De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
καὶ γὰρ πλήσμιοι καὶ βραδυπόροι καὶ τὰς δία χωρήσεις ἐπέχουσιν ἀμφοτέρας, τάς τε κατὰ γαστέρα καὶ οὐχ ἧττον αὐτῶν τὰς ἐπὶ κύστιν [καὶ μεσάραιον], κἀπὶ πλεῖστον ἐν τοῖς ὑποχονδρίοις μένουσι καὶ ῥᾳδίως ἀποξύνονται καὶ εἰς ἔμετον χωροῦσι, μόνοις δ’ εἰσὶν ἐπιτήδειοι τοῖς κατὰ γαστέρα ῥεύμασιν οὐδὲ τούτοις εἰς κόρον πινόμενοι.
τοιοῦτος οἶνος <οὐκ ὀλίρος> ἐν Αἰγαῖς ταῖς Αἰολίσι γεννᾶται ἐν τῷ πεδίῳ καί τις ὅμοιος ἕτερος αὐτῷ κατὰ τὴν ἀστυγείτονα πόλιν Περγάμου Περπερίναν, καὶ πίνουσιν οἶ μὲν ἐπιχώριοι πάντες αὐτοὺς ὑπὸ συνηθείας ἀλύπως· καὶ γὰρ καὶ καταπαύουσιν ἐν τῷ προσήκοντι μέτρῳ τὴν πόσιν· οὐκ ἀλύπως δ’ οἵ τ’ ἀήθεις ἄπαντες καὶ ὅσοι περαιτέρω τοῦ μέτρου προσφέρονται.