De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

ὄντες δ’ αὐτῶν οἶ πλεῖστοι εὐώδεις καὶ θερμότεροι τῶν ἄλλων οἴνων εὐλόγως ἅπτονται τῆς κεφαλῆς, καὶ ταύτῃ φυλακτέον τοῖς τε κεφαλαίᾳ κάμνουσι καὶ ἡμικρανίᾳ καὶ τοῖς ἄλλως κεφαλαλγοῦσιν ἐπιλήπτοις τε καὶ μανιώδεσι καὶ συλλήβδην εἰπεῖν οἷς πέπονθεν ἡ κεφαλή.

τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα χωρὶς πυρετοῦ πάθη πάντα τὰ χρόνια μεγάλως ὑπὸ τῶνδε τῶν οἴνων ὀνίναται μάλισθ’ ὅσα διὰ πτυσμάτων ἐκκαθαίρεται [δέονται]· δεῖται γάρ οὐ τέμνεσθαι μόνον καὶ θερμαίνεσθαι τὰ μέλλοντα καλῶς ἀποπτυσθῆναι, ἀλλὰ καὶ μετρί·ως· ὑγραίνεσθαι· ὧς τά γε περαιτέρω τοῦ καιροῦ ξηρά καὶ γλίσχρα πτύσματα καὶ βῆχας ἐγείρει σφοδρὰς τῷ βιαίῳ τῆς διεξόδου καὶ κίνδυνον ἐπάγει ῥήξεως ἀγγείου.