De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

ἔστι δὲ τὸ σπέρμα πτισθῆναι μὲν δεόμενον ὥσπερ ἡ κριθὴ καὶ ἡ ὄλυρα καὶ ὁ βρόμος, ἐπειδὰν δὲ γυμνωθῇ, πολὺ καὶ πυροῦ καὶ κριθῆς καὶ ὀλύρας ἰσχνότερόν τε καὶ μικρότερον γίνεται· ἔστι δὲ καὶ ξανθὸν ὁμοίως τοῖς πυροῖς, οὐχ ὥσπερ ἡ κριθὴ λευκόν.

γίνεται δ’ ἔν τισιν ἔθνεσι κριθὴ γυμνή, καθάπερ ἐν Καππαδοκίᾳ, καὶ καλεῖται οὕτως πρὸς αὐτῶν ἐκείνων ὧς ἐμοὶ νῦν εἴρηται καὶ ἔστι τά τ’ ἄλλα καλλίστη καὶ ἐξ ὕδατος ὥσπερ χόνδρος ἑψηθεῖσα σύν τινι τῶν γλυκέων οἴνων ὢ ἐπιτηδειοτάτη ληφθῆναι.

Κύαμοι δὲ ῥυπτικὸν μὲν ἔχουσί τι καὶ αὐτοὶ κριθῶν δὲ] οὐδὲν ἧττον, ἀλλ’ οὔτε πέττονται ῥᾳδίως καὶ φυσώδεις ἱκανῶς εἰσιν, ὥστε πολύ βέλτιον τοὺς πισσοὺς ἐσθίειν· ἀμείνους γὰρ εἰς ἅπαντα κυάμων. [*](6 Μνησίθεος] Gal. VI 512, 9 88., cf. Athen. Ill 115 f. (265, 14 88. Kaibel)) [*](2 ἕτερον <γένος>? 11 τῶνδε] τοῦδε G: his vp: om. ἐπειδὴ G 23 δὲ delevi: om. L 25 γὰρ εἰς G: enim sunt secundum γάρ <εἰσιν> εἰς?) L)

17
ὦχροι δὲ καὶ δόλιχοι καὶ φάσηλοι πολὺ καὶ τῶν κυάμων μοχθηρότεροι.

οὐ μὴν οἴ γε φακοὶ φαῦλοι τὰ πάντα καίτοι παχὺν ὑποτρέφοντες Χυμόν, ἀλλ’ ὥστε χρῆσθαί τινα μὴ παρόντος τῶν ἐπιτηδείων ἐδεσμάτων τινός· ὅμοιοι δὲ καὶ οἶ θέρμοι ταῖς φακοῖς, πλὴν ἧττον ξηραίνουσιν.

ἐρέβινθοι δὲ φυσῶδες μέν ἐστι καὶ δύσπεπτον καὶ περιττωματικὸν ἔδες μὰ, πρὸς μέντοι τὴν οὔρησιν ἐπιτήσειοι, καί τι καὶ ῥυπτικὸν ἔχουσιν.

ὄροβοι δὲ βοῶν μᾶλλον ἢ ἀνθρώπων ἔδεσμα, τημτικὴν μέντοι δύναμιν ἔχουσιν, ὥστε καὶ σκευάζεται δι’ αὐτῶν φάρμακον οὐδενὸς ἧττον ἐκκαθαῖρον τὰ κατὰ θώρακα.