De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

αἶ δὲ διά τινος τῶν γλυκέων λαμβανόμεναι κριθαὶ πολὺ μὲν εἰς τὴν προκειμένην δίαιτάν εἰσι χόνδρου λυσιτελέστεραι· καὶ γὰρ παχύν τε καὶ γλίσχρον χυμὸν ὁ χόνδρος γεννᾷ· πειρᾶσθαι δ’ ὅμως καὶ ταύτας μήτε διὰ σιραίου μήτε διά τινος τῶν πάχος ἐχόντων ἱκανὸν προσλαμβάνειν, ἀλλ’ ἤτοι δι’ οἰνομέλιτος ἢ διά τινος οἴνου παραπλησίου τῷ φαλερίνῳ.

κατά δὲ τὸν αὐτὸν τρόπον καὶ ταῖς τίφαις ἔνεστι χρήσασθαι καὶ τῷ βρόμῳ πλὴν ὅσα καὶ δυσπεπτότερα καὶ περιττωματικώτερα πτισάνης ἐστὶ καὶ χόνδρου· πάμπολλα δὲ ταῦτα τὰ σπέρματα κατὰ τὴν ἐν Ἀσίᾳ γεννᾶται Μυσίαν, ὥστε καὶ ἄρτους ἐξ αὐτῶν σκευάζουσιν· εἰσὶ δὲ δήπου καὶ αὐτοὶ οἶ ἄρτοι δύσπεπτοί τε καὶ οὐκ εὔχυμοι.

καὶ ἡ ὄλυρα δὲ καλουμένη πλείστη κατά τὴν Ἀσίαν ἐστίν, ἐν τῷ μέσῳ τούτων τε καὶ πυρῶν καθεστηκυῖα· τοσούτῳ γάρ ἐστι πυροῦ χείρων ὅσῳ τούτων βελτίων· χρῶνται δὲ καὶ [*](αὐτῶν saepissime invenitur apud Gal.) 5 χρὴ G: oportet quoniam L 7 post de alphitis vero add. quoniam pd: alfita vero omnia sunt etc. v 9 ὑγρὸν G: humidior L )

16
ταύτῃ κατὰ τοὺς αὐτοὺς τρόπους.

ζειᾶς δὲ μὴ ζητεῖν ἕτερον παρὰ τὰς ὀλύρας καὶ τίφας ἐδώδιμον Ἕλλησιν· ἀκριβῶς μὲν γὰρ οὐκ οἶδα καθ’ ὁποτέρου τούτων οἱ παλαιοὶ τὸ τῆς ζειᾶς ἔφερον ὄνομα, τρίτον δ’ οὐδέν ἐστι τούτοις ὅμοιον γένος; ἀλλ’ ἤτοι τὰς τίφας ἢ τὰς ὀλύρας οὕτως ὠνόμαζον· Μνησίθεος δὲ κατὰ μὲν ταὐτοῦ σπέρματος ἄμφω τὰ ὀνόματα φέρει τίφας καὶ ὀλύρας ὀνομάζων, τὰς ζειὰς δ’ ὧς ἕτερόν τι τούτου μοχθηρότερον ὑπείληφεν ἔδεσμα, καί μοι δοκεῖ τὰς νῦν ὑφ’ ἡμῶν ὀνομαζομένας τίφας αὐτὸς ζειὰς προσαγορείειν ἢ τι καὶ τῶνδε μοχθηρότερον.