De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
καὶ μὲν δὴ καὶ σταφυλαὶ γλυκεῖαι τῆς αὐτῆς εἰσι φύσεως, καὶ μᾶλλον ἔτι τούτων αὐτῶν φοινίκων βάλανοι· αἶ μὲν γάρ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κύπρον καὶ Φοινίκην καὶ Λυκίαν καὶ Κιλικίαν οὐδὲ τὴν ἀπόθεσιν ὑπομένουσιν, ἀλλ’ ὡς ὀπῶραι μᾶλλον ἐσθίονται διὰ περιττὴν ὑγρότητα σηπόμεναι ῥᾳδίως· τῶν δ’ ἄλλων τῶν εἰς ἀπόθεσιν ἐσκευασμένων ἐλάττων μὲν ἡ βλάβη, παχὺς δ’ οὐδὲν ἧττον καὶ τούτων ὁ χυμός, ὥστε φυλάττεσθαι χρὴ τὴν ἐδωδὴν αὐτῶν ἐν τοῖς εἰρημένοις πάθεσιν.
Ἥκιστα δ’ ἂν ὑπίδοιτό τις οἴνους παχεῖς ὅσοι καθαροὶ καὶ διαυγεῖς εἰσι καὶ τὴν χροιὰν ὦχροί καὶ ξανθοί· λευκὸν δ’ οὐδ’ ἂν εὕροις οἶνον ἅμα καὶ γλυκύν, ὥσπερ οὐδὲ τῶν ξανθῶν αὐτῶν σφόδρα γλυκύν. εἰσὶ δὲ σύμπαντες οἶ τοιοῦτοι οἶνοι μέσου τὴν σύστασιν χυμοῦ γεννητικοί.