De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

οὕτω δὲ καὶ τὰς ῥίζας ὑποπτεύειν ἁπάντων δεῖ, ὅσαι γε τὸ δακνῶδες οὐκ ἔχουσι καὶ δριμύ καὶ θερμὸν ἐν τῇ γεύσει, ὥστε καὶ τὰς τῶν τεύτλων φυλάττεσθαι προσήκει· καὶ τοῦτο δὲ τὸ λάχανον ἥκιστα φλεγματῶδες, ἀλλ’ ὅμως καὶ τὰς τούτων ῥίζας φευκτέον. τί δεῖ λέγειν περὶ μαλαχῶν;

ὧν οὐχ αἶ ῥίζαι μόνον οὐδ’ ὁ καυλὸς ἀλλὰ καὶ τὰ φύλλα φλεγματώδη γεννᾷ χυμόν, ἧττον δ’ εἰσὶ βλαβεραί· πρὸς γοῦν τὴν λεπτύνουσαν δίαιταν αἶ ἄγριαι τῶν κηπευομένων εἰσὶ καλλίους. ἔστι δ’ ἐκ ταὐτοῦ γένους καὶ τά ὕδνα τούτοις, πλὴν ὅσον ἐν ψαμμώδει τε καὶ ἧττον ὑγρᾷ συνίσταται γῇ καὶ ταύτῃ τῶν μυκήτων ἀπολείπεται τῆς κακίας.