De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐταρκῶς δέῃρηται, λείποιτ’ ἄν ἔτι καὶ περὶ μέλιτος καὶ οἴνου καὶ γάλακτος διελθεῖν, καὶ πρῶτόν γε περὶ μέλιτος, ἐπειδὴ μόνον ὧς ἔπος εἰπεῖν τῶν γλυκέων [καὶ] οὐκ ἐδεσμάτων μόνον ἀλλά καὶ πομάτων ἀκριβῶς λεπτοῦ τὴν σύστασιν χυμοῦ γεννητικὸν ὑπάρχει.

τῶν γὰρ οἴνων οἳ ἂν ὧσι γλυκεῖς ἱκανῶς ἅπαντες παχέος αἵματός εἰσι γεννητικοί· καὶ γὰρ μέλανές εἰσιν οὗτοι καὶ παχεῖς τὴν σύστασιν· ἔτι δὲ μᾶλλον τῶν οἴνων τὸ σίραιον ὀνομαζόμενον· ἔστι δὲ τοῦτο γλεῦκος ἐπὶ πλεῖστον ἑψημένον.