De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

τρέφουσι δ’ οὗτοι φανερῶς τὰ σώματα τῶν πινόντων, καὶ οἶδά τινας τῶν ἐπιχωρίων [*](5—12 O 345, 5—11) [*](1 ἐξ αὐτοῦ ὠνεῖσθαι G: ipsa emere v: emere ca pd 2 σπουδάζεσθαι supra vers. m. pr., πιπράσκεσθαι in versu G: habeantur studio (cure v) L 4 convivia L 5 sacrificia L) [*](5 6 πλήσμιός ἐστι (praeced. ὁ οἶνος) Ο: repletionalia sunt L: at hiat πλήσμιοί <εἰσι> 6 δία | διαχωρήσεις G 8 αὐτῶν αὐταῖς G : om. LO καὶ μεσάραιον delevi: om. LO 9 μένουσι G : ἐμμένει Ο: immorantur pd: permanent v: fort, ἐμμένουσι) [*](12 πινόμεν G: bibta pd: cum . . bibuntur v <οὐκ ὀλίγος> om. G : non paucum L 12. 18 in egis L: ἐν γαῖς G : cf. XV 645, 10) [*](15 Περπερίναν cf. XV 645, 10 VI 800, 11. 16 804, 18 337 15 (unde corr. X 833, 16) 20 πινόντων G: bibentium v: famescentium (= πεινώντων) pd)

33
νεανίσκων τῶν ἀμφὶ παλαίστραν ἐχόντων εἰς εὐεξίαν αὐτοῖς προσχρωμένους οὐδὲν ἧττον χοιρείων κρεῶν ἐδωδῆς.

Ἀλλὰ γὰρ οὗτοι ἐναντιώτατοι τῇδε τῇ διαίτῃ, καὶ οὐ χρὴ μέμφεσθαι τὸν λόγον ὧς ἄλλα μὲν ἐπαγγειλάμενον, ἄλλα δὲ διδάσκειν ἐπιχειροῦντα· χρὴ γὰρ οὐ τὰ λεπτύνοντα μεταδιώκειν μόνον ἀλλὰ καὶ φεύγειν τὰ παχύνοντα τὸν λεπτυνούσῃ διαίτη καλῶς χρήσασθαι προαιρούμενον.

οὕτω τοι καὶ αὐτὴν ὅλην τὴν ἰατρικὴν οὐχ ὑγιεινῶν μόνον ἀλλά καὶ νοσωδῶν ἐπιστήμην εἷναί φαμεν, καὶ οὐχ ἧττόν γε νοσ.ωδῶν ἢ ὑγιεινῶν· καὶ γὰρ οὐδ’ <ἂν> βλάπτοιτό τις ἧττον ἐκ τοῦ τοῖς νοσώδεσιν ἢ ἀπέχεσθαι τῶν ὑγιεινῶν.

ἁπάντων οὖν ἐπιστήμην ἔχειν προσήκει τὸν καλῶς θατέρῳ γένει προσχρησόμενον, ἀλλὰ τῶν μὲν πρώτων τε καὶ δι’ †αὐτὴν <* * * * *> αἱρετὴν· ἔστι δὲ καὶ τρίτον τι γυιὸς <μέσον> ἀμφοῖν, ὃ μήτ’ ὠφελεῖ βλάπτει, καὶ χρὴ τοῦτο γινὠσκειν οὐτ’ εῖς αἵρεσιν ὑγιεινὸν οὔτ’ εἰς βλάβην νοσῶδες· ἀλλ’ εἰ μὲν παρείη ποτέ, [καὶ] <μὴ> μάτην αὐτοί φύγωμεν ὧς βλάπτον, εἰ δ’ ἀπείη, μὴ μάτην αὐτὸ ζητῶμεν ὧς ὠφελοῦν.