De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
αἶ μὲν γάρ ἐγχέλυες καὶ τὰ πλεῖστα τῶν μαλακίων τε καὶ σελαχίων καίτοι μαλακὴν ἔχοντα τὴν σάρκα διὰ τὸ γλίσχρον καὶ φλεγματῶδες αὐτῶν ἱκανῶς ἐστι βλαβερὰ τοῖς λεπτυνούσῃ διαίτῃ χρῆσθαι δεομένοις, οὕτω δὲ καὶ τὰ πλεῖστα τῶν ὀστρέων· οἶ δὲ τράγοι καὶ οἶ βόες ἤκιστα μὲν ὑγρὰν καὶ φλεγμα- τώδη καὶ γλίσχραν ἔχουσι τὴν σάρκα, βλάπτουσι δ’ ἱκανῶς καὶ αὐτοὶ τῷ πάνυ σκληρῷ καὶ δυσμεταβλήτῳ.
καὶ τὰ πλεῖστα δὲ τῶν ὀστρακοδέρμων τε καὶ μαλακοστράκων ζῴων ἢ διὰ τὸ συναμφότερον ἢ διὰ τὴν σκληρότητα τῆς σαρκὸς φευκτέα, μόνα δ’ ἐκ τῶν σελαχίων ἡ νάρκη τε καὶ ἡ τρυγὼν ἐπιτήδεια· καὶ χρῆσθαί ποτε καὶ τούτοις ἐγχω- [*](21—22, 5 197, 2—5. o 24—27) [*](1 γάρ delevi: ᾧ μὲν ἂν ὑπάρχῃ τὸ σ’. Ο ο fort, recte: cui utraque existunt (insunt v, utrumque existit d) L 3 θάττερον G τοῦδε O o: om. L 6 ἐξέστω G: ἵξεται (ἐξέσται editores) Ο: ἐξέσται (ἔσται BP, ἐξ ἔστι F 1) σοι o: licet L μὴ παρόντων 0 o: non presentibus L: προσφερόντων G 10 τοιαύτην delevi: om. LOo 13 αὐτῶν G: quod est in eis v: αὐτῆς οΟ (αὐτο BV in o): om. pd 19 malacostracorum (-atis v) L, cf. VI 735, 16ss.: μαλακοσάρκων G 20 vel propter solam duridem p d, sed solam om. v)
Τῶν δ᾿ ἄλλων ζῴων τῶν πεζῶν κριοὶ μὲν καὶ τράγοι καὶ σύμπαν δὲ τὸ τῶν προβάτων καὶ τῶν αἰγῶν γένος οὐ χρηστὴ τροφή· μόνοις δὲ τοῖς ἐρίφοις εἰκότως ἄν τις χρῷρο· τὴν δὲ τῶν ἀρνῶν ἐδωδὴν φυλακτέον δι᾿ ὑπερβάλλουσαν ὑγρότητα.
τοὺς δ᾿ ἵππους καὶ τοὺς ὄνους ὀνώδεσιν ἀνθρώποις ἐπιτρεπτέον ἐσθίειν, ὥσπερ δὴ καὶ παρδάλεις καὶ ἄρκτους καὶ λέοντας τοῖς θηριώδεσιν· ἐγγὺς δὲ τῆς τῶν ὄνων ἐδωδῆς εἰσι καὶ οἱ ἔλαφοι, ὥστε καὶ τούτων ἀφεκτέον.