Σύνοψιν φλεβῶν καὶ ἀρτηριῶν ἀνατομῆς, Ἀντίσθενες φίλτατε, βουληθέντι σοι παρ’ ἐμοῦ δοθῆναι μνήμης ἕνεκεν ὧν ἐθεάσω δεικνυμένων ἐν πιθήκου σώματι, διὰ τούτου τοῦ λόγου πεποίημαι. ἡ δὲ ἀκριβεστέρα ἐξήγησις οὐ τούτων μόνων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων μορίων, ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται. νυνὶ δὲ, ἵνα καὶ σαφὴς ὁ λόγος γένοιτο, δένδρου πρέμνον ἐννόησόν
780
τι κάτω μὲν εἰς πολλὰς ῥίζας, ἄνω δὲ εἰς ἀκρέμονας σχιζομένου. οὕτω γὰρ οὐχ Ἱπποκράτης μόνος, ἀλλὰ καὶ οἱ μετ’ αὐτὸν οἱ δοκιμώτατοι τῶν ἀνατομικῶν εἰκάζουσιν. αἱ μὲν οὖν εἰς τὴν γαστέρα καὶ ἔντερα καθήκουσαι φλέβες ἀνάλογοι ῥίζαις εἰσίν· ἣν δὲ ὀνομάζουσιν ἡπατῖτίν τε καὶ κοίλην, οἷόν τι πρέμνον ἁπασῶν ὑπάρχει τῶν καθ’ ὅλον τὸ σῶμα φλεβῶν. οὕτω δὲ καὶ τῶν ἀρτηριῶν ἐκ τῆς καρδίας πεφυκυιῶν αἱ μὲν εἰς τὸν πνεύμονα κατασχιζόμεναι ῥίζαις τισὶν ἐοίκασιν· ἣν δὲ Ἀριστοτέλης μὲν ἀορτὴν, οἱ δὲ ἄλλοι ἀρτηρίαν μεγάλην ὀνομάζουσιν, ἀνάλογός ἐστι καὶ αὐτὴ στελέχει φυτοῦ. πρῶτον οὖν σε τῶν ἑπτὰ κατὰ τὴν γαστέρα καθηκουσῶν ἀναμνήσω, μίαν ἀρχὴν ἐχουσῶν ἁπασῶν ἐκεῖνο τὸ μέρος τοῦ ἥπατος, ὃ καλοῦσι πύλας. ἐντεῦθεν γὰρ ἐκφυομένη μεγάλη τις φλὲψ ἀποτείνεται λοξὴ πρός τε τὰ κάτω καὶ ἄλλα τοῦ ζώου μόρια, κατὰ μέσην πως μάλιστα τὴν δωδεκαδάκτυλον ὑπὸ Ἡροφίλου καλουμένην ἔκφυσιν.
781
ὀνομάζει δ’ οὕτως ἐκεῖνος τὴν ἀρχὴν τοῦ ἐντέρου, πρὶν εἰς ἕλικας ἑλίττεσθαι. καὶ μὲν δὴ καὶ δίδωσι ταύτῃ πρώτην βραχεῖάν τινα φλέβα, μόνην ἐπ’ ἐνίων φαινομένην, ὡς τὸ πολὺ δὲ καὶ σὺν ἄλλαις τριχοειδέσι τῇ λεπτότητι, πρός τε τὴν ἔκφυσιν ἰούσαις καὶ τὸ πάγκρεας, ὅπερ ἔνιοι καλλίκρεας ὀνομάζουσι. ἀδὴν δ’ ἐστὶν οὗτος ὑποβεβλημένος ταῖς ἐνταῦθα κατασχιζομέναις ἀρτηρίαις καὶ φλεψίν. καὶ ἄλλη δέ τις φλὲψ μικρὰ πρὸς τὸν πυλωρὸν ἀναφερομένη τῷ περὶ τοῦτον καὶ πρὸ τούτου μέρει τῆς γαστρὸς διασπείρεται. τῶν δὲ ἀξιολόγων ἀποφύσεων τῆς ἐπὶ πύλας φλεβὸς πρώτη μέν ἐστιν ἡ εἰς τὸ σιμὸν τῆς γαστρὸς φερομένη, δευτέρα δὲ ἡ εἰς τὸν σπλῆνα. τισὶ μέντοι τῶν πιθήκων ἡ μὲν ἀπόφυσίς ἐστι μία, σχίζεται δὲ αὐτίκα δίχα, καὶ τὸ μὲν ἕτερον ἐπὶ τὴν γαστέρα, τὸ δὲ ἕτερον ἐπὶ τὸν σπλῆνα φέρεται. καὶ μὴν ὁπότε δύο εἰσὶν αἱ φλέβες, αὗται καὶ τότε ψαύουσιν ἀλλήλων κατὰ τὴν ἔκφυσιν. ἡ μὲν οὖν ἐπὶ τὸ σιμὸν τῆς γαστρὸς ἰοῦσα πλησίον ἐκφύεται τοῦ πυλωροῦ. καλεῖται δ’ οὕτω τὸ κάτω πέρας
782
αὐτῆς, ἐν τοῖς δεξιοῖς μέρεσι κείμενον ἐγγὺς τοῦ ἥπατος· ἱκανῶς γάρ ἐστι λοξὴ τὴν θέσιν ἐν τοῖς ζώοις τούτοις ἡ κοιλία. κατασχίζεται δὲ οὐκ ἔτ’ εἴσω παρ’ αὐτῆς τὸ σιμὸν ἡ φλὲψ ἥδε. τὰ γὰρ ἐν τοῖς ἀριστεροῖς πάντα μέχρι τῆς κατὰ τὸν στόμαχον ἐκφύσεως ἕτεραι διαπλέκουσι φλέβες ἀπεσχισμέναι τῆς ἐπὶ τὸν σπλῆνα φερομένης. ἱκανῶς γὰρ αὕτη μικρὰς καὶ πολλὰς ἐν τῇ διόδῳ τριχοειδεῖς φλέβας εἰς τὸ πάγκρεας ἐκφύει. ἔπειτα, ἂν ἤδη πλησίον ᾖ τοῦ σπληνὸς, ἀξιόλογον ἀπόφυσιν ἑαυτῆς ἐπὶ τὰ σιμὰ πέμπει τῆς γαστρός. ὅσον δὲ αὐτῆς ἐπιβαίνει τῷ σπληνὶ, κατὰ τὸ μέσον αὐτοῦ μάλιστα τὴν θέσιν ἔχει, κᾄπειτα ἐνταῦθα διασχιζόμενον ὅλῳ τῷ σιμῷ τοῦ σπλάγχνου μετέωρον ὑποφέρεται, πολλὰς εἰς αὐτὸν οἷον ῥίζας τινὰς ἐμβαλών. οὐ μὴν ἐνταῦθά γε κατασχίζεται πᾶν, ἀλλ’ ἱκανῶς ἀξιόλογον ἑκάτερόν ἐστι τῶν περάτων αὐτοῦ. καὶ τοίνυν καὶ φέρεται τὸ μὲν ἀπὸ τῆς κεφαλῆς τοῦ σπληνὸς ἐπὶ τὰ κυρτὰ τῆς γαστρὸς, τὸ δὲ ἀπὸ τῆς τελευτῆς εἰς τὴν ἀριστερὰν ἐπιπλόου μοῖραν· ἐπίπλουν δὲ λέγειν ἢ ἐπίπλοον οὐ διοίσει.
783
ταῦτα μὲν οὖν ὡς τὸ πολὺ φαίνεται. σπανίως δέ ποτε, καὶ πρὶν ἐπὶ τὴν κεφαλὴν ἐλθεῖν τοῦ σπληνὸς, ἡ μεγάλη φλὲψ ἀναφέρεται πρὸς τὰ κυρτὰ τῆς γαστρὸς, ἀποφύσεις ἑαυτῆς πρός τε τοὐπίλοιπον τοῦ σπληνὸς φέρουσα καὶ πρὸς τὰ σιμὰ τῆς γαστρὸς ἄχρι τοῦ στόματος αὐτῆς. τρίτη δ’ ἐπὶ ταῖς εἰρημέναις ἀποφύεται τῆς μεγάλης φλεβὸς, ὁμοίως ἐκείναις εἰς τὰ ἀριστερὰ μέρη διαπλέκουσα τὸ τελευταῖον μεσεντέριον τῶν μεγάλων ἐντέρων ἄχρι τῆς ἕδρας, ὥσπερ γε καὶ μετ’ αὐτὴν ἑτέρα τις ἐκ τῶν δεξιῶν μερῶν τῆς μεγάλης φλεβὸς ἀποφυομένη παρὰ τὸν πυλωρὸν ἀναφέρεται πρὸς τὸ κυρτὸν τῆς γαστρός. ἀποφύσεις δὲ αὐτῆς ἀνιούσης εἰς τοὐπίπλοον γίνονται κατὰ τὸ δεξιὸν αὐτοῦ μέρος, ὁποῖόν τε μάλιστα θέσιν ἀντικειμένην ἔχουσαι τῇ μικρὸν ἔμπροσθεν ἀπὸ τῆς τελευτῆς τοῦ σπληνὸς εἰς αὐτὸ φέρεσθαι λελεγμένῃ. καὶ μετ’ αὐτὴν δὲ φλὲψ ἄλλη τῆς μεγάλης ἀποφύεται φλεβὸς ἐν τοῖς δεξιοῖς μέρεσιν αὐτῆς, εἰς τὸ ταύτῃ τοῦ κώλου μεσεντέριον κατασχιζομένη. τὸ δ’ ὑπόλοιπον ἅπαν τῆς φλεβὸς, ἣν ἀπὸ τῶν πυλῶν ἔφην
784
ὁρμᾶσθαι, πρὸς τὸ μέσον ἥκει τῶν προειρημένων δύο μεσεντερίων, ὃ δὴ καὶ πλείστας ἔχει φλέβας, εἰς πρώτην μὲν τὴν νῆστιν, εἶθ’ ἑξῆς τὸ λεπτὸν ἔντερον ἅπαν κατασχιζόμενον. ἡ τελευτὴ δ’ αὐτοῦ τό τε τυφλὸν ἔντερον διαπλέκει καί τι μέρος μικρὸν τοῦ συνάπτοντος αὐτῷ κώλου. αὕτη μὲν ἡ νομὴ τῆς ἀπὸ πυλῶν φλεβὸς εἰς ἔντερα καὶ σπλῆνα καὶ γαστέρα. καὶ μὲν δὴ καὶ αἱ τοῦ ἐπιπλόου φλέβες ἅπασαι τούτων τῶν φλεβῶν ἀποβλαστήματά εἰσιν, αἱ μὲν ἐν τοῖς ἀριστεροῖς αὐτοῦ καὶ δεξιοῖς μέρεσιν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, αἱ δὲ τῆς ἐμπροσθίας τε καὶ μέσης χώρας, ἐκ τῶν κατὰ τὰ κυρτὰ τῆς γαστρός. αἱ δὲ τῆς ὑποβεβλημένης ταύτῃ, μικραὶ παντελῶς ὑπάρχουσαι, τὴν γένεσιν ἐκ τῶν κατὰ τὰ σιμὰ τῆς γαστρὸς ἔχουσι φλεβῶν. ἀναμιμνήσκω δέ σε καὶ ὅτι τῶν τὸ κυρτὸν τῆς γαστρὸς διαπλεκουσῶν φλεβῶν δύο οὐσῶν ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τὰ πέρατα συνάπτεται πρὸς ἄλληλα, καὶ ὅτι μετέωρος ἑκατέρα τῶνδε τῶν φλεβῶν ὑμέσιν ἐποχουμένη
785
τισὶν ἐκπεριέρχεται τὸ κυρτὸν τῆς γαστρός. οὐ μὴν αἵ γε κατὰ τὸ σιμὸν αὐτῆς, ἀλλ’ ἄντικρυς αὐτῷ τῷ τῆς γαστρὸς ἐκφυόμεναι σώματι τὴν σχέσιν ἐν ἐκείνῳ ποιοῦνται. τοῦ μέντοι σπληνὸς ἡ φλὲψ ὁμοίως ταῖς κατὰ τὰ κυρτὰ τῆς γαστρὸς ὑμέσιν ὀχουμένη τὸ σιμὸν πᾶν ὑπελήλυθεν. εἰσὶ δὲ καὶ ἄλλαι φλέβες ἐν τῷ τῶν μικρῶν ἐντέρων μεσεντερίῳ τῷ μέσῳ, περαίνουσαι πρὸς ἀδένας τινὰς ἐνταυθοῖ κειμένους. τῆς δὲ μεγάλης φλεβὸς τῆς ἐπὶ πύλας, ἧς ἀποβλαστήματά εἰσιν αἱ προειρημέναι πᾶσαι, καὶ ἄλλαι τινὲς ἀποφύονται, τοσαῦται τὸν ἀριθμὸν, ὅσοι περ ἂν ὦσιν οἱ λοβοὶ τοῦ ἥπατος· εἰς ἕκαστον γὰρ αὐτῶν κατασχίζεται μία. καὶ τοίνυν ἡ τροφὴ διὰ μὲν τῶν εἰς τὴν γαστέρα καὶ τὰ ἔντερα καθηκουσῶν φλεβῶν ἐπὶ τὰς πύλας ἀναφέρεται ταύτας· διό μοι καὶ δοκοῦσιν οἱ ἀρχαῖοι προσαγορεῦσαι τὸ χωρίον οὕτως· ἐντεῦθεν δὲ εἰς ὅλον τὸ ἧπαρ ἀφικνεῖται φερομένη διὰ τῶν εἰς τοὺς λοβοὺς αὐτοῦ κατασχιζομένων φλεβῶν.
Ἐντεῦθεν δὲ αὖθις εἰς ἑτέρας μεταλαμβάνεται
786
φλέβας, ἐν μὲν τοῖς κυρτοῖς τοῦ ἥπατος τεταγμένας, ἀποφυομένας δὲ ἄλλης μεγίστης φλεβὸς, ἣν δι’ αὐτὸ τοῦτο κοίλην ὀνομάζουσιν. ἀπὸ ταύτης δὲ καὶ αἱ εἰς ὅλον τὸ σῶμα παράγουσαι τὸ αἷμα φλέβες διεκφύονται. ἐκπίπτουσα γὰρ ἑκατέρως τοῦ ἥπατος, ἄνω μὲν ἐκ τῶν φρενῶν ἐπὶ τὴν καρδίαν ἀναφέρεται, κάτω δὲ ἐπὶ τὴν ῥάχιν κατακάμπτεται, κᾀνταῦθα ἐπιβαίνει τῇ μεγάλῃ ἀρτηρίᾳ, τῇ ἀπὸ τῆς καρδίας, ὀλίγον ἀνωτέρω τῶν φρενῶν. ἀποφύονται δὲ φλέβες, ἀπὸ μὲν τῆς ἄνω φερομένης αἵδε. πρώτη μὲν συζυγία κατ’ αὐτὰς τὰς φρένας. εἶθ’ ἑξῆς τριχοειδεῖς τινες πλείους εἴς τε τοὺς διαφράττοντας ὑμένας τὸν θώρακα καὶ τὸν περικάρδιον χιτῶνα. μετ’ αὐτὰς δ’ ἱκανῶς ἀξιόλογος εἰς τὸ τῆς καρδίας οὖς τὸ δεξιόν· ἐκ δὲ τοῦ ὠτὸς εἴς τε τὴν δεξιὰν κοιλίαν τῆς καρδίας τὴν μεγάλην, κᾀκ ταύτης εἰς τὸν πνεύμονα, τὸν αὐτὸν ἔχουσα χιτῶνα τῷ τῶν ἀρτηριῶν. καί τις ἄλλη μικροτάτη κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν τῆς καρδίας, εἰς ὅλον τὸ σπλάγχνον διασπειρομένη. κατὰ
787
δὲ τὸν αὐτὸν τρόπον ἐπὶ μὲν τῶν πλείστων ζώων εἰς τὰ τοῦ θώρακος ἀριστερὰ μέρη φέρεται φλὲψ, ἐπιβαίνουσα τῷ πέμπτῳ τοῦ μεταφρένου σπονδύλῳ. τοῖς πιθήκοις δ’ ἀνωτέρω βραχὺ τοῦ τῆς καρδίας ὠτὸς ἐν τοῖς δεξιοῖς φλὲψ αὕτη τέτακται, καταφερομένη μὲν ὁμοίως κατὰ τὴν ῥάχιν, εἰς ἅπαντα δὲ διανεμομένη τὸν θώρακα, πλὴν δυοῖν, ἔστι δ’ ὅτε τριῶν τῶν πρώτων μεσοπλευρίων. παρελθοῦσα γὰρ ἡ κοίλη τὴν καρδίαν ἐπὶ τὰς σφαγὰς ἀναφέρεται, πρώτην μὲν τὴν εἰρημένην ἀποφύουσα φλέβα, μικρὰς δὲ ἄλλας ἐφεξῆς, τὰς μὲν ἀραχνοειδεῖς, τὰς δὲ τριχοειδεῖς ἐπιπέμπουσα τοῖς διαφράττουσιν ὑμέσιν τὸν θώρακα καὶ τῷ καλουμένῳ θυμῷ. πλησίον δὲ ἤδη τῶν σφαγῶν γενομένη δίχα σχίζεται, καὶ τῶν μορίων αὐτῆς ἑκάτερον ἐγκλινόμενον λοξὸν ἐπὶ τὰ πλάγια βραχὺ τῆς μέσης ἀφίσταται χώρας. ἐφ’ ἑκάτερα δὲ πρὸς τὴν κατ’ αὐτὰς κλεῖδα ἀναφερόμεναι, ἐν τῇ μεταξὺ φορᾷ τῶν τε ἐπὶ τὰ πρόσω τοῦ θώρακος ἐρχομένων φλεβῶν εἰσὶν αἱ ῥίζαι. καὶ μετὰ ταῦτα ἄλλη συζυγία φλεβῶν μεγάλων σχιζομένων τά τε ἄνω μεσοπλεύρια
788
τοῦ θώρακος τρέφει καὶ τὰ περὶ τὰς ὠμοπλάτας χωρία καί τινας τῶν ἐν τῷ τραχήλῳ διὰ βάθους μυῶν. ἀπὸ τούτων δὲ τῶν φλεβῶν καὶ αἱ κατὰ τοὺς ἓξ τοῦ τραχήλου σπονδύλους ἐμπίπτουσαι τοῖς τρήμασιν αὐτῶν φλέβες ἀναφέρονται μέχρι τῆς κεφαλῆς. καὶ μέντοι καὶ τὸ λοιπὸν ἅπαν, ὅσον πλεῖστόν ἐστιν, ἐπὶ τὰς μασχάλας ἀνατείνεται. περὶ τῆς φλεβὸς, ἑκατέρωθεν οὔσης δηλονότι μιᾶς, ὥσπερ καὶ περὶ τῶν ἄλλων, ἡ μὲν ἀκριβεστέρα διήγησις ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν λέγεται· συνόψεως δὲ ἕνεκεν χρησίμης τοῖς εἰσαγομένοις εἰρήσεταί τι καὶ νῦν. μία μὲν ἀπόφυσις καθ’ ἑκατέραν αὐτῶν μικρὰ, τοῖς ἀπὸ στέρνου φερομένοις ἐπὶ τὸν ὦμον μυσὶ διανεμομένη. δευτέρα δ’ εἰς αὐτὰ τὰ κατὰ τὴν μασχάλην ἀδενώδη τε καὶ ὑμενώδη σώματα μικρὰ πάνυ. τρίτη δὲ ἀξιόλογος, εἰς μὲν τὰ κάτω φερομένη διὰ τῶν αὐτῶν μερῶν παρατεταμένη· ἡ δ’ ἑκατέρα τῇ παρ’ αὐτῶν πλευρᾷ τοῦ θώρακος ἄνωθεν κάτω μέχρι τῶν ὑποχονδρίων ὑπὸ τῷ δέρματι τεταμένη μετὰ νεύρου λεπτοῦ. τετάρτη δὲ ἐπὶ ταῖσδε φλὲψ ἀποφύεται
789
τῆς διὰ μασχάλης ἐπὶ χεῖρα φερομένης, εἴς τε τοὺς ἐν τοῖς σιμοῖς τῆς ὠμοπλάτης μῦς διανεμομένη καὶ τὸν κατ’ αὐτὴν τὴν μασχάλην τὸν μέγιστον.
Τὸ δὲ λοιπὸν τῆς φλεβὸς ταύτης εἰς ὅλην τὴν χεῖρα κατασχίζεται τρόπῳ τοιῷδε. διὰ μὲν τοῦ βραχίονος ἄνωθεν κάτω φέρεται, τοῖς ἔνδον μέρεσι παρατεταμένη τοῦ μεγάλου μυός. λαμβάνει δὲ ταύτης τῆς φλεβὸς οὐχ οὗτος μόνον ὁ μῦς, ἀλλὰ καὶ οἱ λοιποὶ σχεδὸν ἅπαντες οἱ κατὰ τὸν βραχίονα. τῶν δὲ ἀποβλαστημάτων αὐτῆς ἕν τι καὶ αὐτὸ διὰ βάθους φερόμενον ἑλίττεταί πως ἐν κύκλῳ περὶ τὸν βραχίονα, τὴν ὀπίσω χώραν ἐκπεριερχόμενον αὐτοῦ. μετὰ δὲ ταῦτα κατὰ τὴν ἕξω τε καὶ πρόσω χώραν ἀναφέρεται πρὸς τὸ δέρμα. τοὐντεῦθεν δὲ φέρεται κάτω, μέχρι τῆς διαρθρώσεως κατασχιζόμενον. τὸ πέρας δ’ αὐτοῦ ποτὲ μὲν ὀλίγον ὑπερβαίνει τὸν ἔξω τοῦ βραχίονος κόνδυλον, ἔστιν ὅτε δὲ ἐπὶ πλέον ἐκτείνεται, παρά τε τοῦ πήχεως ὀστοῦν κάτω φερόμενον ὑπὸ τῷ δέρματι. τὸ
790
δὲ ἄλλο πᾶν τῆς μεγάλης φλεβὸς ἐπὶ μέσην ἀφικνεῖται τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἅμα τῷ νεύρῳ τῷ πλησιάζοντι, τοῖς τε ἔνδον μέρεσι τοῖς τῶν ἐνταῦθα μυῶν ἄχρι τῆς ἔνδον κεφαλῆς τοῦ βραχίονος ἀποφύσεις ἐκτεῖνον, οὐδὲν ἧττόν τε διὰ βάθους τοῖς ὀπίσω τε καὶ πρόσω. πρὶν δὲ ἐπιβαίνειν τῆς διαρθρώσεως, εἰς πλείους σχίζεται φλέβας, ὧν ἐπιπολῆς μέν εἰσιν αἱ πολλαὶ, διὰ βάθους δὲ ἡ μεγίστη πασῶν. αὐτῶν δὲ τῶν ἐπιπολῆς οὔτε τὸ μέγεθος ἴσον, οὔθ’ ὁ ἀριθμός. ἐναργῶς γὰρ ὁρῶνται καὶ πρὸ τῆς ἀνατομῆς ἐπὶ τῶν ἰσχνῶν ἀνθρώπων, διαληφθέντος δὲ σιμοῦ τοῦ βραχίονος, ἄλλως ἐπ’ ἄλλων ἔχουσαι· μάλιστα δὲ ἐπισκέπτεσθαι χρὴ τὸ φαινόμενον ἐπὶ τῶν εὐρείας ἐχόντων φλέβας. καὶ μέντοι κᾀπὶ τῶν πιθήκων ἀνατεμνομένων ἀκριβὴς ὁμοιότης ἐστὶ τῶν ἐν τοῖς ἀνθρώποις φαινομένων. ἀλλ’ ὡς τὸ πολύ γε μία μὲν φλὲψ ἀποσχίζεται τῆς μεγάλης φλεβὸς, ἐπὶ τὰ κάτω μᾶλλον ἀποκλίνουσα λοξὴ, κᾄπειτα ἐκ τῶν κάτω μερῶν τοῦ πήχεως ἄχρι τοῦ καρποῦ κατασχιζομένη,
791
μία δὲ ταύτης ἀνωτέρω, κατὰ τὸν αὐτὸν τρόπον κατασχιζομένη· κᾄπειτα ἄλλη τρίτη κατὰ μέσον μάλιστα τὸν πῆχυν. ἐπιμίγνυται δὲ αὐτῶν τὰ πέρατα πλησίον τοῦ καρποῦ. ὑψηλοτάτη δ’ ἅμα καὶ μεγίστη τὰς προκειμένης φλεβὸς ἀπόφυσίς ἐστιν ἡ ἐπὶ τὸ μέσον ἀφικνουμένη τῆς κατ’ ἀγκῶνος καμπῆς, εἰς ὅπερ ἥκει καὶ ἄλλης φλεβὸς οὐ μικρὰ μοῖρα κατὰ τὰ πρόσω τοῦ βραχίονος ὑπὸ τῷ δέρματι κειμένης, ἣν ἐπὶ τῶν εὐρείας ἐχόντων τὰς φλέβας ἐναργῶς ὁρῶμεν, ἀπὸ μὲν τῆς κλειδὸς λοξὴν τὰ πρῶτα παρὰ τὸν τῆς ἐπωμίδος μῦν φερομένην, μετὰ δὲ ταῦτα εὐθεῖαν ἐκτεταμένην ἄνωθεν κάτω. ταύτης τῆς φλεβὸς ἥτις μέν ἐστιν ἡ πρώτη γένεσις, ὕστερον εἰρήσεται· νυνὶ δὲ ἐκεῖνο χρὴ γινώσκειν ἐπ’ αὐτῆς, ὡς ἐπιπολῆς ὑπὸ τῷ δέρματι κειμένη παντάπασιν ἀμυδρὰς ἀποφύει φλέβας ἐκείνοις τοῖς μέρεσιν, ἃ διεξέρχεται. πλησίον δὲ ἤδη τῆς κατ’ ἀγκῶνα διαρθρώσεως γιγνομένη οὐ μικρὸν μόριον ἑαυτῆς ἐκτείνει λοξὸν ἐπὶ τὴν καμπὴν, εἰς ταὐτὸν ἐρχόμενον τῷ προειρημένῳ μέρει τῆς μεγάλης φλεβὸς, ἣν ἐξηγούμενοι μόνην
792
ἄχρι τοῦδε διὰ τὴν κοινωνίαν ἠναγκάσθημεν ἐπὶ τὴν ἑτέραν φλέβα μεταβῆναι. δύο γὰρ αὗται τῆς ὅλης χειρός εἰσι φλέβες, ἥ τε διὰ τῆς μασχάλης εἰς αὐτὴν φερομένη καὶ ἡ παρὰ τὴν κλεῖν, ἣν ὠμιαίαν ὀνομάζουσιν. ἀλλ’ ἐκεῖνό γε περὶ ἀμφοῖν ἀναγκαῖον γινώσκειν, ὡς ἀεὶ μὲν ἑκατέρας αὐτῶν οὐ σμικρὰ μοῖρα πρὸς τὴν καμπὴν ἀφικνεῖται τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, οὐκ ἀεὶ δὲ οὔτε ἡ θέσις ὁμοία ταῖς φλεψὶν, οὔτε τὸ μέγεθος ἴσον. εἰς τρεῖς δέ πως ἀνήκει μάλιστα διαφορὰς, ὧν ἡ μὲν μία τοῖς πλείστοις ὑπάρχει· διὸ καὶ πρώτην αὐτὴν διηγήσομαι, τὰς δὲ ἄλλας ἐφεξῆς τῇδε λέξω. κατὰ φύσιν δὴ μάλιστά ἐστι καὶ τοῖς πλείστοις ὑπάρχει τὸ μόριον ἑκατέρας τῆς φλεβὸς εἰς τὴν κατ’ ἀγκῶνα καμπὴν φερόμενον ἴσον πως εἶναι· καὶ δὴ μιχθέντων αὐτῶν τὴν γενομένην φλέβα μεγίστην φέρεσθαι τῶν ἐπιπολῆς ἁπασῶν κατὰ τὸν πῆχυν φλεβῶν· δευτέραν δὲ ἐπ’ αὐτῇ τὸ μέγεθος εἶναι τὴν ὠμιαίαν, ἀπὸ μὲν τῆς κατ’ ἀγκῶνα διαρθρώσεως ἀποτεταμένην τῇ κερκίδι, μετὰ δὲ ταῦτα
793
πρὸς τοὐκτὸς ὑποχωροῦσαν ἀφικνουμένην τε πρὸς τὸ κυρτὸν πέρας τοῦ κατὰ τὸν πῆχυν ὀστοῦ πρὸς τῷ καρπῷ, κᾄπειτα ἐντεῦθεν εἰς τὰ κάτω τῆς ἐκτὸς χώρας τοῦ καρποῦ διανεμομένην. αὕτη δὲ, ἣν εἶπον μεγίστην γενέσθαι τῶν ἐπιπολῆς, ἐξ ἀμφοῖν τῶν φλεβῶν γεννηθεῖσαν, ἐκ τῶν ἔνδον μερῶν τοῦ πήχεως ἀρχομένη ἀναβαίνει μὲν πρῶτον ἐπὶ τὴν κερκίδα, μετὰ ταῦτα δὲ ὑπεκβαίνει ἐκτὸς, ἔνθα διασχισθεῖσα, ἓν μὲν τῶν μορίων ἐπὶ τὸ τῆς κερκίδος ἔρχεται πέρας πρὸς τῷ καρπῷ, θάτερον δὲ πρὸ τοῦ πήχεως ἀφικνεῖται, ψαῦον ἐνταῦθα τῆς προειρημένης φλεβὸς, ἣν ἀπὸ τῆς ὠμιαίας σχιζομένην γίγνεσθαι εἰρήκαμεν. κατὰ φύσιν μὲν οὕτω μάλιστα ἔχουσιν αἱ δύο φλέβες· εὑρίσκονται μὴν ἐνίοις οὐχ οὕτως, ἀλλ’ ἢ τὸ τῆς ὠμιαίας μόριον αὐξάνει τὴν ἀπὸ τῆς μασχάλης φερομένην, ἢ τοὐναντίον ἐκείνης τὸ μόριον αὔξει τὴν ὠμιαίαν. ἀλλὰ καὶ τῇ θέσει πολλάκις ὑπεσταλμένης τῷ μυῒ τῆς ἑτέρας, ἡ λοιπὴ μόνη φαίνεται. καὶ τοίνυν κᾀν τῷ φλεβοτομεῖν ἤτοι τὰς τρεῖς ἴσας ἰδεῖν ἐστιν, ἢ
794
δύο μόνας, ἢ πάσας ἀνίσους. ἔστι δ’ ὅτε καὶ κατακέκρυπται μία τις ἐξ αὐτῶν, ἢ δύο. καὶ μέντοι καὶ τὰς ἐφεξῆς αὐτῶν τρεῖς τὰς ταπεινοτέρας οὐ μόνον ἴσας τε καὶ ἀνίσους ἐστὶν ἰδεῖν, ἀλλὰ μηδὲ ὅλως φαινομένας ἐνίας ἐξ αὐτῶν, ἤτοι τῷ μικρὰς εἶναι παντάπασιν, ἢ τῷ διὰ βάθους φέρεσθαι, καὶ μάλιστα ὅταν ᾖ παχύτερόν πως τὸ σῶμα. σχίζονται δὲ, ὥσπερ αἱ ἔνδον τοῦ πήχεως φλέβες, ἐν τοῖς κατὰ καρπὸν χωρίοις εἰς πολλὰς μικρὰς ἐπιμιγνυμένας ἀλλήλαις. οὕτω καὶ πολὺ μᾶλλον ἔτι τούτων ἐναργῶς ἀνατέμνουσί τε καὶ πρὸ τῆς ἀνατομῆς φαίνονται αἱ ἐκτός. εἰς ταὐτὸν γὰρ ἴασιν ἑνούμεναι πολλαχόθι πρὸς ἀλλήλας τε καὶ τὰς ἔνδον, ἐκτείνονταί τε κατὰ τὴν τοιαύτην ἐπιμιξίαν ὑπὸ τὸ δέρμα τὸ κατὰ τὸν καρπὸν καὶ τὸ μετακάρπιον καὶ τοὺς δακτύλους. αἱ μὲν οὖν ἐπιπολῆς φλέβες οὕτως ἔχουσιν.
Αἱ δὲ διὰ βάθους φλέβες ἔν τε τῷ πήχει
795
παντὶ καὶ κατ’ ἄκραν τὴν χεῖρα γεννῶνται μὲν ἀπὸ τῶν δύο φλεβῶν τῶν μεγάλων, ἀφ’ ὧν αἱ καθ’ ὅλας τὰς χεῖρας λέγονται φύεσθαι, τρόπος δέ ἐστιν αὐταῖς τῆς γενέσεως τοιόσδε. καθ’ ὃ μέρος ἑκατέρας τῆς φλεβὸς τῆς μεγάλης ἀποφύεσθαί τινας ἔφην ἐπὶ τὴν καμπὴν, εἰς ταὐτὸν ἀλλήλαις ἐπιπολῆς τοῦ δέρματος κειμένας καὶ κατὰ τοῦτο φερομένας, δύο ἄλλαι φλέβες ἀφ’ ἑκατέρας μία φέρεται πρὸς τὸ βάθος, ἐνταῦθά τε καὶ κατὰ τὸν αὐτὸν τρόπον ἀλλήλαις διαπλέκονται. κᾄπειτα ἐξ αὐτῶν πάλιν ἕτεραι δύο φλέβες γίνονται ἀξιόλογοι τὸ μέγεθος, ὧν ἡ μὲν ταπεινοτέρα πρὸς τὰ τῆς χειρὸς ἔνδον ἀφικνεῖται μέρη, ἡ δὲ ἑτέρα ὑψηλοτέρα διὰ μέσου τοῦ βάθους ἄχρι πολλοῦ φερομένη καὶ σχεδὸν ψαύουσα τοῦ κοινοῦ συνδέσμου τῶν ὀστῶν, ἐκ τῶν ἔνδον μερῶν ὕστερον, ἐπειδὰν ἅψηται τοῦ λοξοῦ μυὸς τοῦ μικροῦ πρὸς καρποῦ τοῦ τὴν κερκίδα κινοῦντος, εἰς τοὐκτὸς αὐτοῦ ἐκπίπτει μέρος, ἐνταῦθά τε διὰ βάθους ἐπιτεινομένη τῶν ἐπὶ τῆς χειρὸς ἐκτὸς πάντα διαπλέκει τῶν ψαυόντων ὀστῶν. ἡ προειρημένη δὲ ἐπὶ τὰ τῆς χειρὸς ἔνδον φέρεσθαι μέχρι
796
τῶν μικρῶν ἀφικνεῖται δακτύλων, ἐπιλαμβάνουσά τι καὶ τοῦ μέσου. τὸ δ’ ὑπόλοιπον τοῦ μέσου ἅμα καὶ τοῖς ἐφεξῆς αὐτοῦ δύο τοῖς μεγάλοις δακτύλοις ἑτέρα φλὲψ διαπλέκει σὺν τοῖς προτεταγμένοις δηλονότι μορίοις αὐτοῦ τοῦ μετακαρπίου καὶ καρποῦ, τὴν γένεσιν ἀπὸ τῶν ἐπιπολῆς φλεβῶν λαμβάνουσα. τοιαύτη μέν τις ἡ κατὰ χεῖράς ἐστι νομὴ τῶν φλεβῶν.
Ἡ δὲ τῶν εἰς τὰ πρόσω τοῦ θώρακος φερομένων τοιάδε. κατὰ μὲν τὸ μέσον ἀμφοῖν τοῖν μεροῖν τῆς ἐσχισμένης δίχα κοίλης ἡ ἐπὶ τὸ δεξιὸν μέρος τοῦ στέρνου φερομένη φλὲψ ἀποφύεται, κατὰ δὲ τὸ τῇδε μόριον τοῦ τῶν ἀριστερῶν ἡ ἑτέρα. φέρονται δὲ δι’ ὅλου τοῦ θώρακος ὑποτεταγμέναι τῷ στέρνῳ μέχρι τῆς ῥίζης ἑξῆς τοῦ ξιφοειδοῦς ὀνομαζομένου χόνδρου, καθ’ ἕκαστον μεσοπλεύριον ἀπόφυσιν ἑαυτῶν ποιούμεναι μικρὰν, καθ’ ἣν ἀναμίγνυνται τοῖς πέρασι τῆς κατὰ τὰ μεσοπλεύρια φλεβός· διεκπίπτει τέ τι μόριον αὐτῶν ἔξω τοῦ θώρακος εἰς τοὺς ὑποκειμένους μύας. αὗται δὲ αἱ παρὰ τὸν ξιφοειδῆ χόνδρον ἀνίσχουσαι
797
τοῖς τιτθοῖς, ἀπονεμήσεις δοῦσαι τῷ λοιπῷ, φέρονται κάτω τοῖς ὀρθίοις ὑποφυόμεναι μυσὶ, εἰς οὓς καὶ πέμπουσί τινα μοῖραν. ὑφ’ ὧν αὐτῶν οὐκ ὀλίγη μοῖρα αὐτῶν εἰς ταὐτὸ ἥκει πέρασιν ἑτέρων φλεβῶν κάτωθεν ἄνω φερομένων, ὑπὲρ ὧν ἐν τοῖς ἑξῆς εἰρήσεται κατὰ τὴν διήγησιν τῶν κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν φλεβῶν. ἕτεραι δ’ ἐπιπολῆς ὑπὸ τῷ καθ’ ὑποχόνδρια δέρματι γεννῶνται φλέβες ἐξ ἐπιμιξίας μορίων ἀπό τε τῶν εἰρημένων φλεβῶν ἀνίσχειν ἔξω παρὰ τὸν ξιφοειδῆ χόνδρον, ἔτι τε τῶν ἐν τοῖς ταύτῃ μεσοπλευρίοις. αἷς αὖ πάλιν ἕτεραί τινες εἰς ταὐτὸν ἥκουσιν ἀπὸ τῶν βουβώνων ἀναφερόμεναι, περὶ ὧν εἰρήσεται κατὰ τὴν οἰκείαν τάξιν. αὕτη μὲν ἡ νομὴ τῶν φλεβῶν ἐστιν, ὅσαι τῆς κοίλης δίχα σχισθείσης ἀποφύονται, πρὶν ἅψασθαι τῶν κλειδῶν, κατ’ ἐκεῖνο μάλιστα γενόμεναι τὸ χωρίον, ἐν ᾧ μέγας ἀδὴν κεῖται, προσαγορευόμενος ὑπὸ τῶν ἀνατομικῶν θυμός. ἔνθα καὶ ἄλλαι φλέβες μικραὶ, τινὲς μὲν ἀραχνοειδεῖς, τινὲς δὲ
798
τριχοειδεῖς, εἰς αὐτόν τε τὸν ἀδένα καὶ τοὺς διαφράττοντας ὑμένας ἐμφύονται, τῆς κοίλης ἀποσχιζόμεναι. τινὲς δὲ μείζους μὲν τούτων, ἔτι δὲ καὶ αὗται μικραὶ, πρός τε τὸν περικάρδιον ἔρχονται χιτῶνα καὶ κατὰ τῆς ἄνω φερομένης ἀπὸ καρδίας ἀρτηρίας ἐκτείνονται.
Καθ’ ὃ δ’ αἱ κλεῖς ἐπίκεινται τοῖς τῆς κοίλης τμήμασιν, ὑπόκεινται ῥίζαι μεγίστης φλεβὸς, ἑκατέρωθεν μία· ἥτις εὐθὺς ἀνίσχουσα δίχα σχίζεται, δύο φλέβας ἐργαζομένη μεγάλας, ὧν ἡ μὲν ἑτέρα φέρεται διὰ τοῦ τραχήλου, διὰ βάθους ἀποχωροῦσα πρὸς τοὐπίσω τε καὶ πρόσω, ἡ δ’ ἑτέρα πρός τε τὸ πρόσω καὶ κάτω βραχὺ προσελθοῦσα κᾄπειτα αὖθις ἄνω φερομένη περιλαμβάνει τὴν κλεῖν, ἔξωθεν ἐπὶ τὴν προειρημένην ἀναφερομένη. καὶ μιχθεισῶν αὐτῶν, ἡ ἐπιπολῆς γεννᾶται σφαγῖτις, ἑκατέρωθεν μία. μίγνυνται δὲ οὐ διὰ παντὸς ὡσαύτως, ἀλλ’ ἐνίοτε μὲν οὐ μετὰ πολὺ τῆς κλειδὸς, ἐνίοτε δὲ ἐν τῇ τρίτῃ μοίρᾳ τοῦ μήκους ὅλου τοῦ τραχήλου. θεάσῃ δ’ αὐτάς ποτε κᾂν
799
τῆς μέσης χώρας ἢ ἐγγὺς ἀφικνουμένας, ἔστι δ’ ὅτε οὐδ’ ὅλως μίαν ἐργαζομένας φλέβα, ἀναφερομένας δὲ ὀρθίας ἀλλήλων πλησίον, ἐκ δὲ τῶν ἔνδον μερῶν τοῦ τραχήλου, τῆς τραχείας ἀρτηρίας οὐ πόῤῥω τὴν ἑτέραν, ἐκ δὲ τῶν ἔξω τὴν ὑπόλοιπον, ἣν περὶ τὴν κλεῖν ἔφην ἑλίττεσθαι. συνάπτονται μέντοι διὰ παντὸς ἀλλήλαις κοινῇ φλεβὶ καὶ οὕτως ἀναφέρονται, θέσιν ἐγκαρσίαν ἐχούσῃ πρὸς ἀμφοτέρας. ἣν δὲ ἔφην· ἑλίττεσθαι περὶ τὴν κλεῖν, ἀποφύσεις ποιεῖται, τινὰς μὲν ἀραχνοειδεῖς, οὐκ ἐπὶ πάντων ὁρατὰς (κοινὸν γὰρ ἁπασῶν τοῦτο τῶν τοιούτων φλεβῶν), ἐνίας δὲ τριχοειδεῖς, ἐπὶ τούτων ὁρατὰς, ἂν εὐθέως ἀνατέμνηται τὸ ζῶον· ὥστ’ ἐκθλίβοντας ἡμᾶς εἰς αὐτὰς αἷμα σαφεῖς οὕτως ἐργάζεσθαι. δύο δέ εἰσι τῶν τοιούτων φλεβῶν ἐνταῦθα συζυγίαι, μία μὲν ἐγκαρσία, συναπτομένων ἀλλήλαις αὐτῶν κατὰ τὸ κοῖλον τῆς σφαγῆς, μία δὲ ἄλλη μὴ συναπτομένων· ἀποκλίνουσι γὰρ ὡς πρὸς τὴν ἔξω χώραν τοῦ τραχήλου λοξαί. τῶν δ’ ἀραχνοειδῶν, ὅσαι πρὸς τὴν ἔξω χώραν ἐπιστρέφονται,
800
συνάπτεται πρὸς ἀλλήλας τὰ πέρατα. αὗται μὲν οὖν, ὡς ἔφην, οὐκ ἐπὶ πάντων εἰσὶν ὁραταί. τῶν δ’ ἐναργῶς ὁρωμένων ἀεὶ τρεῖς εἰσι φλέβες ἀπὸ τῆς περὶ τὴν κλεῖν ἑλιττομένης ἀρχόμεναι, μία μὲν ἱκανῶς ἀξιόλογος, ἴσου πολλάκις τοῦ εὔρους αὐτῇ τῇ πρὸς τὸν τράχηλον ἀναφερομένῃ· καλοῦσι δ’ αὐτὴν ὠμιαίαν, ἐπειδήπερ ἐπὶ τὸν ὦμον ἐκτείνεται κατὰ βραχὺ τῆς κλειδὸς ἀποχωροῦσα λοξή· δύο δὲ ἄλλαι μικροτέρας ῥίζας ἑκατέρωθεν ἔχουσαι τῆς ὠμιαίας. ἡ μὲν οὖν ὑψηλοτέραν ἔχουσα τὴν ῥίζαν ἄχρι τῆς ἐπὶ τὸ ἀκρώμιον ἀναφέρεται χώρας, εἰς τὰ πλησιάζοντα σώματα διασπειρομένη. ἡ ταπεινοτέρα δὲ, διὰ βάθους μᾶλλον κειμένη κατὰ τὸν ἀπὸ τοῦ στέρνου μέγαν μῦν, ἄχρι τῆς κεφαλῆς ἀφικνεῖται τοῦ βραχίονος. ἧς ἐνίοτε τὰ πέρατα σαφῶς φαίνεται συνάπτοντα τοῖς πέρασιν τῆς φλεβὸς, ἥτις ἀποφυομένη τῆς διὰ μασχάλης ἐπὶ χεῖρα φερομένης ἀναφέρεται λοξὴ πρὸς τὸν ὦμον, εἰς τὰ ταύτῃ χωρία διανεμομένη. καὶ ἄλλαι δέ τινες σποράδες, οὔτε τὴν
801
αὐτὴν ἀκριβῶς ἔχουσαι θέσιν ἐπὶ πάντων τῶν πιθήκων, οὔτε τὸ μέγεθος, ἀποφύονται τῶν ἐπὶ τὰς χεῖρας ἀφικνουμένων φλεβῶν. αἱ δ’ ἀξιόλογοι μικρὸν ἔμπροσθεν εἴρηνται κατὰ τὴν τῆς διὰ μασχάλης φερομένης ἀνατομήν. ἔστι γὰρ ἐκείνη καὶ μία μείζων πολλῷ τῆς ὠμιαίας, καὶ ἄλλας ἐν τῷ βραχίονι φλέβας ἀποφυομένας ἔχουσα· τῆς δὲ ὠμιαίας ὀλίγαι τε καὶ αὗται τριχοειδεῖς τε καὶ ἀραχνοειδεῖς ἀποφύονται, τοῖς ἐπιπολῆς χωρίοις διασπειρόμεναι.
Λοιπὸν οὖν διηγήσασθαι χρὴ τῶν ἐπιπολῆς τε καὶ διὰ βάθους σφαγιτίδων τὴν νομήν. ὀνομάζονται δὲ διὰ βάθους σφαγίτιδες ὑπ’ ἐνίων μὲν αἱ μετὰ τὴν σχίσιν τῆς κοίλης εὐθέως γιγνόμεναι· τινὲς δὲ οὐχ ὅλας αὐτὰς, ἀλλ’ ὅσον ἐν τραχήλῳ τέτακται τῶν κλειδῶν ὑψηλότερον, οὕτως ὀνομάζουσιν· ἔνιοι δὲ οὐδ’, ὅτι κατωτέρω σχίζονται τῶν κλειδῶν, ἐπίστανται. ἀλλ’ ἡμεῖς ἐπὶ πάντων εὕρομεν ἀεὶ πρὸ τῶν κλειδῶν σχιζομένην τὴν κοίλην, ἀποφυομένας τε τῶν μορίων αὐτῆς ἑκατέρας φλέβας ἐπί τε τὸ στέρνον καὶ τὰ πρῶτα μεσοπλεύρια καὶ τοὺς ἓξ σπονδύλους
802
τοῦ τραχήλου καὶ τὰς ὠμοπλάτας, ὅσα τε τούτοις ἐφεξῆς ἐπὶ τὰς χεῖρας ὅλας, ἃς διὰ τῶν μασχαλῶν ἔφην ἐπ’ αὐτὰς ἰέναι. ὅταν δὲ ὑπὸ ταῖς κλεισὶ γενηθῶσιν αἱ μεγάλαι φλέβες, ἃς ἐκ τοῦ τμηθῆναι δίχα τὴν κοίλην ἔφην γεννᾶσθαι, ῥίζαν ἐργάζονται φλεβὸς ἀξιόλογον, ἀφ’ ἧς, ὡς εἴρηται, τήν τε ὠμιαίαν γεννᾶσθαι συμβέβηκεν, ἄλλας τέ τινας, ἃς ὀλίγον ἔμπροσθεν διῆλθον. ὅσον δὲ ὑπόλοιπόν ἐστι τῶν μεγάλων φλεβῶν, εἰς ἃς ἔφην ἐσχίσθαι τὴν κοίλην, ὄρθιον ἀναφέρεται διὰ τοῦ τραχήλου, ἔμπροσθεν ἔχον ἑαυτοῦ τὸν στόμαχον. ὑπὲρ ὧν τῆς νομῆς πρόκειται λέγειν ἅμα ταῖς ἐπιπολῆς σφαγίτισιν, ἃς ἔφην ἄλλοτε ἄλλως εἰς ταὐτὸν ἀλλήλαις ἰέναι. ὥσπερ δὲ τούτου διαφοραὶ πάμπολλαι τῆς ἑνώσεως αὐταῖς εἰσιν, οὕτως αὖ πάλιν ἕτεραι διαφοραὶ τοσαῦται ἀπὸ τῆς σχίσεως ὁρῶνται γιγνόμεναι. προσελθοῦσα γὰρ ἡ ἐπιπολῆς αὐτῇ σφαγῖτις, ἔστιν ὅτε μὲν αὐτίκα σχίζεται, καὶ τῶν μορίων αὐτῆς ἑκάτερον ἤτοι γε
803
ἴσον ἢ ἄνισον φαίνεται· ποτὲ δὲ ἐπὶ πλεῖον ἀποχωρεῖ, καί ποθ’ οὕτως ἐπὶ πλεῖστον, ὡς ἐγγὺς τῆς γένυος σχισθῆναι. ταῦτα δ’ ὁρᾶται κᾀπὶ τῶν ἀνθρώπων ἐναργῶς ὁσημέραι, κατά τε τὰς χειρουργίας, καὶ πρὸς τούτοις ἐπειδὰν ἤτοι μέγιστον φωνῶσιν, ἢ κατέχωσιν ἔνδον τὸ πνεῦμα, συστέλλοντες τὸν θώρακα, καθάπερ οἱ ἀθληταὶ ποιοῦσιν ἐν ταῖς καλουμέναις καταλήψεσι πνεύματος. ἀλλὰ καὶ διαθέσεις σηπεδονώδεις ἐψίλωσαν ἐνίοτε τοῦ περικειμένου δέρματος ἅπαν τὸ κάτω χωρίον, ὡς ἐναργῶς ὁρᾶσθαι τὰς φλέβας γυμνάς. καὶ μάλιστα τοῦτο συνεχῶς ἐγένετο περὶ πάντα τὰ τοῦ σώματος μόρια κατ’ ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ τοὺς ἄνθρακας ἐπιδημῆσαι συνέβη κατὰ τὴν Ἀσίαν, οἳ καὶ τοὺς θεασαμένους αὐτὰς ἔπεισαν, ἀκριβῶς ὁμοιότητα τοῖς πιθήκοις εἶναι πρὸς τοὺς ἀνθρώπους. ἰατρῶν μὲν οὖν ὅστις χειρουργεῖν μέλλει κατὰ τὸν τράχηλον, ἀναγκαῖόν ἐστιν ἐπίστασθαί τε τὴν εἰρημένην ποικιλίαν τῶν κατ’ αὐτὸν φλεβῶν, ἐπισκέπτεσθαί τε, κατὰ τίνα μάλιστα αὐτῶν ἰδέαν ὁ χειρουργούμενος διαπέπλασται, καὶ γινώσκειν γε
804
ἀκριβῶς τὰς ἀποφύσεις ἑκάστης τῶν τεσσάρων φλεβῶν. λέγω δὲ τέσσαρας, πρῶτον μὲν τὰς κάτω, πρὶν ἐς ταὐτὸν ἀλλήλαις ἐλθούσας τὴν ἐπιπολῆς γεννῆσαι σφαγῖτιν, ἔπειτα τὰς μετὰ τὴν σχίσιν ἄνω φερομένας. οὐ μὴν οὔτε τοῖς ἄλλοις ἰατροῖς, οὔτε τοῖς εἰσαγομένοις, οὔτε πολὺ μᾶλλον ὑμῖν τοῖς φιλοσόφοις, Ἀντίσθενες ἄριστε, τὴν ἀκριβεστάτην ἐπιστήμην ἀναγκαῖον ἔχειν τῶν τοιούτων θεωρημάτων. διὸ κᾀγὼ κατ’ ἀρχὰς εὐθὺς ἔφην ἐν τῷδε τῷ πράγματι σύνοψίν τινα ποιήσεσθαι τῆς τῶν ἀγγείων ἀνατομῆς. ἐν γὰρ ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν, ὅπως εἰς ἕκαστον μῦν ἀρτηρία καὶ φλὲψ ἐμβάλλει, δηλοῦται· νυνὶ δὲ οὔτε ἀναγκαῖον, ὡς ἔφην, ἀσαφής τε ἂν ὁ λόγος γένοιτό μοι τοὺς μύας ἑρμηνεύοντι. διὸ κᾀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἡ τῶν μυῶν ἀνατομὴ προηγεῖται τῆς τῶν ἀγγείων, ὥστε ἐν τῷ παρόντι λόγῳ τοσοῦτον εἰπεῖν ἀρκέσει. τῶν ἐπιπολῆς σφαγιτίδων αἱ πλεῖσται τῶν ἀποφύσεων μικραί
805
τέ εἰσιν καὶ τοῖς ὑπὸ τὸ δέρμα μάλιστα διασπείρονται μυσίν. ἐν οἷς εἰσι καὶ οἱ δύο μύες οἱ κινοῦντες τὰς γνάθους, λεπτοὶ μὲν ἱκανῶς ὄντες, ὑποπεφυκότες δὲ παντὶ τοῦ τραχήλου δέρματι. μετὰ μέντοι τὸ σχισθῆναι πάλιν ἄνω φερομένας ὧν ἀξιόλογοι τῶν φλεβῶν τούτων εἰσὶν αἱ ἀποφύσεις, καθ’ ἃς εἴς τε τὸ πρόσωπον ὅλον διασπείρονται, καὶ τοῖς ἀμφὶ τὰ ὦτα χωρίοις διανέμονται, καὶ πρὸς τὴν κεφαλὴν ἀναφέρονται. διχῇ γὰρ ἑκατέρας σχισθείσης, τὸ μὲν ἕτερον μέρος εἴς τε τὰ κατὰ τὴν κάτω γένυν ἅπαντα μεγάλοις ἀγγείοις διασπείρεται, καὶ μικροῖς ἄλλοις εἰς τὰ κατὰ τὴν ἄνω· τὸ δ’ ἕτερον εἴς τε τὰ περὶ τὰ ὦτα χωρία καὶ τὴν κεφαλήν. ἐπιμίγνυται δὲ τούτων ἁπασῶν τῶν φλεβῶν τὰ πέρατα καὶ πρὸς τὰς παρακειμένας μὲν, οὐδὲν δὲ ἧττον αὐτῶν καὶ πρὸς τὰς ἀντικειμένας· ἐς ταὐτὸ γὰρ ἥκουσιν αἱ τελευταὶ τῶν ἐν τοῖς ἀριστεροῖς μέρεσι κειμένων φλεβῶν πρὸς τὰς ἐν τοῖς δεξιοῖς. ἡνίκα γὰρ ἐπιπολῆς αἱ τέτταρες γενηθῶσιν σφαγίτιδες, ἡ μὲν ἔξωθεν αὐτῶν ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται· μέμνησο δ’, ὅτι ταύτην ἑλίττεσθαι
806
περὶ τὴν κλεῖν ἔφην· ἡ δὲ ἔσωθεν εἰς τὰ περὶ τὴν κάτω γένυν, ἐπιμιγνυμένη πολλαχόθι τοῖς διὰ βάθους σφαγίτιδος ἀποβλαστήμασιν, ἀφ’ ὧν εἴς τε τὸν λάρυγγα καὶ τὸν στόμαχον, ὅσα τε κατὰ βάθος τοῦ τραχήλου τέτακται μυῶν μόρια, πολλαὶ τῶν ἀπονεμήσεων ἐμφύονται, καθάπερ, ὅσα τοῦ βάθους ἀποκεχώρηκε μόρια μυῶν, ὑπὸ τῶν ἐπιπολῆς τρέφεται σφαγιτίδων. λαμβάνει δὲ καὶ ἡ γλῶττα μεγάλας φλέβας ἀπὸ τῶν διὰ βάθους σφαγιτίδων, ὅταν ταῖς ἐπιπολῆς διὰ τῶν ἀποφύσεων συμπλακῶσιν. ὅσα μέντοι τῇ γλώττῃ περίκειται σώματα, καὶ τῶν μυῶν ὅσοι μὴ διὰ βάθους εἰσὶν, ἀπὸ τῶν ἐπιπολῆς τρέφεται σφαγιτίδων. τό γε μὴν ὑπόλοιπον ἅπαν τῶν διὰ βάθους σφαγιτίδων εἰς τὸν ἐγκέφαλον ἀναφερόμενον ἐκπίπτει μὲν τῷ κρανίῳ κατὰ τὸ πέρας τῆς λαμβδοειδοῦς ῥαφῆς, πρὶν δὲ ἐκπίπτειν, ἀποβλάστημα μικρὸν τῇ μεταξὺ χώρᾳ τοῦ πρώτου καὶ δευτέρου ποιεῖται σπονδύλου, καὶ μετὰ ταῦτα ἄλλο χοειδὲς ἐν τῇ μεταξὺ τοῦ πρώτου καὶ τῆς κεφαλῆς, ἀναμίγνυται
807
δὲ ταῖς ἄνωθεν κάτω φερομέναις κατὰ τὸν ἐγκέφαλον φλεψὶ καί τισι τῶν ἔξωθέν τε καὶ τῶν πλαγίων. πασῶν γὰρ ἑνοῦνται τὰ πέρατα τῶν φλεβῶν ἐν τοῖς περὶ τὴν κεφαλήν τε καὶ τὴν διάρθρωσιν αὐτῆς χωρίοις. ἀλλὰ καὶ τῶν περικειμένων φλεβῶν τῷ κρανίῳ φέρονταί τινες ἔσω λεπταὶ, καὶ μάλιστα περὶ τὴν διάρθρωσιν τῆς γνάθου. ὅπως δὲ αὗται πᾶσαι μετὰ τὸ διελθεῖν ἔσω τοῦ κρανίου κατασχίζονταί τε καὶ κοινωνοῦσιν ἀλλήλαις, αὖθίς τε πάλιν αὐτῶν ἔξω τινὰ φέρεται μόρια μετὰ νεύρων τινῶν, ἐν ταῖς κατὰ τὸν ἐγκέφαλον ἀνατομικαῖς ἐγχειρήσεσιν ἐλέγομεν, ὥσπερ κᾀν ταῖς κατὰ τὸν πνεύμονα καὶ καρδίαν ἕκαστόν τε τῶν ἄλλων σπλάγχνων ἡ καθ’ ἕκαστον ἔκφυσις ἀπὸ πάντων τῶν ἀγγείων ἐν ταῖς ἰδίαις αὐτῶν ἀνατομικαῖς ἀκριβοῦται. νυνὶ δὲ, ὡς εἴρηται, σύνοψίν τινα τῆς τῶν ἀγγείων ἀνατομῆς ποιούμεθα.
Συμπεπληρωμένης ἤδη τῆς ἐξηγήσεως ἁπασῶν τῶν ἄνω τοῦ διαφράγματος φλεβῶν, ἐπὶ τὰς ὑπολοίπους
808
μετέλθωμεν, ὅσαι τὰ κάτω τῶν φρενῶν τρέφουσιν ἀπὸ τῆς ἐπ’ ὀσφύϊ κοίλης γεννώμεναι. αὕτη γὰρ ἡ φλὲψ, ἐπειδὰν πρῶτον ἔξω τοῦ ἥπατος γένηται, πρὶν μὲν ἐπιβῆναι τῆς ὀσφύος, ἔτι μετέωρος οὖσα, κατὰ μὲν τὸ δεξιὸν ἑαυτῆς μέρος εἰς τὸν τοῦ δεξιοῦ νεφροῦ χιτῶνα καὶ τὰ περὶ τοῦτον σώματα ποτὲ μὲν ἀραχνοειδεῖς, ποτὲ δὲ τριχοειδεῖς, ποτὲ δὲ ἁδροτέρας τὰς ἐπινεμήσεις πέμπει, κατὰ δὲ τὸ ἀριστερὸν ἀξιόλογον φλέβα διασχιζομένην εἰς τὰ ταύτῃ σώματα. πολλάκις δ’, αὐτῆς ἐπὶ τὸν νεφρὸν ἀφικνουμένης, ἀποφύονται φλέβες ἀπ’ αὐτῆς, καὶ τοῦ αὐτοῦ περὶ τὸν νεφρὸν χιτῶνος ἅμα τοῖς πέριξ χωρίοις, ἔνιαι μὲν ἀραχνοειδεῖς, ἔνιαι δὲ μικραὶ, τριχοειδεῖς ἔνιαι. ὀνομάζω δὲ ἰδίως φλέβας μικρὰς, ὅσαι φαίνονται, καίτοι μικρὸν εὖρος ἔχουσαι. τοῦτο δὲ οὐχ ὑπάρχει ταῖς ἀραχνοειδέσι καὶ τριχοειδέσιν, ἀλλ’ αἱ μὲν λεπτοτάταις ἐοίκασι γραμμαῖς μόγις ὁρωμέναις, ἃς ἀπανθισμοὺς ἐκάλεσαν ἔνιοι τῶν παλαιῶν, αἱ δὲ, ὡς ἂν εἴποι τις, ἁδροτέραις γραμμαῖς,
809
ἐχούσαις μὲν δηλονότι πάντως τι πλάτος, ἀλλ’ ὡς πρὸς αἴσθησιν ἀπλατέσι λεγομέναις, ἐπειδὴ σαφὴς ἡ διάκρισις τῶν ὁριζόντων τὸ πλάτος μορίων ἐν αὐταῖς οὐκ ἔστιν. αὗται μὲν οὖν αἱ φλέβες τοιαίδε. αἱ δὲ εἰς τοὺς νεφροὺς ἐμφυόμεναι μέγισται πασῶν εἰσιν τῶν τῆς κοίλης ἀπεσχισμένων. ἐφεξῆς δὲ αὐτῶν ἐπὶ τοὺς ὄρχεις φέρονται φλέβες, τὸ μέν τι κοινὸν ἐπὶ πάντων ἔχουσαι τῶν πιθήκων, τὸ δὲ ἴδιον ἐν ἑκάστοις αὐτῶν. τὸ κοινὸν μὲν οὖν ἐστιν, ἀπὸ τῆς ἐπὶ τὸν ἀριστερὸν νεφρὸν ἀποβλάστημά τι φέρεσθαι ἐπὶ τὸν ἀριστερὸν ὄρχιν· ἴδιον δὲ, διττὰς εἶναί ποτε τὰς ἀρχὰς τῆς εἰς τὸν ὄρχιν ἰούσης φλεβὸς, τῆς μὲν ἀπὸ τῆς ἐπὶ τὸν ἀριστερὸν νεφρὸν ἀφικνουμένης, τῆς δὲ τῆς κοίλης ἀποσχιζομένης, ποτὲ δὲ μίαν μόνην ἀπὸ τῆς ἐπὶ τὸν μηρὸν ἰούσης φλεβός. ἡ δὲ ἐν τοῖς δεξιοῖς μέρεσι φλὲψ, εἰς τὸν δεξιὸν ὄρχιν ἰοῦσα, τῆς κοίλης αὐτῆς ἀποπέφυκεν. ὤφθη δὲ ἅπαξ ποτέ μοι καὶ ἥδε δύο ἀρχὰς ἔχουσα, καθάπερ ἐν τοῖς ἀριστεροῖς πολλάκις. αὗται μὲν οὖν αἱ φλέβες
810
εἰς τοὺς ὄρχεις φέρονται, ἄν τε ἄῤῥεν, ἄν τε θῆλυ τὸ ζῶον ᾖ. καὶ γὰρ καὶ τὸ θῆλυ κατὰ τὰ πλευρὰ τῆς μήτρας ἔχει τοὺς ὄρχεις, πολὺ μικροτέρους τε καὶ πυκνοτέρους ἤπερ ἐπὶ τῶν ἀῤῥένων. ἐφεξῆς δ’ αὐτῶν καθ’ ἕκαστον σπόνδυλον ἐπὶ τὰς λαγόνας φέρονται φλέβες, ὧν τὰ πέρατα πρὸς τοὺς κατ’ ἐπιγάστριον ἀναφέρονται μῦς. οἱ γάρ τοι κατ’ ἐπιγάστριον μῦς ἐκ τούτων τρέφονται τῶν φλεβῶν, καὶ τῶν ἐν τοῖς τῶν νόθων πλευρῶν μεσοπλευρίοις, καὶ τῶν ἄνωθεν ἐπὶ τὸ στέρνον ἐπὶ τοὺς τιτθοὺς φερομένων, καὶ τῶν ταύταις ἑνουμένων τοῖς πέρασιν ἐκ τῶν κάτω μερῶν ἀναφερομένων, ὑπὲρ ὧν ἔμπροσθεν ἐπηγγειλάμην αὖθις ἐρεῖν. οἱ δὲ ὑπερκείμενοι τούτων μύες, οἱ ἔξωθεν τοῦ θώρακος, ἐκ τῶν κατὰ τὰς κλεῖς ἀγγείων τῶν μικρῶν, ὑπὲρ ὧν ἔμπροσθεν εἶπον, κᾀκ τῶν ἐπὶ τὸ στέρνον φερομένων. διεκπίπτει γὰρ αὐτῶν ἀποβλαστήματα πρὸς τοὺς παρὰ τὸ στέρνον μῦς, καὶ προσέτι τῶν κατὰ τὰ μεσοπλεύρια· καὶ γὰρ καὶ τούτων ἐκπίπτει τις ἔξω τοῦ θώρακος μοῖρα. καὶ μὲν
811
δὴ ὅτι τῷ κατ’ ὀσφὺν νωτιαίῳ φλέβες ἀπὸ τῆς ἐπικειμένης ἐνταῦθα τῆς κοίλης ἐμφύονται καθ’ ἕκαστον τρῆμα μία, λέλεκται πρόσθεν. ὥστ’ οὐδὲν ἔτι ὑπόλοιπόν ἐστιν τῆς ἐπ’ ὀσφύϊ κοίλης ἀποβλάστημα διηγήσεως δεόμενον. ἀλλ’ ὅπως δίχα σχίζεται, λεκτέον ἤδη. κατὰ τοίνυν τοὺς ὑστάτους τῆς ὀσφύος σπονδύλους οὐκ ἔθ’ ὑποκειμένην ἐστὶν εὑρεῖν τὴν ἀρτηρίαν τῇ φλεβὶ, τοὐναντίον δ’ ἅπαν γίνεται. μετέωρος μὲν ἡ ἀρτηρία κατὰ τῆς φλεβὸς ὀχεῖται, τῶν σπονδύλων δὲ αὐτῶν ἡ φλέψ. ψαύει τοίνυν καὶ σχίζεται κατὰ τοῦτο τὸ μέρος ἑκάτερον τῶν ἀγγείων δίχα, καὶ γίνεται τὸ σύμπαν αὐτῶν σχῆμα τῷ Λ στοιχείῳ παραπλήσιον. ἕκαστον δὲ τῶν συνθέτων ἀγγείων ἐπὶ τὸ καθ’ ἑαυτὸ φέρεται σκέλος λοξόν. ἐν δὲ τῇ φορᾷ ταύτῃ πρῶτον μὲν ἀπόφυσιν τῆς φλεβὸς ἑκατέρας ἰδεῖν ἐστιν, ἐπὶ τὰς ψόας ὀπίσω διανεμομένας, καί τινας ἄλλας τριχοειδεῖς ἀμυδρῶς ἐνίοτε φερομένας εἰς τὸ κατ’ ὀσφὺν περιτόναιον. ἀπὸ γάρ τοι τῶν πλησιαζόντων καθ’ ἕκαστον μόριον ἀγγείων τὸ
812
περιτόναιον τρέφεται τοσαύταις φλεψί· πλείστας δ’ αὐτῶν καὶ μακροτέρας λαμβάνει παρὰ τῶν ἐπ’ ὄρχεις φερομένων. ἐφεξῆς δὲ τούτων εἰσὶν ἀποφύσεις τῶν ἐπὶ τὰ σκέλη φερομένων φλεβῶν εἴς τε τὰ κάτω καὶ πρόσω. πρῶτον μὲν εἰς τοὺς κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν μῦς, ὧν οὐ σμικρὸν μέρος ἀναμίγνυται τῇ μετ’ αὐτῶν ἐκφύσει πρὸς τοὺς κατὰ τὴν ἕδραν μῦς φερόμενον. ἀμφοτέρων δὲ τῶν συζυγιῶν τὰ πέρατα διεκπίπτει πρὸς τὰ ἐκτὸς μόρια τοῦ πλατέος ὀστοῦ, τοῖς τοῦ ἐνταῦθα μυσὶ διασπειρόμενα. μετὰ δὲ ταῦτα ἐπὶ τὰ κάτω μέρη τῆς μήτρας φέρονται φλέβες ἀνωτέρω βραχὺ τῆς τοῦ τραχήλου πρώτης ἐκφύσεως, αἵτινες εἴς τε τὸν τράχηλον αὐτὸν διασπείρονται, καὶ εἰς τὴν μήτραν ἑνούμεναι μέρει μὲν ἑαυτῶν τινι τοὺς ὄρχεις, τῷ δὲ ἄλλῳ τὰ μέχρι τοῦ πυθμένος τῆς μήτρας διαπλέκουσιν. ἀπὸ δὲ τῶν ἐπὶ τὰ κάτω τῆς μήτρας φερομένων φλεβῶν καὶ αἱ τῆς κύστεως ἀποσχίζονται φλέβες. ἐφεξῆς δ’ ἐστὶν ἄλλη συζυγία φλεβῶν, δύο ἀρχὰς τοὐπίπαν ἐχουσῶν. προϊοῦσαι
813
δὲ αὗται συνάπτονται πρὸς ἀλλήλας καὶ γεννῶσι φλέβα καθ’ ἑκάτερον μέρος εἰς τοὐκτὸς φερομένην διὰ τοῦ τῆς ἥβης ὀστοῦ σὺν τῷ ταύτης νεύρῳ. καὶ τοίνυν διασπείρεται τοῖς κάτω μυσὶ τοῦ τῆς ἥβης ὀστοῦ τὸ ἀγγεῖον τοῦτο, καθάπερ καὶ τὸ νεῦρον. μετὰ δὲ ταῦτά ἐστιν ἄλλη συζυγία φλεβῶν, ὑπὲρ ὧν ἔμπροσθεν ἀνεβαλόμην ἐρεῖν, τῶν ἀναφερομένων παρὰ τοὺς ὀρθίους μῦς, ἔπειτα εἰς ταὐτὸν ἰουσῶν τοῖς πέρασι τῶν φλεβῶν, ἃς διὰ τοῦ θώρακος εἰς ὑποχόνδρια καταφέρεσθαι πρόσθεν εἶπον. ἀπὸ δὲ τῆς αὐτῆς ῥίζης καὶ ἄλλο φλεβίον ἓν καθ’ ἑκάτερον μέρος εἰς τὴν μήτραν ἀφικνεῖται, δι’ ὧν φλεβῶν ἡ κοινωνία μάλιστά ἐστι τοῖς τιτθοῖς πρὸς τὰς μήτρας. αὗται μὲν οὖν αἱ φλέβες ἐκ τῶν ἔνδον μερῶν κεῖνται τῶν ὀρθίων μυῶν, καὶ αἵ γε ἀναφερόμεναι πρὸς τὰ ὑποχόνδρια συμφυεῖς εἰσιν αὐτοῖς. ἑτέρα δ’ ἔξωθεν τῶν μυῶν ἐστι συζυγία τῶν καθηκουσῶν ἐπὶ τὸ αἰδοῖον, ἄν τε ἄῤῥεν, ἄν τε θῆλυ τὸ ζῶον ᾖ· καταφέρονται δὲ παρὰ τὴν συμβολὴν τῶν τῆς ἥβης ὀστῶν ἑκατέρωθεν. καὶ μετὰ ταύτας εὐθέως ἐστὶν ἑτέρα
814
φλὲψ ἀφ’ ἑκατέρας τῆς ἐπὶ τὰ σκέλη πρὸς τοὺς ἔνδον μῦς τῶν μηρῶν φερομένη. τούτων δ’ ἑξῆς ἄλλη συζυγία φλεβῶν ἐπιπολῆς ὑπὸ τῷ δέρματι κειμένη, ἃς καὶ θεώμεθα πάνυ σαφῶς ἐπὶ τῶν ἰσχνῶν ἀνθρώπων, ἀπὸ μὲν τῶν βουβώνων ἀρχομένας, ἀναφερομένας δὲ κατὰ τὸν τῶν λαγόνων τόπον. ἀμυδραὶ δὲ ἄλλαι συνάπτουσιν αὐτῶν τοῖς πέρασιν ἄνωθεν κάτω φερόμεναι, τὴν γένεσιν ἔχουσαι μάλιστα ἐκ τῶν παρὰ τοὺς τιτθοὺς φλεβῶν. ἀλλὰ ταύτης τῆς συζυγίας τῆς νῦν ἐν τῷ λόγῳ προκειμένης ἔφην ἀναφέρεσθαι κάτωθεν ἄνω μέρος οὐ σμικρὸν, ἐπὶ τοὺς παρὰ τὰς πυγὰς ἀποχωροῦν μῦς. ἐντεῦθεν δὴ λοιπὸν ἡ μεγάλη φλὲψ εἰς τὸ σκέλος ἀποσχίζεται, πρώτην μὲν ἀπόφυσιν ἑαυτῆς κατὰ τὸν βουβῶνα ποιοῦσα σὺν ἀρτηρίᾳ μικρᾷ τοῖς ἐμπροσθίοις μυσὶν διανεμομένην, δευτέραν ἑκατέρωθεν μίαν κᾀκ τῶν ἔνδον μερῶν ἄχρι τοῦ γόνατος ἐπιπολῆς διασπειρομένην, ἄλλας δ’ οὐκ ὀλίγας διὰ βάθους εἰς τοὺς μηρούς. μικρὸν δ’ ἀνωτέρω τῆς κατὰ γόνυ διαρθρώσεως τριχῆ σχισθεῖσα, τῷ μέσῳ μὲν αὑτῆς, ᾗ δὴ μεγίστη ἐστὶ, δι’ αὐτῆς εἰς ἰγνύας φέρεται
815
κάτω, κᾄπειτα ἐντεῦθεν διὰ τοῦ βάθους ἰοῦσα τῆς καλουμένης γαστροκνημίας ἀποφύσεις οὐκ ὀλίγας δίδωσι τοῖς κατὰ ταύτην μυσί· τῷ δ’ ἔξωθεν μορίῳ τῷ δευτέρῳ κατὰ τὸ τῆς περόνης ἐκτὸς ἐπὶ τῆς κατὰ τὸν πόδα διαρθρώσεως ἐπιπολῆς ἀφικνεῖται· τῷ τρίτῳ δὲ μέρει τῶν ἔνδον ἐπ’ αὐτὸ τὸ ἀντικείμενον ἔρχεται, κᾄπειτα ἐντεῦθεν ἐπὶ τὸ σφυρὸν ἀφικνεῖται ἐπ’ αὐτὸ τῆς κνήμης τὸ πέρας, ἐπιτηδειοτάτη πρὸς τὰς φλεβοτομίας οὖσα. καὶ μὲν δὴ καὶ τῆς διὰ βάθους τῆς μεγάλης εἰς τοὺς μῦς σχιζομένης σὺν ἀρτηρίᾳ δύο πέρατα ποιησαμένης, τὸ μὲν ἕτερον τὸ μεῖζον ἀπὸ τῆς κνήμης ἔσω φέρεται, τὸ δ’ ἕτερον διὰ τῆς μέσης χώρας περόνης τε καὶ κνήμης εἰς τὰ πρόσω παραγίγνεται τοῦ ποδὸς, ἐμπηγνύμενον ἀποβλαστήματι φλεβὸς ἑτέρας, ἣν διὰ τῶν ἔξω τῆς κνήμης μερῶν παρὰ τὴν περόνην ἔφην καταφέρεσθαι, ὡς γίγνεσθαι τέτταρας φλέβας εἰς πόδα κατερχομένας, μίαν μὲν ἔξωθεν πασῶν παρὰ τὸ κυρτὸν πέρας τῆς περόνης, ἑτέραν δὲ ἐκ τῶν ἔνδον αὐτοῦ μερῶν, καὶ τρίτην, ὡς εἶπον, πρόσω τοῦ τῆς κνήμης πέρατος,
816
καὶ τετάρτην, ἐκ τῶν ἔνδον περιλαμβάνουσαν τὰς κυρτὰς ἀποφύσεις. ἡ μὲν πρώτη καὶ δευτέρα ῥηθεῖσαι τῆς περόνης, αἱ δὲ ἑξῆς δύο τῆς κνήμης. ἐντεῦθεν δ’ ἡ μὲν τετάρτη κάτω τοῦ ποδὸς ἅπαντα διαπλέκει, συνεπιμιγνυμένων αὐτῇ μορίων τῆς πρώτης. αἱ μέσαι δ’ αὐτῶν αἱ δύο κατὰ τοῦ ποδὸς ἄνω διασπείρονται. καὶ μέντοι καὶ τῆς πρώτης μόριον τὸ ἄνω τοῦ ποδὸς ἔχει, ὃ διαπλέκει τὰ μέρη τῆς κατὰ τὸν μικρὸν μάλιστα δάκτυλον. ἐπιμίγνυται δὲ καὶ ἄλλως πολυειδῶς, ὥσπερ ἐν ταῖς ἄκραις χερσὶν, οὕτω καὶ κατὰ τὸν πόδα μόρια τῶν ἀγγείων. αὕτη μὲν ἡ σύνοψις ἔσται σοι τῆς τῶν φλεβῶν ἀνατομῆς· ἐφεξῆς δὲ περὶ τῶν ἀρτηριῶν ἐροῦμεν.
Ἀρχὴ μὲν τούτων ἐστὶν ἡ ἀριστερὰ κοιλία τῆς καρδίας. ἐντεῦθεν δὲ μία μὲν εἰς τὸν πνεύμονα κατασχίζεται λεπτὴ καὶ μονοχίτων, καθάπερ αἱ φλέβες· ἑτέρα δὲ δύο χιτῶνας ἔχουσα καὶ παχεῖα, πολὺ μείζων τῆσδε, καθάπερ τι στέλεχος ἁπασῶν οὖσα τῶν ἀρτηριῶν. εἰκάσαις δ’ ἂν, εἰ βούλοιο, καὶ τὴν εἰς τὸν πνεύμονα
817
κατασχιζομένην ἀνάλογον ἔχειν τῇ πρώτῃ πασῶν ῥηθείσῃ φλεβὶ, τῇ κατὰ τὰς πύλας τοῦ ἥπατος, ἣν εἰς τὰ κατὰ τὴν γαστέρα μόρια καθήκειν ἔφην, οἶόν περ ῥίζαις τισὶ τοῖς ἑαυτῆς πέρασιν ἀναλαμβάνουσαν τὴν τροφήν. ὡσαύτως γάρ τοι καὶ ἥδε διὰ τῆς εἰσπνοῆς ὠφέλειαν εἰς τὸν πνεύμονα κατασχίζεται. καὶ μέντοι καὶ δι’ αὐτὸ τὸ τῆς καρδίας σῶμα περιχεομένας ἐν κύκλῳ δύο ἀρτηρίας ἔχει, τὴν μὲν ἑτέραν τὴν μείζω τὸ πλεῖστον αὐτῆς διαπλέκουσαν, τὴν δὲ ἑτέραν εἰς ἐκεῖνα μάλιστα διανεμομένην, ἔνθα τὴν τρίτην ἐνόμιζεν εἶναι κοιλίαν ὁ Ἀριστοτέλης. αὕτη δέ ἐστιν ἡ κατὰ τὸ πλατὺ τῆς καρδίας μόριον οὖσα τῆς δεξιᾶς, οὐκ ἄλλη τρίτη τις. πέφυκε δ’ ἐξ αὐτῆς εἰς τὸν πνεύμονα κατασχιζομένη φλὲψ, ἧς ὁ χιτὼν ὁ αὐτός ἐστι τῷ τῆς ἀρτηρίας. ταύτας μὲν οὖν τὰς ἀρτηρίας ἅμα τῷ πρῶτον ἐκφύεσθαι τῆς καρδίας τὴν μεγίστην ἀποφυομένας αὐτῆς ἰδεῖν ἐστιν, εὐθὺς δὲ κᾳκείνην διασχιζομένην ἀνίσοις τμήμασιν· καὶ μέντοι καὶ τὸ ἔλαττον αὐτῆς μέρος ἄνω
818
φερόμενον, καὶ αὐτὸ πάλιν αὐτίκα σχιζόμενον ἀνίσοις τμήμασι· κᾄπειτα τὸ μὲν μεῖζον αὐτῶν ἐπὶ τὴν σφαγὴν ἀνατεινόμενον λοξὸν ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ τοῦ θώρακος, ἀντίστροφον δὲ τὴν θέσιν ἔχον τὸ ἕτερον. ἀναφέρεται γάρ τοι καὶ τοῦτο λοξὸν ἐπὶ τὴν ἀριστερὰν ὠμοπλάτην τε καὶ μασχάλην ἀποφύσεσιν, ἀποφυόμενον ἐπί τε τὸ στέρνον καὶ τὰς πρώτας τοῦ θώρακος πλευρὰς καὶ τοὺς ἓξ τοῦ τραχήλου σπονδύλους, ἐπί τε τὰ περὶ τὴν κλεῖν χωρία μέχρι τῆς ἀκρωμίας, μεθ’ ἃς ἁπάσας τὸ ὑπόλοιπον ἐπί τε τὴν ὠμοπλάτην καὶ τὴν χεῖρα κατασχίζεται. τὸ δ’ ἐπὶ τὴν σφαγὴν ἀνατεινόμενον μέρος τῆς ἀρτηρίας τὸ μεῖζον, ὅταν τῷ θυμῷ πλησιάσῃ, πρῶτον μὲν ἀπόφυσιν ἑαυτοῦ ποιεῖται παρὰ τὴν ἀριστερὰν σφαγῖτιν, ἐπ’ αὐτῇ δὲ ἑτέραν παρὰ τὴν δεξιάν· εἶθ’ οὕτως τὸ ὑπόλοιπον ἅπαν αὐτῆς ὁμοίως κατασχίζεται τῇ λεγομένῃ πρὸς τὴν ἀριστερὰν ὠμοπλάτην τε καὶ μασχάλην ἀναφέρεσθαι. καὶ γὰρ ἐπὶ τὸ στέρνον ἥκει τις ὡσαύτως τῇ φλεβὶ, τάς τε ἄλλας ἀποφύσεις ποιουμένη, καὶ τὴν ἐπὶ τῶν τιτθῶν, ἥ τε ἐπὶ τὰς πρώτας τοῦ
819
θώρακος πλευρὰς συγκατασχίζεται καὶ συνεκπίπτει τοῦ θώρακος ἐκτὸς ἐπὶ τοὺς ῥαχίτας μῦς, ὥσπερ ἡ φλὲψ, ἥ τε διὰ τῶν κατὰ τοὺς πρώτους ἓξ τοῦ τραχήλου σπονδύλους τρημάτων φερομένη συγκαταβαίνει τε καὶ συγκατασχίζεται τῇ φλεβὶ πρὸς τὰς τοῦ νωτιαίου μήνιγγας, ἥ τ’ ἐπ’ ἀκρώμιον ὠμοπλάτην τε καὶ μασχάλην δεξιάν. αὗται πᾶσαί τε ἄλλαι ταῖς παρακειμέναις φλεψὶ συγκατασχίζονται, καθάπερ αἱ καρωτίδες ὀνομαζόμεναι ταῖς διὰ βάθους σφαγίτισιν. συναναφέρεταί τις ἀρτηρία. ἀλλ’ εἴτε δύο γενηθεῖεν, εἴτε τέτταρες αὗται, χωρὶς ἀρτηριῶν εἰσι. τὸ δὲ ὑπόλοιπον ἑκατέρας καρωτίδος ὄρθιον ἀναφερόμενον εἴσω τοῦ κρανίου παραγίνεται, κᾀνταῦθα ποιεῖ τὸ καλούμενον δικτυοειδὲς πλέγμα, καὶ μετὰ ταῦτα πάλιν ἀρτηρίαι δύο γινόμεναι πρὸς τὸν ἐγκέφαλον ἀναφέρονται. περὶ δὲ τῆς ἐκείνων νομῆς καὶ πρὸς τὰ τῶν αἰσθήσεων ὄργανα κοινωνίας ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται. τὸ δὲ ἕτερον μέρος τῆς ἐκ καρδίας φυομένης ἀρτηρίας
820
τὸ μεῖζον παρὰ τὴν ῥάχιν κατακάμπτεται, τῷ πέμπτῳ τοῦ θώρακος ἐπιβαῖνον σπονδύλῳ, φέρεταί τε τοὐντεῦθεν δι’ ὅλης ἤδη τῆς ῥάχεως ἄχρι τοῦ πλατέος ὀστοῦ, πρῶτον μέν τινα πέμπον ἀπόφυσιν αὑτοῦ μικρὰν ἀρτηρίαν, κατασχιζομένην εἰς ἐκεῖνα τοῦ θώρακος τὰ μέρη, καθ’ ἃ ὁ πνεύμων ἐπίκειται· τὰ τελευταῖα δὲ αὐτῆς πέρατα μέχρι τῆς τραχείας ἀρτηρίας ἀνήκει, μετὰ δὲ ταῦτα καθ’ ἕκαστον σπόνδυλον εἴς τε τὰ μεσοπλεύρια καὶ εἰς τὸν νωτιαῖον ἀπονεμήσεις γίνονται. τὰ δ’ ἄνω τοῦ θώρακος τὰ κατὰ τὰς τέσσαρας πλευρὰς οὐχ ὁμοίως ἀεὶ τὰς ἀρτηρίας ἔχει διατεταμένας· ἐνίοτε μὲν γὰρ ἀπὸ ταύτης πλέον, ἐνίοτε δὲ ἀπὸ τῶν ἄνω φερομένων, ὡς ἔμπροσθεν εἶπον, ἐνίοτε δὲ ἀπ’ ἀμφοῖν ἴσον εἰς αὐτὰς διασπείρεται. ἀλλ’ ἥ γε μεγάλη ἀρτηρία φερομένη μετὰ τὸ ἐξελθεῖν τὸν θώρακα πρῶτον ἐν τῷ διαφράγματι δύο δίδωσιν ἀρτηρίας, ἐφεξῆς δὲ γαστρὶ μὲν καὶ σπληνὶ καὶ ἥπατι μίαν ἀζυγῆ, ταύτῃ δ’ ἐφεξῆς ἑτέραν ἀζυγῆ, κατὰ τὰ πρόσω μέρη τῆς μεγάλης ἀποπεφυκυίας ἀμφοτέρας. ἔστι δ’ ὅτε ἐκ μιᾶς ῥίζης δίχα
821
σχισθεῖσα, γαστρὶ μὲν καὶ σπληνὶ καὶ ἥπατι τὸ ἕτερον τμῆμα, τοῖς δὲ ἐντέροις θάτερον διανέμεται κατὰ τὰ δύο μεσεντέρια, τό τε ἐν τοῖς δεξιοῖς, ὅπερ ἐστὶ τοῦ κώλου τῶν πρώτων μερῶν, καὶ μέσον ἔντερον ἐπὶ τῶν λεπτῶν ἐστι· τὸ γάρ τοι τρίτον μεσεντέριον, ὃ πλησίον ἥκει τῆς ἕδρας, ἐν τοῖς ἀριστεροῖς κείμενον, ἐντεῦθεν μὲν ἀρτηρίαν οὐδεμίαν λαμβάνει, κάτωθεν δὲ ἐμβάλλει τις αὐτῷ μικρὰ, κατὰ τοὺς νεφροὺς φυομένη τῆς μεγάλης ἀρτηρίας ἀζυγής. μεταξὺ δὲ ταύτης καὶ τῶν προειρημένων ἐπὶ τοὺς νεφροὺς ἴασι δύο ἀξιόλογοι τὸ μέγεθος, ἑτέρα τέ τις αὐτῶν ἄνωθεν ἐκ τῶν ἀριστερῶν μερῶν παρατεταμένη τῇ κάτωθεν φλεβί. καὶ μέντοι καὶ αὐτῶν τῶν προειρημένων δυοῖν ἀζυγῶν ἀρτηριῶν ὀλιγάκις ἐθεασάμεθα τὴν μὲν ὑψηλοτέραν εἰς γαστέρα καὶ σπλῆνα, τὴν δὲ ταπεινοτέραν εἰς ἧπάρ τε καὶ μεσεντέρια διανεμομένην. καθήκουσί τε καὶ εἰς τὸν νωτιαῖον ἅμα ταῖς φλεψὶ καθ’ ἕκαστον σπόνδυλον ἀρτηρίας τῆς μεγάλης ἀποσχιζόμεναι. καὶ ταῖς εἰς τὰς λαγόνας
822
εἰρημέναις φέρεσθαι φλεψὶ, καὶ ταύταις ὁμοίως συμπαραφέρονταί τινες ἀρτηρίαι, τῆς ἐπ’ ὀσφύϊ μεγάλης ἀρτηρίας ἀποφυόμεναι. καὶ ταῖς ἐπὶ τοὺς ὄρχεις ὡσαύτως φέρεσθαι φλεψὶν εἰρημέναις ἀρτηρίαι συμπαραφέρονται. κατὰ δὲ τὰ πλάγια τῆς ὀσφύος ὑπερβαίνει τὴν ὑπερκειμένην φλέβα τὸ τῆς μεγάλης ἀρτηρίας ὕστατον, ὡς ἐρηρεῖσθαι μὲν κατὰ τῶν σπονδύλων τὴν φλέβα, κατ’ αὐτῆς δ’ ὀχεῖσθαι τὴν ἀρτηρίαν. ἐπειδὰν δὲ τοῦτο γένηται, τηνικαῦτα, ὥσπερ ἡ φλὲψ, καὶ ἡ μεγάλη ἀρτηρία δίχα σχισθεῖσα τῶν μορίων ἑκάτερον εἰς τὸ κατ’ εὐθὺ πέμπει σκέλος. ἐν δὲ τῇ φορᾷ ταύτῃ μόριον ἓν ἀπεσχισμένον ἑκατέρας αὐτῶν φαίνεται πρῶτον, ὃ τοῖς ἐμβρύοις ἐξ ὀμφαλοῦ προσγίνεται. τελουμένων γὰρ τῶν ζώων, τὸ μὲν ἐν τῷ μεταξὺ πᾶν ὑμενῶδές τε καὶ ξηρὸν καὶ ἄχρηστον γίνεται, τὸ δὲ κατὰ τὴν ἔμφυσιν σώζεται. καὶ τούτου τινὲς ἀποφύσεις, ὥσπερ ἐπὶ τῶν ἐμβρύων, οὕτω καὶ ἐπὶ τῶν τελείων κατασχίζονται ταῖς κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν φλεψὶν, ἃς ἔμπροσθεν εἶπον εἰς τοὺς ἐνταῦθα
823
μῦς διασχίζεσθαι. αὐτὴ δὲ ἡ ἑκατέρων τῶν σκελῶν ἀρτηρία μεγάλη διὰ βάθους φέρεται τῇ μεγάλῃ φλεβὶ συμπαραφερομένη. καὶ μέντοι καὶ ὅσαι διὰ βάθους ἐκείνης εἴρηνται πρόσθεν ἀποφύσεις γίνεσθαι, ταύταις συμπαρεκτείνονταί τε καὶ συγκατασχίζονται. ταῖς δ’ ἐπιπολῆς φλεψὶν ταῖς ἐν τοῖς σκέλεσιν οὐκ ἂν εὕροις ἀρτηρίαν παρακειμένην, ὥσπερ οὐδὲ ἐν χερσὶ, κατά τε ἐπιγάστριον καὶ νῶτον καὶ τράχηλον. ἐν κεφαλῇ δὲ μόνῃ πλησίον τοῦ δέρματος εὕροις ἂν ἀρτηρίας ὄπισθεν τοῦ ὠτὸς καὶ τὰς κατὰ ἑκάτερον τῶν κροτάφων. αἱ δὲ κατ’ ἄκρας τὰς χεῖρας τῶν διὰ βάθους ἀρτηριῶν εἰσι πέρατα, διὰ δὲ τὸ τῶν μορίων ἄσαρκον ὑποπίπτουσι τοῖς ἁπτομένοις, ὥσπερ γε καὶ κατὰ τοὺς ταρσοὺς τῶν ποδῶν. κἀν τοῖς παχυτέροις καὶ πιμελωδεστέροις τὸ σῶμα καὶ τούτων μικρόν τι τὸ φανερόν ἐστιν, καὶ τῶν ἄλλων οὐδεμία πρόδηλος· τοῖς τε γὰρ ἰσχνοῖς καὶ προφανῆ ἐπὶ πλεῖστόν εἰσι καὶ πολλῶν ἀρτηριῶν μόρια. τὰ μὲν οὖν εἰρημένα
824
πάντα περὶ φλεβῶν καὶ ἀρτηριῶν ἐπὶ τῶν τελείων φαίνεται ζώων.
Ἐπὶ μέντοι τῶν ἔτι κυουμένων πρὸς τοῖς εἰρημένοις κατ’ αὐτὸ τὸ χορίον ἀρτηρίαι καὶ φλέβες εἰσὶ καθηκόντων περάτων ἐκφυόμεναι τῶν ἐπὶ μήτραν. συνιόντων δ ἐκείνων πρὸς ἄλληλα, καὶ τῶν γενομένων αὖθις πρὸς ἀλλήλας, γενέσθαι συμβέβηκεν ἐξ αὐτῶν τὸ κατ’ ὀμφαλὸν ζεῦγος ἑκατέρων τῶν ἀγγείων. ἀλλ’ αἱ μὲν ἀρτηρίαι περιλαμβάνουσαι τὴν κύστιν ἐπὶ τὰς ἀποπεφυκυίας τὰς κατὰ ῥάχιν ὡς ἐπὶ τὰ σκέλη παραγίνονται, καθ’ ὅ τι καὶ μικρὸν ἔμπροσθεν εἴρηται. συμβάλλουσαι δ’ ἄλλαι φλέβες κατὰ τὴν πρώτην ἔκφυσιν τοῦ ὀμφαλοῦ μίαν ἀποτελοῦσι μεγάλην ἐπὶ τὰ σιμὰ τοῦ ἥπατος φερομένην ἐγγὺς τῆς ἐπὶ πύλαις φλεβός. αὕτη τε οὗν ἡ φλὲψ χωρὶς ἀρτηρίας ἐστὶ καὶ μετ’ αὐτὴν ἡ κοίλη πᾶσα. τό τε γὰρ διὰ τῶν κυρτῶν τοῦ ἥπατος διεληλυθὸς οὐδεμίαν ἀρτηρίαν παρακειμένην ἔχει τοὐντεῦθεν ἐπὶ τὴν ῥάχιν· ὁμοίως δὲ καὶ τὸ μέχρι
825
τῶν σφαγῶν φερόμενον. οὐ μὴν οὐδὲ ἄλλη τις τῶν κατὰ τὰ κυρτὰ τοῦ ἥπατος φλεβῶν ἀρτηρίαν ἔχει παρακειμένην, ὥσπερ οὐδὲ αἱ τοῦ διαφράγματος, ἃς ἔφαμεν ἀποφύεσθαι τῆς κοίλης διερχομένης αὐτό. καὶ μέντοι καὶ ἡ τὸν θώρακα τρέφουσα φλὲψ, ἣν ἀνωτέρω τῆς καρδίας ἐπὶ τῶν πιθήκων ἔφην ἀποφύεσθαι, καὶ ταύτην χωρὶς ἀρτηρίας ἐστὶν ἰδεῖν ἀποβῆναι τῆς ῥάχεως. οὐχ ἥττων τῆσδε κατὰ τὸ μέγεθος, ἣν ὠμιαίαν ἔφαμεν ὀνομάζεσθαι, χωρὶς ἀρτηρίας ἐστὶ μετὰ πασῶν τῶν ἑαυτῆς ἀποφύσεων, ὅτι μὴ μιᾶς μόνης, ἣν ἐν τῇ κατ’ ἀγκῶνα διαρθρώσει τὴν γένεσιν ἔχειν ἔλεγον, ἀποφυομένην εἰς βάθος, ὥσπερ καὶ τῆς ἔνδον τῆς διὰ μασχάλης. αὗται γὰρ αἱ δύο μόναι διὰ βάθους τοῦ πήχεως φέρονται σὺν ἀρτηρίαις, αἱ δὲ ἄλλαι αἱ κατὰ τὸν πῆχυν ἐπιπολῆς ἅπασαι χωρίς. τρεῖς γὰρ ἢ τέτταρας φύεσθαι πρόσθεν ἔφην ἀπὸ τῆς διὰ μασχάλης· ἄλλη δὲ πολὺ τούτων μείζων ἡ ἐξ ἀμφοῖν γινομένη. αὗται πᾶσαι
826
καθ’ ἑκατέραν χεῖρα φλέβες οὐκ ἔχουσι παρακειμένην ἀρτηρίαν, ὥσπερ καὶ ἡ τοῦ βραχίονος ὀστοῦ ἐμπεριεχομένη διὰ τῶν ὀπίσω μερῶν, ἔπειθ’ ὑπὸ τὸ δέρμα φερομένη, κἀνταῦθα περὶ τὸν ἔξω κόνδυλον εἰς τὸν πῆχυν ἀφικνουμένη. καὶ γὰρ καὶ ἥδε μετὰ τῶν ἰδίων ἀποφύσεων ἁπασῶν χωρὶς ἀρτηρίας ἐστίν· ὡσαύτως δὲ καὶ αἱ ἐπιπολῆς σφαγίτιδες ἅμα ταῖς ἑαυτῶν ἀποφύσεσιν. ὅσαι δὲ κατὰ τὸν τράχηλόν εἰσι, καὶ ὅσαι πρὸς τὰς ὠμοπλάτας ἀποτείνονται, καὶ ὅσαι κατὰ τὰς ῥίζας αὑτῶν ἐλέχθησαν εἰς τὰ πλησίον τῶν κλειδῶν σπείρεσθαι μικραὶ, χωρὶς ἀρτηρίας εἰσὶ σύμπασαι. καὶ τῶν ἐν προσώπῳ δὲ καὶ κεφαλῆς φλεβῶν, παμπόλλων οὐσῶν, ὀλίγαι ταῖς ἀρτηρίας παρατέτανται, καθάπερ ἐλέχθη πρόσθεν, ἡνίκα ὑπὲρ τῶν κατὰ τοὺς κροτάφους καὶ τῶν ὤτων ὄπισθεν ὑπὸ τῷ δέρματι διηγησάμεθα. καὶ συλλήβδην εἰπεῖν, ταῖς ἐπιπολῆς ἢ ταῖς ὑπὸ τῷ δέρματι κατά τε τὸν νῶτον καὶ τὰ πλευρὰ καὶ σύμπαντα τὸν θώρακα καὶ τὸ ὑπογάστριον οὐκ ἂν εὕροις
827
ἀρτηρίαν ὑποκειμένην. ἀμέλει καὶ τῶν ἐξ ὑποχονδρίου καταφερομένων, ἃς συνάπτεσθαι ταῖς κάτωθεν ἀναφερομέναις ἔφην, ἐπιπολῆς οὐδεμία παρακειμένην ἀρτηρίαν ἔχει, καθάπερ διὰ βάθους αἱ παραπεφυκυῖαι τοῖς ἔνδον μέρεσι τῶν ὀρθίων μυῶν. αὗται γὰρ ἔχουσιν· αἱ δὲ ἐπιπολῆς οὐκ ἔτι. καὶ αὐτῶν δὲ τῶν διὰ βάθους αἱ μὲν ἄνωθεν καταφερόμεναι παρακειμένην ἀρτηρίαν ἔχουσιν· αἳ δὲ κάτω φερόμεναι ταῖς ἄνωθεν φερομέναις συνάπτουσι, χωρὶς ἀρτηριῶν εἰσιν, ὥσπερ γε καὶ αἱ ἐκ τῶν ἐντέρων εἰς ἀδένας ἀναφερόμεναι. οὕτω δὲ καὶ τῶν καθ’ ἱερὸν ὀστοῦν αἱ εἰς τοὺς μῦς μόναι παρακειμένην ἀρτηρίαν ἔχουσι, τῶν δὲ ἄλλων οὐδεμία. καὶ ἃς ἐπὶ τὸ αἰδοῖον ἐλέγομεν φέρεσθαι τῶν μυῶν ἐκτὸς ἤδη τὴν ἀπόφυσιν ἐχούσας, καὶ αὗται χωρὶς ἀρτηριῶν εἰσιν, ὥσπερ γε καὶ αἱ κατὰ τὸν μηρὸν ὑπὸ τῷ δέρματι τῆς κνήμης. καὶ γὰρ ἐνταῦθα τριχῇ σχισθείσης
828
τῆς μεγάλης φλεβὸς ὀλίγον πρὸ τῆς ἰγνύος, ἡ διὰ βάθους ἅμα ταῖς ἀποφύσεσιν ἔχει τὰς ἀρτηρίας ἐπικειμένας· ὅσαι δ’ ἀποχωροῦσι πρὸς τὸ δέρμα, τούτων οὐδεμία παρακειμένην ἀρτηρίαν ἔχει. αὗται μὲν αἱ φλέβες χωρὶς ἀρτηριῶν εἰσιν. ἀρτηρίαι δὲ χωρὶς φλεβῶν αἱ κυουμένων ἔτι τῶν ζώων περιλαμβάνουσαι τὴν κύστιν, ἃς ἐξ ὀμφαλοῦ φερομένας ἔφην εἰς τὴν παρὰ τὴν ῥάχιν ἀρτηρίαν ἰέναι κατ’ ἐκεῖνα μάλιστα τὰ μέρη, καθ’ ἃ δίχα σχισθεῖσα τῶν μορίων ἑκατέρων ἐπιβάσει τῷ καθ’ ἑαυτὸ σκέλει ἀποδίδοται. καὶ μέντοι καὶ ἣ ἐκ τῆς μεγάλης ἀρτηρίας εἰς τὴν ἀρτηριώδη φλέβα, κυουμένων ἔτι τῶν ζώων, ἀπόφυσίς ἐστι καὶ κατάφυσις, οὐ κατὰ τὸ σῶμα μόνον, ἀλλὰ καὶ κατὰ τὴν χρείαν ἐπὶ τῶν κυουμένων ἐστὶν ἀρτηρία, μόνη καὶ αὐτὴ τεταμένη χωρὶς φλεβός. αἱ δὲ ἄλλαι ἀρτηρίαι χωρὶς φλεβῶν εἰσιν οὐκ ἐπὶ τῶν κυουμένων μόνον, ἀλλὰ καὶ ἤδη τῶν τελείων ζώων, αἵ γε ἐκ τῆς καρδίας, αἱ μεγάλαι, μία μὲν ἡ ἐπὶ τὸν πέμπτον τοῦ θώρακος
829
καθήκουσα σπόνδυλον, ἑτέρα δὲ ἡ ἐπὶ τὰς σφαγὰς ἀναφερομένη, καὶ τρίτη πρὸς ταύταις, ἣν ἔφην ἐπ’ ὠμοπλάτην τε καὶ μασχάλην ἀριστερὰν ἰέναι. τούτων γὰρ ἑκάστη μέχρι πολλοῦ φέρεται μόνη χωρὶς φλεβὸς, ἡ μὲν ἐπὶ τὸν πέμπτον σπόνδυλον, ἄχρι περ ἂν ὑπ’ αὐτοῦ στηριχθῇ, ἡ δὲ ἐπὶ τὰς σφαγὰς ἄχρι τοῦ κατὰ τὸν θυμὸν χωρίου, ἡ δὲ ἐπὶ τὴν ἀριστερὰν μασχάλην ἄχρι τοῦ πλησιάσαι τῇ πρώτῃ πλευρᾷ. ἀρτηρία δὲ χωρὶς φλεβός ἐστιν ἡ ἐκ τῆς καρωτίδος ἀνιοῦσα, μία καθ’ ἑκάτερον μέρος εἰς τὸ δικτυοειδὲς πλέγμα· τρῆμα γάρ ἐστιν ἴδιον ταύτης ἀποκεχωρισμένον πολὺ τοῦ τρήματος ἐκείνου, δι’ οὗ τὸ τῆς σφαγίτιδος πέρας ἐπὶ τὸν ἐγκέφαλον ἔφην ἀνιέναι. καὶ μὲν δὴ τὸ δικτυοειδὲς πλέγμα χωρὶς φλεβός ἐστιν, καὶ αἱ ἀπὸ τοῦδε αἱ ἐπὶ τὸν πύελον ἀναφερόμεναι κατ’ αὐτὴν τὴν δίοδον οὐδεμίαν ἔχουσι παρακειμένην φλέβα, πρὶν ἄρξασθαι κατασχίζεσθαι, καὶ αἱ ἐπὶ τὸ διάφραγμα δὲ, πρὶν ἐντυχεῖν τοῖς πέρασι τῶν φλεβῶν, ἃς ἀπὸ κοίλης εἰς αὐτὰς κατασχίζεσθαι
830
προειρήκαμεν, οὐδεμίαν ἔχουσι παρακειμένην φλέβα, καθάπερ οὐδὲ αἱ πρῶται τῶν ἐκφύσεων ἐφ’ ἧπαρ καὶ γαστέρα καὶ σπλῆνα καὶ ἔντερα· οὐδὲ γὰρ ταύταις παράκειται φλὲψ, πρὶν ἄρξασθαι σχίζεσθαι.