De naturalibus facultatibus

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 2. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ὅτι μὲν οὖν, ἡ θρέψις ἀλλοιουμένου τε καὶ ὁμοιουμένου γίνεται τοῦ τρέφοντος τῷ τρεφομένῳ, καὶ ὡς ἐν ἑκάστῳ τῶν τοῦ ζώου μορίων ἐστί τις δύναμις, ἣν ἀπὸ τῆς ἐνεργείας ἀλλοιωτικὴν μὲν κατὰ γένος, ὁμοιωτικὴν δὲ καὶ θρεπτικὴν κατ’ εἶδος ὀνομάζομεν, ἐν τῷ πρόσθεν δεδήλωται λόγῳ. τὴν δ’ εὐπορίαν τῆς ὕλης, ἣν τροφὴν ἑαυτῷ ποιεῖται τὸ τρεφόμενον, ἐξ ἑτέρας τινὸς ἔχειν ἐδείκνυτο δυνάμεως ἐπισπᾶσθαι πεφυκυίας τὸν οἰκεῖον χυμόν. εἶναι δ’ οἰκεῖον ἑκάστῳ τῶν μορίων χυμὸν, ὃς ἂν

144
ἐπιτηδειότατος εἰς τὴν ἐξομοίωσιν ᾖ, καὶ τὴν ἕλκουσαν αὐτὸν δύναμιν ἀπὸ τῆς ἐνεργείας ἑλκτικήν τέ τινα καὶ ἐπισπαστικὴν ὀνομάζεσθαι. δέδεικται δὲ καὶ ὡς πρὸ μὲν τῆς ὁμοιώσεως ἡ πρόσφυσίς ἐστιν, ἐκείνης δ’ ἔμπροσθεν ἡ πρόσθεσις γίγνεται, τέλος, ὡς ἂν εἴποι τις, οὖσα τῆς κατὰ τὴν ἐπισπαστικὴν δύναμιν ἐνεργείας. αὐτὸ μὲν γὰρ τὸ παράγεσθαι τὴν τροφὴν ἐκ τῶν φλεβῶν εἰς ἕκαστον τῶν μορίων τῆς ἑλκτικῆς ἐνεργούσης γίγνεται δυνάμεως· τὸ δ’ ἤδη παρῆχθαί τε καὶ προστίθεσθαι τῷ μορίῳ τὸ τέλος ἐστὶν αὐτὸ, δι’ ὃ καὶ τῆς τοιαύτης ἐνεργείας ἐδεήθημεν. ἵνα γὰρ προστεθῇ, διὰ τοῦθ’ ἕλκεται. χρόνου δ’ ἐντεῦθεν ἤδη πλείονος εἰς τὴν θρέψιν τοῦ ζώου δεῖ. ἑλχθῆναι μὲν γὰρ καὶ διὰ ταχέων τι δύναται προσφυῆναι δὲ καὶ ἀλλοιωθῆναι. καὶ τελέως ὁμοιωθῆναι τῷ τρεφομένῳ, καὶ μέρος αὐτοῦ γενέσθαι, παραχρῆμα μὲν οὐχ οἷόν τε, χρόνῳ δ’ ἂν πλείονι συμβαίνοι καλῶς. ἀλλ’ εἰ μὴ μένει κατὰ τὸ μέρος ὁ προστεθεὶς. οὗτος χυμὸς, εἰς ἕτερον δέ τι μεθίσταται, καὶ παραῤῥεῖ διὰ παντὸς, ἀμείβων τε καὶ ὑπαλλάττων τὰ χωρία, κατ’ οὐδὲν αὐτῶν
145
οὔτε πρόσφυσις, οὔτ’ ἐξομοίωσις ἔσται. δεῖ δὲ κᾀνταῦθά τινος τῇ φύσει δυνάμεως ἑτέρας εἰς πολυχρόνιον μονὴν τοῦ προστεθέντος τῷ μορίῳ χυμοῦ, καὶ ταύτης οὐκ ἔξωθέν ποθεν ἐπιῤῥεούσης, ἀλλ’ ἐν αὐτῷ τῷ θρεψομένῳ κατῳκισμένης, ἣν ἀπὸ τῆς ἐνεργείας πάλιν οἱ πρὸ ἡμῶν ἠναγκάσθησαν ὀνομάσαι καθεκτικήν. ὁ μὲν δὴ λόγος ἤδη σαφῶς ἐνεδείξατο τὴν ἀνάγκην τῆς γενέσεως τῆς τοιαύτης δυνάμεως. καὶ ὅστις ἀκολουθοῦσαν σύνεσιν ἔχει, πέπεισται βιαίως ἐξ ὧν εἴπομεν, ὡς, ὑποκειμένου τε καὶ ἀποδεδειγμένου τοῦ τεχνικὴν εἶναι τὴν φύσιν καὶ τοῦ ζώου κηδεμονικὴν, ἀναγκαῖον ὑπάρχειν αὐτῇ καὶ τὴν τοιαύτην δύναμιν·

Ἀλλ’ ἡμεῖς οὐ τούτῳ μόνῳ τῷ γένει τῆς ἀποδείξεως εἰθισμένοι χρῆσθαι, προστιθέντες δὲ αὐτῷ καὶ τὰς ἐκ τῶν ἐναργῶς φαινομένων ἀναγκαζούσας τε καὶ βιαζομένας πίστεις, ἐπὶ τὰς τοιαύτας καὶ νῦν ἀφιξόμεθα, καὶ δείξομεν ἐπὶ μέν τινων μορίων τοῦ σώματος οὕτως ἐναργῆ τὴν καθεκτικὴν δύναμιν, ὡς αὐταῖς ταῖς αἰσθήσεσι

146
διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς, ἐπὶ δέ τινων ἧττον μὲν ἐναργῶς ταῖς αἰσθήσεσι, λόγῳ δὲ κᾀνταῦθα φωραθῆναι δυναμένην. ἀρξώμεθα οὖν τῆς διδασκαλίας ἀπ’ αὐτοῦ τοῦ πρώτου, μεθόδῳ τινὶ προχειρίσασθαι μόρι’ ἄττα τοῦ σώματος, ἐφ’ ὧν ἀκριβῶς ἐστι βασανίσαι τε καὶ ζητῆσαι τὴν καθεκτικὴν δύναμιν, ὁποία ποτ’ ἐστίν. ἆρ’ οὖν ἄν τις ἄμεινον ἑτέρωθεν ἢ ἀπὸ τῶν μεγίστων τε καὶ κοιλοτάτων ὀργάνων ὑπάρξαιτο τῆς ζητήσεως; ἐμοὶ μὲν οὖν οὐκ ἂν δοκεῖ βέλτιον. ἐναργεῖς γοῦν εἰκὸς ἐπὶ τούτων φανῆναι τὰς ἐνεργείας διὰ τὸ μέγεθος· ὡς τά γε σμικρὰ τάχ’ ἂν, εἰ καὶ σφοδρὰν ἔχει τὴν τοιαύτην δύναμιν, ἀλλ’ οὐκ αἰσθήσει γ’ ἑτοίμην διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς. ἀλλ’ ἔστιν ἐν τοῖς μάλιστα κοιλότατα καὶ μέγιστα τῶν τοῦ ζώου μορίων ἥ τε γαστὴρ, αἱ μῆτραί τε, αἱ καὶ ὑστέραι καλούμεναι. τί οὖν κωλύει ταῦτα προχειρισαμένους ἐπισκέψασθαι. τὰς ἐνεργείας αὐτῶν, ὅσαι μὲν καὶ πρὸ τῆς ἀνατομῆς δῆλαι, τὴν ἐξέτασιν ἐφ’ ἐμῶν αὐτῶν ποιουμένους, ὅσαι δ’ ἀμυδρότεραι, τὰ παραπλήσια διαιροῦντας ἀνθρώπῳ ζῶα;
147
οὐχ ὡς οὐκ ἂν ἱκανῶς τό γε καθόλου περὶ τῆς ζητουμένης δυνάμεως καὶ τῶν ἀνομοίων ἐνδειξαμένων, ἀλλ’ ὅσην ἅμα τῷ κοινῷ καὶ τὸ ἴδιον ἐφ’ ἡμῶν αὐτῶν ἐγνωκότες, εἴς τε τὰς διαγνώσεις τῶν νοσημάτων αὐτῶν καὶ τὰς ἰάσεις εὐπορώτεροι γιγνώμεθα. περὶ μὲν οὖν ἀμφοτέρων τῶν ὀργάνων ἅμα λέγειν ἀδύνατον· ἐν μέρει δ’ ὑπὲρ ἑκατέρου ποιησόμεθα τὸν λόγον, ἀπὸ τοῦ σαφέστερον ἐνδείξασθαι δυναμένου τὴν καθεκτικὴν δύναμιν ἀρξάμενοι. κατέχει μὲν γὰρ καὶ ἡ γαστὴρ τὰ σιτία, μέχρι περ ἂν ἐκπέψῃ· κατέχουσι δὲ καὶ αἱ μῆτραι τὸ ἔμβρυον, ἔστ’ ἂν τελειώσωσιν. ἀλλὰ πολλαπλάσιός ἐστιν ὁ τῆς τῶν ἐμβρύων τελειώσεως χρόνος τῆς τῶν σιτίων πέψεως.

Εἰκὸς οὖν καὶ τὴν δύναμιν ἐναργέστερον ἐν ταῖς μήτραις φωράσειν ἡμᾶς τὴν καθεκτικὴν, ὅσῳ καὶ πολυχρονιωτέραν τῆς γαστρὸς τὴν ἐνέργειαν κέκτηται. μησὶ γὰρ ἐννέα που ταῖς πλείσταις τῶν γυναικῶν ἐν αὐταῖς τελειοῦται τὰ κυήματα, μεμυκυίαις μὲν ἅπαντι τῷ αὐχένι, περιεχούσαις δὲ πανταχόθεν αὐτὰ σὺν τῷ χορίῳ.

148
καὶ πέρας γε τῆς τοῦ στόματος μύσεως καὶ τῆς τοῦ κυουμένου κατὰ τὰς μήτρας μονῆς ἡ χρεία τῆς ἐνεργείας ἐστίν. οὐ γὰρ ὡς ἔτυχεν, οὐδ’ ἀλόγως ἱκανὰς περιστέλλεσθαι καὶ κατέχειν τὸ ἔμβρυον ἡ φύσις ἀπειργάσατο τὰς ὑστέρας, ἀλλ’ ἵν’ εἰς τὸ πρέπον ἀφίκηται μέγεθος τὸ κυούμενον. ὅταν οὖν, οὗ χάριν ἐνήργουν τῇ καθεκτικῇ δυνάμει, συμπεπληρωμένον ᾖ, ταύτην μὲν ἀνέπαυσάν τε καὶ εἰς ἠρεμίαν ἀνήγαγον· ἀντ’ αὐτῆς δ’ ἑτέρᾳ χρῶνται τῇ τέως ἡσυχαζούσῃ, τῇ προωστικῇ. ἦν δ’ ἄρα καὶ τῆς ἐκείνης ἡσυχίας ὅρος ἡ χρεία, καὶ τῆς γ’ ἐνεργείας ὡσαύτως ἡ χρεία. καλούσης μὲν γὰρ αὐτῆς, ἐνεργεῖ, μὴ καλούσης δὲ, ἡσυχάζει. καὶ χρὴ πάλιν. κᾀνταῦθα καταμαθεῖν τῆς φύσεως τὴν τέχνην, ὡς οὐ μόνον ἐνεργειῶν χρησίμων δυνάμεις ἐνέθηκεν ἑκάστῳ τῶν ὀργάνων, ἀλλὰ καὶ τοῦ τῶν ἡσυχιῶν τε καὶ κινήσεων καιροῦ προὐνοήσατο. καλῶς μὲν γὰρ ἁπάντων γιγνομένων τῶν κατὰ τὴν ὑστέραν, ἡ ἀποκριτικὴ δύναμις ἡσυχάζει τελέως, ὥσπερ οὐκ οὖσα· κακοπραγίας δέ τινος γενομένης, ἢ περὶ τὸ χορίον, ἢ περί τινα τῶν ἄλλων
149
ὑμένων, ἢ περὶ τὸ κυούμενον αὐτὸ, καὶ τῆς τελειώσεως αὐτοῦ παντάπασιν ἀπογνωσθείσης, οὐκέτ’ ἀναμένουσι τὸν ἐννεάμηνον αἱ μῆτραι χρόνον, ἀλλ’ ἡ μὲν καθεκτικὴ δύναμις αὐτίκα δὴ πέπαυται, καὶ παραχωρεῖ κινεῖσθαι τῇ πρότερον ἀργούσῃ, πράττει δ’ ἤδη τι καὶ πραγματεύεται χρηστὸν ἡ ἀποκριτική τε καὶ προωστική· καὶ γὰρ οὖν καὶ ταύτην οὕτως ἐκάλεσαν ἀπὸ τῶν ἔργων αὐτῇ τὰ ὀνόματα θέμενοι, καθάπερ καὶ ταῖς ἄλλαις. καί πως ὁ λόγος ἔοικεν ὑπὲρ ἀμφοτέρων ἀποδείξειν ἅμα· καὶ γάρ τοι καὶ διαδεχομένας αὐτὰς ἀλλήλας, καὶ παραχωροῦσαν ἀεὶ τὴν ἑτέραν τῇ λοιπῇ, καθότι ἂν ἡ χρεία κελεύῃ, καὶ τὴν διδασκαλίαν κοινὴν οὐκ ἀπεικός ἐστι δέχεσθαι. τῆς μὲν οὖν καθεκτικῆς δυνάμεως ἔργον περιστεῖλαι τὰς μήτρας τῶν κυουμένων πανταχόθεν, ὥστ’ εὐλόγως ἁπτομέναις μὲν ταῖς μαιευτρίαις τὸ στόμα μεμυκὸς αὐτῶν φαίνεται, καὶ ταῖς κυούσαις δ’ αὐταῖς κατὰ τὰς πρώτας ἡμέρας, καὶ μάλιστα κατ’ αὐτὴν ἐκείνην, ἐν ᾗπερ ἄν ἡ τῆς γονῆς σύλληψις γίνηται, κινουμένων τε καὶ συντρεχουσῶν εἰς ἑαυτὰς τῶν ὑστερῶν αἴσθησις
150
γίνεται. καὶ ἢν ἄμφω ταῦτα συμβαίη, μῦσαι μὲν τὸ στόμα χωρὶς φλεγμονῆς ἤ τινος ἄλλου παθήματος, αἴσθησιν δὲ τῆς κατὰ τὴν μήτραν κινήσεως ἀκολουθῆσαι, πρὸς αὑτὰς ἤδη τὸ σπέρμα τὸ παρὰ τοῦ ἀνδρὸς εἰληφέναι τε καὶ κατέχειν αἱ γυναῖκες νομίζουσι. ταῦτα δ’ οὐχ ἡμεῖς νῦν ἀναπλάττομεν αὐταῖς, ἀλλ’ ἐκ μακρᾶς πείρας δοκιμασθέντα πᾶσι γέγραπται σχεδόν τι τοῖς περὶ τούτων πραγματευσαμένοις. Ἡρόφιλός γε μὴν, ὡς οὐδὲ πυρῆνα μήλης οὐκ ἂν δέχοιτο τῶν μητρῶν τὸ στόμα, πρὶν ἀποκύειν τὴν γυναῖκα, καὶ ὡς οὐδὲ τοὐλάχιστον ἔτι διέστηκε, πρὶν ὑπάρξηται κύειν, καὶ ὡς ἐπὶ πλέον ἀναστομοῦνται κατὰ τὰς τῶν ἐπιμηνίων φορὰς, οὐκ ὤκνησε γράφειν. συνομολογοῦσι δ’ αὐτῷ καὶ οἱ ἄλλοι πάντες οἱ περὶ τούτων πραγματευσάμενοι, καὶ πρῶτός γε πάντων ἰατρῶν τε καὶ φιλοσόφων Ἱπποκράτης ἀπεφῄνατο μύειν τὸ στόμα τῶν ὑστερῶν ἔν τε ταῖς κυήσεσι καὶ ταῖς φλεγμοναῖς, ἀλλ’ ἐν μὲν ταῖς κυήσεσιν οὐκ ἐξιστάμενον τῆς φύσεως, ἐν δὲ ταῖς φλεγμοναῖς σκληρὸν γιγνόμενον. ἐπὶ δέ γε τῆς ἐναντίας, τῆς ἐκκριτικῆς, ἀνοίγνυται μὲν τὸ στόμα, προέρχεται δ’ ὁ πυθμὴν
151
ἅπας ὅσον οἶόν τ’ ἐγγυτάτω τοῦ στόματος, ἀπωθούμενος ἔξω τὸ ἔμβρυον· ἅμα δ’ αὐτῷ καὶ τὰ συνεχῆ μέρη, τὰ οἷον πλευρὰ τοῦ παντὸς ὀργάνου, συνεπιλαμβανόμενα παντὸς τοῦ ἔργου, θλίβει τε καὶ προωθεῖ πᾶν ἔξω τὸ ἔμβρυον. καὶ πολλαῖς τῶν γυναικῶν ὠδῖνες βίαιοι τὰς μήτρας ὅλας ἐκπεσεῖν ἠνάγκασαν, ἀμέτρως χρησαμέναις τῇ τοιαύτη δυνάμει, παραπλησίου τινὸς γιγνομένου τῷ πολλάκις ἐν πάλαις τισὶ καὶ φιλονεικίαις συμβαίνοντι, ὅταν ἀνατρέψαι τε καὶ καταβαλεῖν ἑτέρους σπεύδοντες αὐτοῖς συγκαταπέσωμεν. οὕτω γὰρ καὶ αἱ μῆτραι τὸ ἔμβρυον ὠθοῦσαι συνεξέπεσον ἐνίοτε, καὶ μάλισθ’ ὅταν οἱ πρὸς τὴν ῥάχιν αὐτῶν σύνδεσμοι χαλαροὶ φύσει τυγχάνωσιν ὄντες. ἔστι δὲ καὶ τοῦτο θαυμαστόν τι τῆς φύσεως σόφισμα, τὸ, ζῶντος τοῦ κυήματος, ἀκριβῶς πάνυ τὸ στόμα μεμυκέναι τῶν μητρῶν, ἀποθανόντος δὲ, παραχρῆμα διανοίγεσθαι τοσοῦτον, ὅσον εἰς τὴν ἔξοδον αὐτοῦ διαφέρει. καὶ μέντοι καὶ αἱ μαῖαι τὰς τικτούσας οὐκ εὐθὺς ἀνιστῶσιν, οὐδ’ ἐπὶ τῶν δίφρων καθίζουσιν, ἀλλ’ ἅπτονται πρότερον ἀνοιγομένου τοῦ στόματος
152
κατὰ βραχὺ, καὶ πρῶτον μὲν, ὥστε τὸν μικρὸν δάκτυλον καθιέναι, διεστηκέναι φασὶν, ἔπειτα ἤδη καὶ μεῖζον, καὶ κατὰ βραχὺ δὴ πυνθανομένοις ἡμῖν ἀποκρίνονται τὸ μέγεθος τῆς διαστάσεως ἐπαυξανόμενον. ὅταν δ’ ἱκανὸν ᾖ πρὸς τὴν τοῦ κυουμένου δίοδον, ἀνιστῶσιν αὐτὰς καὶ καθίζουσι, καὶ προθυμεῖσθαι κελεύουσιν ἀπώσασθαι τὸ παιδίον. ἔστι δὲ τοῦτο τὸ ἔργον, ὃ παρ’ ἑαυτῶν αἱ κύουσαι προστιθέασιν, οὐκέτι τῶν ὑστερῶν, ἀλλὰ τῶν κατ’ ἐπιγάστριον μυῶν, οἳ πρὸς τὴν ἀποπάτησίν τε καὶ τὴν οὔρησιν ἡμῖν συντελοῦσιν. οὕτω μὲν ἐπὶ τῶν μητρῶν ἐναργῶς αἱ δύο φαίνονται δυνάμεις.

Ἐπὶ δὲ τῆς γαστρὸς ᾧδε. πρῶτον μὲν τοῖς κλύδωσιν, οἳ δὴ καὶ πεπίστευνται τοῖς ἰατροῖς ἀῤῥώστου κοιλίας εἶναι συμπτώματα, καὶ κατὰ λόγον πεπίστευνται. ἐνίοτε μὲν γὰρ, ἐλάχιστα προσενηνεγμένων, οὐ γίνονται, περιστελλομένης αὐτοῖς ἀκριβῶς τῆς γαστρὸς καὶ σφιγγούσης πανταχόθεν. ἐνίοτε δὲ μεστὴ μὲν ἡ γαστήρ ἐστιν, οἱ κλύδωνες

153
δὲ ὡς ἐπὶ κενῆς ἐξακούονται. κατὰ φύσιν μὲν γὰρ ἔχουσα, καὶ χρωμένη καλῶς τῇ περισταλτικῇ δυνάμει, κᾂν ὀλίγον ᾖ τὸ περιεχόμενον, ἅπαν αὐτὸ περιλαμβάνουσα, χώραν οὐδεμίαν ἀπολείπει κενήν· ἀῤῥωστοῦσα δὲ, καθότι ἂν ἀδυνατήσῃ περιλαβεῖν ἀκριβῶς, ἐνταῦθα εὐρυχωρίαν ἐργαζομένη τινα, συγχωρεῖ τοῖς περιεχομένοις ὑγροῖς κατὰ τὰς τῶν σχημάτων μεταλλαγὰς ἄλλοτε ἀλλαχόσε μεταῤῥεῖν καὶ κλύδωνας ἀποτελεῖν. εὐλόγως οὖν, ὅτι μηδὲ πέψουσιν ἱκανῶς, οἱ ἐν τῷδε τῷ συμπτώματι γενόμενοι προσδοκῶσιν· οὐ γὰρ ἐνδέχεται πέψαι καλῶς ἄῤῥωστον γαστέρα. τοῖς τοιούτοις δὲ καὶ μέχρι πλείονος ἐν αὐτῇ φαίνεται παραμένον τὸ βάρος, ὡς ἂν καὶ βραδύτερον πέττουσι. καὶ μὴν θαυμάσειεν ἄν τις ἐπ’ αὐτῶν τούτων μάλιστα τὸ πολυχρόνιον τῆς ἐν τῇ γαστρὶ διατριβῆς, οὐ τῶν σιτίων μόνον, ἀλλὰ καὶ τοῦ πόματος. οὐ γὰρ, ὅπερ ἂν ᾠήθη τις, ὡς τὸ τῆς γαστρὸς στόμα τὸ κάτω, στενὸν ὑπάρχον ἀκριβῶς, οὐδὲν παρίησι, πρὶν ἀκριβῶς λειωθῆναι, τοῦτ’ αἴτιον ὄντως ἐστί. πολλοὶ γοῦν πολλάκις ὀπωρῶν ὀστᾶ μέγιστα καταπίνουσι
154
πάμπολλα, καί τις δακτύλιον χρυσοῦν ἐν τῷ στόματι φυλάττων ἄκων κατέπιε, καὶ ἄλλος τις νόμισμα, καὶ ἄλλος ἄλλο τι σκληρὸν καὶ δυσκατέργαστον· ἀλλ’ ὅμως ἅπαντες οὗτοι ῥᾳδίως ἀπεπάτησαν, ἃ κατέπιον, οὐδενὸς αὐτοῖς ἀποκολουθήσαντος συμπτώματος. εἰ δέ γ’ ἡ στενότης τοῦ πόρου τῆς γαστρὸς αἰτία τοῦ μένειν ἐπιπλέον ἦν τοῖς ἀτρίπτοις σιτίοις, οὐδὲν ἂν τούτων ποτὲ διεχώρησεν. ἀλλὰ καὶ τὸ τὰ πόματ’ αὐτοῖς ἐν τῇ γαστρὶ παραμένειν ἐπὶ πλεῖστον, ἱκανὸν ὑπάγειν τὴν ὑπόνοιαν τοῦ πόρου τῆς στενότητος. ὅλως γὰρ, εἴπερ ἦν ἐν τῷ κεχυλῶσθαι τὸ θᾶττον ὑπιέναι, τά τε ῥοφήματα ἂν οὕτω καὶ τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυλὸς αὐτίκα διεξῄει πᾶσιν. ἀλλ’ οὐχ ᾧδ’ ἔχει. τοῖς μὲν γὰρ ἀσθενέσιν ἐπὶ πλεῖστον ἐμπλεῖ ταῦτα, καὶ κλύδωνας ἐργάζεται παραμένοντα, καὶ θλίβει, καὶ βαρύνει τὴν γαστέρα· τοῖς δ’ ἰσχυροῖς οὐ μόνον τούτων οὐδὲν συμβαίνει, ἀλλὰ καὶ πολὺ πλῆθος ἄρτων καὶ κρεῶν ὑποχωρεῖ ταχέως. οὐ μόνον δ’ ἐκ τοῦ περιτετάσθαι καὶ βαρύνεσθαι τὴν γαστέρα,
155
καὶ μεταῤῥεῖν ἄλλοτ’ εἰς ἄλλα μέρη μετὰ κλύδωνος, τὸ παραμένειν ἐπὶ πλέον ἐν αὐτῇ πάντως τοῖς οὕτως ἔχουσι τεκμήραιτ’ ἄν τις, ἀλλὰ κᾀκ τῶν ἐμέτων. ἔνιοι γὰρ οὐ μετὰ τρεῖς ὥρας ἢ τέτταρας, ἀλλὰ νυκτῶν ἤδη μέσων, παμπόλλου μεταξὺ χρόνου διελθόντος ἐπὶ ταῖς προσφοραῖς, ἀνήμεσαν ἀκριβῶς πάντα τὰ ἐδηδεσμένα. καὶ μὲν δὴ καὶ ζώων ὁτιοῦν ἐμπλήσας ὑγρᾶς τροφῆς, ὥσπερ ἡμεῖς πολλάκις ἐπὶ συῶν ἐπειράθημεν, ἐξ ἀλεύρων μεθ’ ὕδατος οἷον κυκεῶνά τινα δόντες αὐτοῖς, ἔπειτα μετὰ τρεῖς που καὶ τέτταρας ὥρας ἀνατεμόντες, εἰ οὕτω καὶ σὺ πράξειας, εὑρήσεις ἔτι κατὰ τὴν γαστέρα τὰ ἐδηδεσμένα. πέρας γὰρ αὐτοῖς ἐστι τῆς ἐνταῦθα μονῆς, οὐχ ἡ χύλωσις, ἥν καὶ ἐκτὸς ἔτι ὄντων μηχανήσασθαι δυνατόν ἐστιν, ἀλλ’ ἡ πέψις, ἕτερόν τι τῆς χυλώσεως οὖσα, καθάπερ αἱμάτωσίς τε καὶ θρέψις. ὡς γὰρ κᾀκεῖνα δέδεικται ποιοτήτων μεταβολῇ γιγνόμενα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἐν τῇ γαστρὶ πέψις τῶν σιτίων εἰς τὴν οἰκείαν ἐστὶ τῷ τρεφομένῳ ποιότητα
156
μεταβολή. καὶ ὅταν γε πεφθῇ τελέως, ἀνοίγνυται μὲν τηνικαῦτα τὸ κάτω στόμα, καὶ διεκπίπτει δι’ αὐτοῦ τὰ σιτία ῥᾳδίως, εἰ καὶ πλῆθός τι μεθ’ ἑαυτῶν ἔχοντα τύχοι λίθων, ἢ ὀστῶν, ἢ γιγάρτων, ἤ τινος ἄλλου χυλωθῆναι μὴ δυναμένου. καί σοι τοῦτ’ ἔνεστιν ἐπὶ ζώου θεάσασθαι, στοχασαμένῳ τὸν καιρὸν τῆς κάτω διεξόδου. καὶ μέν γε καὶ εἰ σφαλείης ποτὲ τοῦ καιροῦ, καὶ μηδὲν μήπω κάτω παρέρχοιτο, πεπτομένων ἔτι κατὰ τὴν γαστέρα τῶν σιτίων, οὐδ’ οὕτως ἄκαρπος ἡ ἀνατομή σοι γενήσεται. θεάσῃ γὰρ ἐπ’ αὐτῶν, ὅπερ ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἀκριβῶς μὲν μεμυκότα τὸν πυλωρὸν, ἅπασαν δὲ τὴν γαστέρα περιστελλομένην τοῖς σιτίοις τρόπον ὁμοιότατον, ὅνπερ καὶ αἱ μῆτραι τοῖς κυουμένοις. οὐ γάρ ἐστιν οὐδέπω κενὴν εὑρεῖν χώραν, οὔτε κατὰ τὰς ὑστέρας, οὔτε κατὰ τὴν κοιλίαν, οὔτε κατὰ τὰς κύστεις ἀμφοτέρας, οὔτε κατὰ τὴν χοληδόχον ὀνομαζομένην, οὔτε τὴν ἑτέραν· ἀλλ’ εἴτε ὀλίγον εἴη τὸ περιεχόμενον ἐν αὐταῖς, εἴτε πολὺ, μεσταὶ καὶ πλήρεις αὐτῶν αἱ κοιλίαι φαίνονται, περιστελλομένων ἀεὶ τῶν χιτώνων τοῖς περιεχομένοις, ὅταν γε κατὰ φύσιν ἔχῃ τὸ ζῶον.
157
Ἐρασίστρατος δὲ οὐκ οἶδ’ ὅπως τὴν περιστολὴν τῆς γαστρὸς ἁπάντων αἰτίαν ἀποφαίνει, καὶ τῆς λειώσεως τῶν σιτίων, καὶ τῆς τῶν περιττωμάτων ὑποχωρήσεως, καὶ τῆς τῶν κεχυλωμένων ἀναδόσεως. ἐγὼ μέντοι μυριάκις ἐπὶ ζῶντος ἔτι τοῦ ζώου διελὼν τὸ περιτόναιον εὗρον ἀεὶ τὰ μὲν ἔντερα πάντα περιστελλόμενα τοῖς ἐνυπάρχουσι, τὴν κοιλίαν δ’ οὐχ ἁπλῶς, ἀλλ’ ἐπὶ μὲν ταῖς ἐδωδαῖς ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ καὶ πανταχόθεν ἀκριβῶς περιειληφυῖαν ἀκίνητον, ὡς δοκεῖν ἡνῶσθαι, καὶ περιπεφυκέναι τοῖς σιτίοις· ἐν δὲ τούτῳ καὶ τὸν πυλωρὸν εὕρισκον ἀεὶ μεμυκότα καὶ κεκλεισμένον ἀκριβῶς, ὥσπερ τὸ τῶν ὑστερῶν στόμα ταῖς ἐγκύμοσιν· ἐπὶ μέντοι ταῖς πέψεσι συμπεπληρωμέναις ἀνέῳκτο μὲν ὁ πυλωρὸς, ἡ γαστὴρ δὲ περισταλτικῶς ἐκινεῖτο παραπλησίως τοῖς ἐντέροις.

Ἅπαντα οὖν ἀλλήλοις ὁμολογεῖ ταῦτα, ἐν τῇ γαστρὶ καὶ ταῖς ὑστέραις καὶ ταῖς κύστεσιν εἶναί τινας ἐμφύτους δυνάμεις, καθεκτικὰς μὲν τῶν οἰκείων ποιοτήτων,

158
ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. ὅτι μέν γὰρ ἕλκει τὴν χολὴν εἰς ἑαυτὴν ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἔμπροσθεν δέδεικται. ὅτι δὲ καὶ ἀποκρίνει καθ’ ἑκάστην ἡμέραν εἰς τὴν γαστέρα, καὶ τοῦτ’ ἐναργῶς φαίνεται. καὶ μὴν εἰ διεδέχετο τὴν ἑλκτικὴν δύναμιν ἡ ἐκκριτικὴ, καὶ οὐ μέση τις ἦν ἀμφοῖν ἡ καθεκτικὴ, διὰ παντὸς ἐχρῆν, ἀνατεμνομένων τῶν ζώων, ἴσον πλῆθος χολῆς εὑρίσκεσθαι κατὰ τὴν κύστιν. οὐ μὴν εὑρίσκεταί γε. ποτὲ μὲν γὰρ πληρεστάτη, ποτὲ δὲ κενωτάτη, ποτὲ δὲ τὰς ἐν τῷ μεταξὺ διαφορὰς ἔχουσα θεωρεῖται, καθάπερ καὶ ἡ ἑτέρα κύστις ἡ τὸ οὖρον ὑποδεχομένη. ταύτης μέν γε καὶ πρὸ τῆς ἀνατομῆς αἰσθανόμεθα, πρὶν ἀνιαθῆναι, τῷ πλήθει βαρυνθείσης, ἢ τῇ δριμύτητι δηχθείσης, ἀθροιζούσης ἔτι τὸ οὖρον, ὡς οὔσης κᾀνταῦθά τινος δυνάμεως καθεκτικῆς. οὕτω δὲ καὶ ἡ γαστὴρ ὑπὸ δριμύτητος πολλάκις δηχθεῖσα, πρωϊαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν ἀποτρίβεται. αὖθις δ’ ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα, ἢ κατ’ ἄμφω συνελθόντων κακῶς διατεθεῖσα, διαῤῥοίαις ἑάλω. καὶ μέν γε καὶ οἱ ἔμετοι, τῷ πλήθει βαρυνθείσης
159
αὐτῆς, ἢ τὴν ποιότητα τῶν ἐν αὐτῇ σιτίων τε καὶ περιττωμάτων μὴ φερούσης, ἀνάλογόν τι ταῖς διαῤῥοίαις πάθημα τῆς ἄνω γαστρός ἐστιν. ὅταν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσιν αὐτῆς ἡ τοιαύτη γένηται διάθεσις, ἐῤῥωμένων τῶν κατὰ τὸν στόμαχον, εἰς διάῤῥοιαν ἐτελεύτησεν· ὅταν δ’ ἐν τοῖς κατὰ τὸ στόμα, τῶν ἄλλων εὐρωστούντων, εἰς ἐμέτους.

Ἔνεστι δὲ καὶ τοῦτ’ ἐναργῶς ἰδεῖν πολλάκις ἐπὶ τῶν ἀποσίτων. ἀναγκαζόμενοι γὰρ ἐσθίειν, οὔτε καταπίνειν εὐσθενοῦσιν, οὔτ’, εἰ καὶ βιάσαιντο, κατέχουσιν, ἀλλ’ εὐθὺς ἀνεμοῦσι. καὶ οἱ ἄλλως δὲ τῶν ἐδεσμάτων πρὸς ὁτιοῦν δυσχεραίνοντες, βιασθέντες ἐνίοτε προσάρασθαι, ταχέως ἐξεμοῦσιν, ἢ, εἰ κατάσχοιεν βιασάμενοι, ναυτιώδεις τέ εἰσι καὶ τῆς γαστρὸς ὑπτίας αἰσθάνονται καὶ σπευδούσης ἀποθέσθαι τὸ λυποῦν. οὕτως ἐξ ἁπάντων τῶν φαινομένων, ὅπερ ἐξ ἀρχῆς ἐῤῥέθη, μαρτυρεῖται τὸ δεῖν ὑπάρχειν τοῖς τοῦ ζώου μορίοις σχεδὸν ἅπασιν ἔφεσιν μέν τινα καὶ οἷον ὄρεξιν τῆς οἰκείας ποιότητος, ἀποστροφὴν δέ τινα

160
καὶ οἷον μῖσός τι τῆς ἀλλοτρίας. ἀλλ’ ἐφιέμενα μὲν ἕλκειν εὔλογον, ἀποστρεφόμενα δ’ ἐκκρίνειν. κᾀκ τούτων πάλιν ἥ τε ἑλκτικὴ δύναμις ἀποδείκνυται ὑπάρχουσα, καθάπερ καὶ ἡ προωστική. ἀλλ’ εἴπερ ἔφεσίς τέ τίς ἐστι καὶ ἕλξις, εἴη ἂν τις καὶ ἀπόλαυσις. οὐδὲν γὰρ τῶν ὄντων ἕλκει τι δι’ αὐτὸ τὸ ἕλκειν, ἀλλ’ ἵν’ ἀπολαύσῃ τοῦ διὰ τῆς ὁλκῆς εὐπορηθέντος. καὶ μὴν ἀπολαύειν οὐ δύναται, μὴ κατασχόν. κᾀν τούτῳ πάλιν. ἡ καθεκτικὴ δύναμις ἀποδείκνυται τὴν γένεσιν ἀναγκαίαν ἔχουσα. σαφῶς γὰρ ἐφίεται μὲν τῶν οἰκείων ποιοτήτων ἡ γαστὴρ, ἀποστρέφεται δὲ τῶν ἀλλοτρίων. ἀλλ’ εἴπερ ἐφίεταί τε καὶ ἕλκει, καὶ ἀπολαύει, καὶ ἀπολαύει κατέχουσα καὶ περιστελλομένη, εἴη ἂν τι καὶ πέρας αὐτῆς τῆς ἀπολαύσεως, κᾀπὶ τῷδ’ ὁ καιρὸς ἤδη τῆς ἐκκριτικῆς δυνάμεως ἐνεργούσης.

Ἀλλ’ εἰ καὶ κατέχει καὶ ἀπολαύει, καταχρῆται πρὸς ὃ πέφυκε. πέφυκε δὲ τοῦ προσήκοντος ἑαυτῇ

161
κατὰ ποιότητα καὶ οἰκείου μεταλαμβάνειν. ὥσθ’ ἕλκει τῶν σιτίων ὅσον χρηστότατον ἀτμωδῶς τε καὶ κατὰ βραχὺ, καὶ τοῦτο τοῖς ἑαυτῆς χιτῶσιν ἐναποτίθεταί τε καὶ προστίθησιν. ὅταν δ’ ἱκανῶς ἐμπλησθῇ, καθάπερ ἄχθος τι τὴν λοιπὴν ἀπωθεῖται τροφὴν, ἐσχηκυῖάν τι χρηστὸν ἤδη καὶ αὐτὴν ἐκ τῆς πρὸς τὴν γαστέρα κοινωνίας. οὐδὲ γὰρ ἐνδέχεται δύο σώματα δρᾷν καὶ πάσχειν ἐπιτήδεια συνελθόντα μὴ οὐκ ἤτοι πάσχειν τε ἅμα καὶ δρᾷν, ἢ θάτερον μὲν δρᾷν, θάτερον δ’ αὐτῶν πάσχειν. ἐὰν μὲν γὰρ ἰσάζῃ ταῖς δυνάμεσιν, ἐξ ἴσου δράσει τε καὶ πείσεται· ἂν δ’ ὑπερέχῃ πολὺ καὶ κρατῇ θάτερον, ἐνεργήσει περὶ τὸ πάσχον. ὥστε δράσει μέγα μέν τι καὶ αἰσθητόν· αὐτὸ δ’ ἤτοι σμικρόν τι καὶ οὐκ αἰσθητὸν, ἢ παντάπασιν οὐδὲν πείσεται. ἀλλ’ ἐν τούτῳ δὴ καὶ μάλιστα διήνεγκε φαρμάκου δηλητηρίου τροφή· τὸ μὲν γὰρ κρατεῖ τῆς ἐν τῷ σώματι δυνάμεως, ἡ δὲ κρατεῖται. οὔκουν ἐνδέχεται τροφὴν μὲν εἶναί τι τῷ ζώῳ προσήκουσάν, οὐ μὴν καὶ κρατεῖσθαί γ’ ὁμοίως πρὸς τῶν
162
ἐν τῷ ζώῳ ποιοτήτων· τὸ κρατεῖσθαι δ’ ἦν ἀλλοιοῦσθαι. ἀλλ’ ἐπεὶ τὰ μὲν ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι μόρια, τὰ δ’ ἀσθενέστερα, κρατήσει μὲν πάντα τῆς οἰκείας τῷ ζώῳ τροφῆς, οὐχ ὁμοίως δὲ πάντα. κρατήσει δ’ ἄρα καὶ ἡ γαστὴρ, καὶ ἀλλοιώσει τὴν τροφήν· οὐ μὴν ὁμοίως ἥπατι, καὶ φλεψὶ, καὶ ἀρτηρίαις, καὶ καρδίᾳ. πόσον οὖν ἐστιν, ὃ ἀλλοιοῖ, καὶ δὴ θεασώμεθα. πλέον μὲν ἢ κατὰ στόμα, μεῖον δὲ ἢ κατὰ ἧπάρ τε καὶ τὰς φλέβας. αὕτη μὲν γὰρ ἡ ἀλλοίωσις εἰς αἵματος οὐσίαν ἄγει τὴν τροφὴν, ἡ δ’ ἐν τῷ στόματι μεθίστησι μὲν αὐτὴν ἐναργῶς εἰς ἕτερον εἶδος, οὐ μὴν εἰς τέλος γε μετακοσμεῖ. μάθοις δ’ ἂν ἐπὶ τῶν καταλειφθέντων ταῖς διαστάσεσι τῶν ὀδόντων σιτίων, καταμεινάντων δι’ ὅλης νυκτός. οὔτε γὰρ ἄρτος ἀκριβῶς ὁ ἄρτος, οὔτε κρέας ἐστὶ τὸ κρέας, ἀλλ’ ὄζει μὲν τοιοῦτον, οἷον καὶ τὸ τοῦ ζώου στόμα· διαλέλυται δὲ καὶ διατέτηκε, καὶ τὰς ἐν τῷ ζώῳ τῆς σαρκὸς ἀπομέμακται ποιότητας. ἔνεστι δέ σοι θεάσασθαι τὸ μέγεθος τῆς ἐν τῷ στόματι
163
τῶν σιτίων ἀλλοιώσεως, εἰ πυροὺς μασησάμενος, ἐπιθείης ἀπέπτοις δοθιῆσιν. ὄψει γὰρ αὐτοὺς τάχιστα μεταβάλλοντάς τε καὶ συμπέττοντας, οὐδὲν τοιοῦτον, ὅταν ὕδατι φυραθῶσιν, ἐργάσασθαι δυναμένους. καὶ μὴ θαυμάσῃς· τὸ γάρ τοι φλέγμα τουτὶ τὸ κατὰ τὸ στόμα καὶ λειχήνων ἐστὶν ἄκος, καὶ σκορπίους ἀναιρεῖ παραχρῆμα, καὶ πολλὰ τῶν ἰοβόλων θηρίων τὰ μὲν εὐθέως ἀποκτείνει, τὰ δ’ ἐς ὕστερον· ἅπαντα γοῦν βλάπτει μεγάλως. ἀλλὰ τὰ μὲν μεμασημένα σιτία πρῶτον μὲν τούτῳ τῷ φλέγματι βέβρεκταί τε καὶ πεφύραται· δεύτερον δὲ καὶ τῷ χρωτὶ τοῦ στόματος ἅπαντα πεπλησίακεν· ὥστε πλείονα μεταβολὴν εἴληφε τῶν ἐν αὐταῖς ταῖς κεναῖς χώραις τῶν ὀδόντων ἐσφηνωμένων. ἀλλ’ ὅσον τὰ μεμασημένα τούτων ἐπὶ πλέον ἠλλοίωτο, τοσοῦτον ἐκείνων τὰ καταποθέντα. μὴ γὰρ οὐδὲ παραβλητὸν εἴη τὸ τῆς ὑπερβολῆς, εἰ τὸ κατὰ τὴν κοιλίαν ἐννοήσαιμεν φλέγμα, καὶ χολὴν, καὶ πνεῦμα, καὶ θερμασίαν, καὶ ὅλην τὴν οὐσίαν τῆς γαστέρος. εἰ δὲ καὶ συνεπινοήσαις αὐτῇ τὰ παρακείμενα
164
σπλάγχνα, καθάπερ τινὶ λέβητι μεγάλῳ πυρὸς ἑστίας πολλὰς, ἐκ δεξιῶν μὲν τὸ ἧπαρ, ἐξ ἀριστερῶν δὲ τὸν σπλῆνα, τὴν καρδίαν δ’ ἐκ τῶν ἄνω, σὺν αὐτῇ δὲ καὶ τὰς φρένας αἰωρουμένας τε καὶ διαπαντὸς κινουμένας, ἐφ’ ἅπασι δὲ τούτοις σκέπον τὸ ἐπίπλοον, ἐξαίσιόν τινα πεισθήσῃ τὴν ἀλλοίωσιν γίγνεσθαι τῶν εἰς τὴν γαστέρα καταποθέντων σιτίων. πῶς δ’ ἂν ἠδύνατο ῥᾳδίως αἱματοῦσθαι, μὴ προπαρασκευασθέντα τῇ τοιαύτῃ μεταβολῇ; δέδεικται γὰρ οὖν καὶ πρόσθεν, ὡς οὐδὲν εἰς τὴν ἐναντίαν ἀθρόως μεθίσταται ποιότητα. πῶς οὖν ὁ ἄρτος αἷμα γίνεται, πῶς δὲ τὸ τεῦτλον, ἢ ὁ κύαμος, ἤ τι τῶν ἄλλων, εἰ μὴ πρότερόν τινα ἑτέραν ἀλλοίωσιν ἐδέξατο; πῶς δ’ ἡ κόπρος εὐθὺς ἐν τοῖς λεπτοῖς ἐντέροις ἀθρόως γεννηθήσεται; τί γὰρ ἐν τούτοις σφοδρότερον εἰς ἀλλοίωσίν ἐστι τῶν κατὰ τὴν γαστέρα; πότερον τῶν χιτώνων τὸ πλῆθος, ἢ τῶν γειτνιώντων σπλάγχνων ἡ περίθεσις, ἢ τῆς μονῆς ὁ χρόνος, ἢ σύμφυτός τις ἐν τοῖς ὀργάνοις θερμασία; καὶ μὴν κατ’ οὐδὲν τούτων πλεονεκτεῖ τὰ ἔντερα τῆς γαστρός. τί ποτ’ οὖν ἐν μὲν τῇ γαστρὶ νυκτὸς
165
ὅλης πολλάκις μείναντα τὸν ἄρτον ἔτι φυλάττεσθαι βούλονται τὰς ἀρχαίας διασώζοντα ποιότητας, ἐπειδὰν δ’ ἅπαξ ἐμπέσῃ τοῖς ἐντέροις, εὐθὺς γίγνεσθαι κόπρον; εἰ μὲν γὰρ ὁ τοσοῦτος χρόνος ἀδύνατος ἀλλοιοῦν, οὐδ’ ὁ βραχὺς ἱκανός. εἰ δ’ οὗτος αὐτάρκης, πῶς οὐ πολλῷ μᾶλλον ὁ μακρός; ἆρ’ οὖν ἀλλοιοῦται μὲν ἡ τροφὴ κατὰ τὴν κοιλίαν, ἄλλην δέ τιν’ ἀλλοίωσιν, καὶ οὐχ οἵαν ἐκ τῆς φύσεως ἴσχει τοῦ μεταβάλλοντος ὀργάνου; ἢ ταύτην μὲν, οὐ μὴν τήν γ’ οἰκείαν τῷ τοῦ ζώου σώματι; μακρῷ τοῦτ’ ἀδυνατώτερόν ἐστι. καὶ μὴν οὐκ ἄλλο γε ἦν πέψις ἢ ἀλλοίωσις εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα. εἴπερ οὖν ἡ πέψις τοῦτό ἐστι, καὶ ἡ τροφὴ κατὰ τὴν γαστέρα δέδεικται δεχομένη ποιότητα τῷ μέλλοντι πρὸς αὐτῆς τραφήσεσθαι ζώῳ προσήκουσαν, ἱκανῶς ἀποδέδεικται τὸ πέττεσθαι κατὰ τὴν γαστέρα τὴν τροφήν. καὶ γελοῖος μὲν Ἀσκληπιάδης, οὔτ’ ἐν ταῖς ἐρυγαῖς λέγων ἐμφαίνεσθαί ποτε τὴν ποιότητα τῶν πεφθέντων σιτίων, οὔτ’ ἐν τοῖς ἐμέτοις, οὔτ’ ἐν ταῖς ἀνατομαῖς.
166
αὐτὸ γὰρ δὴ τὸ τοῦ σώματος ἐξόζειν αὐτὰ τῆς κοιλίας ἐστὶ τὸ πεπέφθαι ὁ δ’ οὕτως ἐστὶν εὐήθης, ὥστ’, ἐπειδὴ τῶν παλαιῶν ἀκούει λεγόντων, ἐπὶ τὸ χρηστὸν ἐν τῇ γαστρὶ μεταβάλλειν τὰ σιτία, δοκιμάζει ζητεῖν οὐ τὸ κατὰ δύναμιν, ἀλλὰ τὸ κατὰ γεῦσιν χρηστὸν, ὥσπερ ἢ τοῦ μήλου μηλωδεστέρου, χρὴ γὰρ οὕτως αὐτῷ διαλέγεσθαι, γιγνομένου κατὰ τὴν κοιλίαν, ἢ τοῦ μέλιτος μελιτωδεστέρου. πολὺ δ’ εὐηθέστερός ἐστι καὶ γελοιότερος ὁ Ἐρασίστρατος, ἢ μὴ νοῶν, ὅπως εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις ἑψήσει παραπλήσιον ὑπάρχειν, ἢ ἑκὼν σοφιζόμενος ἑαυτόν. ἑψήσει μὲν οὖν, φησὶν οὗτος, ἐλαφρὰν ἔχουσαν θερμασίαν, οὐκ εἰκὸς εἶναι παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτνην δέον ὑποθεῖναι τῇ γαστρὶ, ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία μὴ δυναμένης, ἢ δυναμένης ἀλλοιοῦν μὲν, οὐ κατὰ τὴν ἔμφυτον δὲ θερμασίαν, ὑγρὰν οὖσαν δηλονότι, καὶ διὰ τοῦθ’ ἕψειν, οὔκ ὀπτᾷν, εἰρημένην. ἐχρῆν δ’ αὐτὸν, εἴπερ περὶ πραγμάτων ἀντιλέγειν ἐβούλετο, πειραθῆναι δεῖξαι, μάλιστα μὲν καὶ
167
πρῶτον τὴν γαστέρα, ὡς οὐδὲ μεταβάλλει τὴν ἀρχὴν, οὐδ’ ἀλλοιοῦται κατὰ ποιότητα πρὸς τῆς γαστρὸς τὰ σιτία· δεύτερον δὲ, εἴπερ μὴ οἷός τε ἦν τοῦτο πιστώσασθαι, τὸ τὴν ἀλλοίωσιν αὐτῶν ἄχρηστον εἶναι τῷ ζώῳ· εἰ δὲ μηδὲ τοῦτ’ εἶχε διαβάλλειν, ἐξελέγξαι τὴν περὶ τὰς δραστικὰς ἀρχὰς ὑπόληψιν; καὶ δεῖξαι, τὰς ἐνεργείας ἐν τοῖς μορίοις οὐ διὰ τὴν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποιὰν κρᾶσιν ὑπάρχειν, ἀλλὰ δι’ ἄλλο τι· εἰ δὲ μηδὲ τοῦτ’ ἐτόλμησε διαβάλλειν, ἀλλ’ ὅτι γε μὴ τὸ θερμόν ἐστιν ἐν τοῖς ὑπὸ φύσεως διοικουμένοις τὸ τῶν ἄλλων δραστικώτατον· ἢ εἰ μηδὲ τοῦτο μήτε τῶν ἄλλων τι τῶν ἔμπροσθεν εἶχεν ἀποδεικνύναι, μὴ ληρεῖν ὀνόματι προσπαλαίοντα μάτην, ὥσπερ οὐ σαφῶς Ἀριστοτέλους ἔν τ’ ἄλλοις πολλοῖς κᾀν τῷ τετάρτῳ τῶν μετεωρολογικῶν, ὅπως ἡ πέψις ἑψήσει παραπλήσιος εἶναι λέγεται, καὶ ὅτι μὴ πρώτως, μηδὲ κυρίως ὀνομαζόντων, εἰρηκότος. ἀλλ’, ὡς ἤδη λέλεκται πολλάκις, ἀρχὴ τούτων ἁπάντων ἐστὶ μία, περὶ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ διασκέψασθαι, καθάπερ Ἀριστοτέλης ἐποίησεν ἐν τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς, ἀποδείξας
168
ἁπάσας τὰς κατὰ τὸ σῶμα μεταβολὰς καὶ ἀλλοιώσεις ὑπὸ τούτων γίγνεσθαι. ἀλλ’ Ἐρασίστρατος οὔτε τούτοις, οὔτε ἄλλῳ τινὶ τῶν προειρημένων ἀντειπὼν, ἐπὶ τοὔνομα μόνον ἐτράπετο τῆς ἑψήσεως. ἐπὶ μὲν οὖν τῆς πέψεως, εἰ καὶ τἄλλα πάντα παρέλιπε, τὸ γοῦν, ὅτι διαφέρει τῆς ἐκτὸς ἑψήσεως ἡ ἐν τοῖς ζώοις πέψις, ἐπειράθη δεικνύναι.

Περὶ δὲ τῆς καταπόσεως οὐδ’ ἄχρι τοσούτου. τί γάρ φησιν; ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδὲ μία φαίνεται εἶναι. καὶ μὴν δύο χιτῶνας ἡ γαστὴρ ἔχει, πάντως ἕνεκά του γεγονότας, καὶ διήκουσιν οὗτοι μέχρι καὶ τοῦ στόματος, ὁ μὲν ἔνδον, οἷός ἐστι κατὰ τὴν γαστέρα, τοιοῦτος διαμένων, ὁ δ’ ἕτερος ἐπὶ τὸ σαρκωδέστερον ἐν τῷ στομάχῳ τρεπόμενος. ὅτι μὲν οὖν ἐναντίας ἀλλήλαις τὰς ἐπιβολὰς τῶν ἰνῶν ἔχουσιν οἱ χιτῶνες οὗτοι, τὸ φαινόμενον αὐτὸ μαρτυρεῖ. τίνος δ’ ἕνεκα τοιοῦτοι γεγόνασιν, Ἐρασίστρατος μὲν οὐδ’ ἐπεχείρησεν εἰπεῖν, ἡμεῖς δ’ ἐροῦμεν. ὁ μὲν ἔνδον εὐθείας ἔχει τὰς ἶνας, ὁλκῆς γὰρ ἕνεκα γέγονεν·

169
ὁ δ’ ἔξωθεν ἐγκαρσίας, ὑπὲρ τοῦ κατὰ κύκλον περιστέλλεσθαι. ἑκάστων γὰρ καὶ τῶν κινουμένων ὀργάνων ἐν τοῖς σώμασι κατὰ τὰς τῶν ἰνῶν θέσεις αἱ κινήσεις εἰσίν. ἐπ’ αὐτῶν δὲ πρῶτον τῶν μυῶν, εἰ βούλει, βασάνισον τὸν λόγον, ἐφ’ ὧν καὶ αἱ ἶνες ἐναργέσταται, καὶ αἱ κινήσεις αὐτῶν ὁρῶνται διὰ σφοδρότητα. μετὰ δὲ τοὺς μῦς ἐπὶ τὰ φυσικὰ τῶν ὀργάνων ἴθι, καὶ πάντως ὄψει κατὰ τὰς ἶνας κινούμενα. καὶ διὰ τοῦθ’ ἑκάστῳ μὲν τῶν ἐντέρων στρογγύλαι καθ’ ἑκάτερον τῶν χιτώνων αἱ ἶνές εἰσι· περιστέλλονται γὰρ μόνον, ἕλκουσι δὲ οὐδέν. ἡ γαστὴρ δὲ τῶν ἰνῶν τὰς μὲν εὐθείας ἔχει χάριν ὁλκῆς, τὰς δ’ ἐγκαρσίας ἕνεκα περιστολῆς. ὥσπερ γὰρ ἐν τοῖς μυσὶν, ἑκάστης τῶν ἰνῶν τεινομένης τε καὶ πρὸς τὴν ἀρχὴν ἑλκομένης, αἱ κινήσεις γίγνονται, κατὰ τὸν αὐτὸν λόγον ἐν τῇ γαστρὶ, τῶν μὲν ἐγκαρσίων ἰνῶν τεινομένων, ἔλαττον ἀνάγκη γίγνεσθαι τὸ εὖρος τῆς περιεχομένης ὑπ’ αὐτῶν κοιλότητος, τῶν δ’ εὐθειῶν ἑλκομένων τε καὶ εἰς αὑτὰς συναγομένων, οὐκ ἐνδέχεται μὴ οὐ συναιρεῖσθαι τὸ μῆκος. ἀλλὰ μὴν
170
ἐναργῶς φαίνεται καταπινόντων συναιρούμενον, καὶ τοσοῦτον ὁ λάρυγξ ἀνατρέχων, ὅσον ὁ στόμαχος κατασπᾶται. καὶ ὅταν γε, συμπληρωθείσης τῆς ἐν τῷ καταπίνειν ἐνεργείας, ἀφεθῇ τῆς τάσεως ὁ στόμαχος, ἐναργῶς πάλιν φαίνεται καταφερόμενος ὁ λάρυγξ. ὁ γὰρ ἔνδον χιτὼν τῆς γαστρὸς, ὁ τὰς εὐθείας ἶνας ἔχων, ὁ καὶ τὸν στόμαχον ὑπαλείφων καὶ τὸ στόμα, τοῖς ἐντὸς μέρεσιν ἐπεκτείνεται τοῦ λάρυγγος. ὥστ’ οὐκ ἐνδέχεται, κατασπωμένων αὐτῶν ὑπὸ τῆς κοιλίας, μὴ οὐ συνεπισπᾶσθαι καὶ τὸν λάρυγγα. ὅτι δ’ αἱ περιφερεῖς ἶνες, αἷς περιστέλλεται τά τ’ ἄλλα μόρια καὶ ἡ γαστὴρ, οὐ συναιροῦσι τὸ μῆκος, ἀλλὰ συστέλλουσι καὶ στενοῦσι τὴν εὐρύτητα, καὶ παρ’ αὐτοῦ λαβεῖν ἐστιν ὁμολογούμενον Ἐρασιστράτου. περιστέλλεσθαι γάρ φησι τοῖς σιτίοις τὴν γαστέρα κατὰ τὸν τῆς πέψεως ἅπαντα χρόνον. ἀλλ’ εἰ περιστέλλεται μὲν, οὐδὲν δὲ τοῦ μήκους ἀφαιρεῖται τῆς κοιλίας, οὐκ ἔστι τῆς περισταλτικῆς κινήσεως ἴδιον τὸ κατασπᾷν κάτω τὸν στόμαχον. ὅπερ γὰρ αὐτὸς ὁ Ἐρασίστρατος εἶπε, τοῦτο μόνον αὐτὸ συμβήσεται, τὸ, τῶν ἄνω συστελλομένων,
171
διαστέλλεσθαι τὰ κάτω. τοῦτο δ’ ὅτι, κᾂν εἰς νεκροῦ τὸν στόμαχον ὕδατος ἐκχέῃς, φαίνεται γιγνόμενον, οὐδεὶς ἀγνοεῖ. ταῖς γὰρ τῶν ὑλῶν διὰ στενοῦ τοῦ σώματος ὁδοιπορίαις ἀκόλουθόν ἐστι τὸ σύμπτωμα· θαυμαστὸν γὰρ, εἰ. διερχομένου τινὸς αὐτὸν ὄγκου, μὴ διασταλήσεται. οὐκοῦν τὸ μὲν, τῶν ἄνω συστελλομένων, διαστέλλεσθαι τὰ κάτω κοινόν ἐστι καὶ τοῖς νεκροῖς σώμασι, δι’ ὧν ὁπωσοῦν τι διεξέρχεται, καὶ τοῖς ζῶσιν, εἴτε περιστέλλοιτο τοῖς διερχομένοις, εἴθ’ ἕλκοιτο· τὸ δὲ τῆς τοῦ μήκους συναιρέσεως ἴδιον τῶν τὰς εὐθείας ἶνας ἐχόντων ὀργάνων, ἵν’ ἐπισπάσωνταί τι. ἀλλὰ μὴν ἐδείχθη κατασπώμενος ὁ στόμαχος, οὐ γὰρ ἂν εἷλκε τὸν λάρυγγα. δῆλον οὖν, ὡς ἡ γαστὴρ ἕλκει τὰ σιτία διὰ τοῦ στομάχου. καὶ ἡ κατὰ τὸν ἔμετον δὲ τῶν ἐμουμένων ἄχρι τοῦ στόματος φορὰ πάντως μέν που καὶ αὐτὴ τὰ μὲν ὑπὸ τῶν ἀναφερομένων διατεινόμενα μέρη τοῦ στομάχου διεστῶτα κέκτηται, τῶν πρόσω δ’ ὅ τι ἂν ἑκάστοτ’ ἐπιλαμβάνηται, τοῦτ’ ἀρχόμενον διαστέλλεται, τὸ δ’
172
ὄπισθεν καταλείπει δηλονότι συστελλόμενον, ὥσθ’ ὁμοίαν εἶναι πάντη τὴν διάθεσιν τοῦ στομάχου κατὰ γε τοῦτο τῇ τῶν καταπινόντων. ἀλλὰ, τῆς ὁλκῆς μὴ παρούσης, τὸ μῆκος ὅλον ἴσον ἐπὶ τοῖς τοιούτοις συμπτώμασι διαφυλάττεται. διὰ τοῦτο καὶ καταπίνειν ῥᾷόν ἐστιν ἢ ἐμεῖν, ὅτι καταπίνεται μὲν, ἀμφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων, τοῦ μὲν ἐντὸς ἕλκοντος, τοῦ δ’ ἐκτὸς περιστελλομένου τε καὶ συνεπωθοῦντος, ἐμεῖται δὲ, θατέρου μόνου τοῦ ἔξωθεν ἐνεργοῦντος, οὐδενὸς ἕλκοντος εἰς τὸ στόμα. οὐ γὰρ δὴ, ὥσπερ ἡ τῆς γαστρὸς ὄρεξις προηγεῖτο τοῦ καταπίνειν τὰ σιτία, τὸν αὐτὸν τρόπον κᾀν τοῖς ἐμέτοις ἐπιθυμεῖ τι τῶν κατὰ τὸ στόμα μορίων τοῦ γιγνομένου παθήματος, ἀλλ’ ἄμφω τῆς γαστρὸς αὐτῆς εἰσιν ἐναντίαι διαθέσεις, ὀρεγομένης μὲν καὶ προσιεμένης τὰ χρήσιμά τε καὶ οἰκεῖα, δυσχεραινούσης δὲ καὶ ἀποτριβομένης τὰ ἀλλότρια. διὸ καὶ τὸ καταπίνειν αὐτὸ τοῖς μὲν ἱκανῶς ὀρεγομένοις τῶν οἰκείων ἐδεσμάτων τῇ γαστρὶ τάχιστα γίγνεται, σαφῶς ἑλκούσης αὐτὰ καὶ κατασπώσης, πρινὴ μασσηθῆναι· τοῖς δ’ ἤτοι φάρμακόν τι κατ’ ἀνάγκην
173
πίνουσιν ἤ τι σιτίον ἐν χώρᾳ φαρμάκου προσφερομένοις ἀνιαρὰ καὶ βραδεῖα καὶ μόγις ἡ κατάποσις αὐτῶν ἐπιτελεῖται. δῆλος οὖν ἐστιν ἐκ τῶν εἰρημένων ὁ μὲν ἔνδον χιτὼν τῆς γαστρὸς, ὁ τὰς εὐθείας ἔχων ἶνας, τῆς ἐκ τοῦ στόματος εἰς αὐτὴν ὁλκῆς ἕνεκα γεγονὼς, καὶ διὰ τοῦτο ἐν ταῖς καταπόσεσι μόναις ἐνεργῶν· ὁ δ’ ἔξωθεν, ὁ τὰς ἐγκαρσίας ἶνας ἔχων, ἕνεκα μὲν τοῦ περιστέλλεσθαι τοῖς ἐνυπάρχουσι καὶ προωθεῖν αὐτὰ τοιοῦτος ἀποτελεσθεὶς, ἐνεργῶν δ’ οὐδὲν ἧττον ἐν τοῖς ἐμέτοις, ἢ ταῖς καταπόσεσιν. ἐναργέστατα δὲ μαρτυρεῖ τῷ λεγομένῳ καὶ τὸ κατὰ τὰς χάννας τε καὶ τοὺς συνόδοντας γιγνόμενον· εὑρίσκεται γὰρ ἐνίοτε τούτων ἡ γαστὴρ ἐν τῷ στόματι, καθάπερ καὶ Ἀριστοτέλης ἐν ταῖς περὶ ζώων ἔγραψεν ἱστορίαις, καὶ προστίθησί γε τὴν αἰτίαν, ὑπὸ λαιμαργίας αὐτοῖς τοῦτο συμβαίνειν φάσκων. ἔχει γὰρ ᾧδε. κατὰ τὰς σφοδροτέρας ὀρέξεις ἄνω προστρέχει πᾶσι τοῖς ζώοις ἡ γαστὴρ, ὥστε τινὲς τοῦ πάθους αἴσθησιν ἐναργῆ σχόντες ἐξέρπειν αὐτοῖς φασι τὴν κοιλίαν, ἐνίων δὲ μασσωμένων ἔτι, καὶ μήπω
174
καλῶς ἐν τῷ στόματι τὰ σιτία κατειργασμένων, ἐξαρπάζειν φανερῶς ἀκόντων. ἐφ’ ὧν οὖν ζώων, φύσει λαιμάργων ὑπαρχόντων, ἥ τ’ εὐρυχωρία τοῦ στόματός ἐστι δαψιλὴς, ἥ τε τῆς γαστρὸς θέσις ἐγγὺς, ὡς ἐπὶ συνόδοντος καὶ χάννης, οὐδὲν θαυμαστὸν, ὅταν ἱκανῶς πεινάσαντα διώκῃ τι τῶν μικροτέρων ζώων, εἶτ’ ἤδη πλησίον ᾖ τοῦ συλλαβεῖν, ἀνατρέχειν, ἐπειγούσης τῆς ἐπιθυμίας, εἰς τὸ στόμα τὴν γαστέρα. γενέσθαι δ’ ἄλλως ἀμήχανον τοῦτο, μὴ οὐχ ὥσπερ διὰ χειρὸς τοῦ στομάχου τῆς γαστρὸς ἐπισπωμένης εἰς ἑαυτὴν τὰ σιτία. καθάπερ γὰρ καὶ ἡμεῖς ὑπὸ προθυμίας ἐνίοτε τῇ χειρὶ συνεπεκτείνομεν ὅλους ἡμᾶς αὐτοὺς ἕνεκα τοῦ θᾶττον ἐπιδράξασθαι τοῦ προκειμένου σώματος, οὕτω καὶ ἡ γαστὴρ οἷον χειρὶ τῷ στομάχῳ συνεπεκτείνεται. καὶ διὰ τοῦτο, ἐφ’ ὧν ζώων ἅμα τὰ τρία ταυτὶ συνέπεσεν, ἔφεσίς τε σφοδρὰ τῆς τροφῆς, ὅ τε στόμαχος μικρὸς, ἥ τ’ εὐρυχωρία τοῦ στόματος δαψιλὴς, ἐπὶ τούτων ὀλίγη ῥοπὴ τῆς ἐπεκτάσεως εἰς τὸ στόμα τὴν κοιλίαν ὅλην ἀναφέρει. ἤρκει μὲν οὖν ἴσως ἀνδρὶ φυσικῷ παρ’ αὐτῆς μόνης τῆς κατασκευῆς τῶν ὀργάνων
175
τὴν ἔνδειξιν τῆς ἐνεργείας λαμβάνειν. οὐ γὰρ δὴ μάτην γε ἂν ἡ φύσις ἐκ δυοῖν χιτώνων ἐναντίως ἀλλήλοις ἐχόντων ἀπειργάσατο τὸν οἰσοφάγον, εἰ μὴ καὶ διαφόρως ἑκάτερος αὐτῶν ἐνεργεῖν ἔμελλεν. ἀλλ’ ἐπεὶ πάντα μᾶλλον ἢ τὰ τῆς φύσεως ἔργα διαγινώσκειν οἱ περὶ τὸν Ἐρασίστρατόν εἰσιν ἱκανοὶ, φέρε κᾀκ τῆς τῶν ζώων ἀνατομῆς ἐπιδείξωμεν αὐτοῖς, ὡς ἑκάτερος τῶν χιτώνων ἐνεργεῖ τὴν εἰρημένην ἐνέργειαν. εἰ δή τι λαβὼν ζῶον, εἶτα γυμνώσας αὐτοῦ τὰ περικείμενα τῷ στομάχῳ σώματα, χωρὶς τοῦ διατεμεῖν τινα τῶν νεύρων, ἢ τῶν ἀρτηριῶν, ἢ τῶν φλεβῶν τῶν αὐτόθι τεταγμένων, ἐθέλοις ἀπὸ τῆς γένυος ἕως τοῦ θώρακος εὐθείαις τομαῖς διελεῖν τὸν ἔξω χιτῶνα, τὸν ἔχοντα τὰς ἶνας ἐγκαρσίας, κᾄπειτα τῷ ζώῳ τροφὴν προσενεγκεῖν, ὄψει καταπῖνον αὐτὸ, καίτοι τῆς περισταλτικῆς ἐνεργείας ἀπολωλυίας. εἰ δ’ αὖ πάλιν ἐφ’ ἑτέρου ζώου διατέμοις ἀμφοτέρους τοὺς χιτῶνας τομαῖς ἐγκαρσίαις, θεάσῃ καὶ τοῦτο καταπῖνον, οὐκέτ’ ἐνεργοῦντος τοῦ ἐντός. ᾧ δῆλον, ὅτι καὶ θατέρῳ αὐτῶν καταπίνειν οἷόν τ’ ἐστὶν,
176
ἀλλὰ χεῖρον ἤ δι’ ἀμφοτέρων. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτ’ ἔστι σαφῶς θεάσασθαι ἐπὶ τῆς εἰρημένης ἀνατομῆς, ὡς ἐν τῷ καταπίνειν ὑποπίμπλαται πνεύματος ὁ στόμαχος τοῦ συγκαταπινομένου τοῖς σιτίοις, ὃ, περιστελλομένου μὲν τοῦ ἔξωθεν χιτῶνος, ὠθεῖται ῥᾳδίως εἰς τὴν γαστέρα σὺν τοῖς ἐδέσμασι, χρόνου δὲ τοῦ ἔνδον ὑπάρχοντος, ἐμποδὼν ἵσταται τῇ φορᾷ τῶν σιτίων, διατεῖνόν τε αὐτὸν καὶ τὴν ἐνέργειαν ἐμποδίζον. ἀλλ’ οὐδὲ τούτων οὐδὲν Ἐρασίστρατος εἶπεν, οὔθ’ ὡς ἡ σκολιὰ θέσις τοῦ στομάχου διαβάλλει σαφῶς τὸ δόγμα τῶν νομιζόντων, ὑπὸ τῆς ἄνωθεν βολῆς ποδηγούμενα μέχρι τῆς γαστρὸς ἰέναι τὰ καταπινόμενα. μόνον δ’, ὅτι πολλὰ τῶν μακροτραχήλων ζώων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν. ᾧ δῆλον, ὅτι φαινόμενον, οὐ τὸ πῶς καταπίνομεν ἀποδείκνυσιν, ἀλλὰ τὸ πῶς οὐ καταπίνομεν. ὅτι γὰρ μη διὰ μόνης τῆς ἄνωθεν βολῆς, ἐκ τούτου δῆλον· οὐ μὴν εἴθ’ ἑλκούσης τῆς κοιλίας, εἴτε παράγοντος αὐτὰ τοῦ στομάχου, δῆλον ἤδη πω. ἀλλ’ ἡμεῖς γε
177
πάντας τοὺς λογισμοὺς εἰπόντες, τούς τ’ ἐκ τῆς κατασκευῆς τῶν ὀργάνων ὁρμωμένους, καὶ τοὺς ἀπὸ τῶν ἄλλων συμπτωμάτων, τῶν τε πρὸ τοῦ γυμνωθῆναι τὸν στόμαχον, καὶ γυμνωθέντος, ὡς ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἱκανῶς ἐνεδειξάμεθα, τοῦ μὲν ἕλκειν ἕνεκα τὸν ἐντὸς χιτῶνα, τοῦ δ’ ἀπωθεῖν τὸν ἐκτὸς γεγονέναι. προὐθέμεθα μὲν οὖν ἀποδεῖξαι τὴν καθεκτικὴν δύναμιν ἐν ἑκάστῳ τῶν ὀργάνων οὖσαν, ὥσπερ ἐν τῷ πρόσθεν λόγῳ τὴν ἑλκτικήν τε καὶ προσέτι τὴν ἀλλοιωτικήν. ὑπὸ δὲ τῆς ἀκολουθίας τοῦ λόγου τὰς τέτταρας ἀπεδείξαμεν ὑπαρχούσας τῇ γαστρὶ, τὴν ἑλκτικὴν μὲν ἐν τῷ καταπίνειν, τὴν καθεκτικὴν δὲ ἐν τῷ πέττειν, τὴν ἀπωστικὴν δ’ ἐν τοῖς ἐμέτοις καὶ ταῖς τῶν πεπεμμένων σιτίων εἰς τὸ λεπτὸν ἔντερον ὑποχωρήσεσιν, αὐτὴν δὲ τὴν πέψιν ἀλλοίωσιν ὑπάρχειν.

Οὐκ οὖν ἔτ’ ἀπορήσαιμεν ἂν, οὐδὲ περὶ τοῦ σπληνὸς, εἰ ἕλκει μὲν τὸ οἰκεῖον, ἀποκρίνει δὲ τὸ ἀλλότριον, ἀλλοιοῖ δὲ καὶ κατέχει, ὅσον ἂν ἐπισπάσασθαι πεφύκῃ, οὔτε περὶ ἥπατος, ἢ φλεβὸς, ἢ ἀρτηρίας, ἢ καρδίας, ἢ τῶν

178
ἄλλων τινός. ἀναγκαῖαι γὰρ ἐδείχθησαν αἱ τέτταρες αὗται δυνάμεις ἅπαντι μορίῳ τῷ μέλλοντι θρέψεσθαι, καὶ διὰ τοῦτ’ αὐτὰς ὑπηρέτιδας εἶναι θρέψεως ἔφαμεν. ὡς γὰρ τὸ τῶν ἀνθρώπων ἀποπάτημα τοῖς κυσὶν ἥδιστον, οὕτω καὶ τὰ τοῦ ἥπατος περιττώματα, τὸ μὲν τῷ σπληνὶ, τὸ δὲ τῇ χοληδόχῳ κύστει, τὸ δὲ τοῖς νεφροῖς οἰκεῖον.