De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
ἡ δὲ τοῦ λαγωοῦ σὰρξ εἰς μὲν τὴν ἄλλην τὴν ξηραίνουσαν δίαιταν ἐπιτήδειος, εἰς δὲ τὴν νῦν προκειμένην οὐ πάνυ χρηστή ἐστι· παχὺ γὰρ ἱκανῶς αἷμα γεννᾷ· καὶ μὲν δὴ καὶ ἡ τοῦ αἵματος ἐδωδὴ ἀπάντων τῶν ζῴων φευκτέα καὶ πολὺ μᾶλλον εἰς τὴν λεπτύνουσαν δίαιταν ἡ τοῦ τῶν λαγωῶν, οὕτω δὲ καὶ τὰ σπλάγχνα πάντα· καὶ γὰρ καὶ περιττωματικὰ καὶ δύσπεπτα καὶ κακόχυμα.
κυνῶν δὲ καὶ ἀλωπέκων σαρκὸς ἐγὼ μὲν οὐδ᾿ ἐγευσάμην ποτὲ διὰ τὸ μὴ εἰθίσθαι τὴν ἐδωδὴν αὐτῶν μήτ᾿ ἐπὶ τῆς <Ἀσίας μήτ᾿ ἐπὶ τῆς> Ἑλλάδος, ἀλλά μηδὲ κατὰ τὴν Ἰταλίαν· ἀκούω δὲ καὶ ταῦτα πολλαχόθι ἐσθίεσθαι καὶ [*](5 βούγλωσσα G ψίτται G 6 τῶ ν G1 11 τοὺ σ G1 13 ἐγὒς γ G1 prope asinos vero (vero as. d, vero om. v) sunt cervi. quare (unde v) et ab horum (eorum v) esu abstinendum L: itaque fort, scribendum ἐγγὺς δὲ τῶν ὄνων εἰσὶ καὶ οἱ ἔλαφοι, ὥστε καὶ τῆς τούτων ἐδωδῆς ἀφεκτέον 23. 24 neque in asia neque in grecia (elladea v) L: Ἀσίας — τῆς om. G 25 ταῦτα G: hec v: hos pd)