De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
ἀλλὰ τούτων μὲν μὴ γεύεσθαι μηδενὸς πλὴν τῶν εἰς ἀπόθεσιν ἐπιτηδείων, οἷάπερ ἐστὶν ἀπίων τε καὶ μήλων καὶ σταφυλῶν οὐκ ὀλίγα γένη, τὰ δὲ μαλακώτερα μᾶλλον ἐσθίειν τῶν σκληροτέρων, οὐ μὴν εἰς κόρον γ’ οὐδενὸς τούτων, οὔτε τῶν μήλων τῶν Περσικῶν οὔτε τῶν Ἀρμενίων ἃ δὴ πρεκόκια καλοῦσι ἔτι δὲ μᾶλλον καὶ τῶν ὀνομαζομένων Σηρικῶν.
καὶ μὴν καὶ τά μύρτα καὶ τὰ διόσπυρα καὶ τἆλλ’ ὅσα τούτοις ἔοικεν οὐκ ἐπιτήδεια· καὶ τοῖς οὔοις δὲ καὶ τοῖς μεσπίλοις εἰς ἄλλα μὲν ὀρθῶς ἄν τις χρῷτο, πρὸς δὲ τὴν λεπτύνουσαν δίαιταν οὐκ ἐπιτήδεια, καὶ μάλιστα τὰ μέσπιλα· τὸ καθόλου δ’ εἰπεῖν ὅσα σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ διαίτῃ ταύτῃ, συμφέρει δὲ [*](8—17 Ο 198, 2—5. ο 158, 7—9 24—26,12 O 198, 5—9. o 158, 10—13) [*](2 κρομύου G 9 λυποῖτο Ο ο: λυπῶτό G 10 μῶρα G κοκύμηλα G 11 πάντων ex μᾶλλον G 1 18 precokia pv: precobia d: βεβρώκια G: cf. VI 786, 17 811, 12 466, 6 585, 9 593, 8 594, 6 20 διασποιρα G sic 21 οὔοις ex ὄφοις ut vid. G1)