De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

τὰ δὲ Δαμασκηνὰ κοκκύμηλα δι’ ὑδρομέλιτος ἕψοντα προεσθίειν ἄμεινον, ὅτῳ λεπτυνούσης ἐστὶ χρεία διαίτης· τούτων δ᾿ ἔτι μᾶλλον ὑπάγει γαστέρα τὰ ἀπὸ τῆς Ἰβηρίας· καὶ μὲν δὴ καὶ οἶ θαλάττιοι τῶν ἐχίνων καὶ [*](1 φάσιλοι G 11 οὐδὲν ἧττον G: nulllo minus L 12 βούκερα G 17 ἐς ἄμφω G: ἐς m hoc libello nusquam legitur nisi hoc loco, cf. Helmreich ad Gal. de temperamentis I p.13, 22 (p. 49, Aug. Vind. 1897) 21 εἰσὶ G 22 φάσιλοι G 23 δαμασκινὰ G 26 θαλάττιοι G1 Galeni de victu atten. 1. ed. kalbfleisch.)

18
οἱ τῶν κογχαρίων ἁπάντων ζωμοὶ καὶ οἶ τῶν παλαιῶν βλάπτουσι τὸν λεπτυνούσῃ διαίτῃ χρῆσθαι προῃρημένον.

μελίνη δὲ καὶ κέγχρος ἔλυμός τε καὶ εἴ τι τοιοῦτον ἕψον οὔτ’ εὔχυμα καὶ δυσώδη καὶ δύσπεπτα, ξηραίνει δ’ ἱκανῶς καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ σύμπαν οὐχ ἤκιστα τὸ σῶμα.

σκευάζεται δὲ κἀκ τῶν καλουμένων λοβῶν ἔτνος, οἵπερ δὴ καὶ κηπεύονται, παραπλησίως τῷ κυαμίνῳ· καὶ χρὴ καὶ τοῦτο γινώσκειν παχύχυμόν τε καὶ φλεγματικὸν ὑπάρχον, ἧττον μέντοι κυάμων εἰσὶ φυσώδεις οἶ λοβοὶ καὶ τὸ ῥυπτικὸν ὅπερ τούτοις ὑπάρχει τοῖς λοβοῖς οὐ πρόσεστι.

τί δ᾿ ἂν ἔτι περὶ τῶν ἄλλων σπερμάτων λέγοιμι τῶν μοχθηρῶν, ἃ καὶ τῆς ἡμετέρας παραινέσεως ἄπαντες ἤδη φεύγουσιν; ἀρκεῖ γὰρ κατὰ πάντων εἰπεῖν ὡς κριθαὶ μὲν εἰς λεπτύνουσαν δίαιταν ἄλυποι παρὰ πάντα τὰ σιτηρὰ ἐδέσματα, δεύτεροι δ’ οἶ ἐκ τῶν πυρῶν ἄρτοι κριβανῖται· τῶν δ’ ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ μὴ διὰ μακροῦ πισσῶν ἢ φακῆς γεύεσθαι δή τις ἐθέλοι ἢ χόνδρου.

Πλείστην δ’ ἂν ἔχοις εἰ βούλοιο καὶ ἄφθονον ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπὸ τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν· οἶ μὲν γὰρ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς πεδίοις ὑγρότεροί τ’ εἰσὶ καὶ περιττωματικώ- [*](14—19 8 ὁ 194, 6—195, 1. o 156, 15—23) [*](3 προειρημένον G 8 ἔτνος, οἵπερ G: etnum quod p: et υῆα v: unum ferculum quod d: fort, ἔτνος, ὅπερ (= ταῖς λοβαῖς G 13 πρὸ ex πρὸς G1 ἄλυποι Οο: ἄλυπα G δεύτεροι Οο: secumndi v: δεύτερον G: secundario pd 18 πλὴν εἰ διά μακροῦ χρόνου ὁ 19 πισσῶν ἢ φακῆς G: de pisis vel lente L: πίσσου ἢ φακοῦ Οο δή om. Ο ο L 22 ἀπό τε τῶν O o)

19
τεροι, τὰ δ’ ἐν τοῖς ὄρεσι διαιτώμενα ζῷα πάντα ξηρότερά τε καὶ θερμότερα ταῖς κράσεσιν ὑπάρχει καὶ ἡ σὰρξ αὐτῶν ἤκιστα φλεγματώδης ἐστὶ καὶ γλίσχρα.

ἔστι δὲ καὶ τά ἄλλα πάντα τὰ ἐν τοῖς ὄρεσι φυόμενα μακρῷ βελτίω τῶν ἐν τοῖς πεδίοις, καί μοι δοκοῦσι καὶ οἶ ἄρειοι στρουθοὶ μὴ μόνον τῇ λεπτότητι τοῦ ἀέρος ἀλλὰ καὶ ταῖς τροφαῖς οὐχ ἤκιστα πλεονεκτεῖν τῶν ἐν ἕλεσί τε καὶ πεδίοις διαιτωμένων.

ψᾶρας οὖν καὶ κίχλας καὶ κοττύφους καὶ πέρδικας ἅμα τοῖς ἄλλοις στρουθοῖς τοῖς ὀρείοις ἐσθίειν, δὲ καὶ νηττῶν καὶ τῶν ἄλλων ὀρείων ὀρνίθων· ἄρτω δὲ καὶ ὠτίδων καὶ χηνῶν καὶ τῶν ἄλλων μεγάλων στρουθῶν ἃς καὶ στρουθοκαμήλους ὀνομάζουσι καὶ πά.πων τῶν ὁμοίων ἀφεκτέον, ὅτῳ φροντίς ἐστι λεπτυνούσῃ χρῆσθαι διαίτῃ· σύμπαντα γὰρ τὰ τοιαῦτα περιττωματικὴν ἔχει τὴν σάρκα.

καὶ οἶ πυργίται καλούμενοι στρουθοὶ καὶ ὅσοι κατὰ τὰς ἀμπέλους διαιτῶνται καὶ τῶν περιστερῶν αἶ ἐκ τῶν πύργων ἀμείνους τῶν κατοικιδίων εἰσίν· οὕτω δὲ καὶ οἶ σύες οἶ ὄρειοι τῶν ἡμέρων βελτίους εἰς ἐδωδὴν καὶ καθόλου πάντα τὰ γεγυμνασμένα τῶν ἀγυμνάστων καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα τῶν ὑγροτέραις καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίον· αἶ γὰρ τῶν ἡμέρων συῶν σάρκες ἀπάντων μὲν τῶν ἐδε- [*](8—10 ὁ 196, 1 s. ὁ 166, 23 s. 16—23 ὁ 195, 2—10. o 156. 24—157, 5) [*](2 ξηρότερά τε καὶ θερμότερα Οο: sicciora et calidiora L: θ’. τε καὶ ’ξ G 9 κοττύφους G1 11 νιττῶν G 18 πύργων Οο of. VI 485, 9: turribus pv (ex turturibus p): ruribus d: πέτρων G 28 τῶν ἐναντίων GO o: contrariis v: eis que contrarium (scil. respirant aerem) pd)

20
σμάτων εἰσὶ τροφιμώταται, πάμπολυ δ’ ἔχουσιν ἐν αὑταῖς τὸ γλίσχρον ἀργίᾳ θ’ ἄμα τῇ τοῦ ζῴου καὶ ἀφθονίᾳ τροφῆς ὑγροτέρας.

ἀλλὰ τούτων μὲν ἀπέχεσθαι παντάπασιν οἷς μέλει λεπτυνούσης διαίτης πλὴν ὅσα τῶν ἀκραίων ἅπτεσθαί ποτε μηδὲ τούτων ἀπλῶς, ἀλλ’ εἰ γυμνάζοιτό τις ἀξιολόγως· ἔξεστι γὰρ τούτῳ καὶ ὧτα καὶ ῥύγχη καὶ πόδας συῶν ἐσθίειν καὶ γαστρὸς γεύεσθαι καὶ μήτρας καλῶς καθεψημένων· ὅσοι δ’ ἀργότερον καὶ ῥᾳθυμότερον διαιτῶνται, τούτους εἴργεσθαι προσήκει οὐ τούτων μόνον τῶν συῶν τῆς ἐδωδῆς ἀλλὰ καὶ τῶν ὀρείων, ἀρκέσει δ’ αὐτοῖς ὑπό τε στρουθῶν διαιτᾶσθαι τῶν ὀρείων καὶ ἰχθύων τῶν πετραίων, ἰουλίδος καὶ φυκίδος καὶ κοττύφου καὶ κίχλης καὶ σκάρου καὶ ἀπλῶς εἰπεῖν ἀπάντων ὅσοι μαλακήν τε καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα, τῶν δ᾿ ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων ἀπέχεσθαι παντάπασιν.

μαλακὴ μὲν οὖν ἡ τῶν ὀνίσκων σὰρξ ἀλλ’ ἧττον ψαθυρὰ τῆς τῶν πετραίων, τῶν μέντοι τριγλῶν ψαθυρὰ μὲν οὐ μὴν <καὶ> μαλακή.