De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
ὄντες δ’ αὐτῶν οἶ πλεῖστοι εὐώδεις καὶ θερμότεροι τῶν ἄλλων οἴνων εὐλόγως ἅπτονται τῆς κεφαλῆς, καὶ ταύτῃ φυλακτέον τοῖς τε κεφαλαίᾳ κάμνουσι καὶ ἡμικρανίᾳ καὶ τοῖς ἄλλως κεφαλαλγοῦσιν ἐπιλήπτοις τε καὶ μανιώδεσι καὶ συλλήβδην εἰπεῖν οἷς πέπονθεν ἡ κεφαλή.
τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα χωρὶς πυρετοῦ πάθη πάντα τὰ χρόνια μεγάλως ὑπὸ τῶνδε τῶν οἴνων ὀνίναται μάλισθ’ ὅσα διὰ πτυσμάτων ἐκκαθαίρεται [δέονται]· δεῖται γάρ οὐ τέμνεσθαι μόνον καὶ θερμαίνεσθαι τὰ μέλλοντα καλῶς ἀποπτυσθῆναι, ἀλλὰ καὶ μετρί·ως· ὑγραίνεσθαι· ὧς τά γε περαιτέρω τοῦ καιροῦ ξηρά καὶ γλίσχρα πτύσματα καὶ βῆχας ἐγείρει σφοδρὰς τῷ βιαίῳ τῆς διεξόδου καὶ κίνδυνον ἐπάγει ῥήξεως ἀγγείου.
ταῦτ’ ἄρα καὶ οἶ παχεῖς τῶν οἴνων καὶ γλυκεῖς τῷ [*](1 τοὺς παχεῖς χυμοὺς O o: grossitiem L: τούς χυμούς G 6 εἰσὶ δὲ oὐ πολλοὶ G: sunt autem talia multa (-tumd) pd: sunt autem plurima guidem v: itaque aut οὑν aut <τοι>οῦ<τοι> scribendum esse videtur 9 θυραῖος G καὶ ὁ Θ. om. L 14 ἄλλως G ex ἄλλοις, quod yertit L cephalea vel emicrcmea L : κεφαλὰς . . καὶ ἡμίκρανα G 18 ὀνίνανται G 19 ἐκκαθαίρεσθαι δέονται G : purgantur (exp- v) L 25 καὶ οἱ post οἴνων iteravit G)
τοιοῦτός ἐστιν ὁ ἀπὸ τῆς Παμφυλίας οἶνος ὁ καὶ Σκυβελίτης ὀνομαζόμενος· ἀρκεῖ γὰρ οἷον κανόνα καὶ σκοπὸν τοῦτον ἔχειν εἰς τοὺς ὁμοίους ἅπαντας· ἄριστος μὲν γάρ οὗτος τῶν ὁμογενῶν, μὴ παρόντος ἁ αὐτοῦ καὶ Θηραίῳ χρήσαιτ’ ἄν τις καὶ προτρόπῳ καὶ σιραίῳ καὶ καρυίνῳ.