De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

Νυνὶ ἁ ἐπὶ τὰς κριθὰς αὖθις ἐπανίωμεν· οὐ γὰρ ἔν γε πτισάνη μόνῃ ἡ χρῆσις αὐτῶν ἐδώδιμος, [*](19 ὀλίγον ὕστερον] § 87 et 110) [*]((= λευκοῦ) pd 1 πολλοὶ G: multis L 2 ἐπιμιγνύντες permiscendo L 6 γλίχωνος G ὑσώπου G 8 ἄλλοις ἐδέσμασιν σχεδὸν, sed. corr. G1 9 αὐτὴ G: ipsa quidem (= αὐτὴ μὲν) L fort, recte 10 ὑσώπου G 14 πνεύμονα ex πνεύματα ut vid. corr. G1 17 αὐτῶν] αὐτὰ G: a sorbitionibus que ex condro ipsis per (secundum v) se ipsas (ipsas om. v) L 22 in ptisana solum L: fort, μόνον ἡ χρῆσις αὐτῶν ἐδώδιμος G: usus eius est esibilis v: usus eius utilis pd: possis esus eius utilis id est ἡ ἐδωδὴ αὐτῶν χρήσιμος (nam hiatus ante)

15
ἀλλὰ καὶ ἄρτοι πολλαχόθι κρίθινοι γίνονται καὶ μετὰ γάλακτος ἕψεται τὸ αὐτῶν ἄλευρον καὶ φρυγεισῶν ἄλφιτα γίνεται καὶ δι’ ὕδατος ὥσπερ χόνδρος ἑψηθεῖσαι καὶ μετ’ οἴνου γλυκέος ἢ σιραίου προσφέρονται.

περὶ μὲν δὴ τῶν ἄρτων ὧδε γινώσκειν χρή· ὀλιγότροφοι πάντες εἰσὶ καὶ παχύχυμοι καὶ φυσώδεις ἤκιστα, ὅπως ἂν σκευασθῶσι· περὶ δὲ τῶν ἀλφίτων· ἅπαντα ὀλιγότροφα τοῖς ἄρτοις ὁμοίως, ξηραίνει δὲ μᾶλλον τῷ πεφρῦχθαι· τὸ δ’ ἄλευρον ὑγρότερόν τ’ ἐστὶν ἀμφοῖν καὶ περιττωματικώτερον καὶ φυσωδέδτερον καὶ μάλιστ’ ἂν μετὰ γάλακτος σκευασθῇ ὁμοίως τῴ χόνδρῳ.