De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

ἐρέβινθοι δὲ φυσῶδες μέν ἐστι καὶ δύσπεπτον καὶ περιττωματικὸν ἔδες μὰ, πρὸς μέντοι τὴν οὔρησιν ἐπιτήσειοι, καί τι καὶ ῥυπτικὸν ἔχουσιν.

ὄροβοι δὲ βοῶν μᾶλλον ἢ ἀνθρώπων ἔδεσμα, τημτικὴν μέντοι δύναμιν ἔχουσιν, ὥστε καὶ σκευάζεται δι’ αὐτῶν φάρμακον οὐδενὸς ἧττον ἐκκαθαῖρον τὰ κατὰ θώρακα.

βούκερας δὲ καὶ τῆλις — ἑκατέρως γάρ ὀνομάζεται — λαμβάνεται μὲν οὐ κακῶς καὶ πρὸ τῶν σιτίων ὑπαγωγῆς ἕνεκα γαστρὸς ἅμα τῷ γάρῳ, προσφέρονται δὲ καί τινες καὶ τὸν χυλὸν αὐτῆς μετὰ μέλιτος ὧς καὶ θερμαίνειν καὶ ῥύπτειν δυνάμενον· καὶ ἔστι μὲν ἐς ἄμφω ταῦτα ἀγαθή, φυλάττεσθαι δ’ ἐπὶ πλέον ταύτῃ χρῆσθαι· κεφαλαλγὴς γάρ ἐστι.

καὶ τοῖς ἄλλοις δὲ τοῖς οὕτω προσλαμβανομένοις ὑπαγωγῆς ἕνεκα γαστρὸς ὀλιγίστοις χρῆσθαι προσῆκε· φυσώδη γὰρ αὐτῶν ἐστι τὰ πλεῖστα καὶ δύσπεπτα, καθάπερ καὶ οἶ θέρμοι καὶ οἶ ὦχροι καὶ οἶ φάσηλοι.

τὰ δὲ Δαμασκηνὰ κοκκύμηλα δι’ ὑδρομέλιτος ἕψοντα προεσθίειν ἄμεινον, ὅτῳ λεπτυνούσης ἐστὶ χρεία διαίτης· τούτων δ᾿ ἔτι μᾶλλον ὑπάγει γαστέρα τὰ ἀπὸ τῆς Ἰβηρίας· καὶ μὲν δὴ καὶ οἶ θαλάττιοι τῶν ἐχίνων καὶ [*](1 φάσιλοι G 11 οὐδὲν ἧττον G: nulllo minus L 12 βούκερα G 17 ἐς ἄμφω G: ἐς m hoc libello nusquam legitur nisi hoc loco, cf. Helmreich ad Gal. de temperamentis I p.13, 22 (p. 49, Aug. Vind. 1897) 21 εἰσὶ G 22 φάσιλοι G 23 δαμασκινὰ G 26 θαλάττιοι G1 Galeni de victu atten. 1. ed. kalbfleisch.)

18
οἱ τῶν κογχαρίων ἁπάντων ζωμοὶ καὶ οἶ τῶν παλαιῶν βλάπτουσι τὸν λεπτυνούσῃ διαίτῃ χρῆσθαι προῃρημένον.

μελίνη δὲ καὶ κέγχρος ἔλυμός τε καὶ εἴ τι τοιοῦτον ἕψον οὔτ’ εὔχυμα καὶ δυσώδη καὶ δύσπεπτα, ξηραίνει δ’ ἱκανῶς καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ σύμπαν οὐχ ἤκιστα τὸ σῶμα.

σκευάζεται δὲ κἀκ τῶν καλουμένων λοβῶν ἔτνος, οἵπερ δὴ καὶ κηπεύονται, παραπλησίως τῷ κυαμίνῳ· καὶ χρὴ καὶ τοῦτο γινώσκειν παχύχυμόν τε καὶ φλεγματικὸν ὑπάρχον, ἧττον μέντοι κυάμων εἰσὶ φυσώδεις οἶ λοβοὶ καὶ τὸ ῥυπτικὸν ὅπερ τούτοις ὑπάρχει τοῖς λοβοῖς οὐ πρόσεστι.

τί δ᾿ ἂν ἔτι περὶ τῶν ἄλλων σπερμάτων λέγοιμι τῶν μοχθηρῶν, ἃ καὶ τῆς ἡμετέρας παραινέσεως ἄπαντες ἤδη φεύγουσιν; ἀρκεῖ γὰρ κατὰ πάντων εἰπεῖν ὡς κριθαὶ μὲν εἰς λεπτύνουσαν δίαιταν ἄλυποι παρὰ πάντα τὰ σιτηρὰ ἐδέσματα, δεύτεροι δ’ οἶ ἐκ τῶν πυρῶν ἄρτοι κριβανῖται· τῶν δ’ ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ μὴ διὰ μακροῦ πισσῶν ἢ φακῆς γεύεσθαι δή τις ἐθέλοι ἢ χόνδρου.