ Ἀριστοτέλης ἔλεγεν. ἀλλὰ τοσοῦτόν γε τῆς τῶν ἀσπαλάκων φύσεως ἡ τῶν θηλέων ζώων ἐστὶ τελεωτέρα, καθ’ ὅσον ἐκεῖνοι μὲν οὐδενὸς ἀπολαύουσι χρηστοῦ τῆς τυφλότητος, οὐ σμικρὰ δὲ εἰς τὴν τοῦ γένους διαδοχὴν συντελεῖ τὸ θῆλυ ζῶον· ἅτε γὰρ ὑγρότερόν τε καὶ ψυχρότερον γενόμενον, ἔμελλε θρέψειν περιττώματα πρὸς τροφὴν τοῖς κυουμένοις ἐπιτήδεια. καὶ δὴ καὶ κεφαλαίοις ὀλίγοις ἅπασαν αὐτῶν ἐπέλθωμεν τὴν φύσιν. ὅταν ἡ τοῦ πρώτου κυήματος σύστασις ὑγροτέρα γίνηται καὶ ψυχροτέρα, τήν τε ἀρχὴν τῆς μορφώσεως ὀψιαίτερον ἴσχει καὶ τὴν τελευτὴν οὕτω βραδεῖάν τε καὶ
641
ἀῤῥωστον, ὡς μὴ δυνηθῆναι πρὸς τοὐκτὸς ἀνασχεῖν τὰ μόρια. διὰ ταῦτ’ οὖν αὐτὰ περὶ τὰ τελευταῖα διαπλασθέντα κάμνειν συνέβη τὴν φύσιν, καὶ ἀσθενεστέραν τῶν ἄλλων ἀποτελεῖσθαι. δέδεικται δ’ ἡμῖν ἐν ἑτέροις, ὅ τί περ ἂν ᾖ περιττὸν εἴτε τροφῆς χρηστῆς εἴτε μὴ χρηστῆς, ὠθούμενον ὑπὸ τῶν ἰσχυροτέρων μορίων εἰς ἀσθενέστερα. καὶ τοίνυν καὶ τὸ θῆλυ ζῶον ὅτι μὲν ἀσθενέστερον ἐγένετο, καὶ περιττωματικόν ἐστιν, ὅτι δ’ ἁπάντων αὐτοῦ τῶν μορίων ἀσθενέστερα τὰ γεννητικὰ, διὰ τοῦτο εἰς ταῦτα ἀφικνεῖται τὸ περιττὸν αἷμα, κάθαρσις μὲν τοῖς θήλεσιν ὑγιεινὴ γινομένη, πρὶν κύειν, ὕλη δ’ εἰς τροφὴν ἐπιτήδειος τοῖς ἐμβρύοις ἐν τῷ τῆς κυήσεως καιρῷ. ταῦτ’ οὖν εἴρηταί μοι καὶ γέγονε δῆλον, ἐπὶ μὲν τῇ θερμοτέρᾳ τε καὶ ξηροτέρᾳ κράσει τοῦ κυήματος ἄῤῥεν ζῶον γενόμενον, ἐπὶ δὲ τῇ ψυχροτέρᾳ καὶ ὑγροτέρᾳ θῆλυ· τὸ δ’ εἶδος ἢ τὸ γένος τοῦ ζώου, καλεῖν γὰρ ἑκάτερον ἐγχωρεῖ, τὸν ἄνθρωπον καὶ τὸν ἵππον καὶ τὸν βοῦν, τῇ φύσει τῆς ὑποβεβλημένης ὕλης εἰς τὴν τοῦ ζώου γένεσιν ἀκόλουθεν ὑπάρχειν, ὥσπερ
642
γε καὶ τὴν ὁμοιότητα τῆς μορφῆς ἑκατέρῳ τῶν γονέων τῆς τε διαπλαστικῆς καὶ μορφωτικῆς γενέσθαι δυνάμεως ἐν τῷ σπέρματι ἐχομένης· ὥστ’ ἔχειν ἡμᾶς τριῶν ὁμοιοτήτων ἀρχὰς τρεῖς, τὴν μὲν τοῦ γένους τοῦ ζώου κατὰ τὴν οὐσίαν, ἐξ ἧς ἐγένετο, τὴν δὲ τῆς μορφῆς κατὰ τὴν ἐκ τοῦ σπέρματος κίνησιν, τὴν δ’ ὡς ἄῤῥενος ἢ θήλεος ἐκ τῆς ἀμφοτέρων τῶν ἀρχῶν κράσεως. ἀρχὰς δ’ ἀμφοτέρας λέγω καταμήνιόν τε καὶ σπέρμα. ταῦτα μὲν οὖν ἱκανῶς ἔχειν μοι δοκεῖ. καὶ γὰρ ὅτι τοῖς προγόνοις ὁμοιοῦταί τινα κατὰ τοὺς σπερματικοὺς λόγους, οὐ μόνον τοὺς τοῦ πατρὸς, ἀλλὰ καὶ τοὺς τῆς μητρὸς, εὔδηλον ἐκ τῶν εἰρημένων ἐστί.

Σκεψώμεθα δ’ ἑξῆς περὶ τῶν ἀδενωδῶν παραστατῶν, οὓς οἱ μὲν ἄπειροι τῆς ἀνατομικῆς θεωρίας οὐδὲ γινώσκουσι τὴν ἀρχὴν, οἱ δὲ ἔμπειροι πάντες ὥσπερ δι’ ἑνὸς στόματος ἀπεφῄναντο περιέχειν σπέρμα. δυσωποῦμαι οὖν αὐτῶν τό τε πλῆθος καὶ τὴν δόξαν, ὅμως ἅ γε γινώσκω ῥητέον κᾀνταῦθα, καθάπερ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ τῶν ὄρχεων ἐποιησάμην. τί δήποτ’ οὖν, εἰ σπέρματός εἰσιν 

643
ἀγγεῖα καὶ οὗτοι, τοῖς ἐκτμηθεῖσι ζώοις τοὺς ὄρχεις ἀπόλλυται παντάπασιν ἡ τῆς μίξεως ἐπιθυμία; χρὴ γὰρ, εἴπερ ἄρα, μίγνυσθαι μὲν, μὴ γεννᾷν δὲ, διότι λεπτὸν καὶ ὀῤῥῶδές ἐστι τὸ κατ’ αὐτοὺς σπέρμα· φαίνεται δὲ οὐχ οὕτως γινόμενον. καὶ μὴν οὐκ ἐγχωρεῖ τὰ μὲν ὄργανα τοῦ σπερμαίνειν ἔχειν, οὐκ ἔχειν δ’ αὐτῶν τὴν χρῆσιν. ἁπάντων γὰρ τῶν ὀργάνων τοῦ σώματος ἡ φύσις τοῖς ζώοις ἔδωκε δυνάμεις συμφύτους ἀδιδάκτους χρῆσθαι πρὸς τὰς οἰκείας ἐνεργείας. ἀποδέδεικται δὲ τοῦτο καὶ πρὸς ἡμῶν ἐν τῷ περὶ χρείας μορίων, καὶ πρὸς Ἀριστοτέλους πρότερον, ἄλλων τε πολλῶν ἰατρῶν τε καὶ φιλοσόφων. ὥστε οὐδὲν δέω κατασκευάζειν αὐτὸς πρὸς ἐκείνους τὸν λόγον ποιούμενος, ἀλλ’ ὑποκειμένου κοινοῦ πᾶσιν ἡμῖν ὁμολογήματος, τοῦ μήτ’ ἄχρηστόν τι καὶ περιττὸν ἐργάσασθαι μόριον τὴν φύσιν, μήτ’ ἄνευ τῆς χρησομένης αὐτῷ δυνάμεως, ἀναλήψομαι τὸν λόγον. οἱ ἀδενώδεις παραστάται κατὰ τὰς τῶν ὄρχεων ἐκτομὰς οὐδὲν πεπονθότες οὐκ ἐπεγείρουσι τὸ εὐνουχισθὲν
644
ζῶον εἰς τὴν ἀφροδίσιον ὁμιλίαν·, ὡς ἂν ἄλλο τι μᾶλλον ὑπάρχοντες, ἢ σπερματικὸν ὄργανον, ἑτέρας τέ τινος ἕνεκα χρείας γεγονότες. ὥσπερ γὰρ, εἰ, τινὸς ἄλλου μορίου διαφθαρέντος, ἀβλαβῶν δ’ ὑπαρχόντων τῶν ὀφθαλμῶν, οὐχ ὑπέμεινεν ὑμῖν τὸ βλέπειν, οὐκ ἂν ὀφθαλμῶν ἐνέργειαν ἔφαμεν αὐτὸ, καὶ εἰ, τῶν σκελῶν μηδὲν βεβλαμμένων, ἀπόλοιτο ἡ βάδισις, οὐκ ἂν τούτων ἐνέργειαν αὐτὴν ἐτιθέμεθα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον, εἰ, τῶν ἀδενοειδῶν παραστατῶν ὑγιεινῶν διαφυλαττομένων, ἀπόλοιτο τοῖς ζώοις ἡ ἀφροδίσιος ὁμιλία, τῶν γεννητικῶν οὐκ εἰσὶν οὗτοι μορίων. ὡς οὖν κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς σπερματικοῖς ἀγγείοις ἐπὶ τῶν ἀῤῥένων ἀναστομοῦσθαι, πιθανῶς συνελογίσαντό τινος ἕνεκα γεγονέναι χρείας αὐτοὺς, οὕτως ἐπὶ τῶν θηλειῶν θεασαμένους ἑτέρους τελευτῶντας ἐχρῆν κἀνταῦθα συλλογίσασθαι τὸ μὴ τῆς αὐτῆς, εἶθ’ ἑξῆς ἀπορήσαντας ὑπὲρ τῆς κατὰ τὰς ἀποδείξεις μάχης, ὥσπερ ἡμεῖς ἠπορήσαμεν, ἐπισκέψασθαι, πότερον ἐξ ἀνάγκης ἀληθές ἐστι τὸ τοὺς εἰς ταὐτὸ χωρίον ἀνεστομωμένους ὀχετοὺς ἕνεκα
645
τῆς αὐτῆς δημιουργεῖσθαι χρείας, ἢ τὸ μὲν τοὺς ἕνεκα τῆς αὐτῆς χρείας γεγονότας εἰς ταὐτὸ ἐμβάλλειν ἀληθὲς, οὐκ ἀληθὲς δὲ τὸ τοὺς εἰς ταὐτὸ ἥκοντας ἐξ ἀνάγκης εἰς μίαν συντελεῖν. αὐτίκα γέ τοι καὶ ὁ τῆς κύστεως πόρος τὸ οὖρον ἐξοχετεύων εἰς τὸν αὐτὸν τοῦτον πόρον, ὅνπερ καὶ οἱ παραστάται πάντες οἱ τέσσαρες ἐπὶ τῶν ἀῤῥένων ἀνεστόμωνται· ὥστ’ οὐ χρὴ πρὸς ἕτερον ἀπελθεῖν μόριον, ἀλλ’ ἐξ αὐτοῦ τοῦ προκειμένου μαθεῖν, ὡς οὐκ ἂν ἦν ἀναγκαῖον τοὺς εἰς ταὐτὸ χωρίον ἀνεστομωμένους πόρους εἰς μίαν ἐνέργειαν συντελεῖν. εἰ δὲ καὶ ἐξ ἑτέρων αὐτὸ πιστώσασθαι χρὴ, ἀφθονίᾳ πιστώσεται παραδειγμάτων. εἰς μὲν τὴν τοῖ στόματος εὐρυχωρίαν ἅπασαν τὴν ἔνδον, ἣν ὀνομάζουσι φάρυγγα, τά τ’ ἐσθιόμενα καὶ πιόμενα διὰ τοῦ στόματος ἐμπίπτει, κᾀκ τῆς κατὰ τὰς ῥῖνας συντρήσεως ὅ τ’ εἰσπνεόμενος ἀὴρ καὶ ἡ κόρυζα· καλεῖ δ’ αὐτὴν Ἱπποκράτης μὲν ὡς τὰ πολλὰ βλένναν, οἱ δὲ ἄλλοι μύξαν· ἔτι τε πρὸς τούτοις ἐξ ἐγκεφάλου δι’ ὑπερῴας περίττωμα, κᾀκ τῶν παρὰ τῇ ῥίζῃ τῆς γλώσσης ἀδένων τὸ σίελον,
646
εἰς ἔντερα δὲ τά τ’ ἐκ τῆς γαστρὸς ἥκει, καὶ τὸ χολῶδες ὑγρὸν ἐξ ἥπατος, ἐξ ἀδένων τέ τινων ἑτέρων αὖ πάλιν ἐνταῦθα τεταγμένων ὑγρὸν γλίσχρον ὅμοιον σιέλῳ, περὶ ὧν ἀδένων οὐ σμικρὰ ζήτησις γέγονε τοῖς ἀνατομικοῖς ἀπὸ Ἡροφίλου τε καὶ Εὐδήμου τὴν ἀρχὴν λαβοῦσα. καὶ μοι δοκῶ τὸν λόγον ἐπιστήσας ἐνταῦθα, διότι κατὰ τύχην δή τινα πρῶτον ἐμνημόνευσα μορίων, ἃ δὴ αἰσθητῶς οἱ ἀδένες ἐπιτέγγουσι, πρὸς τὸν κράτιστον Μαρῖνον ἐρεῖν τι, χρησάμενος ἀρχαῖς εἰς τὸν λόγον, ἃς αὐτὸς ἐκεῖνος ἐξ ἐναργῶν ἐπεστήσατο. διττὴν οὖν ἁπάντων χρείαν φησὶν εἶναι τῶν ἀδένων, ἤτοι στηριζόντων ἀγγεῖα μετέωρα, σχιζόμενα καὶ κινδυνεύοντα διασπασθῆναι κατὰ τὰς σφοδροτέρας κινήσεις, ἢ γενέσεως ὑγρῶν ἕνεκεν, ἐπιτέγγειν δυναμένων μόρια τὰ χρῄζοντα παρεσπαρμένης φύσει ὑγρότητος γλίσχρου, πρὸς τὸ μὴ ῥᾳδίως καταξηραινόμενα δυσκίνητα γίνεσθαι. τὸ μὲν δὴ τῶν ἑτέρων ἀδένων γένος, ὃ τὰ σχιζόμενα τῶν ἀγγείων στηρίζει, καταλείπωμεν ἐν τῷ παρόντι, μηδέν γε αὐτοῦ δεόμενοι.
647
προχειρισώμεθα δὲ θάτερον τὸ ἐν τῷ λόγῳ τῶν γλίσχρων ὑγρῶν γεννητικὸν, ὃ καὶ τὴν οὐσίαν τοῦ σώματος ἑτέραν ἔχειν φησὶν αὐτὸς ὁ Μαρῖνος· ἀραιότερον γὰρ εἶναι καὶ σηραγγῶδες, ὑγρότητός τε μεστὸν, ὥσπερ σπογγιὰν διάβροχον, οὐ μὴν ἐκ πάντων γε αὐτῶν ἐκφύεσθαι πόρους αἰσθητούς. εἰς τοῦτό γε τὸ γένος τῶν ἀδένων φησὶ καὶ ἀρτηρίας καὶ φλέβας ἐκφύεσθαι, καὶ τινα τῶν κατὰ μεσεντέριον ἀγγείων εἰς τοιούτους ἀδένας τελευτᾷν. διττὸν γὰρ καὶ τούτων εἶναι τὸ γένος τῶν ἀδένων, ὅτι καὶ τὴν χρείαν διττὴν, πυκνοὺς μὲν καὶ ξηροὺς, ὅσοι στηρίζουσι τὰ σχιζόμενα τῶν ἀγγείων, ἀραιοὺς δὲ καὶ ὑγροὺς, εἰς οὓς ἀγγεῖα καταφύεται. τούτους φησὶ καὶ τὴν οἷον φλεγματώδη γεννᾷν ὑγρότητα τὴν ὑπαλείφουσαν τὸν ἔνδον χιτῶνα τῶν ἐντέρων. ὅτι δὲ καὶ οἱ τὸ σίελον γεννῶντες ἀδένες αἰσθητοῖς ἀγγείοις εἰς τὸ στόμα προχέουσιν αὐτὸ, σχεδὸν οὐκέτι οὐδεὶς ἀγνοεῖ, καὶ μὲν δὴ ὡς τὴν φάρυγγα πᾶσαν ἀδένες ὑγραίνουσι τῆς αὐτῆς χρείας ἕνεκεν. ἐπιεικῶς γὰρ ἤδη καὶ τοῦτο τοῖς ἀνατομικοῖς 
648
ὡμολόγηται πᾶσι. Μαρῖνος δὲ καὶ ἄλλους ἀδένας ἐπὶ τοῖς εἰρημένοις ἄλλων μορίων ὑγραντικοὺς καταλέγει, μὴ πάνυ σαφῆ μηδὲ ἐναργῆ τὴν πίστιν ἔχοντας· διὸ παραλείπωμεν ἐκείνους. ἀρκεῖ δέ μοι τὴν εἰς τὸ προκείμενον πίστιν ἀπὸ τῶν ἐναργῶν λαβεῖν. εἰ γὰρ καὶ τὴν τοῦ στόματος εὐρυχωρίαν ἀδένες ὑγραίνουσι, καὶ τὸν φάρυγγα, καὶ τὸν στόμαχον, εἴτε σύμπαν τὸ ἔντερον, οὐδὲν δήπου θαυμαστόν ἐστι καὶ τῷ τῆς κύστεως αὐχένι παρεσκευάσθαι τινὰ ὁμοίαν ἐπικουρίαν, ὅπως μὴ καταξηρανθείς ποτε δυσκίνητος γένηται. πολὺ δὲ δήπου μᾶλλον αὐτῷ τῷ αἰδοίῳ τοῦ ἄῤῥενος εἰκός ἐστι τοιαύτην ἐπικουρίαν ὑπὸ τῆς φύσεως παρεσκευάσθαι. δι’ ὃ καὶ τοῖς ἄῤῥεσιν ἀξιόλογοι τὸ μέγεθός εἰσιν ἀδένες οὗτοι· κίνδυνος γὰρ ἐπ’ αὐτοῖς, ὡς ἂν προμήκους τε καὶ γυμνοῦ τοῦ αἰδοίου τεταγμένου, ξηρανθέντος ποτὲ διαστραφῆναι καὶ μῦσαι τὸν πόρον αὐτοῦ. ἐπὶ δέ γε τῶν θηλειῶν ὁ τῆς μήτρας αὐχὴν οὔτε προμήκης οὔτε γυμνὸς, ἀλλ’ ἔνδον κείμενος, ἔκ τε τῶν περιεχόντων
649
αὐτῶν ἰκμάδα δέχεται παμπόλλην, ἐξ αὐτῶν τε τῶν καταμηνίων ἐπιτέγγεται. δύναιτο δ’ ἂν ἴσως ἡ φύσις εὐλαβηθεῖσα τὴν ἐκ τοῦ οὔρου δῆξιν ἄλειμμα τὸ ὑγρὸν τούτῳ τῷ πόρῳ τοῦ αἰδοίου παρεσκευακέναι. τάχα δ’ ἄν τις εὑρεθείη καὶ τρίτη χρεία σκοπουμένοις ἀκριβέστερον· οὕτως γὰρ καὶ ἄλλα πολλὰ ζητήσεως ἀκριβεστέρας τυχόντα κατὰ πάσας τὰς τέχνας ἐξεύρηται. τὸν δ’ ἀποδεικτικὸν ἄνδρα τὰ μὲν τοιαῦτα προβλήματα χρόνῳ προσήκει σκοπεῖσθαι πλείονι, τῶν ἀποδεδειγμένων δὲ ἔχεσθαι διὰ παντὸς, ὧν ἓν καὶ τόδε ἐστίν. εἴπερ ἐν τοῖς ἀδενοειδέσιν ἐγεννᾶτο τὸ σπέρμα, τῆς ἀποκρίσεως ἂν αὐτοῦ τὰ εὐνουχιζόμενα τῶν ζώων ἐγλίχετο· φαίνεται δ’ οὐ γλιχόμενα· δῆλον οὖν, ὡς οὐδὲν γεννᾶται. τοῦτο οὖν ἡμῖν φυλαττέσθω μόνον ἀκίνητον αὐτὸ καθ’ ἑαυτὸ, μέχρι περ ἂν εὕρωμεν ἐπιστημονικῶς, ἥντινα χρείαν τῷ ζώῳ παρέχουσιν οἱ ἀδενοειδεῖς παραστάται· τάχα μὲν γὰρ ἀληθεῖς εἰσιν, ἃς ἀρτίως εἶπον, ἴσως δ’ ἄν τις εὑρεθείη ποτὲ ἀληθεστέρα. πιθανὸς γὰρ ὁ τῶν τοιούτων
650
εὑρετικὸς λόγος, οὐκ ἀποδεικτικὸς, ὥσπερ ὁ πιστούμενος ἐν αὐτοῖς μὴ γεννᾶσθαι σπέρμα. ὥστε καὶ μόνοι καὶ πρῶτοι τοῦτο λέγοντες ὑπὲρ τῆς χρείας τῶν ἀδενοειδῶν σωμάτων οὐκ αἰσχυνόμεθα, καθάπερ οὖν ἔμπροσθεν, ἡνίκα τοὺς ὄρχεις ἀπεδείκνυμεν ἀλλοιοῦν πεφυκέναι τὸ σύμπαν σῶμα, καὶ γίγνεσθαι δι’ αὐτοὺς ἄῤῥεν τε καὶ θῆλυ, κατὰ τὴν ἑαυτοῦ φύσιν οὔτε ἄῤῥεν ὑπάρχειν οὔτε θῆλυ. ταῖς γὰρ ἀποδείξεσιν ἕπεσθαι μεμαθηκόσι κᾀκεῖνος ὁ λόγος ἀπέδειξεν καὶ ὁ νῦν εἰρημένος, ὅτι μήτε περιέχεται μήτε γεννᾶται σπέρμα κατὰ τοὺς ἀδενοειδεῖς παραστάτας. εἰ δὲ καὶ τὰς εἰρημένας αὐτῶν ἄρτι δύο χρείας ἀληθῶς τις εὑρῆσθαι νομίζει, πάρεστι χρῆσθαι καὶ τούτῳ τῷ εὑρήματι πρὸς τῷ μὴ κεκωλῦσθαι ζητεῖν ἄλλο τι βέλτιον. ὑπὲρ δὲ τοῦ μὴ περιέχεσθαι σπέρμα κατ’ αὐτοὺς, ὡς ἱκανῶς ἀποδεδειγμένου, πεπεῖσθαι χρὴ καὶ συγγινώσκειν τοῖς πρὸ ἡμῶν ἐξηπατημένοις ὑπὸ τῆς ἐπὶ τῶν ἀῤῥένων εἰς τὸν αὐτὸν τόπον ἀναστομώσεως τοῖς ὄντως σπερματικοῖς.
651
ἡ γὰρ τοῦ χωρίου κοινωνία καὶ τὴν τῆς χρείας αὐτῶν κοινωνίαν ἐνεδείξατο πιθανῶς μὲν, οὐκ ἀληθῶς δὲ, καθάπερ ἡμεῖς ἀρτίως ἐνεδείξαμεν.