De naturalibus facultatibus

Galen

Galen. On the Natural Faculties. Brock, A. J., editor. London: William Heinemann Ltd.; Cambridge, MA.: Harvard University Press, 1916.

Ὅτι μὲν οὖν ἡ θρέψις ἀλλοιουμένου τε καὶ ὁμοιουμένου γίγνεται τοῦ τρέφοντος τῷ τρεφομένῳ καὶ ὡς ἐν ἑκάστῳ τῶν τοῦ ζῴου μορίων ἐστί τις δύναμις, ἣν ἀπὸ τῆς ἐνεργείας ἀλλοιωτικὴν μὲν κατὰ γένος, ὁμοιωτικὴν δὲ καὶ θρεπτικὴν κατʼ εἶδος ὀνομάζομεν, ἐν τῷ πρόσθεν δεδήλωται λόγῳ. τὴν δʼ εὐπορίαν τῆς ὕλης, ἣν τροφὴν ἑαυτῷ ποιεῖται τὸ τρεφόμενον, ἐξ ἑτέρας τινὸς ἔχειν ἐδείκνυτο δυνάμεως ἐπισπᾶσθαι πεφυκυίας τὸν οἰκεῖον χυμόν, εἶναι δʼ οἰκεῖον ἑκάστῳ τῶν μορίων χυμόν, ὃς ἂν ἐπιτήδειος εἰς τὴν ἐξομοίωσιν ᾖ, καὶ τὴν ἕλκουσαν αὐτὸν δύναμιν ἀπὸ τῆς ἐνεργείας ἑλκτικήν τέ τινα καὶ ἐπισπαστικὴν ὀνομάζεσθαι. δέδεικται δὲ καί, ὡς πρὸ μὲν τῆς ὁμοιώσεως ἡ πρόσφυσίς ἐστιν, ἐκείνης δʼ ἔμπροσθεν ἡ πρόσθεσις γίγνεται, τέλος, ὡς ἂν εἴποι τις, οὖσα τῆς κατὰ τὴν ἐπισπαστικὴν δύναμιν ἐνεργείας. αὐτὸ μὲν γὰρ τὸ παράγεσθαι τὴν τροφὴν ἐκ τῶν φλεβῶν εἰς ἕκαστον τῶν μορίων τῆς ἑλκτικῆς ἐνεργούσης γίγνεται δυνάμεως,

p.224
τὸ δʼ ἤδη παρῆχθαί τε καὶ προστίθεσθαι τῷ μορίῳ τὸ τέλος ἐστὶν αὐτό, διʼ ὃ καὶ τῆς τοιαύτης ἐνεργείας ἐδεήθημεν· ἵνα γὰρ προστεθῇ, διὰ τοῦθʼ ἕλκεται. χρόνου δʼ ἐντεῦθεν ἤδη πλείονος εἰς τὴν θρέψιν τοῦ ζῴου δεῖ· ἑλχθῆναι μὲν γὰρ καὶ διὰ ταχέων τι δύναται, προσφῦναι δὲ καὶ ἀλλοιωθῆναι καὶ τελέως ὁμοιωθῆναι τῷ τρεφομένῳ καὶ μέρος αὐτοῦ γενέσθαι παραχρῆμα μὲν οὐχ οἷόν τε, χρόνῳ δʼ ἂν πλείονι συμβαίνοι καλῶς. ἀλλʼ εἰ μὴ μένοι κατὰ τὸ μέρος ὁ προστεθεὶς οὗτος χυμός, εἰς ἕτερον δέ τι μεθίσταιτο καὶ παραρρέοι διὰ παντὸς ἀμείβων τε καὶ ὑπαλλάττων τὰ χωρία, κατʼ οὐδὲν αὐτῶν οὔτε πρόσφυσις οὔτʼ ἐξομοίωσις ἔσται. δεῖ δὲ κἀνταῦθά τινος τῇ φύσει δυνάμεως ἑτέρας εἰς πολυχρόνιον μονὴν τοῦ προστεθέντος τῷ μορίῳ χυμοῦ καὶ ταύτης οὐκ ἔξωθέν ποθεν ἐπιρρεούσης ἀλλʼ ἐν αὐτῷ τῷ θρεψομένῳ κατῳκισμένης, ἣν ἀπὸ τῆς ἐνεργείας πάλιν οἱ πρὸ ἡμῶν ἠναγκάσθησαν ὀνομάσαι καθεκτικήν.

ὁ μὲν δὴ λόγος ἤδη σαφῶς ἐνεδείξατο τὴν ἀνάγκην τῆς γενέσεως τῆς τοιαύτης δυνάμεως καὶ ὅστις ἀκολουθίας σύνεσιν ἔχει, πέπεισται βεβαίως ἐξ ὧν εἴπομεν, ὡς ὑποκειμένου τε καὶ προαποδεδειγμένου τοῦ τεχνικὴν εἶναι τὴν φύσιν καὶ τοῦ ζῴου κηδεμονικὴν ἀναγκαῖον ὑπάρχειν αὐτῇ καὶ τὴν τοιαύτην δύναμιν.

p.226

ἀλλʼ ἡμεῖς οὐ τούτῳ μόνῳ τῷ γένει τῆς ἀποδείξεως εἰθισμένοι χρῆσθαι, προστιθέντες δʼ αὐτῷ καὶ τὰς ἐκ τῶν ἐναργῶς φαινομένων ἀναγκαζούσας τε καὶ βιαζομένας πίστεις ἐπὶ τὰς τοιαύτας καὶ νῦν ἀφιξόμεθα καὶ δείξομεν ἐπὶ μέν τινων μορίων τοῦ σώματος οὕτως ἐναργῆ τὴν καθεκτικὴν δύναμιν, ὡς αὐταῖς ταῖς αἰσθήσεσι διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς, ἐπὶ δέ τινων ἧττον μὲν ἐναργῶς ταῖς αἰσθήσεσι, λόγῳ δὲ κἀνταῦθα φωραθῆναι δυναμένην.

Ἀρξώμεθʼ οὖν τῆς διδασκαλίας ἀπʼ αὐτοῦ τοῦ τέως πρῶτον μεθόδῳ τινὶ προχειρίσασθαι μόριʼ ἄττα τοῦ σώματος, ἐφʼ ὧν ἀκριβῶς ἔστι βασανίσαι τε καὶ ζητῆσαι τὴν καθεκτικὴν δύναμιν ὁποία ποτʼ ἐστίν.

ἆρʼ οὖν ἄμεινον ἄν τις ἑτέρωθεν ἢ ἀπὸ τῶν μεγίστων τε καὶ κοιλοτάτων ὀργάνων ὑπάρξαιτο τῆς ζητήσεως; ἐμοὶ μὲν οὖν οὐκ ἂν δοκεῖ βέλτιον. ἐναργεῖς γοῦν εἰκὸς ἐπὶ τούτων φανῆναι τὰς ἐνεργείας διὰ τὸ μέγεθος· ὡς τά γε σμικρὰ τάχʼ ἄν, εἰ καὶ σφοδρὰν ἔχει τὴν τοιαύτην δύναμιν, ἀλλʼ οὐκ αἰσθήσει γʼ ἑτοίμην διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς.

ἀλλʼ ἔστιν ἐν τοῖς μάλιστα κοιλότατα καὶ μέγιστα τῶν τοῦ ζῴου μορίων ἥ τε γαστὴρ καὶ αἱ μῆτραί τε καὶ ὑστέραι καλούμεναι. τί οὖν κωλύει ταῦτα πρῶτα προχειρισαμένους ἐπισκέψασθαι τὰς ἐνεργείας αὐτῶν, ὅσαι μὲν καὶ πρὸ τῆς ἀνατομῆς

p.228
δῆλαι, τὴν ἐξέτασιν ἐφʼ ἡμῶν αὐτῶν ποιουμένους, ὅσαι δʼ ἀμυδρότεραι, τὰ παραπλήσια διαιροῦντας ἀνθ ρώπῳ ζῷα, οὐχ ὡς οὐκ ἂν ἱκανῶς τό γε καθόλου περὶ τῆς ζητουμένης δυνάμεως καὶ τῶν ἀνομοίων ἐνδειξομένων, ἀλλʼ ὡς ἵνʼ ἅμα τῷ κοινῷ καὶ τὸ ἴδιον ἐφʼ ἡμῶν αὐτῶν ἐγνωκότες εἴς τε τὰς διαγνώσεις τῶν νοσημάτων καὶ τὰς ἰάσεις εὐπορώτεροι γιγνώμεθα.

περὶ μὲν οὖν ἀμφοτέρων τῶν ὀργάνων ἅμα λέγειν ἀδύνατον, ἐν μέρει δʼ ὑπὲρ ἑκατέρου ποιησόμεθα τὸν λόγον ἀπὸ τοῦ σαφέστερον ἐνδείξασθαι δυναμένου τὴν καθεκτικὴν δύναμιν ἀρξάμενοι. κατέχει μὲν γὰρ καὶ ἡ γαστὴρ τὰ σιτία, μέχρι περ ἂν ἐκπέψῃ, κατέχουσι δὲ καὶ αἱ μῆτραι τὸ ἔμβρυον, ἔστʼ ἂν τελειώσωσιν· ἀλλὰ πολλαπλάσιός ἐστιν ὁ τῆς τῶν ἐμβρύων τελειώσεως χρόνος τῆς τῶν σιτίων πέψεως.

εἰκὸς οὖν καὶ τὴν δύναμιν ἐναργέστερον ἐν ταῖς μήτραις φωράσειν ἡμᾶς τὴν καθεκτικήν, ὅσῳ καὶ πολυχρονιωτέραν τῆς γαστρὸς τὴν ἐνέργειαν κέκτηται. μησὶ γὰρ ἐννέα που ταῖς πλείσταις τῶν γυναικῶν ἐν αὐταῖς τελειοῦται τὰ κυήματα, μεμυκυίαις μὲν ἅπαντι τῷ αὐχένι, περιεχούσαις δὲ πανταχόθεν αὐτὰ σὺν τῷ χορίῳ. καὶ πέρας γε τῆς τοῦ στόματος μύσεως καὶ τῆς τοῦ κυουμένου κατὰ τὰς μήτρας μονῆς ἡ χρεία τῆς ἐνεργείας ἐστίν· οὐ γὰρ ὡς ἔτυχεν οὐδʼ ἀλόγως ἱκανὰς περιστέλλεσθαι καὶ κατέχειν τὸ

p.230
ἔμβρυον ἡ φύσις ἀπείργασατο τὰς ὑστέρας, ἀλλʼ ἵνʼ εἰς τὸ πρέπον ἀφίκηται μέγεθος τὸ κυούμενον. ὅταν οὖν, οὗ χάριν ἐνήργουν τῇ καθεκτ́ικῇ δυνάμει, συμπεπληρωμένον ᾖ, ταύτην μὲν ἀνέπαυσάν τε καὶ εἰς ἠρεμίαν ἐπανήγαγον, ἀντʼ αὐτῆς δʼ ἑτέρᾳ χρῶνται τῆς τέως ἡσυχαζούσῃ, τῇ προωστικῇ. ἦν δʼ ἄρα καὶ τῆς ἐκείνης ἡσυχίας ὅρος ἡ χρεία καὶ τῆς γʼ ἐνεργείας ὡσαύτως ἡ χρεία· καλούσης μὲν γὰρ αὐτῆς ἐνεργεῖ, μὴ καλούσης δʼ ἡσυχάζει.

καὶ χρὴ πάλιν κἀνταῦθα καταμαθεῖν τῆς φύσεως τὴν τέχνην, ὡς οὐ μόνον ἐνεργειῶν χρησίμων δυνάμεις ἐνέθηκεν ἑκάστῳ τῶν ὀργάνων, ἀλλὰ καὶ τοῦ τῶν ἡσυχιῶν τε καὶ κινήσεων καιροῦ προὐνοήσατο. καλῶς μὲν γὰρ ἁπάντων γιγνομένων τῶν κατὰ τὴν κύησιν ἡ ἀποκριτικὴ δύναμις ἡσυχάζει τελέως ὥσπερ οὐκ οὖσα, κακοπραγίας δέ τινος γενομένης ἢ περὶ τὸ χορίον ἢ περί τινα τῶν ἄλλων ὑμένων ἢ περὶ τὸ κυούμενον αὐτὸ καὶ τῆς τελειώσεως αὐτοῦ παντάπασιν ἀπογνωσθείσης οὐκέτʼ ἀναμένουσι τὸν ἐννεάμηνον αἱ μῆτραι χρόνον, ἀλλʼ ἡ μὲν καθεκτικὴ δύναμις αὐτίκα δὴ πέπαυται καὶ παραχωρεῖ κινεῖσθαι τῇ πρότερον ἀργούσῃ, πράττει δʼ ἤδη τι καὶ πραγματεύεται χρηστὸν ἡ ἀποκριτική τε καὶ προωστική· καὶ γὰρ οὖν καὶ ταύτην οὕτως ἐκάλεσαν ἀπὸ τῶν ἐνεργειῶν αὐτῇ τὰ ὀνόματα θέμενοι καθάπερ καὶ ταῖς ἄλλαις.

καί πως ὁ λόγος ἔοικεν ὑπὲρ ἀμφοτέρων ἀποδείξειν ἅμα· καὶ γάρ τοι καὶ διαδεχομένας αὐτὰς ἀλλήλας καὶ παραχωροῦσαν ἀεὶ τὴν ἑτέραν τῇ λοιπῇ, καθότι ἂν ἡ χρεία κελεύῃ, καὶ

p.232
τὴν διδασκαλίαν κοινὴν οὐκ ἀπεικός ἐστι δέχεσθαι. τῆς μὲν οὖν καθεκτικῆς δυνάμεως ἔργον περιστεῖλαι τὰς μήτρας τῷ κυουμένῳ πανταχόθεν, ὥστʼ εὐλόγως ἁπτομέναις μὲν ταῖς μαιευτρίαις τὸ στόμα μεμυκὸς αὐτῶν φαίνεται, ταῖς κυούσαις δʼ αὐταῖς κατὰ τὰς πρώτας ἡμέρας καὶ μάλιστα κατʼ αὐτὴν ἐκείνην, ἐν ᾗπερ ἂν ἡ τῆς γονῆς σύλληψις γένηται, κινουμένων τε καὶ συντρεχουσῶν εἰς ἑαυτὰς τῶν ὑστερῶν αἴσθησις γίγνεται καὶ ἢν ἄμφω ταῦτα συμβῇ, μῦσαι μὲν τὸ στόμα χωρὶς φλεγμονῆς ἤ τινος ἄλλου παθήματος, αἴσθησιν δὲ τῆς κατὰ τὰς μήτρας κινήσεως ἀκολουθῆσαι, πρὸς αὑτὰς ἤδη τὸ σπέρμα τὸ παρὰ τἀνδρὸς εἰληφέναι τε καὶ κατέχειν αἱ γυναῖκες νομίζουσι.

ταῦτα δʼ οὐχ ἡμεῖς νῦν ἀναπλάττομεν ἡμῖν αὐτοῖς, ἀλλʼ ἐκ μακρᾶς πείρας δοκιμασθέντα πᾶσι γέγραπται σχεδόν τι τοῖς περὶ τούτων πραγματευσαμένοις. Ἡρόφιλος μέν γε καὶ ὡς οὐδὲ πυρῆνα μήλης ἂν δέχοιτο τῶν μητρῶν τὸ στόμα, πρὶν ἀποκυεῖν τὴν γυναῖκα, καὶ ὡς οὐδὲ τοὐλάχιστον ἔτι διέστηκεν, ἢν ὑπάρξηται κύειν, καὶ ὡς ἐπὶ πλέον ἀναστομοῦνται κατὰ τὰς τῶν ἐπιμηνίων φοράς, οὐκ ὤκνησε γράφειν· συνομολογοῦσι δʼ αὐτῷ καὶ οἱ ἄλλοι πάντες οἱ περὶ τούτων πραγματευσάμενοι καὶ πρῶτός γʼ ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων Ἱπποκράτης ἀπεφήνατο μύειν τὸ στόμα τῶν ὑστερῶν ἔν τε ταῖς κυήσεσι καὶ ταῖς φλεγμοναῖς, ἀλλʼ ἐν μὲν ταῖς κυήσεσιν οὐκ ἐξιστάμενον τῆς φύσεως, ἐν δὲ ταῖς φλεγμοναῖς σκληρὸν γιγνόμενον.

p.234

ἐπὶ δέ γε τῆς ἐναντίας τῆς ἐκκριτικῆς ἀνοίγνυται μὲν τὸ στόμα, προέρχεται δʼ ὁ πυθμὴν ἅπας ὅσον οἷόν τʼ ἐγγυτάτω τοῦ στόματος ἀπωθούμενος ἔξω τὸ ἔμβρυον, ἅμα δʼ αὐτῷ καὶ τὰ συνεχῆ μέρη τὰ οἷον πλευρὰ τοῦ παντὸς ὀργάνου συνεπιλαμβανόμενα τοῦ ἔργου θλίβει τε καὶ προωθεῖ πᾶν ἔξω τὸ ἔμβρυον. καὶ πολλαῖς τῶν γυναικῶν ὠδῖνες βίαιοι τὰς μήτρας ὅλας ἐκπεσεῖν ἠνάγκασαν ἀμέτρως χρησαμέναις τῇ τοιαύτῃ δυνάμει, παραπλησίου τινὸς γιγνομένου τῷ πολλάκις ἐν πάλαις τισὶ καὶ φιλονεικίαις συμβαίνοντι, ὅταν ἀνατρέψαι τε καὶ καταβαλεῖν ἑτέρους σπεύδοντες αὐτοὶ συγκαταπέσωμεν. οὕτω γὰρ καὶ αἱ μῆτραι τὸ ἔμβρυον ὠθοῦσαι συνεξέπεσον ἐνίοτε καὶ μάλισθʼ, ὅταν οἱ πρὸς τὴν Ῥάχιν αὐτῶν σύνδεσμοι χαλαροὶ φύσει τυγχάνωσιν ὄντες.

ἔστι δὲ καὶ τοῦτο θαυμαστόν τι τῆς φύσεως σόφισμα, τὸ ζῶντος μὲν τοῦ κυήματος ἀκριβῶς πάνυ μεμυκέναι τὸ στόμα τῶν μητρῶν, ἀποθανόντος δὲ παραχρῆμα διανοίγεσθαι τοσοῦτον, ὅσον εἰς τὴν ἔξοδον αὐτοῦ διαφέρει. καὶ μέντοι καὶ αἱ μαῖαι τὰς τικτούσας οὐκ εὐθὺς ἀνιστᾶσιν οὐδʼ ἐπὶ τὸν δίφρον καθίζουσιν, ἀλλʼ ἅπτονται πρότερον ἀνοιγομένου τοῦ στόματος κατὰ βραχὺ καὶ πρῶτον μέν, ὥστε τὸν μικρὸν δάκτυλον καθιέναι, διεστηκέναι φασίν, ἔπειτʼ ἤδη καὶ μεῖζον καὶ κατὰ βραχὺ δὴ πυνθανομένοις ἡμῖν ἀποκρίνονται τὸ μέγεθος τῆς διαστάσεως ἐπαυξανόμενον. ὅταν δʼ ἱκανὸν ᾖ πρὸς τὴν τοῦ κυουμένου δίοδον, ἀνιστᾶσιν αὐτὰς καὶ καθίζουσι

p.236
καὶ προθυμεῖσθαι κελεύουσιν ἀπώσασθαι τὸ παιδίον. ἔστι δʼ ἤδη τοῦτο τὸ ἔργον, ὃ παρʼ ἑαυτῶν αἱ κύουσαι προστιθέασιν, οὐκέτι τῶν ὑστερῶν, ἀλλὰ τῶν κατʼ ἐπιγάστριον μυῶν, οἳ πρὸς τὴν ἀποπάτησίν τε καὶ τὴν οὔρησιν ἡμῖν συνεργοῦσιν.

οὕτω μὲν ἐπὶ τῶν μητρῶν ἐναργῶς αἱ δύο φαίνονται δυνάμεις, ἐπὶ δὲ τῆς γαστρὸς ὧδε. πρῶτον μὲν τοῖς κλύδωσιν, οἳ δὴ καὶ πεπίστευνται τοῖς ἰατροῖς ἀρρώστου κοιλίας εἶναι συμπτώματα καὶ κατὰ λόγον πεπίστευνται· ἐνίοτε μὲν γὰρ ἐλάχιστα προσενηνεγμένων οὐ γίγνονται περιστελλομένης ἀκριβῶς αὐτοῖς τῆς γαστρὸς καὶ σφιγγούσης πανταχόθεν, ἐνίοτε δὲ μεστὴ μὲν ἡ γαστήρ ἐστιν, οἱ κλύδωνες δʼ ὡς ἐπὶ κενῆς ἐξακούονται. κατὰ φύσιν μὲν γὰρ ἔχουσα καὶ χρωμένη καλῶς τῇ περισταλτικῇ δυνάμει, κἂν ὀλίγον ᾖ τὸ περιεχόμενον, ἅπαν αὐτὸ περιλαμβάνουσα χώραν οὐδεμίαν ἀπολείπει κενήν, ἀρρωστοῦσα δέ, καθότι ἂν ἀδυνατήσῃ περιλαβεῖν ἀκριβῶς, ἐνταῦθʼ εὐρυχωρίαν τινʼ ἐργαζομένη συγχωρεῖ τοῖς περιεχομένοις ὑγροῖς κατὰ τὰς τῶν σχημάτων μεταλλαγὰς ἄλλοτʼ ἀλλαχόσε μεταρρεουσι κλύδωνας ἀποτελεῖν.

εὐλόγως οὖν, ὅτι μηδὲ πέψουσιν ἱκανῶς, οἱ ἐν τῶδε τῷ συμπτώματι γενόμενοι προσδοκῶσιν· οὐ γὰρ ἐνδέχεται πέψαι καλῶς ἄρρωστον γαστέρα. τοῖς τοιούτοις δὲ καὶ μέχρι πλείονος ἐν αὐτῇ

p.238
φαίνεται παραμένον τὸ βάρος, ὡς ἂν καὶ βραδύτερον πέττουσι. καὶ μὴν θαυμάσειεν ἄν τις ἐπʼ αὐτῶν τούτων μάλιστα τὸ πολυχρόνιον τῆς ἐν τῇ γαστρὶ διατριβῆς οὐ τῶν σιτίων μόνον ἀλλὰ καὶ τοῦ πόματος· οὐ γάρ, ὅπερ ἂν οἰηθείη τις, ὡς τὸ τῆς γαστρὸς στόμα τὸ κάτω στενὸν ἱκανῶς ὑπάρχον οὐδὲν παρίησι πρὶν ἀκριβῶς λειωθῆναι, τοῦτʼ αἴτιον ὄντως ἐστί. πολλὰ γοῦν πολλάκις ὀπωρῶν ὀστᾶ μέγιστα καταπίνουσι πάμπολλοι καί τις δακτύλιον χρυσοῦν ἐν τῷ στόματι φυλάττων ἄκων κατέπιε καὶ ἄλλος τις νόμισμα καὶ ἄλλος ἄλλο τι σκληρὸν καὶ δυσκατέργαστον, ἀλλʼ ὅμως ἅπαντες οὗτοι Ῥᾳδίως ἀπεπάτησαν, ἃ κατέπιον, οὐδενὸς αὐτοῖς ἀκολουθήσαντος συμπτώματος. εἰ δέ γʼ ἡ στενότης τοῦ πόρου τῆς γαστρὸς αἰτία τοῦ μένειν ἐπὶ πλέον ἦν τοῖς ἀτρίπτοις σιτίοις, οὐδὲν ἂν τούτων ποτὲ διεχώρησεν. ἀλλὰ καὶ τὸ τὰ πόματʼ αὐτοῖς ἐν τῇ γαστρὶ παραμένειν ἐπὶ πλεῖστον ἱκανὸν ἀπάγειν τὴν ὑπόνοιαν τοῦ πόρου τῆς στενότητος· ὅλως γάρ, εἴπερ ἦν ἐν τῷ κεχυλῶσθαι τὸ θᾶττον ὑπιέναι, τά τε Ῥοφήματʼ ἂν οὕτω καὶ τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυλὸς αὐτίκα διεξῄει πᾶσιν. ἀλλʼ οὐχ ὧδʼ ἔχει· τοῖς μὲν γὰρ ἀσθενέσιν ἐπὶ πλεῖστον ἐμπλεῖ ταῦτα καὶ κλύδωνας ἐργάζεται παραμένοντα καὶ θλίβει καὶ βαρύνει τὴν γαστέρα, τοῖς δʼ ἰσχυροῖς οὐ μόνον τούτων οὐδὲν συμβαίνει, ἀλλὰ καὶ πολὺ πλῆθος ἄρτων καὶ κρεῶν ὑποχωρεῖ ταχέως.

p.240

οὐ μόνον δʼ ἐκ τοῦ περιτετάσθαι τὴν γαστέρα καὶ βαρύνεσθαι καὶ μεταρρεῖν ἄλλοτʼ εἰς ἄλλα μέρη μετὰ κλύδωνος τὸ παραμένειν ἐπὶ πλέον ἐν αὐτῇ πάντως τοῖς οὕτως ἔχουσι τεκμήραιτʼ ἄν τις ἀλλὰ κἀκ τῶν ἐμέτων· ἔνιοι γὰρ οὐ μετὰ τρεῖς ὥρας ἢ τέτταρας ἀλλὰ νυκτῶν ἤδη μέσων παμπόλλου μεταξὺ χρόνου διελθόντος ἐπὶ ταῖς προσφοραῖς ἀνήμεσαν ἀκριβῶς ἅπαντα τὰ ἐδηδεσμένα.

καὶ μὲν δὴ καὶ ζῷον ὁτιοῦν ἐμπλήσας ὑγρᾶς τροφῆς, ὥσπερ ἡμεῖς πολλάκις ἐπὶ συῶν ἐπειράθημεν ἐξ ἀλεύρων μέθʼ ὕδατος οἷον κυκεῶνά τινα δόντες αὐτοῖς, ἔπειτα μετὰ τρεῖς που καὶ τέτταρας ὥρας ἀνατεμόντες, εἰ οὕτω καὶ σὺ πράξειας, εὑρήσεις ἔτι κατὰ τὴν γαστέρα τὰ ἐδηδεσμένα· πέρας γὰρ αὐτοῖς ἐστι τῆς ἐνταῦθα μονῆς οὐχ ἡ χύλωσις, ἣν καὶ ἐκτὸς ἔτι ὄντων μηχανήσασθαι δυνατόν ἐστιν, ἀλλʼ ἡ πέψις, ἕτερόν τι τῆς χυλώσεως οὖσα, καθάπερ αἱμάτωσίς τε καὶ θρέψις. ὡς γὰρ κἀκεῖνα δέδεικται ποιοτήτων μεταβολῇ γιγνόμενα, τὸν αὐτὸν τρόπον καὶ ἡ ἐν τῇ γαστρὶ πέψις τῶν σιτίων εἰς τὴν οἰκείαν ἐστὶ τῷ τρεφομένῳ ποιότητα μεταβολὴ καὶ ὅταν γε πεφθῇ τελέως, ἀνοίγνυται μὲν τηνικαῦτα τὸ κάτω στόμα, διεκπίπτει δʼ αὐτοῦ τὰ σιτία Ῥᾳδίως, εἰ καὶ πλῆθός τι μεθʼ ἑαυτῶν ἔχοντα τύχοι λίθων ἢ ὀστῶν ἢ γιγάρτων ἤ τινος ἄλλου χυλωθῆναι μὴ δυναμένου. καί σοι τοῦτʼ ἔνεστιν ἐπὶ ζῴου

p.242
θεάσασθαι στοχασαμένῳ τὸν καιρὸν τῆς κάτω διεξόδου. καὶ μέν γε καὶ εἰ σφαλείης ποτὲ τοῦ καιροῦ καὶ μηδὲν μήπω κάτω παρέρχοιτο πεττομένων ἔτι κατὰ τὴν γαστέρα τῶν σιτίων, οὐδʼ οὕτως ἄκαρπος ἡ ἀνατομή σοι γενήσεται· θεάσῃ γὰρ ἐπʼ αὐτῶν, ὅπερ ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἀκριβῶς μὲν μεμυκότα τὸν πυλωρόν, ἅπασαν δὲ τὴν γαστέρα περιεσταλμένην τοῖς σιτίοις τρόπον ὁμοιότατον, οἷόνπερ καὶ αἱ μῆτραι τοῖς κυουμένοις. οὐ γὰρ ἔστιν οὐδέποτε κενὴν εὑρεῖν χώραν οὔτε κατὰ τὰς ὑστέρας οὔτε κατὰ τὴν κοιλίαν οὔτε κατὰ τὰς κύστεις ἀμφοτέρας οὔτε κατὰ τὴν χοληδόχον ὀνομαζομένην οὔτε τὴν ἑτέραν· ἀλλʼ εἴτʼ ὀλίγον εἴη τὸ περιεχόμενον ἐν αὐταῖς εἴτε πολύ, μεσταὶ καὶ πλήρεις αὐτῶν αἱ κοιλίαι φαίνονται περιστελλομένων ἀεὶ τῶν χιτώνων τοῖς περιεχομένοις, ὅταν γε κατὰ φύσιν ἔχῃ τὸ ζῷον.

Ἐρασίστρατος δʼ οὐκ οἶδʼ ὅπως τὴν περιστολὴν τῆς γαστρὸς ἁπάντων αἰτίαν ἀποφαίνει καὶ τῆς λειώσεως τῶν σιτίων καὶ τῆς τῶν περιττωμάτων ὑποχωρήσεως καὶ τῆς τῶν κεχυλωμένων ἀναδόσεως.

ἐγὼ μὲν γὰρ μυριάκις ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου διελὼν τὸ περιτόναιον εὗρον ἀεὶ τὰ μὲν ἔντερα πάντα περιστελλόμενα τοῖς ἐνυπάρχουσι, τὴν κοιλίαν δʼ οὐχ ἁπλῶς, ἀλλʼ ἐπὶ μὲν ταῖς ἐδωδαῖς ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ καὶ πανταχόθεν ἀκριβῶς

p.244
περιειληφυῖαν ἀκίνητον, ὡς δοκεῖν ἡνῶσθαι καὶ περιπεφυκέναι τοῖς σιτίοις· ἐν δὲ τούτῳ καὶ τὸν πυλωρὸν εὕρισκον ἀεὶ μεμυκότα καὶ κεκλεισμένον ἀκριβῶς ὥσπερ τὸ τῶν ὑστερῶν στόμα ταῖς ἐγκύμοσιν.

ἐπὶ μέντοι ταῖς πέψεσι συμπεπληρωμέναις ἀνέῳκτο μὲν ὁ πυλωρός, ἡ γαστὴρ δὲ περισταλτικῶς ἐκινεῖτο παραπλησίως τοῖς ἐντέροις.

ἅπαντʼ οὖν ἀλλήλοις ὁμολογεῖ ταῦτα καὶ τῇ γαστρὶ καὶ ταῖς ὑστέραις καὶ ταῖς κύστεσιν εἶναί τινας ἐμφύτους δυνάμεις καθεκτικὰς μὲν τῶν οἰκείων ποιοτήτων, ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. ὅτι μὲν γὰρ ἕλκει τὴν χολὴν εἰς ἑαυτὴν ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἔμπροσθεν δέδεικται, ὅτι δὲ καὶ ἀποκρίνει καθʼ ἑκάστην ἡμέραν εἰς τὴν γαστέρα, καὶ τοῦτʼ ἐναργῶς φαίνεται. καὶ μὴν εἰ διεδέχετο τὴν ἑλκτικὴν δύναμιν ἡ ἐκκριτικὴ καὶ μὴ μέση τις ἀμφοῖν ἦν ἡ καθεκτική, διὰ παντὸς ἐχρῆν ἀνατεμνομένων τῶν ζῴων ἴσον πλῆθος χολῆς εὑρίσκεσθαι κατὰ τὴν κύστιν· οὐ μὴν εὑρίσκεταί γε. ποτὲ μὲν γὰρ πληρεστάτη, ποτὲ δὲ κενοτάτη, ποτὲ δὲ τὰς ἐν τῷ μεταξὺ διαφορὰς ἔχουσα θεωρεῖται, καθάπερ καὶ ἡ ἑτέρα κύστις ἡ τὸ οὖρον ὑποδεχομένη. ταύτης μέν γε καὶ πρὸ τῆς ἀνατομῆς αἰσθανόμεθα, πρὶν ἀνιαθῆναι τῷ πλήθει βαρυνθεῖσαν ἢ τῇ δριμύτητι δηχθεῖσαν,

p.246
ἀθροιζούσης ἔτι τὸ οὖρον, ὡς οὔσης τινὸς κἀνταῦθα δυνάμεως καθεκτικῆς.

οὕτω δὲ καὶ ἡ γαστὴρ ὑπὸ δριμύτητος πολλάκις δηχθεῖσα πρωιαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν ἀποτρίβεται. αὖθις δʼ ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα ἢ καὶ κατʼ ἄμφω συνελθόντα κακῶς διατεθεῖσα διαρροίαις ἑάλω. καὶ μέν γε καὶ οἱ ἔμετοι, τῷ πλήθει βαρυνθείσης αὐτῆς ἢ τὴν ποιότητα τῶν ἐν αὐτῇ σιτίων τε καὶ περιττωμάτων μὴ φερούσης, ἀνάλογόν τι ταῖς διαρροίαις πάθημα τῆς ἄνω γαστρός ἐστιν. ὅταν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσιν αὐτῆς ἡ τοιαύτη γένηται διάθεσις, ἐρρωμένων τῶν κατὰ τὸν στόμαχον, εἰς διαρροίας ἐτελεύτησεν, ὅταν δʼ ἐν τοῖς κατὰ τὸ στόμα, τῶν ἄλλων εὐρωστούντων, εἰς ἐμέτους.

ἔνεστι δὲ καὶ τοῦτο πολλάκις ἐναργῶς ἰδεῖν ἐπὶ τῶν ἀποσίτων· ἀναγκαζόμενοι γὰρ ἐσθίειν οὔτε καταπίνειν εὐσθενοῦσιν οὔτʼ, εἰ καὶ βιάσαιντο, κατέχουσιν, ἀλλʼ εὐθὺς ἀνεμοῦσι. καὶ οἱ ἄλλως δὲ τῶν ἐδεσμάτων πρὸς ὁτιοῦν δυσχεραίνοντες βιασθέντες ἐνίοτε προσάρασθαι ταχέως ἐξεμοῦσιν, ἢ εἰ κατάσχοιεν βιασάμενοι, ναυτιώδεις τʼ εἰσὶ καὶ τῆς γαστρὸς ὑπτίας αἰσθάνονται καὶ σπευδούσης ἀποθέσθαι τὸ λυποῦν.

οὕτως ἐξ ἁπάντων τῶν φαινομένων, ὅπερ ἐξ ἀρχῆς ἐρρέθη, μαρτυρεῖται τὸ δεῖν ὑπάρχειν τοῖς τοῦ ζῴου μορίοις σχεδὸν ἅπασιν ἔφεσιν μέν τινα

p.248
καὶ οἷον ὄρεξιν τῆς οἰκείας ποιότητος, ἀποστροφὴν δέ τινα καὶ οἷον μῖσός τι τῆς ἀλλοτρίας. ἀλλʼ ἐφιέμενα μὲν ἕλκειν εὔλογον, ἀποστρεφόμενα δʼ ἐκκρίνειν.

κἀκ τούτων πάλιν ἥ θʼ ἑλκτικὴ δύναμις ἀποδείκνυται καθʼ ἅπαν ὑπάρχουσα καὶ ἡ προωστική.

ἀλλʼ εἴπερ ἔφεσίς τέ τίς ἐστι καὶ ἕλξις, εἴη ἄν τις καὶ ἀπόλαυσις· οὐδὲν γὰρ τῶν ὄντων ἕλκει τι διʼ αὐτὸ τὸ ἕλκειν, ἀλλʼ ἵνʼ ἀπολαύσῃ τοῦ διὰ τῆς ὁλκῆς εὐπορηθέντος. καὶ μὴν ἀπολαύειν οὐ δύναται μὴ κατασχόν. κἀν τούτῳ πάλιν ἡ καθεκτικὴ δύναμις ἀποδείκνυται τὴν γένεσιν ἀναγκαίαν ἔχουσα· σαφῶς γὰρ ἐφίεται μὲν τῶν οἰκείων ποιοτήτων ἡ γαστήρ, ἀποστρέφεται δὲ τὰς ἀλλοτρίας.

ἀλλʼ εἴπερ ἐφίεταί τε καὶ ἕλκει καὶ ἀπολαύει κατέχουσα καὶ περιστελλομένη, εἴη ἄν τι καὶ πέρας αὐτῇ τῆς ἀπολαύσεως κἀπὶ τῷδʼ ὁ καιρὸς ἤδη τῆς ἐκκριτικῆς δυνάμεως ἐνεργούσης.

ἀλλʼ εἰ καὶ κατέχει καὶ ἀπολαύει, καταχρῆται πρὸς ὃ πέφυκε. πέφυκε δὲ τοῦ προσήκοντος ἑαυτῇ κατὰ ποιότητα καὶ οἰκείου

p.250
μεταλαμβάνειν· ὥσθʼ ἕλκει τῶν σιτίων ὅσον χρηστότατον ἀτμωδῶς τε καὶ κατὰ βραχὺ καὶ τοῦτο τοῖς ἑαυτῆς χιτῶσιν ἐναποτίθεταί τε καὶ προστίθησιν. ὅταν δʼ ἱκανῶς ἐμπλησθῇ, καθάπερ ἄχθος τι τὴν λοιπὴν ἀποτίθεται τροφὴν ἐσχηκυῖάν τι χρηστὸν ἤδη καὶ αὐτὴν ἐκ τῆς πρὸς τὴν γαστέρα κοινωνίας· οὐδὲ γὰρ ἐνδέχεται δύο σώματα δρᾶν καὶ πάσχειν ἐπιτήδεια συνελθόντα μὴ οὐκ ἤτοι πάσχειν θʼ ἅμα καὶ δρᾶν ἢ θάτερον μὲν δρᾶν, θάτερον δὲ πάσχειν. ἐὰν μὲν γὰρ ἰσάζῃ ταῖς δυνάμεσιν, ἐξ ἴσου δράσει τε καὶ πείσεται, ἂν δʼ ὑπερέχῃ πολὺ καὶ κρατῇ θάτερον, ἐνεργήσει περὶ τὸ πάσχον· ὥστε δράσει μέγα μέν τι καὶ αἰσθητόν, αὐτὸ δʼ ἤτοι σμικρόν τι καὶ οὐκ αἰσθητὸν ἢ παντάπασιν οὐδὲν πείσεται. ἀλλʼ ἐν τούτῳ δὴ καὶ μάλιστα διήνεγκε φαρμάκου δηλητηρίου τροφή· τὸ μὲν γὰρ κρατεῖ τῆς ἐν τῷ σώματι δυνάμεως, ἡ δὲ κρατεῖται.

οὔκουν ἐνδέχεται τροφὴν μὲν εἶναί τι τῷ ζῴῳ προσήκουσαν, οὐ μὴν καὶ κρατεῖσθαί γʼ ὁμοίως πρὸς τῶν ἐν τῷ ζῴῳ ποιοτήτων· τὸ κρατεῖσθαι δʼ ἦν ἀλλοιοῦσθαι. ἀλλʼ ἐπεὶ τὰ μὲν ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι μόρια, τὰ δʼ ἀσθενέστερα, κρατήσει μὲν πάντα τῆς οἰκείας τῷ ζῴῳ τροφῆς, οὐχ ὁμοίως δὲ πάντα· κρατήσει δʼ ἄρα καὶ ἡ γαστὴρ καὶ ἀλλοιώσει μὲν τὴν τροφήν, οὐ μὴν ὁμοίως ἥπατι καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ καρδίᾳ.

πόσον οὖν ἐστιν, ὃ ἀλλοιοῖ, καὶ δὴ θεασώμεθα· πλέον μὲν ἢ κατὰ τὸ στόμα, μεῖον δʼ ἢ κατὰ τὸ

p.252
ἧπάρ τε καὶ τὰς φλέβας. αὕτη μὲν γὰρ ἡ ἀλλοίωσις εἰς αἵματος οὐσίαν ἄγει τὴν τροφήν, ἡ δʼ ἐν τῷ στόματι μεθίστησι μὲν αὐτὴν ἐναργῶς εἰς ἕτερον εἶδος, οὐ μὴν εἰς τέλος γε μετακοσμεῖ. μάθοις δʼ ἂν ἐπὶ τῶν ἐγκαταλειφθέντων ταῖς διαστάσεσι τῶν ὀδόντων σιτίων καὶ καταμεινάντων διʼ ὅλης νυκτός· οὔτε γὰρ ἄρτος ἀκριβῶς ὁ ἄρτος οὔτε κρέας ἐστὶ τὸ κρέας, ἀλλʼ ὄζει μὲν τοιοῦτον, οἷόνπερ καὶ τοῦ ζῴου τὸ στόμα, διαλέλυται δὲ καὶ διατέτηκε καὶ τὰς ἐν τῷ ζῴῳ τῆς σαρκὸς ἀπομέμακται ποιότητας. ἔνεστι δέ σοι θεάσασθαι τὸ μέγεθος τῆς ἐν τῷ στόματι τῶν σιτίων ἀλλοιώσεως, εἰ πυροὺς μασησάμενος ἐπιθείης ἀπέπτοις δοθιῆσιν· ὄψει γὰρ αὐτοὺς τάχιστα μεταβάλλοντάς τε καὶ συμπέττοντας, οὐδὲν τοιοῦτον, ὅταν ὕδατι φυραθῶσιν, ἐργάσασθαι δυναμένους. καὶ μὴ θαυμάσῃς· τὸ γάρ τοι φλέγμα τουτὶ τὸ κατὰ τὸ στόμα καὶ λειχήνων ἐστὶν ἄκος καὶ σκορπίους ἀναιρεῖ παραχρῆμα καὶ πολλὰ τῶν ἰοβόλων θηρίων τὰ μὲν εὐθέως ἀποκτείνει, τὰ δʼ ἐς ὕστερον· ἅπαντα γοῦν βλάπτει μεγάλως. ἀλλὰ τὰ μεμασημένα σιτία πρῶτον μὲν τούτῳ τῷ φλέγματι βέβρεκταί τε καὶ πεφύραται, δεύτερον δὲ καὶ τῷ χρωτὶ τοῦ στόματος ἅπαντα πεπλησίακεν, ὥστε πλείονα μεταβολὴν εἴληφε τῶν ἐν ταῖς κεναῖς χώραις τῶν ὀδόντων ἐσφηνωμένων.

ἀλλʼ ὅσον τὰ μεμασημένα τούτων ἐπὶ πλέον ἠλλοίωται, τοσοῦτον ἐκείνων τὰ καταποθέντα.

p.254
μὴ γὰρ οὐδὲ παραβλητὸν ᾖ τὸ τῆς ὑπερβολῆς, εἰ τὸ κατὰ τὴν κοιλίαν ἐννοήσαιμεν φλέγμα καὶ χολὴν καὶ πνεῦμα καὶ θερμασίαν καὶ ὅλην τὴν οὐσίαν τῆς γαστρός. εἰ δὲ καὶ συνεπινοήσαις αὐτῇ τὰ παρακείμενα σπλάγχνα καθάπερ τινὶ λέβητι μεγάλῳ πυρὸς ἑστίας πολλάς, ἐκ δεξιῶν μὲν τὸ ἧπαρ, ἐξ ἀριστερῶν δὲ τὸν σπλῆνα, τὴν καρδίαν δʼ ἐκ τῶν ἄνω, σὺν αὐτῇ δὲ καὶ τὰς φρένας αἰωρουμένας τε καὶ διὰ παντὸς κινουμένας, ἐφʼ ἅπασι δὲ τούτοις σκέπον τὸ ἐπίπλοον, ἐξαίσιόν τινα πεισθήσῃ τὴν ἀλλοίωσιν γίγνεσθαι τῶν εἰς τὴν γαστέρα καταποθέντων σιτίων.

πῶς δʼ ἂν ἠδύνατο Ῥᾳδίως αἱματοῦσθαι μὴ προπαρασκευασθέντα τῇ τοιαύτῃ μεταβολῇ; δέδεικται γὰρ οὖν καὶ πρόσθεν, ὡς οὐδὲν εἰς τὴν ἐναντίαν ἀθρόως μεθίσταται ποιότητα. πῶς οὖν ὁ ἄρτος αἷμα γίγνεται, πῶς δὲ τὸ τεῦτλον ἢ ὁ κύαμος ἤ τι τῶν ἄλλων, εἰ μὴ πρότερόν τινʼ ἑτέραν ἀλλοίωσιν ἐδέξατο; πῶς δʼ ἡ κόπρος ἐν τοῖς λεπτοῖς ἐντέροις ἀθρόως γεννηθήσεται; τί γὰρ ἐν τούτοις σφοδρότερον εἰς ἀλλοίωσίν ἐστι τῶν κατὰ τὴν γαστέρα; ποτερα τῶν χιτώνων τὸ πλῆθος ἢ τῶν γειτνιώντων σπλάγχνων ἡ περίθεσις ἢ τῆς μονῆς ὁ χρόνος ἢ σύμφυτός τις ἐν τοῖς ὀργάνοις θερμασία; καὶ μὴν κατʼ οὐδὲν τούτων πλεονεκτεῖ τὰ ἔντερα τῆς γαστρός. τί ποτʼ οὖν ἐν μὲν τῇ γαστρὶ νυκτὸς ὅλης πολλάκις μείναντα τὸν ἄρτον ἔτι φυλάττεσθαι βούλονται τὰς ἀρχαίας διασῴζοντα ποιότητας, ἐπειδὰν δʼ ἅπαξ ἐμπέσῃ

p.256
τοῖς ἐντέροις, εὐθὺς γίγνεσθαι κόπρον; εἰ μὲν γὰρ ὁ τοσοῦτος χρόνος ἀδύνατος ἀλλοιοῦν, οὐδʼ ὁ βραχὺς ἱκανός· εἰ δʼ οὗτος αὐτάρκης, πῶς οὐ πολὺ μᾶλλον ὁ μακρός; ἆρʼ οὖν ἀλλοιοῦται μὲν ἡ τροφὴ κατὰ τὴν κοιλίαν, ἄλλην δέ τινʼ ἀλλοίωσιν καὶ οὐχ οἵαν ἐκ τῆς φύσεως ἴσχει τοῦ μεταβάλλοντος ὀργάνου; ἢ ταύτην μέν, οὐ μὴν τήν γʼ οἰκείαν τῷ τοῦ ζῴου σώματι; μακρῷ τοῦτʼ ἀδυνατώτερόν ἐστι. καὶ μὴν οὐκ ἄλλο γʼ ἦν ἡ πέψις ἢ ἀλλοίωσις εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα. εἴπερ οὖν ἡ πέψις τοῦτʼ ἔστι καὶ ἡ τροφὴ κατὰ τὴν γαστέρα δέδεικται δεχομένη ποιότητα τῷ μέλλοντι πρὸς αὐτῆς θρέψεσθαι ζῴῳ προσήκουσαν, ἱκανῶς ἀποδέδεικται τὸ πέττεσθαι κατὰ τὴν γαστέρα τὴν τροφήν.

καὶ γελοῖος μὲν Ἀσκληπιάδης οὔτʼ ἐν ταῖς ἐρυγαῖς λέγων ἐμφαίνεσθαί ποτε τὴν ποιότητα τῶν πεφθέντων σιτίων οὔτʼ ἐν τοῖς ἐμέτοις οὔτʼ ἐν ταῖς ἀνατομαῖς· αὐτὸ γὰρ δὴ τὸ τοῦ σώματος ἐξόζειν αὐτὰ τῆς κοιλίας ἐστὶ τὸ πεπέφθαι. ὁ δʼ οὕτως ἐστὶν εὐήθης, ὥστʼ, ἐπειδὴ τῶν παλαιῶν ἀκούει λεγόντων ἐπὶ τὸ χρηστὸν ἐν τῇ γαστρὶ μεταβάλλειν τὰ σιτία, δοκιμάζει ζητεῖν οὐ τὸ κατὰ δύναμιν ἀλλὰ τὸ κατὰ γεῦσιν χρηστόν, ὥσπερ ἢ τοῦ μήλου μηλωδεστέρου--χρὴ γὰρ οὕτως αὐτῷ διαλέγεσθαι--γιγνομένου κατὰ τὴν κοιλίαν ἢ τοῦ μέλιτος μελιτωδεστέρου.

p.258

πολὺ δʼ εὐηθέστερός ἐστι καὶ γελοιότερος ὁ Ἐρασίστρατος ἢ μὴ νοῶν, ὅπως εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις ἑψήσει παραπλήσιος ὑπάρχειν, ἢ ἑκὼν σοφιζόμενος ἑαυτόν. ἑψήσει μὲν οὖν, φησίν, οὕτως ἐλαφρὰν ἔχουσαν θερμασίαν οὐκ εἰκὸς εἶναι παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτνην δέον ὑποθεῖναι τῇ γαστρὶ ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία μὴ δυναμένης ἢ δυναμένης μὲν ἀλλοιοῦν, οὐ κατὰ τὴν ἔμφυτον δὲ θερμασίαν, ὑγρὰν οὖσαν δηλονότι καὶ διὰ τοῦθʼ ἕψειν οὐκ ὀπτᾶν εἰρημένην.

ἐχρῆν δʼ αὐτόν, εἴπερ περὶ πραγμάτων ἀντιλέγειν ἐβούλετο, πειραθῆναι δεῖξαι μάλιστα μὲν καὶ πρῶτον, ὡς οὐδὲ μεταβάλλει τὴν ἀρχὴν οὐδʼ ἀλλοιοῦται κατὰ ποιότητα πρὸς τῆς γαστρὸς τὰ σιτία, δεύτερον δʼ, εἴπερ μὴ οἷός τʼ ἦν τοῦτο πιστώσασθαι, τὸ τὴν ἀλλοίωσιν αὐτῶν ἄχρηστον εἶναι τῷ ζῴῳ· εἰ δὲ μηδὲ τοῦτʼ εἶχε διαβάλλειν, ἐξελέγξαι τὴν περὶ τὰς δραστικὰς ἀρχὰς ὑπόληψιν καὶ δεῖξαι τὰς ἐνεργείας ἐν τοῖς μορίοις οὐ διὰ τὴν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποιὰν κρᾶσιν ὑπάρχειν ἀλλὰ διʼ ἄλλο τι· εἰ δὲ μηδὲ τοῦτʼ ἐτόλμα διαβάλλειν, ἀλλʼ ὅτι γε μὴ τὸ θερμόν ἐστιν ἐν τοῖς ὑπὸ φύσεως διοικουμένοις τὸ τῶν ἄλλων δραστικώτατον. ἢ εἰ μήτε τοῦτο μήτε τῶν ἄλλων τι τῶν ἔμπροσθεν εἶχεν ἀποδεικνύναι, μὴ ληρεῖν ὀνόματι προσπαλαίοντα

p.260
μάτην, ὥσπερ οὐ σαφῶς Ἀριστοτέλοὺς ἔν τʼ ἄλλοις πολλοῖς κἀν τῷ τετάρτῳ τῶν μετεωρολογικῶν ὅπως ἡ πέψις ἑψήσει παραπλήσιος εἶναι λέγεται, καὶ ὅτι μὴ πρώτως μηδὲ κυρίως ὀνομαζόντων, εἰρηκότος.

ἀλλʼ, ὡς ἤδη λέλεκται πολλάκις, ἀρχὴ τούτων ἁπάντων ἐστὶ μία τὸ περὶ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ διασκέψασθαι, καθάπερ Ἀριστοτέλης ἐποίησεν ἐν τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς, ἀποδείξας ἁπάσας τὰς κατὰ τὰ σώματα μεταβολὰς καὶ ἀλλοιώσεις ὑπὸ τούτων γίγνεσθαι. ἀλλʼ Ἐρασίστρατος οὔτε τούτοις οὔτʼ ἄλλῳ τινὶ τῶν προειρημένων ἀντειπὼν ἐπὶ τοὔνομα μόνον ἐτράπετο τῆς ἑψήσεως.

ἐπὶ μὲν οὖν τῆς πέψεως, εἰ καὶ τἆλλα πάντα παρέλιπε, τὸ γοῦν ὅτι διαφέρει τῆς ἐκτὸς ἑψήσεως ἡ ἐν τοῖς ζῴοις πέψις, ἐπειράθη δεικνύναι, περὶ δὲ τῆς καταπόσεως οὐδʼ ἄχρι τοσούτου. τί γάρ φησιν;

"Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι."

καὶ μὴν δύο χιτῶνας ἡ γαστὴρ ἔχει πάντως ἕνεκά του γεγονότας καὶ διήκουσιν οὗτοι μέχρι τοῦ στόματος, ὁ μὲν ἔνδον, οἷός ἐστι κατὰ τὴν γαστέρα, τοιοῦτος διαμένων, ὁ δʼ ἕτερος ἐπὶ τὸ

p.262
σαρκωδέστερον ἐν τῷ στομάχῳ τρεπόμενος. ὅτι μὲν οὖν ἐναντίας ἀλλήλαις τὰς ἐπιβολὰς τῶν ἰνῶν ἔχουσιν οἱ χιτῶνες οὗτοι, τὸ φαινόμενον αὐτὸ μαρτυρεῖ. τίνος δʼ ἕνεκα τοιοῦτοι γεγόνασιν, Ἐρασίστρατος μὲν οὐδʼ ἐπεχείρησεν εἰπεῖν, ἡμεῖς δʼ ἐροῦμεν.

ὁ μὲν ἔνδον εὐθείας ἔχει τὰς ἶνας, ὁλκῆς γὰρ ἕνεκα γέγονεν· ὁ δʼ ἔξωθεν ἐγκαρσίας ὑπὲρ τοῦ κατὰ κύκλον περιστέλλεσθαι· ἑκάστῳ γὰρ τῶν κινουμένων ὀργάνων ἐν τοῖς σώμασι κατὰ τὰς τῶν ἰνῶν θέσεις αἱ κινήσεις εἰσίν. ἐπʼ αὐτῶν δὲ πρῶτον τῶν μυῶν, εἰ βούλει, βασάνισον τὸν λόγον, ἐφʼ ὧν καὶ αἱ ἶνες ἐναργέσταται καὶ αἱ κινήσεις αὐτῶν ὁρῶνται διὰ σφοδρότητα. μετὰ δὲ τοὺς μῦς ἐπὶ τὰ φυσικὰ τῶν ὀργάνων ἴθι καὶ πάντʼ ὄψει κατὰ τὰς ἶνας κινούμενα καὶ διὰ τοῦθʼ ἑκάστῳ μὲν τῶν ἐντέρων στρογγύλαι καθʼ ἑκάτερον τῶν χιτώνων αἱ ἶνές εἰσι· περιστέλλονται γὰρ μόνον, ἕλκουσι δʼ οὐδέν. ἡ γαστὴρ δὲ τῶν ἰνῶν τὰς μὲν εὐθείας ἔχει χάριν ὁλκῆς, τὰς δʼ ἐγκαρσίας ἕνεκα περιστολῆς· ὥσπερ γὰρ ἐν τοῖς μυσὶν ἑκάστης τῶν ἰνῶν τεινομένης τε καὶ πρὸς τὴν ἀρχὴν ἑλκομένης αἱ κινήσεις γίγνονται, κατὰ τὸν αὐτὸν λόγον κἀν τῇ γαστρί· τῶν μὲν οὖν ἐγκαρσίων ἰνῶν τεινομένων ἔλαττον ἀνάγκη γίγνεσθαι

p.264
τὸ εὖρος τῆς περιεχομένης ὑπʼ αὐτῶν κοιλότητος, τῶν δʼ εὐθειῶν ἑλκομένων τε καὶ εἰς ἑαυτὰς συναγομένων οὐκ ἐνδέχεται μὴ οὐ συναιρεῖσθαι τὸ μῆκος. ἀλλὰ μὴν ἐναργῶς γε φαίνεται καταπινόντων συναιρούμενον καὶ τοσοῦτον ὁ λάρυγξ ἀνατρέχων, ὅσον ὁ στόμαχος κατασπᾶται, καὶ ὅταν γε συμπληρωθείσης τῆς ἐν τῷ καταπίνειν ἐνεργείας ἀφεθῇ τῆς τάσεως ὁ στόμαχος, ἐναργῶς πάλιν φαίνεται καταφερόμενος ὁ λάρυγξ· ὁ γὰρ ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἶνας ἔχων ὁ καὶ τὸν στόμαχον ὑπαλείφων καὶ τὸ στόμα τοῖς ἐντὸς μέρεσιν ἐπεκτείνεται τοῦ λάρυγγος, ὥστʼ οὐκ ἐνδέχεται κατασπώμενον αὐτὸν ὑπὸ τῆς κοιλίας μὴ οὐ συνεπισπᾶσθαι καὶ τὸν λάρυγγα.

ὅτι δʼ αἱ περιφερεῖς ἶνες, αἷς περιστέλλεται τά τʼ ἄλλα μόρια καὶ ἡ γαστήρ, οὐ συναιροῦσι τὸ μῆκος, ἀλλὰ συστέλλουσι καὶ στενοῦσι τὴν εὐρύτητα, καὶ παρʼ αὐτοῦ λαβεῖν ἔστιν ὁμολογούμενον Ἐρασιστράτου· περιστέλλεσθαι γάρ φησι τοῖς σιτίοις τὴν γαστέρα κατὰ τὸν τῆς πέψεως ἅπαντα χρόνον. ἀλλʼ εἰ περιστέλλεται μέν, οὐδὲν δὲ τοῦ μήκους ἀφαιρεῖται τῆς κοιλίας, οὐκ ἔστι τῆς περισταλτικῆς κινήσεως ἴδιον τὸ κατασπᾶν κάτω τὸν στόμαχον. ὅπερ γὰρ αὐτὸς ὁ Ἐρασίστρατος εἶπε, τοῦτο μόνον αὐτὸ συμβήσεται τὸ τῶν ἄνω συστελλομένων διαστέλλεσθαι τὰ κάτω. τοῦτο δʼ ὅτι, κἂν εἰς νεκροῦ τὸν στόμαχον ὕδατος ἐγχέῃς, φαίνεται γιγνόμενον, οὐδεὶς ἀγνοεῖ. ταῖς γὰρ τῶν ὑλῶν διὰ στενοῦ

p.266
σώματος ὁδοιπορίαις ἀκόλουθόν ἐστι τὸ σύμπτωμα· θαυμαστὸν γάρ, εἰ διερχομένου τινὸς αὐτὸν ὄγκου μὴ διασταλήσεται. οὐκοῦν τὸ μὲν τῶν ἄνω συστελλομένων διαστέλλεσθαι τὰ κάτω κοινόν ἐστι καὶ τοῖς νεκροῖς σώμασι, διʼ ὧν ὁπωσοῦν τι διεξέρχεται, καὶ τοῖς ζῶσιν, εἴτε περιστέλλοιτο τοῖς διερχομένοις εἴθʼ ἕλκοιτο.

τὸ δὲ τῆς τοῦ μήκους συναιρέσεως ἴδιον τῶν τὰς εὐθείας ἶνας ἐχόντων ὀργάνων, ἵνʼ ἐπισπάσωνταί τι. ἀλλὰ μὴν ἐδείχθη κατασπώμενος ὁ στόμαχος, οὐ γὰρ ἂν εἷλκε τὸν λάρυγγα· δῆλον οὖν, ὡς ἡ γαστὴρ ἕλκει τὰ σιτία διὰ τοῦ στομάχου.

καὶ ἡ κατὰ τὸν ἔμετον δὲ τῶν ἐμουμένων ἄχρι τοῦ στόματος φορὰ πάντως μέν που καὶ αὐτὴ τὰ μὲν ὑπὸ τῶν ἀναφερομένων διατεινόμενα μέρη τοῦ στομάχου διεστῶτα κέκτηται, τῶν πρόσω δʼ ὅ τι ἂν ἑκάστοτʼ ἐπιλαμβάνηται, τοῦτʼ ἀρχόμενον διαστέλλεται, τὸ δʼ ὄπισθεν καταλείπει δηλονότι συστελλόμενον, ὥσθʼ ὁμοίαν εἶναι πάντη τὴν διάθεσιν τοῦ στομάχου κατά γε τοῦτο τῇ τῶν καταπινόντων· ἀλλὰ τῆς ὁλκῆς μὴ παρούσης τὸ μῆκος ὅλον ἴσον ἐν τοῖς τοιούτοις συμπτώμασι διαφυλάττεται.

διὰ τοῦτο δὲ καὶ καταπίνειν Ῥᾷόν ἐστιν ἢ ἐμεῖν, ὅτι καταπίνεται μὲν ἀμφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων, τοῦ μὲν ἐντὸς ἕλκοντος, τοῦ δʼ ἐκτὸς περιστελλομένου τε καὶ συνεπωθοῦντος, ἐμεῖται δὲ θατέρου μόνου τοῦ ἔξωθεν ἐνεργοῦντος,

p.268
οὐδενὸς ἕλκοντος εἰς τὸ στόμα. οὐ γὰρ δὴ ὥσπερ ἡ τῆς γαστρὸς ὄρεξις προηγεῖτο τοῦ καταπίνειν τὰ σιτία, τὸν αὐτὸν τρόπον κἀν τοῖς ἐμέτοις ἐπιθυμεῖ τι τῶν κατὰ τὸ στόμα μορίων τοῦ γιγνομένου παθήματος, ἀλλʼ ἄμφω τῆς γαστρὸς αὐτῆς εἰσιν ἐναντίαι διαθέσεις, ὀρεγομένης μὲν καὶ προσιεμένης τὰ χρήσιμά τε καὶ οἰκεῖα, δυσχεραινούσης δὲ καὶ ἀποτριβομένης τὰ ἀλλότρια. διὸ καὶ τὸ καταπίνειν αὐτὸ τοῖς μὲν ἱκανῶς ὀρεγομένοις τῶν οἰκείων ἐδεσμάτων τῇ γαστρὶ τάχιστα γίγνεται, σαφῶς ἑλκούσης αὐτὰ καὶ κατασπώσης πρὶν ἢ μασηθῆναι, τοῖς δʼ ἤτοι φάρμακόν τι κατʼ ἀνάγκην πίνουσιν ἢ σιτίον ἐν χώρᾳ φαρμάκου προσφερομένοις ἀνιαρὰ καὶ μόγις ἡ κατάποσις αὐτῶν ἐπιτελεῖται.

δῆλος οὖν ἐστιν ἐκ τῶν εἰρημένων ὁ μὲν ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἔχων ἶνας τῆς ἐκ τοῦ στόματος εἰς αὐτὴν ὁλκῆς ἕνεκα γεγονὼς καὶ διὰ τοῦτʼ ἐν ταῖς καταπόσεσι μόναις ἐνεργῶν, ὁ δʼ ἔξωθεν ὁ τὰς ἐγκαρσίας ἔχων ἕνεκα μὲν τοῦ περιστέλλεσθαι τοῖς ἐνυπάρχουσι καὶ προωθεῖν αὐτὰ τοιοῦτος ἀποτελεσθείς, ἐνεργῶν δʼ οὐδὲν ἧττον ἐν τοῖς ἐμέτοις ἢ ταῖς καταπόσεσιν. ἐναργέστατα δὲ μαρτυρεῖ τῷ λεγομένῳ καὶ τὸ κατὰ τὰς χάννας τε καὶ τοὺς συνόδοντας γιγνόμενον· εὑρίσκεται γὰρ ἐνίοτε τούτων ἡ γαστὴρ ἐν τῷ στόματι καθάπερ καὶ ὁ Ἀριστοτέλης ἐν ταῖς περὶ

p.270
ζῴων ἔγραψεν ἱστορίαις καὶ προστίθησί γε τὴν αἰτίαν ὑπὸ λαιμαργίας αὐτοῖς τοῦτο συμβαίνειν φάσκων.

ἔχει γὰρ ὧδε· κατὰ τὰς σφοδροτέρας ὀρέξεις ἄνω προστρέχει πᾶσι τοῖς ζῴοις ἡ γαστήρ, ὥστε τινὲς τοῦ πάθους αἴσθησιν ἐναργῆ σχόντες ἐξέρπειν αὑτοῖς φασι τὴν κοιλίαν, ἐνίων δὲ μασωμένων ἔτι καὶ μήπω καλῶς ἐν τῷ στόματι τὰ σιτία κατεργασαμένων ἐξαρπάζει φανερῶς ἀκόντων. ἐφʼ ὧν οὖν ζῴων φύσει λαιμάργων ὑπαρχόντων ἥ τʼ εὐρυχωρία τοῦ στόματός ἐστι δαψιλὴς ἥ τε τῆς γαστρὸς θέσις ἐγγύς, ὡς ἐπὶ συνόδοντός τε καὶ χάννης, οὐδὲν θαυμαστόν, ὅταν ἱκανῶς πεινάσαντα διώκῃ τι τῶν μικροτέρων ζῴων, εἶτʼ ἤδη πλησίον ᾖ τοῦ συλλαβεῖν, ἀνατρέχειν ἐπειγούσης τῆς ἐπιθυμίας εἰς τὸ στόμα τὴν γαστέρα. γενέσθαι δʼ ἄλλως ἀμήχανον τοῦτο μὴ οὐχ ὥσπερ διὰ χειρὸς τοῦ στομάχου τῆς γαστρὸς ἐπισπωμένης εἰς ἑαυτὴν τὰ σιτία. καθάπερ γὰρ καὶ ἡμεῖς ὑπὸ προθυμίας ἐνίοτε τῇ χειρὶ συνεπεκτείνομεν ὅλους ἡμᾶς αὐτοὺς ἕνεκα τοῦ θᾶττον ἐπιδράξασθαι τοῦ προκειμένου σώματος, οὕτω καὶ ἡ γαστὴρ οἷον χειρὶ τῷ στομάχῳ συνεπεκτείνεται. καὶ διὰ τοῦτʼ ἐφʼ ὧν ζῴων ἅμα τὰ τρία ταυτὶ συνέπεσεν, ἔφεσίς τε σφοδρὰ τῆς τροφῆς ὅ τε στόμαχος μικρὸς ἥ τʼ εὐρυχωρία τοῦ στόματος δαψιλής, ἐπὶ τούτων ὀλίγη Ῥοπὴ τῆς ἐπεκτάσεως εἰς τὸ στόμα τὴν κοιλίαν ὅλην ἀναφέρει.

ἤρκει μὲν οὖν ἴσως ἀνδρὶ φυσικῷ παρʼ αὐτῆς μόνης τῆς κατασκευῆς τῶν ὀργάνων τὴν ἔνδειξιν τῆς ἐνεργείας λαμβάνειν. οὐ γὰρ δὴ μάτην γʼ

p.272
ἂν ἡ φύσις ἐκ δυοῖν χιτώνων ἐναντίως ἀλλήλοις ἐχόντων ἀπειργάσατο τὸν οἰσοφάγον, εἰ μὴ καὶ διαφόρως ἑκάτερος αὐτῶν ἐνεργεῖν ἔμελλεν. ἀλλʼ ἐπεὶ πάντα μᾶλλον ἢ τὰ τῆς φύσεως ἔργα διαγιγνώσκειν οἱ περὶ τὸν Ἐρασίστρατόν εἰσιν ἱκανοί, φέρε κἀκ τῆς τῶν ζῴων ἀνατομῆς ἐπιδείξωμεν αὐτοῖς, ὡς ἑκάτερος τῶν χιτώνων ἐνεργεῖ τὴν εἰρημένην ἐνέργειαν. εἰ δή τι λαβὼν ζῷον, εἶτα γυμνώσας αὐτοῦ τὰ περικείμενα τῷ στομάχῳ σώματα χωρὶς τοῦ διατεμεῖν τινα τῶν νεύρων ἢ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν τῶν αὐτόθι τεταγμένων ἐθέλοις ἀπὸ τῆς γένυος ἕως τοῦ θώρακος εὐθείαις τομαῖς διελεῖν τὸν ἔξω χιτῶνα τὸν τὰς ἐγκαρσίας ἶνας ἔχοντα κἄπειτα τῷ ζῴῳ τροφὴν προσενέγκοις, ὄψει καταπῖνον αὐτὸ καίτοι τῆς περισταλτικῆς ἐνεργείας ἀπολωλυίας. εἰ δʼ αὖ πάλιν ἐφʼ ἑτέρου ζῴου διατέμοις ἀμφοτέρους τοὺς χιτῶνας τομαῖς ἐγκαρσίαις, θεάσῃ καὶ τοῦτο καταπῖνον οὐκέτʼ ἐνεργοῦντος τοῦ ἐντός. ᾧ δῆλον, ὅτι καὶ διὰ θατέρου μὲν αὐτῶν καταπίνειν οἷόν τʼ ἐστίν, ἀλλὰ χεῖρον ἢ διʼ ἀμφοτέρων. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτʼ ἔστι θεάσασθαι σαφῶς ἐπὶ τῆς εἰρημένης ἀνατομῆς, ὡς ἐν τῷ καταπίνειν ὑποπίμπλαται πνεύματος ὁ στόμαχος τοῦ συγκαταπινομένου τοῖς σιτίοις, ὃ περιστελλομένου μὲν τοῦ ἔξωθεν χιτῶνος ὠθεῖται Ῥαδίως εἰς τὴν γαστέρα σὺν τοῖς ἐδέσμασι, μόνου δὲ τοῦ ἔνδον ὑπάρχοντος ἐμποδὼν ἵσταται τῇ φορᾷ τῶν
p.274
σιτίων διατεῖνόν τʼ αὐτὸν καὶ τὴν ἐνέργειαν ἐμποδίζον.

ἀλλʼ οὔτε τούτων οὐδὲν Ἐρασίστρατος εἶπεν οὔθʼ ὡς ἡ σκολιὰ θέσις τοῦ στομάχου διαβάλλει σαφῶς τὸ δόγμα τῶν νομιζόντων ὑπὸ τῆς ἄνωθεν βολῆς μόνης ποδηγούμενα μέχρι τῆς γαστρὸς ἰέναι τὰ καταπινόμενα. μόνον δʼ ὅτι πολλὰ τῶν μακροτραχήλων ζῴων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν. ᾧ δῆλον, ὅτι τὸ φαινόμενον οὐ τὸ πῶς καταπίνομεν ἀποδείκνυσιν, ἀλλὰ τὸ πῶς οὐ καταπίνομεν· ὅτι γὰρ μὴ διὰ μόνης τῆς ἄνωθεν βολῆς, ἐκ τούτου δῆλον· οὐ μὴν εἴθʼ ἑλκούσης τῆς κοιλίας εἴτε παράγοντος αὐτὰ τοῦ στομάχου, δῆλον ἤδη πω. ἀλλʼ ἡμεῖς γε πάντας τοὺς λογισμοὺς εἰπόντες τούς τʼ ἐκ τῆς κατασκευῆς τῶν ὀργάνων ὁρμωμένους καὶ τοὺς ἀπὸ τῶν ἄλλων συμπτωμάτων τῶν τε πρὸ τοῦ γυμνωθῆναι τὸν στόμαχον καὶ γυμνωθέντος, ὡς ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἱκανῶς ἐνεδειξάμεθα τοῦ μὲν ἕλκειν ἕνεκα τὸν ἐντὸς χιτῶνα, τοῦ δʼ ἀπωθεῖν τὸν ἐκτὸς γεγονέναι.

προὐθέμεθα μὲν οὖν ἀποδεῖξαι τὴν καθεκτικὴν δύναμιν ἐν ἑκάστῳ τῶν ὀργάνων οὖσαν, ὥσπερ ἐν τῷ πρόσθεν λόγῳ τὴν ἑλκτικήν τε καὶ προσέτι τὴν ἀλλοιωτικήν. ὑπὸ δὲ τῆς ἀκολουθίας τοῦ λόγου τὰς τέτταρας ἀπεδείξαμεν ὑπαρχούσας τῇ γαστρί, τὴν ἑλκτικὴν μὲν ἐν τῷ καταπίνειν, τὴν καθεκτικὴν δʼ ἐν τῷ πέττειν, τὴν ἀπωστικὴν δʼ ἐν τοῖς ἐμέτοις καὶ ταῖς τῶν πεπεμμένων σιτίων εἰς τὸ λεπτὸν ἔντερον ὑποχωρήσεσιν, αὐτὴν δὲ τὴν πέψιν ἀλλοίωσιν ὑπάρχειν.

p.276

οὔκουν ἔτʼ ἀπορήσομεν οὐδὲ περὶ τοῦ σπληνός, εἰ ἕλκει μὲν τὸ οἰκεῖον, ἀποκρίνει δὲ τὸ ἀλλότριον, ἀλλοιοῦν δὲ καὶ κατέχειν, ὅσον ἂν ἐπισπάσηται, πέφυκεν, οὐδὲ περὶ ἥπατος ἢ φλεβὸς ἢ ἀρτηρίας ἢ καρδίας ἢ τῶν ἄλλων τινός· ἀναγκαῖαι γὰρ ἐδείχθησαν αἱ τέτταρες αὗται δυνάμεις ἅπαντι μορίῳ τῷ μέλλοντι θρέψεσθαι καὶ διὰ τοῦτʼ αὐτὰς ὑπηρέτιδας εἶναι θρέψεως ἔφαμεν· ὡς γὰρ τὸ τῶν ἀνθρώπων ἀποπάτημα τοῖς κυσὶν ἥδιστον, οὕτω καὶ τὰ τοῦ ἥπατος περιττώματα τὸ μὲν τῷ σπληνί, τὸ δὲ τῇ χοληδόχῳ κύστει, τὸ δὲ τοῖς νεφροῖς οἰκεῖον.

καὶ λέγειν ἔτι περὶ τῆς τούτων γενέσεως οὐκ ἂν ἐθέλοιμι μεθʼ Ἱπποκράτην καὶ Πλάτωνα καὶ Ἀριστοτέλην καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιμον· οὐδὲ γὰρ οὐδὲ περὶ τῶν δυνάμεων εἶπον ἄν, εἴ τις τῶν ἔμπροσθεν ἀκριβῶς ἐξειργάσατο τὸν ὑπὲρ αὐτῶν λόγον.

ἐπεὶ δʼ οἱ μὲν παλαιοὶ καλῶς ὑπὲρ αὐτῶν ἀποφηνάμενοι παρέλιπον ἀγωνίσασθαι τῷ λόγῳ, μηδʼ ὑπονοήσαντες ἔσεσθαί τινας εἰς τοσοῦτον ἀναισχύντους σοφιστάς, ὡς ἀντιλέγειν ἐπιχειρῆσαι τοῖς ἐναργέσιν, οἱ νεώτεροι δὲ τὸ μέν τι

p.278
νικηθέντες ὑπὸ τῶν σοφισμάτων ἐπείσθησαν αὐτοῖς, τὸ δέ τι καὶ ἀντιλέγειν ἐπιχειρήσαντες ἀποδεῖν μοι πολὺ τῆς τῶν παλαιῶν ἔδοξαν δυνάμεως, διὰ τοῦθʼ, ὡς ἂν ἐκείνων αὐτῶν, εἴπερ ἔτʼ ἦν τις, ἀγωνίσασθαί μοι δοκεῖ πρὸς τοὺς ἀνατρέποντας τῆς τέχνης τὰ κάλλιστα, καὶ αὐτὸς οὕτως ἐπειράθην συνθεῖναι τοὺς λόγους.

ὅτι δʼ ἢ οὐδὲν ἢ παντάπασιν ἀνύσω τι σμικρόν, οὐκ ἀγνοῶ· πάμπολλα γὰρ εὑρίσκω τελέως μὲν ἀποδεδειγμένα τοῖς παλαιοῖς, οὔτε δὲ συνετὰ τοῖς πολλοῖς τῶν νῦν διʼ ἀμαθίαν ἀλλʼ οὐδʼ ἐπιχειρούμενα γιγνώσκεσθαι διὰ Ῥᾳθυμίαν, οὔτʼ, εἰ καὶ γνωσθείη τινί, δικαίως ἐξεταζόμενα.

χρὴ γὰρ τὸν μέλλοντα γνώσεσθαί τι τῶν πολλῶν ἄμεινον εὐθὺς μὲν καὶ τῇ φύσει καὶ τῇ πρώτῃ διδασκαλίᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ἐπειδὰν δὲ γένηται μειράκιον, ἀληθείας τινὰ σχεῖν ἐρωτικὴν μανίαν, ὥσπερ ἐνθουσιῶντα καὶ μήθʼ ἡμέρας μήτε νυκτὸς διαλείπειν σπεύδοντά τε καὶ συντεταμένον ἐκμαθεῖν, ὅσα τοῖς ἐνδοξοτάτοις εἴρηται τῶν παλαιῶν· ἐπειδὰν δʼ ἐκμάθῃ, κρίνειν αὐτὰ καὶ βασανίζειν χρόνῳ παμπόλλῳ καὶ σκοπεῖν, πόσα μὲν ὁμολογεῖ τοῖς ἐναργῶς φαινομένοις, πόσα δὲ διαφέρεται, καὶ οὕτω τὰ μὲν αἱρεῖσθαι, τὰ δʼ ἀποστρέφεσθαι. τῷ μὲν δὴ τοιούτῳ πάνυ σφόδρα χρησίμους ἤλπικα τοὺς ἡμετέρους ἔσεσθαι

p.280
λόγους· εἶεν δʼ ἂν ὀλίγοι παντάπασιν οὗτοι· τοῖς δʼ ἄλλοις οὕτω γενήσεται τὸ γράμμα περιττόν, ὡς εἰ καὶ μῦθον ὄνῳ τις λέγοι.

Συμπεραντέον οὖν ἡμῖν τὸν λόγον ἕνεκα τῶν τῆς ἀληθείας ἐφιεμένων ὅσα λείπει κατʼ αὐτὸν ἔτι προσθεῖσιν. ὡς γὰρ ἡ γαστὴρ ἕλκει μὲν ἐναργῶς καὶ κατασπᾷ τὰ σιτία τοῖς σφόδρα πεινώδεσι, πρὶν ἀκριβῶς ἐν τῷ στόματι λειωθῆναι, δυσχεραίνει δὲ καὶ ἀπωθεῖται τοῖς ἀποσίτοις τε καὶ πρὸς ἀνάγκην ἐσθίουσιν, οὕτω καὶ τῶν ἄλλων ὀργάνων ἕκαστον ἀμφοτέρας ἔχει τὰς δυνάμεις, τήν τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. καὶ διὰ τοῦτο, κἂν ἐξ ἑνὸς ᾖ χιτῶνος ὄργανόν τι συνεστώς, ὥσπερ καὶ αἱ κύστεις ἀμφότεραι καὶ αἱ μῆτραι καὶ αἱ φλέβες, ἀμφότερα τῶν ἰνῶν ἔχει τὰ γένη, τῶν εὐθειῶν τε καὶ τῶν ἐγκαρσίων.

Καὶ μέν γε καὶ τρίτον τι γένος ἰνῶν ἐστι τῶν λοξῶν, ἔλαττον πολὺ τῷ πλήθει τῶν προειρημένων δύο γενῶν. εὑρίσκεται δʼ ἐν μὲν τοῖς ἐκ δυοῖν χιτώνων συνεστηκόσιν ὀργάνοις ἐν θατέρῳ μόνῳ ταῖς εὐθείαις ἰσὶν ἀναμεμιγμένον, ἐν δὲ τοῖς ἐξ ἑνὸς ἅμα τοῖς ἄλλοις δύο γένεσι. συνεπιλαμβάνουσι δʼ αὗται μέγιστον τῇ τῆς καθεκτικῆς ὀνομασθείσης δυνάμεως ἐνεργείᾳ· δεῖται γὰρ ἐν τούτῳ τῷ χρόνῳ πανταχόθεν ἐσφίγχθαι καὶ περιτετάσθαι τοῖς ἐνυπάρχουσι τὸ μόριον, ἡ

p.282
μὲν γαστὴρ ἐν τῷ τῆς πέψεως, αἱ μῆτραι δʼ ἐν τῷ τῆς κυήσεως χρόνῳ παντί.

ταῦτʼ ἄρα καὶ ὁ τῆς φλεβὸς χιτὼν εἷς ὢν ἐκ πολυειδῶν ἰνῶν ἐγένετο καὶ τῶν τῆς ἀρτηρίας ὁ μὲν ἔξωθεν ἐκ τῶν στρογγύλων, ὁ δʼ ἔσωθεν ἐκ μὲν τῶν εὐθειῶν πλείστων, ὀλίγων δέ τινων σὺν αὐταῖς καὶ τῶν λοξῶν, ὥστε τὰς μὲν φλέβας ταῖς μήτραις καὶ ταῖς κύστεσιν ἐοικέναι κατά γε τὴν τῶν ἰνῶν σύνθεσιν, εἰ καὶ τῷ πάχει λείπονται, τὰς δʼ ἀρτηρίας τῇ γαστρί. μόνα δὲ πάντων ὀργάνων ἐκ δυοῖν θʼ ἅμα καὶ ἀμφοτέρων ἐγκαρσίας ἐχόντων τὰς ἶνας ἐγένετο τὰ ἔντερα. τὸ δʼ ὅτι βέλτιον ἦν τῶν τʼ ἄλλων ἑκάστῳ τοιούτῳ τὴν φύσιν ὑπάρχειν, οἷόνπερ καὶ νῦν ἐστι, τοῖς τʼ ἐντέροις ἐκ δυοῖν ὁμοίων χιτώνων συγκεῖσθαι, τῆς περὶ χρείας μορίων πραγματείας ἐστίν. οὔκουν νῦν χρὴ ποθεῖν ἀκούειν περὶ τῶν τοιούτων, ὥσπερ οὐδὲ διὰ τί περὶ τοῦ πλήθους τῶν χιτώνων ἑκάστου τῶν ὀργάνων διαπεφώνηται τοῖς ἀνατομικοῖς ἀνδράσιν. ὑπὲρ μὲν γὰρ τούτων αὐτάρκως ἐν τοῖς περὶ τῆς ἀνατομικῆς διαφωνίας εἴρηται· περὶ δὲ τοῦ διότι τοιοῦτον ἕκαστον ἐγένετο τῶν ὀργάνων, ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται.

νυνὶ δʼ οὐδέτερον τούτων πρόκειται λέγειν, ἀλλὰ τὰς φυσικὰς δυνάμεις μόνας ἀποδεικνύειν ἐν ἑκάστῳ τῶν ὀργάνων τέτταρας ὑπαρχούσας. ἐπὶ τοῦτʼ οὖν πάλιν ἐπανελθόντες ἀναμνήσωμέν τε

p.284
τῶν ἔμπροσθεν εἰρημένων ἐπιθῶμέν τε κεφαλὴν ἤδη τῷ λόγῳ παντὶ τὸ λεῖπον ἔτι προσθέντες. ἐπειδὴ γὰρ ἕκαστον τῶν ἐν τῷ ζῴῳ μορίων ἕλκειν εἰς ἑαυτὸ τὸν οἰκεῖον χυμὸν ἀποδέδεικται καὶ πρώτη σχεδὸν αὕτη τῶν φυσικῶν ἐστι δυνάμεων, ἐφεξῆς ἐκείνῳ γνωστέον, ὡς οὐ πρότερον ἀποτρίβεται τὴν ἑλχθεῖσαν τροφὴν ἤτοι σύμπασαν ἢ καί τι περίττωμα αὐτῆς, πρὶν ἂν εἰς ἐναντίαν μεταπέσῃ διάθεσιν ἢ αὐτὸ τὸ ὄργανον ἢ καὶ τῶν περιεχομένων ἐν αὐτῷ τὰ πλεῖστα. ἡ μὲν οὖν γαστήρ, ἐπειδὰν μὲν ἱκανῶς ἐμπλησθῇ τῶν σιτίων καὶ τὸ χρηστότατον αὐτῶν εἰς τοὺς ἑαυτῆς χιτῶνας ἐναπόθηται βδάλλουσα, τηνικαῦτʼ ἤδη τὸ λοιπὸν ἀποτρίβεται καθάπερ ἄχθος ἀλλότριον· αἱ κύστεις δʼ, ἐπειδὰν ἕκαστον τῶν ἑλχθέντων ἢ τῷ πλήθει διατεῖνον ἢ τῇ ποιότητι δάκνον ἀνιαρὸν γένηται.

τῷ δʼ αὐτῷ τρόπῳ καὶ αἱ μῆτραι· ἤτοι γάρ, ἐπειδὰν μηκέτι φέρωσι διατεινόμεναι, τὸ λυποῦν ἀποθέσθαι σπεύδουσιν ἢ τῇ ποιότητι δακνόμεναι τῶν ἐκχυθέντων εἰς αὐτὰς ὑγρῶν. ἑκάτερον δὲ τῶν εἰρημένων γίγνεται μὲν καὶ βιαίως ἔστιν ὅτε καὶ ἀμβλώσκουσι τηνικαῦτα, γίγνεται δʼ ὡς τὰ πολλὰ καὶ προσηκόντως, ὅπερ οὐκ ἀμβλώσκειν ἀλλʼ ἀποκυΐσκειν τε καὶ τίκτειν ὀνομάζεται. τοῖς μὲν οὖν ἀμβλωθριδίοις φαρμάκοις ἤ τισιν ἄλλοις παθήμασι διαφθείρουσι τὸ ἔμβρυον ἤ τινας τῶν ὑμένων αὐτοῦ Ῥηγνύουσιν αἱ ἀμβλώσεις ἕπονται, οὕτω δὲ κἀπειδὰν ἀνιαθῶσί ποθʼ αἱ μῆτραι κακῶς ἔχουσαι τῇ διατάσει, ταῖς δὲ τῶν ἐμβρύων αὐτῶν κινήσεσι ταῖς σφοδροτάταις οἱ τόκοι, καθάπερ καὶ τοῦθʼ Ἱπποκράτει καλῶς εἴρηται. κοινὸν δʼ

p.286
ἁπασῶν τῶν διαθέσεων ἡ ἀνία καὶ ταύτης αἴτιον τριττὸν ἢ ὄγκος περιττὸς ἤ τι βάρος ἢ δῆξις· ὄγκος μέν, ἐπειδὰν μηκέτι φέρωσι διατεινόμεναι, βάρος δʼ, ἐπειδὰν ὑπὲρ τὴν Ῥώμην αὐτῶν ᾖ τὸ περιεχόμενον, δῆξις δʼ, ἐπειδὰν ἤτοι τὰ πρότερον ἐν τοῖς ὑμέσιν ὑγρὰ στεγόμενα Ῥαγέντων αὐτῶν εἰς αὐτὰς ἐκχυθῇ τὰς μήτρας ἢ καὶ σύμπαν ἀποφθαρὲν τὸ κύημα σηπόμενόν τε καὶ διαλυόμενον εἰς μοχθηροὺς ἰχῶρας οὕτως ἐρεθίζῃ τε καὶ δάκνῃ τὸν χιτῶνα τῶν ὑστερῶν.

ἀνάλογον οὖν ἐν ἅπασι τοῖς ὀργάνοις ἕκαστα τῶν τʼ ἔργων αὐτῶν τῶν φυσικῶν καὶ μέντοι τῶν παθημάτων τε καὶ νοσημάτων φαίνεται γιγνόμενα, τὰ μὲν ἐναργῶς καὶ σαφῶς οὕτως, ὡς ἀποδείξεως δεῖσθαι μηδέν, τὰ δʼ ἧττον μὲν ἐναργῶς, οὐ μὴν ἄγνωστά γε παντάπασι τοῖς ἐθέλουσι προσέχειν τὸν νοῦν.

ἐπὶ μὲν οὖν τῆς γαστρὸς αἵ τε δήξεις ἐναργεῖς, διότι πλείστης αἰσθήσεως μετέχει, τά τʼ ἄλλα παθήματα τά τε ναυτίαν ἐμποιοῦντα καὶ οἱ καλούμενοι καρδιωγμοὶ σαφῶς ἐνδείκνυνται τὴν ἀποκριτικήν τε καὶ ἀπωστικὴν τῶν ἀλλοτρίων δύναμιν, οὕτω δὲ κἀπὶ τῶν ὑστερῶν τε καὶ τῆς κύστεως τῆς τὸ οὖρον ὑποδεχομένης· ἐναργῶς γὰρ οὖν καὶ αὕτη φαίνεται μέχρι τοσούτου τὸ ὑγρὸν ὑποδεχομένη τε καὶ ἀθροίζουσα, ἄχρις ἂν ἤτοι πρὸς τοῦ πλήθους αὐτοῦ διατεινομένη μηκέτι φέρῃ τὴν ἀνίαν ἢ πρὸς τῆς ποιότητος δακνομένη· χρονίζον γὰρ ἕκαστον τῶν περιττωμάτων ἐν τῷ σώματι σήπεται δηλονότι, τὸ μὲν ἐλάττονι, τὸ δὲ πλείονι χρόνῳ, καὶ οὕτω δακνῶδές τε καὶ δριμὺ καὶ ἀνιαρὸν τοῖς περιέχουσι γίγνεται. οὐ μὴν

p.288
ἐπί γε τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁμοίως. ἔχει· ᾧ δῆλον, ὅτι νεύρων ἥκιστα μετέχει. χρὴ δὲ κἀνταῦθα τόν γε φυσικὸν ἄνδρα τὸ ἀνάλογον ἐξευρίσκειν. εἰ γὰρ ἕλκειν τε τὸν οἰκεῖον ἀπεδείχθη χυμόν, ὡς φαίνεσθαι πολλάκις μεστήν, ἀποκρίνειν τε τὸν αὐτὸν τοῦτον οὐκ εἰς μακράν, ἀναγκαῖόν ἐστιν αὐτὴν ἢ διὰ τὸ πλῆθος βαρυνομένην ἢ τῆς ποιότητος μεταβαλλούσης ἐπὶ τὸ δακνῶδές τε καὶ δριμὺ τῆς ἀποκρίσεως ἐφίεσθαι. οὐ γὰρ δὴ τὰ μὲν σιτία τὴν ἀρχαίαν ὑπαλλάττει ποιότητα ταχέως οὕτως, ὥστʼ, ἐπειδὰν ἐμπέσῃ τοῖς λεπτοῖς ἐντέροις, εὐθὺς εἶναι κόπρον, ἡ χολὴ δʼ οὐ πολὺ μᾶλλον ἢ τὸ οὖρον, ἐπειδὰν ἅπαξ ἐκπέσῃ τῶν φλεβῶν, ἐξαλλάττει τὴν ποιότητα, τάχιστα μεταβάλλοντα καὶ σηπόμενα. καὶ μὴν εἴπερ ἐπί τε τῶν κατὰ τὰς ὑστέρας καὶ τὴν κοιλίαν καὶ τὰ ἔντερα καὶ προσέτι τὴν τὸ οὖρον ὑποδεχομένην κύστιν ἐναργῶς φαίνεται διάτασίς τις ἢ δῆξις ἢ ἄχθος ἐπεγεῖρον ἕκαστον τῶν ὀργάνων εἰς ἀπόκρισιν, οὐδὲν χαλεπὸν κἀπὶ τῆς χοληδόχου κύστεως ταὐτὸ τοῦτʼ ἐννοεῖν ἐπί τε τῶν ἄλλων ἁπάντων ὀργάνων, ἐξ ὧν δηλονότι καὶ αἱ ἀρτηρίαι καὶ αἱ φλέβες εἰσίν.

οὐ μὴν οὐδὲ τὸ διὰ τοῦ αὐτοῦ πόρου τήν θʼ ὁλκὴν γίγνεσθαι καὶ τὴν ἀπόκρισιν ἐν διαφέρουσι χρόνοις οὐδὲν ἔτι χαλεπὸν ἐξευρεῖν, εἴ γε καὶ τῆς γαστρὸς ὁ στόμαχος οὐ μόνον ἐδέσματα

p.290
καὶ πόματα παράγων εἰς αὐτήν, ἀλλὰ κἀν ταῖς ναυτίαις τὴν ἐναντίαν ὑπηρεσίαν ὑπηρετῶν ἐναργῶς φαίνεται, καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁ αὐχὴν εἷς ὢν ἅμα μὲν πληροῖ διʼ αὑτοῦ τὴν κύστιν, ἅμα δʼ ἐκκενοῖ, καὶ τῶν μητρῶν ὁ στόμαχος ὡσαύτως ὁδός ἐστιν εἴσω μὲν τοῦ σπέρματος, ἔξω δὲ τοῦ κυήματος.

ἀλλὰ κἀνταῦθα πάλιν ἡ μὲν ἐκκριτικὴ δύναμις ἐναργής, οὐ μὴν ὁμοίως γʼ αὐτῇ σαφὴς τοῖς πολλοῖς ἡ ἑλκτική· ἀλλʼ Ἱπποκράτης μὲν ἀρρώστου μήτρας αἰτιώμενος αὐχένα φησί· "Οὐ γὰρ δύναται αὐτέης ὁ στόμαχος εἰρύσαι τὴν γονήν."

Ἐρασίστρατος δὲ καὶ Ἀσκληπιάδης εἰς τοσοῦτον ἥκουσι σοφίας, ὥστʼ οὐ μόνον τὴν κοιλίαν καὶ τὰς μήτρας ἀποστεροῦσι τῆς τοιαύτης δυνάμεως ἀλλὰ καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἅμα τοῖς νεφροῖς. καίτοι γʼ ὅτι μηδʼ εἰπεῖν δυνατὸν ἕτερον αἴτιον ἢ οὔρων ἢ χολῆς διακρίσεως, ἐν τῷ πρώτῳ δέδεικται λόγῳ.

καὶ μήτραν οὖν καὶ γαστέρα καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν διʼ ἑνὸς καὶ ταὐτοῦ στομάχου τήν θʼ ὁλκὴν καὶ τὴν ἀπόκρισιν εὑρίσκοντες ποιουμένας μηκέτι θαυμάζωμεν, εἰ καὶ διὰ τῶν φλεβῶν ἡ φύσις ἐκκρίνει πολλάκις εἰς τὴν γαστέρα περιττώματα. τούτου δʼ ἔτι μᾶλλον οὐ χρὴ θαυμάζειν, εἰ, διʼ ὧν εἰς ἧπαρ ἀνεδόθη φλεβῶν ἐκ γαστρός, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς μακροτέραις ἀσιτίαις ἕλκεσθαί τις δύναται τροφή. τὸ γὰρ τοῖς τοιούτοις ἀπιστεῖν

p.292
ὅμοιόν ἐστι δήπου τῷ μηκέτι πιστεύειν μηδʼ ὅτι τὰ καθαίροντα φάρμακα διὰ τῶν αὐτῶν στομάτων ἐξ ὅλου τοῦ σώματος εἰς τὴν γαστέρα τοὺς οἰκείους ἐπισπᾶται χυμούς, διʼ ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγένετο, ἀλλʼ ἕτερα μὲν ζητεῖν ἀναδόσεως, ἕτερα δὲ καθάρσεως στόματα. καὶ μὴν εἴπερ ἓν καὶ ταὐτὸ στόμα διτταῖς ὑπηρετεῖ δυνάμεσιν, ἐν διαφόροις χρόνοις εἰς τἀναντία τὴν ὁλκὴν ποιουμέναις, ἔμπροσθεν μὲν τῇ κατὰ τὸ ἧπαρ, ἐν δὲ τῷ τῆς καθάρσεως καιρῷ τῇ τοῦ φαρμάκου, τί θαυμαστόν ἐστι διττὴν ὑπηρεσίαν τε καὶ χρείαν εἶναι ταῖς φλεψὶ ταῖς ἐν τῷ μέσῳ τεταγμέναις ἥπατός τε καὶ τῶν κατὰ τὴν κοιλίαν, ὥσθʼ, ὁπότε μὲν ἐν τούτοις ἄφθονος εἴη περιεχομένη τροφή, διὰ τῶν εἰρημένων εἰς ἧπαρ ἀναφέρεσθαι φλεβῶν, ὁπότε δʼ εἴη κενὰ καὶ δεόμενα τρέφεσθαι, διὰ τῶν αὐτῶν αὖθις ἐξ ἥπατος ἕλκεσθαι;

πᾶν γὰρ ἐκ παντὸς ἕλκειν φαίνεται καὶ παντὶ μεταδιδόναι καὶ μία τις εἶναι σύρροια καὶ σύμπνοια πάντων, καθάπερ καὶ τοῦθʼ ὁ θειότατος Ἱπποκράτης εἶπεν. ἕλκει μὲν οὖν τὸ ἰσχυρότερον, ἐκκενοῦται δὲ τὸ ἀσθενέστερον.

ἰσχυρότερον δὲ καὶ ἀσθενέστερον ἕτερον ἑτέρου μόριον ἢ ἁπλῶς καὶ φύσει καὶ κοινῇ πᾶσίν ἐστιν ἢ ἰδίως τῷδέ τινι γίγνεται. φύσει μὲν καὶ κοινῇ πᾶσιν ἀνθρώποις θʼ ἅμα καὶ ζώοις ἡ μὲν καρδία τοῦ ἥπατος, τὸ δʼ ἧπαρ τῶν ἐντέρων τε καὶ τῆς γαστρός, αἱ δʼ ἀρτηρίαι τῶν φλεβῶν ἑλκύσαι τε τὸ χρήσιμον ἑαυταῖς ἀποκρῖναί τε τὸ μὴ τοιοῦτον

p.294
ἰσχυρότεραι. καθʼ ἕκαστον δʼ ἡμῶν ἰδίως ἐν μὲν τῷδε τῷ καιρῷ τὸ ἧπαρ ἰσχυρότερον ἕλκειν, ἡ γαστὴρ δʼ ἐν τῷδε. πολλῆς μὲν γὰρ ἐν τῇ κοιλίᾳ περιεχομένης τροφῆς καὶ σφοδρῶς ὀρεγομένου τε καὶ χρῄζοντος τοῦ ἥπατος, πάντως ἰσχυρότερον ἕλκει τὸ σπλάγχνον· ἔμπαλιν δὲ τοῦ μὲν ἥπατος ἐμπεπλησμένου τε καὶ διατεταμένου, τῆς γαστρὸς δʼ ὀρεγομένης καὶ κενῆς ὑπαρχούσης ἡ τῆς ὁλκῆς ἰσχὺς εἰς ἐκείνην μεθίσταται.

ὡς γάρ, εἰ κἂν ταῖς χερσί τινα σιτία κατέχοντες ἀλλήλων ἁρπάζοιμεν, εἰ μὲν ὁμοίως εἴημεν δεόμενοι, περιγίγνεσθαι τὸν ἰσχυρότερον εἰκός, εἰ δʼ οὗτος μὲν ἐμπεπλησμένος εἴη καὶ διὰ τοῦτʼ ἀμελῶς κατέχων τὰ περιττὰ ἢ καί τινι μεταδοῦναι ποθῶν, ὁ δʼ ἀσθενέστερος ὀρέγοιτο δεινῶς, οὐδὲν ἂν εἴη κώλυμα τοῦ μὴ πάντα λαβεῖν αὐτόν, οὕτω καὶ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται Ῥᾳδίως, ὅταν αὐτὴ μὲν ἱκανῶς ὀρέγηται τροφῆς, ἐμπεπλησμένον δʼ ᾖ τὸ σπλάγχνον. καὶ τοῦ γε μὴ πεινῆν ἐνίοτε τὸ ζῷον ἡ περιουσία τῆς ἐν ἥπατι τροφῆς αἰτία· κρείττονα γὰρ ἔχουσα καὶ ἑτοιμοτέραν ἡ γαστὴρ τροφὴν οὐδὲν δεῖται τῆς ἔξωθεν· εἰ δέ γέ ποτε δέοιτο μέν, ἀποροίη δέ, πληροῦται περιττωμάτων. ἰχῶρες δέ τινές εἰσι ταῦτα χολώδεις τε καὶ φλεγματώδεις καὶ ὀρρώδεις, οὓς μόνους ἑλκούσῃ μεθίησιν αὐτῇ τὸ ἧπαρ, ὅταν ποτὲ καὶ αὐτὴ δέηται τροφῆς.

ὥσπερ οὖν ἐξ ἀλλήλων ἕλκει τὰ μόρια τροφήν, οὕτω καὶ ἀποτίθεταί ποτʼ εἰς ἄλληλα

p.296
τὸ περιττὸν καὶ ὥσπερ ἑλκόντων ἐπλεονέκτει τὸ ἰσχυρότερον, οὕτω καὶ ἀποτιθεμένων καὶ τῶν γε καλουμένων Ῥευμάτων ἥδε ἡ πρόφασις. ἕκαστον γὰρ τῶν μορίων ἔχει τινὰ τόνον σύμφυτον, ᾧ διωθεῖται τὸ περιττόν. ὅταν οὖν ἓν ἐξ αὐτῶν ἀρρωστότερον γένηται κατὰ δή τινα διάθεσιν, ἐξ ἁπάντων εἰς ἐκεῖνο συρρεῖν ἀνάγκη τὰ περιττώματα. τὸ μὲν γὰρ ἰσχυρότατον ἐναποτίθεται τοῖς πλησίον ἅπασιν, ἐκείνων δʼ αὖ πάλιν ἕκαστον εἰς ἕτερʼ ἄττα τῶν ἀσθενεστέρων, εἶτʼ αὖθις ἐκείνων ἕκαστον εἰς ἄλλα καὶ τοῦτʼ ἐπὶ πλεῖστον γίγνεται, μέχρι περ ἂν ἐξ ἁπάντων ἐλαυνόμενον τὸ περίττωμα καθʼ ἕν τι μείνῃ τῶν ἀσθενεστάτων· ἐντεῦθεν γὰρ οὐκέτʼ εἰς ἄλλο δύναται μεταρρεῖν, ὡς· ἂν μήτε δεχομένου τινὸς αὐτὸ τῶν ἰσχυροτέρων μήτʼ ἀπώσασθαι δυναμένου τοῦ πεπονθότος.

ἀλλὰ περὶ μὲν τῶν παθῶν τῆς γενέσεως καὶ τῆς ἰάσεως αὖθις ἡμῶν ἐπιδεικνύντων ἱκανὰ κἀξ ἐκείνων ἔσται λαβεῖν μαρτύρια τῶν ἐν τῷδε τῷ λόγῳ παντὶ δεδειγμένων ὀρθῶς. ὃ δʼ ἐν τῷ παρόντι δεῖξαι προὔκειτο, πάλιν ἀναλάβωμεν, ὡς οὐδὲν θαυμαστὸν ἐξ ἥπατος ἥκειν τινὰ τροφὴν ἐντέροις τε καὶ γαστρὶ διὰ τῶν αὐτῶν φλεβῶν, διʼ ὧν ἔμπροσθεν ἐξ ἐκείνων εἰς ἧπαρ ἀνεδίδοτο. καὶ πολλοῖς ἀθρόως τε καὶ τελέως ἀποστᾶσιν ἰσχυρῶν γυμνασίων ἤ τι κῶλον ἀποκοπεῖσιν αἵματος διὰ τῶν ἐντέρων γίγνεται κένωσις ἔκ τινων περιόδων, ὥς που καὶ Ἱπποκράτης ἔλεγεν, οὐδὲν μὲν ἄλλο λυποῦσα, καθαίρουσα δʼ ὀξέως τὸ πᾶν σῶμα καὶ τὰς πλησμονὰς ἐκκενοῦσα, διὰ τῶν

p.298
αὐτῶν δήπου φλεβῶν τῆς φορᾶς τῶν περιττῶν ἐπιτελουμένης, διʼ ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγίγνετο.

πολλάκις δʼ ἐν νόσοις ἡ φύσις διὰ μὲν τῶν αὐτῶν δήπου φλεβῶν τὸ πᾶν ἐκκαθαίρει ζῷον, οὐ μὴν αἱματώδης γʼ ἡ κένωσις αὐτοῖς, ἀλλὰ κατὰ τὸν λυποῦντα γίγνεται χυμόν. οὕτω δὲ κἀν ταῖς χολέραις ἐκκενοῦται τὸ πᾶν σῶμα διὰ τῶν εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν.

τὸ δʼ οἴεσθαι μίαν εἶναι ταῖς ὕλαις φορὰν τελέως ἀγνοοῦντός ἐστι τὰς φυσικὰς δυνάμεις τάς τʼ ἄλλας καὶ τὴν ἐκκριτικὴν ἐναντίαν οὖσαν τῇ ἑλκτικῇ· ταῖς γὰρ ἐναντίαις δυνάμεσιν ἐναντίας κινήσεις τε καὶ φορὰς τῶν ὑλῶν ἀναγκαῖον ἀκολουθεῖν. ἕκαστον γὰρ τῶν μορίων, ὅταν ἑλκύσῃ τὸν οἰκεῖον χυμόν, ἔπειτα κατάσχῃ καὶ ἀπολαύσῃ, τὸ περιττὸν ἅπαν ἀποθέσθαι σπεύδει, καθότι μάλιστα δύναται τάχιστά θʼ ἅμα καὶ κάλλιστα, κατὰ τὴν τοῦ περιττοῦ Ῥοπήν.

ὅθεν ἡ γαστὴρ τὰ μὲν ἐπιπολάζοντα τῶν περιττωμάτων ἐμέτοις ἐκκαθαίρει, τὰ δʼ ὑφιστάμενα διαρροίαις. καὶ τό γε ναυτιῶδες γίγνεσθαι τὸ ζῷον τοῦτʼ ἔστιν ὁρμῆσαι τὴν γαστέρα κενωθῆναι διʼ ἐμέτου. οὕτω δὲ δή τι βίαιον καὶ σφοδρὸν ἡ ἐκκριτικὴ δύναμις ἔχει, ὥστʼ ἐν τοῖς εἰλεοῖς, ὅταν ἀποκλεισθῇ τελέως ἡ κάτω διέξοδος, ἐμεῖται κόπρος. καίτοι πρὶν διελθεῖν τό τε λεπτὸν ἔντερον ἅπαν καὶ τὴν νῆστιν καὶ τὸν πυλωρὸν καὶ τὴν γαστέρα καὶ τὸν οἰσοφάγον οὐχ οἷόν τε. διὰ τοῦ στόματος ἐκπεσεῖν οὐδενὶ τοιούτῳ περιττώματι. τί δὴ θαυμαστόν, εἰ κἀκ τῆς ἐσχάτης

p.300
ἐπιφανείας τῆς κατὰ τὸ δέρμα μέχρι τῶν ἐντέρων τε καὶ τῆς γαστρὸς ἀφικνοῖτό τι μεταλαμβανόμενον, ὡς καὶ τοῦθʼ Ἱπποκράτης ἡμᾶς ἐδίδαξεν, οὐ πνεῦμα μόνον ἢ περίττωμα φάσκων ἀλλὰ καὶ τὴν τροφὴν αὐτὴν ἐκ τῆς ἐσχάτης ἐπιφανείας αὖθις ἐπὶ τὴν ἀρχήν, ὅθεν ἀνηνέχθη, καταφέρεσθαι. ἐλάχισται γὰρ Ῥοπαὶ κινήσεων τὴν ἐκκριτικὴν ταύτην οἰακίζουσι δύναμιν, ὡς ἂν διὰ τῶν ἐγκαρσίων μὲν ἰνῶν γιγνομένην, ὠκύτατα δὲ διαδιδομένην ἀπὸ τῆς κινησάσης ἀρχῆς ἐπὶ τὰ καταντικρὺ πέρατα. οὔκουν ἀπεικὸς οὐδʼ ἀδύνατον ἀήθει ποτὲ ψύξει τὸ πρὸς τῷ δέρματι μόριον ἐξαίφνης πιληθὲν ἅμα μὲν ἀρρωστότερον αὐτὸ γενόμενον, ἅμα δʼ οἷον ἄχθος τι μᾶλλον ἢ παρασκευὴν θρέψεως ἔχον τὴν ἔμπροσθεν ἀλύπως αὐτῷ παρεσπαρμένην ὑγρότητα καὶ διὰ τοῦτʼ ἀπωθεῖσθαι σπεῦδον, ἅμα δὲ τῆς ἔξω φορᾶς ἀποκεκλεισμένης τῇ πυκνώσει, πρὸς τὴν λοιπὴν ἐπιστραφῆναι καὶ οὕτω βιασάμενον εἰς τὸ παρακείμενον αὐτῷ μόριον ἀθρόως ἀπώσασθαι τὸ περιττόν, ἐκεῖνο δʼ αὖ πάλιν εἰς τὸ μετʼ αὐτό, καὶ τοῦτο μὴ παύσασθαι γιγνόμενον, ἄχρις ἂν ἡ μετάληψις ἐπὶ τὰ ἐντὸς πέρατα τῶν φλεβῶν τελευτήσῃ.

αἱ μὲν δὴ τοιαῦται κινήσεις θᾶττον ἀποπαύονται, αἱ δʼ ἀπὸ τῶν ἔνδοθεν διερεθιζόντων, ὡς ἔν τε τοῖς καθαίρουσι φαρμάκοις καὶ ταῖς χολέραις ἰσχυρότεραί τε πολὺ καὶ μονιμώτεραι γίγνονται καὶ διαμένουσιν, ἔστʼ ἂν καὶ ἡ περὶ τοῖς στόμασι τῶν ἀγγείων διάθεσις, ἡ τὸ πλησίον

p.302
ἕλκουσα, παραμένῃ. αὕτη μὲν γὰρ τὸ συνεχὲς ἐκκενοῖ μόριον, ἐκεῖνο δʼ αὖ τὸ μετʼ αὐτὸ καὶ τοῦτʼ οὐ παύεται μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὥστε διαδιδόντων τῶν ἐφεξῆς ἀεὶ μορίων ἑτέρων ἑτέροις τὸ πρῶτον πάθος ὠκύτατα διικνεῖσθαι μέχρι τῶν ἐσχάτων. οὕτως οὖν ἔχει κἀπὶ τῶν εἰλεῶν. αὐτὸ μὲν γὰρ τὸ φλεγμαῖνον ἔντερον οὔτε τοῦ βάρους οὔτε τῆς δριμύτητος ἀνέχεται τῶν περιττωμάτων καὶ διὰ τοῦτʼ ἐκκρίνειν αὐτὰ σπεύδει καὶ ἀπωθεῖσθαι πορρωτάτω. κωλυόμενον δὲ κάτω ποιεῖσθαι τὴν δίωσιν, ὅταν ἐνταυθοῖ ποτε τὸ σφοδρότατον ᾖ τῆς φλεγμονῆς, εἰς τὰ πλησιάζοντα τῶν ὑπερκειμένων ἐντέρων ἀπωθεῖται. καὶ οὕτως ἤδη κατὰ τὸ συνεχὲς τὴν Ῥοπὴν τῆς ἐκκριτικῆς δυνάμεως ἄνω ποιησαμένης ἄχρι τοῦ στόματος ἐπανέρχεται τὰ περιττώματα.

ταῦτα μὲν οὖν δὴ κἀν τοῖς τῶν νοσημάτων λογισμοῖς ἐπὶ πλέον εἰρήσεται. τὸ δʼ ἐκ παντὸς εἰς πᾶν φέρεσθαί τι καὶ μεταλαμβάνεσθαι καὶ μίαν ἁπάντων εἶναι σύμπνοιάν τε καὶ σύρροιαν, ὡς Ἱπποκράτης ἔλεγεν, ἤδη μοι δοκῶ δεδεῖχθαι σαφῶς καὶ μηκέτʼ ἄν τινα, μηδʼ εἰ βραδὺς αὐτῷ νοῦς ἐνείη, περὶ τῶν τοιούτων ἀπορῆσαι μηδενός, οἷον ὅπως ἡ γαστὴρ ἢ τὰ ἔντερα τρέφεται καὶ τίνα τρόπον ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι διικνεῖται. πάντων γὰρ τῶν μορίων ἕλκειν μὲν τὸ προσῆκόν τε καὶ φίλιον, ἀποκρίνειν δὲ τὸ βαρῦνον ἢ δάκνον ἐχόντων δύναμιν οὐδὲν θαυμαστὸν ἐναντίας συνεχῶς γίγνεσθαι κινήσεις ἐν

p.304
αὐτοῖς, ὥσπερ ἐπί τε τῆς καρδίας ὁρᾶται σαφῶς καὶ τῶν ἀρτηριῶν ἁπασῶν καὶ τοῦ θώρακος καὶ τοῦ πνεύμονος. ἐπὶ μέν γε τούτων ἁπάντων μόνον οὐ καθʼ ἑκάστην καιροῦ Ῥοπὴν τὰς ἐναντίας κινήσεις θʼ ἅμα τῶν ὀργάνων καὶ φορὰς τῶν ὑλῶν ἐναργῶς ἔστιν ἰδεῖν γιγνομένας. εἶτʼ ἐπὶ μὲν τῆς τραχείας ἀρτηρίας οὐκ ἀπορεῖς ἐναλλὰξ ποτὲ μὲν εἴσω παραγούσης εἰς τὸν πνεύμονα τὸ πνεῦμα, ποτὲ δʼ ἔξω, καὶ τῶν κατὰ τὰς Ῥῖνας πόρων καὶ ὅλου τοῦ στόματος ὡσαύτως οὐδʼ εἶναί σοι δοκεῖ θαυμαστὸν οὐδὲ παράδοξον, εἰ, διʼ οὗ μικρῷ πρόσθεν εἴσω παρεκομίζετο τὸ πνεῦμα, διὰ τούτου νῦν ἐκπέμπεται, περὶ δὲ τῶν ἐξ ἥπατος εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν ἀπορεῖς καί σοι θαυμαστὸν εἶναι φαίνεται, διὰ τῶν αὐτῶν ἀναδίδοσθαί θʼ ἅμα τὴν τροφὴν εἰς ἧπαρ ἕλκεσθαί τʼ ἐξ ἐκείνου πάλιν εἰς γαστέρα; διόρισαι δὴ τὸ ἅμα τοῦτο ποτέρως λέγεις. εἰ μὲν γὰρ κατὰ τὸν αὐτὸν χρόνον, οὐδʼ ἡμεῖς τοῦτό γέ φαμεν. ὥσπερ γὰρ εἰσπνέομεν ἐν ἑτέρῳ χρόνῳ καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ἀντεκπνέομεν, οὕτω καὶ τροφὴν ἐν ἑτέρῳ μὲν χρόνῳ τὸ ἧπαρ ἐκ τῆς γαστρός, ἐν ἑτέρῳ δʼ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται. εἰ δʼ ὅτι καθʼ ἓν καὶ ταὐτὸ ζῷον ἓν ὄργανον ἐναντίαις φοραῖς ὑλῶν ὑπηρετεῖ, τοῦτό σοι βούλεται δηλοῦν τὸ ἅμα καὶ τοῦτό σε ταράττει, τήν τʼ εἰσπνοὴν ἰδὲ καὶ τὴν ἐκπνοήν. πάντως που καὶ αὗται διὰ μὲν τῶν αὐτῶν ὀργάνων γίγνονται, τρόπῳ δὲ κινήσεώς τε καὶ φορᾶς τῶν ὑλῶν διαφέρουσιν.

p.306

ὁ πνεύμων μὲν οὖν καὶ ὁ θώραξ καὶ ἀρτηρίαι αἱ τραχεῖαι καὶ αἱ λεῖαι καὶ καρδία καὶ στόμα καὶ Ῥῖνες ἐν ἐλαχίσταις χρόνου Ῥοπαῖς εἰς ἐναντίας κινήσεις αὐτά τε μεταβάλλει καὶ τὰς ὕλας μεθίστησιν. αἱ δʼ ἐξ ἥπατος εἰς ἔντερα καὶ γαστέρα καθήκουσαι φλέβες οὐκ ἐν οὕτω βραχέσι χρόνου μορίοις ἀλλʼ ἐν πολλαῖς ἡμέραις ἅπαξ ἐνίοτε τὴν ἐναντίαν κινοῦνται κίνησιν.

ἔχει γὰρ ὧδε τὸ σύμπαν. ἕκαστον τῶν ὀργάνων εἰς ἑαυτὸ τὴν πλησιάζουσαν ἐπισπᾶται τροφὴν ἐκβοσκόμενον αὐτῆς ἅπασαν τὴν χρηστὴν νοτίδα, μέχρις ἂν ἱκανῶς κορεσθῇ, καὶ ταύτην, ὡς καὶ πρόσθεν ἐδείκνυμεν, ἐναποτίθεται ἑαυτῷ καὶ μετὰ ταῦτα προσφύει τε καὶ ὁμοιοῖ, τουτέστι τρέφεται. διώρισται γὰρ ἱκανῶς ἔμπροσθεν ἕτερόν τι τῆς θρέψεως ἐξ ἀνάγκης αὐτῆς προηγούμενον ἡ πρόσφυσις ὑπάρχειν, ἐκείνης δʼ ἔτι πρότερον ἡ πρόσθεσις. ὥσπερ οὖν τοῖς ζῴοις αὐτοῖς ὅρος ἐστὶ τῆς ἐδωδῆς τὸ πληρῶσαι τὴν γαστέρα, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστῳ τῶν μορίων ὅρος ἐστὶ τῆς προσθέσεως ἡ πλήρωσις τῆς οἰκείας ὑγρότητος. ἐπεὶ τοίνυν ἅπαν μόριον τῇ γαστρὶ ὁμοίως ὀρέγεται τρέφεσθαι, καὶ περιπτύσσεται τῇ τροφῇ καὶ οὕτω σφίγγει πανταχόθεν αὐτὴν ὡς ἡ γαστήρ. ἕπεται δʼ ἐξ ἀνάγκης τούτῳ, καθάπερ καὶ πρόσθεν ἐρρηθη, τὸ πέττεσθαι τοῖς σιτίοις, τῆς γαστρὸς οὐ διὰ τοῦτο περιστελλομένης αὐτοῖς, ἵνʼ ἐπιτήδεια τοῖς ἄλλοις ἐργάσηται μορίοις· οὕτω γὰρ ἂν οὐκέτι φυσικὸν

p.308
ὄργανον ἀλλὰ ζῷόν τι γίγνοιτο λογισμόν τε καὶ νοῦν ἔχον, ὡς αἱρεῖσθαι τὸ βέλτιον.

ἀλλʼ αὕτη μὲν μὲν περιστέλλεται τῷ τὸ πᾶν σῶμα δύναμιν ἑλκτικήν τινα καὶ ἀπολαυστικὴν κεκτῆσθαι τῶν οἰκείων ποιοτήτων, ὡς ἔμπροσθεν ἐδείκνυτο· συμβαίνει δʼ ἐν τούτῳ τοῖς σιτίοις ἀλλοιοῦσθαι. καὶ μέντοι καὶ πληρωθεῖσα τῆς ἐξ αὐτῶν ὑγρότητος καὶ κορεσθεῖσα βάρος ἡγεῖται τὸ λοιπὸν αὐτά. τὸ περιττὸν οὖν εὐθὺς ἀποτρίβεταί τε καὶ ὠθεῖ κάτω πρὸς ἕτερον ἔργον αὐτὴ τρεπομένη, τὴν πρόσφυσιν. ἐν δὲ τούτῳ τῷ χρόνῳ διερχομένη τὸ ἔντερον ἅπαν ἡ τροφὴ διὰ τῶν εἰς αὐτὸ καθηκόντων ἀγγείων ἀναρπάζεται, πλείστη μὲν εἰς τὰς φλέβας, ὀλίγη δέ τις εἰς τὰς ἀρτηρίας, ὡς μικρὸν ὕστερον ἀποδείξομεν. ἐν τούτῳ δʼ αὖ τῷ χρόνῳ καὶ τοῖς τῶν ἐντέρων χιτῶσι προστίθεται.

καί μοι τεμὼν ἤδη τῷ λογισμῷ τὴν τῆς τροφῆς οἰκονομίαν ἅπασαν εἰς τρεῖς μοίρας χρόνων, ἐν μὲν τῇ πρώτῃ νόει μένουσάν θʼ ἅμα κατὰ τὴν κοιλίαν αὐτὴν καὶ πεττομένην καὶ προστιθεμένην εἰς κόρον τῇ γαστρὶ καί τι καὶ τῷ ἥπατι παρʼ αὐτῆς ἀναφερόμενον.

ἐν δὲ τῇ δευτέρᾳ διερχομένην τά τʼ ἔντερα καὶ προστιθεμένην εἰς κόρον αὐτοῖς τε τούτοις καὶ τῷ ἥπατι καί τι βραχὺ μέρος αὐτῆς πάντη τοῦ σώματος φερόμενον· ἐν δὲ δὴ τούτῳ τῷ καιρῷ τὸ προστεθὲν ἐν τῷ πρώτῳ χρόνῳ προσφύεσθαι νόει τῇ γαστρί.

κατὰ δὲ τὴν τρίτην μοῖραν τοῦ χρόνου τρέφεσθαι

p.310
μὲν ἤδη τὴν κοιλίαν ὁμοιώσασαν ἑαυτῇ τελέως τὰ προσφύντα, πρόσφυσιν δὲ τοῖς ἐντέροις καὶ τῷ ἥπατι γίγνεσθαι τῶν προστεθέντων, ἀνάδοσιν δὲ πάντη τοῦ σώματος καὶ πρόσθεσιν. εἰ μὲν οὖν ἐπὶ τούτοις εὐθέως τὸ ζῷον λαμβάνοι τροφήν, ἐν ᾧ πάλιν ἡ γαστὴρ χρόνῳ πέττει τε ταύτην καὶ ἀπολαύει προστιθεῖσα πᾶν ἐξ αὐτῆς τὸ χρηστὸν τοῖς ἑαυτῆς χιτῶσι, τὰ μὲν ἔντερα τελέως ὁμοιώσει τὸν προσφύντα χυμόν, ὡσαύτως δὲ καὶ τὸ ἧπαρ. ἐν ὅλῳ δὲ τῷ σώματι πρόσφυσις τῶν προστεθέντων τῆς τροφῆς ἔσται μορίων. εἰ δʼ ἄσιτος ἀναγκάζοιτο μένειν ἡ γαστὴρ ἐν τούτῳ τῷ χρόνῳ, παρὰ τῶν ἐν μεσεντερίῳ τε καὶ ἥπατι φλεβῶν ἕλξει τὴν τροφήν· οὐ γὰρ ἐξ αὐτοῦ γε τοῦ σώματος τοῦ ἥπατος. λέγω δὲ σῶμα τοῦ ἥπατος αὐτήν τε τὴν ἰδίαν αὐτοῦ σάρκα πρώτην καὶ μάλιστα, μετὰ δὲ τήνδε καὶ τῶν ἀγγείων ἕκαστον τῶν κατʼ αὐτό. τὸν μὲν γὰρ ἐν ἑκάστῳ τῶν μορίων ἤδη περιεχόμενον χυμὸν οὐκέτʼ εὔλογον ἀντισπᾶν ἑτέρῳ μορίῳ καὶ μάλισθʼ ὅταν ἤδη πρόσφυσις ἢ ἐξομοίωσις αὐτοῦ γίγνηται. τὸν δʼ ἐν ταῖς εὐρυχωρίαις τῶν φλεβῶν τὸ μᾶλλον ἰσχύον θʼ ἅμα καὶ δεόμενον ἀντισπᾷ μόριον.

Οὕτως οὖν καὶ ἡ γαστὴρ ἐν ᾧ χρόνῳ δεῖται μὲν αὐτὴ τροφῆς, ἐσθίει δʼ οὐδέπω τὸ ζῷον, ἐν τούτῳ τῶν κατὰ τὸ ἧπαρ ἐξαρπάζει φλεβῶν. ἐπεὶ δὲ καὶ τὸν σπλῆνα διὰ τῶν ἔμπροσθεν ἐδείκνυμεν ὅσον ἐν ἥπατι παχύτερον ἕλκοντα

p.312
κατεργάζεσθαί τε καὶ μεταβάλλειν ἐπὶ τὸ χρηστότερον, οὐδὲν οὐδʼ ἐνταῦθα θαυμαστὸν ἕλκεσθαί τι κἀκ τοῦ σπληνὸς εἰς ἕκαστον τῶν κοινωνούντων αὐτῷ κατὰ τὰς φλέβας ὀργάνων, οἷον εἰς ἐπίπλοον καὶ μεσεντέριον καὶ λεπτὸν ἔντερον καὶ κῶλον καὶ αὐτὴν τὴν γαστέρα· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξερεύγεσθαι μὲν εἰς τὴν γαστέρα τὸ περίττωμα καθʼ ἕτερον χρόνον, αὐτὸν δʼ αὖθις ἐκ τῆς γαστρὸς ἕλκειν τι τῆς οἰκείας τροφῆς ἐν ἑτέρῳ καιρῷ.

καθόλου δʼ εἰπεῖν, ὃ καὶ πρόσθεν ἤδη λέλεκται, πᾶν ἐκ παντὸς ἕλκειν τε καὶ πέμπειν ἐγχωρεῖ κατὰ διαφέροντας χρόνους, ὁμοιοτάτου γιγνομένου τοῦ συμβαίνοντος, ὡς εἰ καὶ ζῷα νοήσαις πολλὰ τροφὴν ἄφθονον ἐν κοινῷ κατακειμένην, εἰς ὅσον βούλεται, προσφερόμενα. καθʼ ὃν γὰρ ἤδη πέπαυται χρόνον ἕτερα, κατὰ τοῦτον εἰκὸς ἐσθίειν ἕτερα, καὶ μέλλειν γε τὰ μὲν παύεσθαι, τὰ δʼ ἄρχεσθαι, καί τινα μὲν συνεσθίοντα, τὰ δʼ ἀνὰ μέρος ἐσθίοντα καὶ ναὶ μὰ Δία γε τὸ ἕτερον ἁρπάζειν θατέρου πολλάκις, εἰ τὸ μὲν ἕτερον ἐπιδέοιτο, τῷ δʼ ἀφθόνως παρακέοιτο. καὶ οὕτως οὐδὲν θαυμαστὸν οὔτʼ ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι πάλιν ὑποστρέφειν οὔτε διὰ τῶν αὐτῶν ἀγγείων ἐξ ἥπατός τε καὶ σπληνὸς εἰς κοιλίαν ἀνενεχθῆναί τι, διʼ ὧν ἐκ ταύτης εἰς ἐκεῖνα πρότερον ἀνηνέχθη.

κατὰ μὲν γὰρ τὰς ἀρτηρίας ἱκανῶς ἐναργὲς τὸ τοιοῦτον, ὥσπερ καὶ κατὰ τὴν καρδίαν τε καὶ τὸν θώρακα καὶ τὸν πνεύμονα. τούτων γὰρ ἁπάντων διαστελλομένων τε καὶ συστελλομένων ἐναλλὰξ ἀναγκαῖον, ἐξ ὧν εἱλκύσθη τι πρότερον, εἰς ταῦθʼ

p.314
ὕστερον ἐκπέμπεσθαι. καὶ ταύτην ἄρα τὴν ἀνάγκην ἡ φύσις προγιγνώσκουσα τοῖς ἐν τῇ καρδίᾳ στόμασι τῶν ἀγγείων ὑμένας ἐπέφυσε κωλύσοντας εἰς τοὐπίσω φέρεσθαι τὰς ὕλας. ἀλλʼ ὅπως μὲν τοῦτο γίγνεται καὶ καθʼ ὅντινα τρόπον, ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται δεικνύντων ἡμῶν τά τʼ ἄλλα καὶ ὡς ἀδύνατον οὕτως ἀκριβῶς κλείεσθαι τὰ στόματα τῶν ἀγγείων, ὡς μηδὲν παλινδρομεῖν. εἰς μὲν γὰρ τὴν ἀρτηρίαν τὴν φλεβώδη, καὶ γὰρ καὶ τοῦτʼ ἐν ἐκείνοις δειχθήσεται, πολὺ πλέον ἢ διὰ τῶν ἄλλων στομάτων εἰς τοὐπίσω πάλιν ἀναγκαῖον ἐπανέρχεσθαι. τὸ δʼ εἰς τὰ παρόντα χρήσιμον, ὡς οὐκ ἐνδέχεταί τι τῶν αἰσθητὴν καὶ μεγάλην ἐχόντων εὐρύτητα μὴ οὐκ ἤτοι διαστελλόμενον ἕλκειν ἐξ ἁπάντων τῶν πλησίον ἢ ἐκθλίβειν αὖθις εἰς ταῦτα συστελλόμενον ἔκ τε τῶν ἤδη προειρημένων ἐν τῷδε τῷ λόγῳ σαφὲς ἂν εἴη κἀξ ὧν Ἐρασίστρατός τε καὶ ἡμεῖς ἑτέρωθι περὶ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἐδείξαμεν.

ἀλλὰ μὴν καὶ ὡς ἐν ἑκάστῃ τῶν ἀρτηριῶν ἐστί τις δύναμις ἐκ τῆς καρδίας ἐπιρρέουσα, καθʼ ἣν διαστέλλονταί τε καὶ συστέλλονται, δέδεικται διʼ ἑτέρων.

εἴπερ οὖν συνθείης ἄμφω τό τε ταύτην εἶναι τὴν κίνησιν αὐταῖς τό τε πᾶν τὸ διαστελλόμενον

p.316
ἕλκειν ἐκ τῶν πλησίον εἰς ἑαυτό, θαυμαστὸν οὐδέν σοι φανεῖται τὰς ἀρτηρίας, ὅσαι μὲν εἰς τὸ δέρμα περαίνουσιν αὐτῶν, ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα διαστελλομένας, ὅσαι δὲ κατά τι πρὸς τὰς φλέβας ἀνεστόμωνται, τὸ λεπτότατον ἐν αὐταῖς καὶ ἀτμωδέστατον ἐπισπᾶσθαι τοῦ αἵματος, ὅσαι δʼ ἐγγὺς τῆς καρδίας εἰσίν, ἐξ αὐτῆς ἐκείνης ποιεῖσθαι τὴν ὁλκήν. ἐν γὰρ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὸ κουφότατόν τε καὶ λεπτότατον ἕπεται πρῶτον τοῦ βαρυτέρου τε καὶ παχυτέρου· κουφότατον δʼ ἐστὶ καὶ λεπτότατον ἁπάντων τῶν κατὰ τὸ σῶμα πρῶτον μὲν τὸ πνεῦμα, δεύτερον δʼ ὁ ἀτμός, ἐπὶ τούτῳ δὲ τρίτον, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασμένον τε καὶ λελεπτυσμένον αἷμα.

ταῦτʼ οὖν εἰς ἑαυτὰς ἕλκουσιν αἱ ἀρτηρίαι πανταχόθεν, αἱ μὲν εἰς τὸ δέρμα καθήκουσαι τὸν ἔξωθεν ἀέρα· πλησίον τε γὰρ αὐταῖς οὗτός ἐστι καὶ κουφότατος ἐν τοῖς μάλιστα· τῶν δʼ ἄλλων ἡ μὲν ἐπὶ τὸν τράχηλον ἐκ τῆς καρδίας ἀνιοῦσα καὶ ἡ κατὰ Ῥάχιν, ἤδη δὲ καὶ ὅσαι τούτων ἐγγὺς ἐξ αὐτῆς μάλιστα τῆς καρδίας· ὅσαι δὲ καὶ τῆς καρδίας πορρωτέρω καὶ τοῦ δέρματος, ἕλκειν ταύταις ἀναγκαῖον ἐκ τῶν φλεβῶν τὸ κουφότατον τοῦ αἵματος· ὥστε καὶ τῶν εἰς τὴν γαστέρα τε καὶ τὰ ἔντερα καθηκουσῶν ἀρτηριῶν τὴν ὁλκὴν ἐν τῷ διαστέλλεσθαι γίγνεσθαι παρά τε τῆς καρδίας αὐτῆς καὶ τῶν παρακειμένων αὐτῇ φλεβῶν παμπόλλων οὐσῶν. οὐ γὰρ δὴ ἔκ γε τῶν ἐντέρων καὶ τῆς κοιλίας τροφὴν οὕτω παχεῖάν τε καὶ βαρεῖαν ἐν ἑαυτοῖς ἐχόντων δύνανταί τι μεταλαμβάνειν, ὅ τι καὶ ἄξιον λόγου, φθάνουσαι πληροῦσθαι τοῖς κουφοτέροις. οὐδὲ γὰρ εἰ καθεὶς

p.318
αὐλίσκον εἰς ἀγγεῖον ὕδατός τε καὶ ψάμμου πλῆρες ἐπισπάσαιο τῷ στόματι τὸν ἐκ τοῦ αὐλίσκου ἀέρα, δύναιτʼ ἂν ἀκολουθῆσαί σοι πρὸ τοῦ ὕδατος ἡ ψάμμος· ἀεὶ γὰρ ἐν τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὸ κουφότερον ἕπεται πρότερον.

οὔκουν χρὴ θαυμάζειν, εἰ παντελῶς ὀλίγον ἐκ τῆς κοιλίας, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασμένον, εἰς τὰς ἀρτηρίας παραγίγνεται φθανούσας πληροῦσθαι τῶν κουφοτέρων, ἀλλʼ ἐκεῖνο γιγνώσκειν, ὡς δύʼ ἐστὸν ὁλκῆς εἴδη, τὸ μὲν τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, τὸ δʼ οἰκειότητι ποιότητος γιγνόμενον· ἑτέρως μὲν γὰρ εἰς τὰς φύσας ὁ ἀήρ, ἑτέρως δʼ ὁ σίδηρος ὑπὸ τῆς ἡρακλείας ἐπισπᾶται λίθου· καὶ ὡς ἡ μὲν πρὸς τὸ κενούμενον ἀκολουθία τὸ κουφότερον ἕλκει πρότερον, ἡ δὲ κατὰ τὴν τῆς ποιότητος οἰκειότητα πολλάκις, εἰ οὕτως ἔτυχε, τὸ βαρύτερον, ἂν τῇ φύσει συγγενέστερον ὑπάρχῃ. καὶ τοίνυν καὶ ταῖς ἀρτηρίαις τε καὶ τῇ καρδίᾳ, ὡς μὲν κοίλοις τε καὶ διαστέλλεσθαι δυναμένοις ὀργάνοις, ἀεὶ τὸ κουφότερον ἀκολουθεῖ πρότερον, ὡς δὲ τρέφεσθαι δεομένοις, εἰς αὐτοὺς τοὺς χιτῶνας, οἳ δὴ τὰ σώματα τῶν ὀργάνων εἰσίν, ἕλκεται τὸ οἰκεῖον. ὅσον ἂν οὖν εἰς τὴν κοιλότητα διαστελλομένων αὐτῶν αἵματος μεταληφθῇ, τούτου τὸ οἰκειότατόν

p.320
τε καὶ μάλιστα τρέφειν δυνάμενον οἱ χιτῶνες αὐτοὶ τῶν ἀγγείων ἐπισπῶνται.

τοῦ δʼ ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας μεταλαμβάνεσθαί τι πρὸς τοῖς εἰρημένοις ἱκανὸν καὶ τοῦτό γε τεκμήριον. εἰ πολλὰς καὶ μεγάλας ἀρτηρίας διατεμὼν ἀποκτεῖναι τὸ ζῷον βουληθείης, εὑρήσεις αὐτοῦ τὰς φλέβας ὁμοίως ταῖς ἀρτηρίαις ἐκκενουμένας, οὐκ ἂν τούτου ποτὲ γενομένου χωρὶς τῶν πρὸς ἀλλήλας αὐταῖς ἀναστομώσεων. ὡσαύτως δὲ καὶ κατʼ αὐτὴν τὴν καρδίαν ἐκ τῆς δεξιᾶς κοιλίας εἰς τὴν ἀριστερὰν ἕλκεται τὸ λεπτότατον ἔχοντός τινα τρήματα τοῦ μέσου διαφράγματος αὐτῶν, ἃ μέχρι μὲν πλείστου δυνατόν ἐστιν ἰδεῖν, οἷον βοθύνους τινὰς ἐξ εὐρυτέρου στόματος ἀεὶ καὶ μᾶλλον εἰς στενότερον προϊόντας. οὐ μὴν αὐτά γε τὰ ἔσχατα πέρατα δυνατὸν ἔτι θεάσασθαι διά τε σμικρότητα καὶ ὅτι τεθνεῶτος ἤδη τοῦ ζῴου κατέψυκταί τε καὶ πεπύκνωται πάντα. ἀλλʼ ὁ λόγος κἀνταῦθα πρῶτον μὲν ἐκ τοῦ μηδὲν ὑπὸ τῆς φύσεως γίγνεσθαι μάτην ὁρμώμενος ἐξευρίσκει τὰς ἀναστομώσεις ταύτας τῶν κοιλιῶν τῆς καρδίας· οὐ γὰρ δὴ εἰκῇ γε καὶ ὡς ἔτυχεν οἱ ἐς στενὸν οὕτω τελευτῶντες ἐγένοντο βόθυνοι.

δεύτερον δὲ κἀκ τοῦ δυοῖν ὄντοιν στομάτοιν ἐν τῇ δεξιᾷ τῆς καρδίας κοιλίᾳ τοῦ μὲν εἰσάγοντος τὸ αἷμα, τοῦ δʼ ἐξάγοντος πολὺ μεῖζον εἶναι τὸ εἰσάγον. ὡς γὰρ οὐ παντὸς τοῦ αἵματος, ὅσον ἡ κοίλη φλὲψ δίδωσι τῇ καρδίᾳ, πάλιν ἐξ ἐκείνης

p.322
ἐκπεμπομένου τῷ πνεύμονι, μείζων ἐστὶν ἡ ἀπὸ τῆς κοίλης εἰς αὐτὴν ἔμφυσις τῆς ἐμφυομένης εἰς τὸν πνεύμονα φλεβός. οὐδὲ γὰρ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς ἐδαπανήθη τι τοῦ αἵματος εἰς τὴν αὐτοῦ τοῦ σώματος τῆς καρδίας θρέψιν. ἑτέρα γάρ ἐστι φλὲψ ἡ εἰς ἐκεῖνο κατασχιζομένη μήτε τὴν γένεσιν ἐκ τῆς καρδίας αὐτῆς μήτε τὴν τοῦ αἵματος ἔχουσα μετάληψιν. εἰ δὲ καὶ δαπανᾶταί τι, ἀλλʼ οὐ τοσοῦτόν γε μείων ἐστὶν ἡ εἰς τὸν πνεύμονα φλὲψ ἄγουσα τῆς εἰς τὴν καρδίαν ἐμφυομένης, ὅσον εἰκὸς εἰς τὴν τροφὴν ἀνηλῶσθαι τῆς καρδίας, ἀλλὰ πλέον πολλῷ. δῆλον οὖν, ὡς εἰς τὴν ἀριστεράν τι μεταλαμβάνεται κοιλίαν.

καὶ γὰρ οὖν καὶ τῶν κατʼ ἐκείνην ἀγγείων δυοῖν ὄντων ἔλαττόν ἐστι πολλῷ τὸ ἐκ τοῦ πνεύμονος εἰς αὐτὴν εἰσάγον τὸ πνεῦμα τῆς ἐκφυομένης ἀρτηρίας τῆς μεγάλης, ἀφʼ ἧς αἱ κατὰ τὸ σῶμα σύμπασαι πεφύκασιν, ὡς ἂν μὴ μόνον ἐκ τοῦ πνεύμονος πνεῦμα μεταλαμβανούσης αὐτῆς, ἀλλὰ κἀκ τῆς δεξιᾶς κοιλίας αἷμα διὰ τῶν εἰρημένων ἀναστομώσεων.

ὅτι δʼ ἄμεινον ἦν τοῖς τοῦ σώματος μορίοις τοῖς μὲν ὑπὸ καθαροῦ καὶ λεπτοῦ καὶ ἀτμώδους αἵματος τρέφεσθαι, τοῖς δʼ ὑπὸ παχέος καὶ θολεροῦ καὶ ὡς οὐδʼ ἐνταῦθά τι παρεώραται τῇ φύσει, τῆς περὶ χρείας μορίων πραγματείας ἐστίν, ὥστʼ οὐ χρὴ νῦν ὑπὲρ τούτων ἔτι λέγειν,

p.324
ἀλλʼ ὑπομνήσαντας, ὡς δύο ἐστὸν ὁλκῆς εἴδη, τῶν μὲν εὐρείαις ὁδοῖς ἐν τῷ διαστέλλεσθαι τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὴν ἕλξιν ποιουμένων, τῶν δʼ οἰκειότητι ποιότητος, ἐφεξῆς λέγειν, ὡς τὰ μὲν πρότερα καὶ πόρρωθεν ἕλκειν τι δύναται, τὰ δὲ δεύτερα ἐκ τῶν ἐγγυτάτω μόνων. αὐλίσκον μὲν γὰρ ὅτι μήκιστον εἰς ὕδωρ ἔνεστι καθέντα Ῥᾳδίως ἀνασπᾶν εἰς τὸ στόμα διʼ αὐτοῦ τὸ ὑγρόν· οὐ μὴν εἴ γʼ ἐπὶ πλέον ἀπαγάγοις τῆς ἡρακλείας λίθου τὸν σίδηρον ἢ τοὺς πυροὺς τοῦ κεραμίου-καὶ γὰρ καὶ τοιοῦτόν τι πρόσθεν ἐλέγετο παράδειγμα--δύναιτʼ ἂν ἔτι γενέσθαι τις ὁλκή.

σαφέστατα δʼ ἂν αὐτὸ μάθοις ἐπὶ τῶν ἐν τοῖς κήποις ὀχετῶν· ἐκ τούτων γὰρ εἰς μὲν τὰ παρακείμενα καὶ πλησίον ἅπαντα διαδίδοταί τις ἰκμάς, εἰς δὲ τὰ πορρωτέρω προσελθεῖν οὐκέτι δύναται, καὶ διὰ τοῦτʼ ἀναγκάζονται πολλοῖς ὀχετοῖς μικροῖς ἀπὸ τοῦ μεγάλου τετμημένοις εἰς ἕκαστον μέρος τοῦ κήπου τὴν ἐπίρρυσιν τοῦ ὕδατος ἐπιτεχνᾶσθαι· καὶ τηλικαῦτά γε τὰ μεταξὺ διαστήματα τούτων τῶν μικρῶν ὀχετῶν ποιοῦσιν, ἡλίκα μάλιστα νομίζουσιν ἀρκεῖν εἰς τὸ ἱκανῶς ἀπολαύειν ἕλκοντα τῆς ἑκατέρωθεν αὐτοῖς ἐπιρρεούσης ὑγρότητος. οὕτως οὖν ἔχει κἀν τοῖς τῶν ζῴων σώμασιν. ὀχετοὶ πολλοὶ κατὰ πάντα τὰ μέλη διεσπαρμένοι παράγουσιν αὐτοῖς αἷμα καθάπερ ἐν κήποις ὑδρείαν τινά. καὶ τούτων τῶν ὀχετῶν τὰ μεταξὺ διαστήματα θαυμαστῶς ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς διατέτακται πρὸς τὸ μήτʼ ἐνδεῶς χορηγεῖσθαι τοῖς μεταξὺ μορίοις ἕλκουσιν εἰς ἑαυτὰ τὸ αἷμα μήτε κατακλύζεσθαί

p.326
ποτʼ αὐτὰ πλήθει περιττῆς ὑγρότητος ἀκαίρως ἐπιρρεούσης.

ὁ γὰρ δὴ τρόπος τῆς θρέψεως αὐτῶν τοιόσδε τίς ἐστι. τοῦ συνεχοῦς ἑαυτῷ σώματος, οἷόνπερ τὸ ἁπλοῦν ἀγγεῖον Ἐρασίστρατος ὑποτίθεται, τὰ μὲν ἐπιπολῆς μέρη πρῶτα τῆς ὁμιλούσης ἀπολαύει τροφῆς· ἐκ δὲ τούτων αὖ μεταλαμβάνει κατὰ τὸ συνεχὲς ἕλκοντα τὰ τούτων ἑξῆς, εἶτʼ ἐξ ἐκείνων αὖθις ἕτερα καὶ τοῦτʼ οὐ παύεται γιγνόμενον, ἄχρις ἂν εἰς ἅπαντʼ αὐτοῦ διαδοθῇ τὰ μόρια τῆς τρεφούσης οὐσίας ἡ ποιότης. ὅσα δὲ τῶν μορίων ἐπὶ πλέον ἀλλοιουμένου δεῖται τοῦ μέλλοντος αὐτὰ θρέψειν χυμοῦ, τούτοις ὥσπερ τι ταμιεῖον ἡ φύσις παρεσκεύασεν ἤτοι κοιλίας ἢ σήραγγας ἤ τι ταῖς σήραγξιν ἀνάλογον. αἱ μὲν γὰρ σάρκες αἵ τε τῶν σπλάγχνων ἁπάντων αἵ τε τῶν μυῶν ἐξ αἵματος αὐτοῦ τρέφονται βραχεῖαν ἀλλοίωσιν δεξαμένου. τὰ δʼ ὀστᾶ παμπόλλης ἐν τῷ μεταξὺ δεῖται τῆς μεταβολῆς, ἵνα τραφῇ, καὶ ἔστιν οἷόνπερ τὸ αἷμα ταῖς σαρξί, τοιοῦτος ὁ μυελὸς τοῖς ὀστοῖς ἐν μὲν τοῖς μικροῖς τε καὶ ἀκοιλίοις κατὰ τὰς σήραγγας αὐτῶν διεσπαρμένος, ἐν δὲ τοῖς μείζοσί τε καὶ κοιλίας ἔχουσιν ἐν ἐκείναις ἠθροισμένος.

ὡς γὰρ καὶ διὰ τοῦ πρώτου γράμματος ἐδείκνυτο, τοῖς μὲν ὁμοίαν ἔχουσι τὴν οὐσίαν εἰς ἄλληλα μεταβάλλειν ἐγχωρεῖ, τοῖς δὲ πάμπολυ διεστῶσιν ἀμήχανον ἀλλήλοις ὁμοιωθῆναι χωρὶς τῶν ἐν μέσῳ μεταβολῶν. τοιοῦτόν τι καὶ τοῖς

p.328
χόνδροις ἐστὶ τὸ περικεχυμένον μυξῶδες καὶ τοῖς συνδέσμοις καὶ τοῖς ὑμέσι καὶ τοῖς νεύροις τὸ παρεσπαρμένον ἐν αὐτοῖς ὑγρὸν γλίσχρον· ἕκαστον γὰρ τούτων ἐξ ἰνῶν σύγκειται πολλῶν, αἵπερ ὁμοιομερεῖς τʼ εἰσὶ καὶ ὄντως αἰσθητὰ στοιχεῖα. κατὰ δὲ τὰς μεταξὺ χώρας αὐτῶν ὁ οἰκειότατος εἰς θρέψιν παρέσπαρται χυμός, ὃν εἵλκυσαν μὲν ἐκ τῶν φλεβῶν τοῦ αἵματος, ὅσον οἷόν τʼ ἦν ἐκλεξάμεναι τὸν ἐπιτηδειότατον, ἐξομοιοῦσι δὲ κατὰ βραχὺ καὶ μεταβάλλουσιν εἰς τὴν ἑαυτῶν οὐσίαν.

ἅπαντʼ οὖν ταῦτα καὶ ἀλλήλοις ὁμολογεῖ καὶ τοῖς ἔμπροσθεν ἀποδεδειγμένοις ἱκανῶς μαρτυρεῖ καὶ οὐ χρὴ μηκύνειν ἔτι τὸν λόγον· ἐκ γὰρ τῶν εἰρημένων ἔνεστιν ἑκάστῳ τὰ κατὰ μέρος ἅπαντα καθʼ ὅντινα γίγνεται τρόπον ἐξευρίσκειν ἑτοίμως, ὥσπερ καὶ διὰ τί πολλοῖς κωθωνιζομένοις πάμπολυ τάχιστα μὲν ἀναδίδοται τὸ ποθέν, οὐρεῖται δʼ ὀλίγου δεῖν ἅπαν ἐντὸς οὐ πολλοῦ χρόνου. καὶ γὰρ κἀνταῦθα τῇ τε τῆς ποιότητος οἰκειότητι καὶ τῇ τῆς ὑγρότητος λεπτότητι καὶ τῇ τῶν ἀγγείων τε καὶ τῶν κατʼ αὐτὰ στομάτων εὐρύτητι καὶ τῇ τῆς ἑλκτικῆς δυνάμεως εὐρωστίᾳ τὸ τάχος συντελεῖται τῆς ἀναδόσεως, τῶν μὲν πλησίον τῆς κοιλίας τεταγμένων μορίων οἰκειότητι ποιότητος ἑαυτῶν ἕνεκα ἑλκόντων τὸ πόμα, τῶν δʼ

p.330
ἑξῆς τούτοις ἐξαρπαζόντων καὶ αὐτῶν εἰς ἑαυτὰ κἄπειτα τῶν ἐφεξῆς πάλιν ἐκ τούτων μεταλαμβανόντων, ἄχρις ἂν εἰς τὴν κοίλην ἀφίκηται φλέβα, τοὐντεῦθεν δʼ ἤδη τῶν νεφρῶν τὸ οἰκεῖον ἐπισπωμένων. ὥστʼ οὐδὲν θαυμαστὸν οἶνον μὲν ὕδατος ἀναλαμβάνεσθαι θᾶττον οἰκειότητι ποιότητος, αὐτὸν δὲ τὸν οἶνον τὸν μὲν λευκὸν καὶ καθαρὸν ἑτοίμως ἀναδίδοσθαι διὰ λεπτότητα, τὸν δʼ αὖ μέλανα καὶ θολερὸν ἴσχεσθαί τε κατὰ τὴν ὁδὸν καὶ βραδύνειν ὑπὸ πάχους.

εἴη δʼ ἂν ταῦτα καὶ τῶν ὑπὲρ τῶν ἀρτηριῶν ἔμπροσθεν εἰρημένων οὐ σμικρὰ μαρτύρια. πανταχοῦ γὰρ ὅσον οἰκεῖόν τε καὶ λεπτὸν αἷμα τοῦ μὴ τοιούτου Ῥᾷον ἕπεται τοῖς ἕλκουσιν. ἀτμὸν οὖν ἕλκουσαι καὶ πνεῦμα καὶ λεπτὸν αἷμα κατὰ τὰς διαστάσεις αἱ ἀρτηρίαι τῶν κατὰ τὴν κοιλίαν καὶ τὰ ἔντερα περιεχομένων χυμῶν ἢ οὐδʼ ὅλως ἢ παντάπασιν ἐπισπῶνται βραχύ.