De elementis ex Hippocrate

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ὅτι μὲν οὖν ἐκ τοῦ τῆς μητρὸς αἵματος ἅπαντα γέγονε τὰ τῶν ἐναίμων ζώων μόρια, πρόδηλον παντί. μετέχοντος δὲ τούτου φλέγματός τε καὶ διττῶν χολῶν, εὐλόγως ἐνταῦθα διέστησαν, οἱ μὲν ἐξ αἵματος μόνου τὴν γένεσιν ὑπάρχειν ἡμῖν, οἱ δὲ ἐκ τῶν τεττάρων χυμῶν φάσκοντες. ἔστι μὲν οὖν οὐχ ὁμοίως ἀποδεῖξαι τἀληθὲς ἐνταῦθα δυνατὸν, ὡς ἐπὶ τῶν πρώτων στοιχείων· ἑκάτερος γὰρ ὁ λόγος ἔχει τι πιθανόν. ἐξ ὦν δ’ οὑν ὁ Ἱπποκράτης κινηθεὶς, ἀληθέστερον εἶναι νομίζει, τοὺς τέσσαρας χυμοὺς ὕλην εἶναι τῆς τοῦ ἀνθρώπου γενέσεως, ἐπιδεῖξαι πειράσομαι, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. ὁμοιομερὲς μὲν οὖν ἐστι καὶ σὰρξ, καὶ νεῦρον. ἀλλ’ ἡ μὲν σὰρξ ἔναιμός τε καὶ μαλακὴ καὶ θερμή· τοὐναντίον δὲ τὸ νεῦρον ἄναιμόν τε καὶ σκληρὸν καὶ ψυχρόν. οὐ μὴν οὔτ’ ἐκείνη μαλακὴ καὶ θερμὴ τελέως ἐστὶν, οὔτε τὸ νεῦρον σκληρὸν καὶ ψυχρόν. ἀλλὰ τὸ μὲν αἷμα τῆς σαρκὸς μαλακώτερόν τε καὶ

495
θερμότερόν ἐστι· τὸ δὲ ὀστοῦν τοῦ νεύρου σκληρότερον καὶ ψυχρότερον. οὕτω δὲ καὶ τῶν ἄλλων ἕκαστον μορίων ἕτερον ἑτέρου, τὸ μὲν ψυχρότερόν ἐστι, τὸ δὲ θερμότερον, καὶ τὸ μὲν μαλακώτερον, τὸ δὲ σκληρότερον. ἆρ’ οὖν ἐκ τῆς αὐτῆς οὐσίας τὰ πάντα γέγονεν, ἢ μᾶλλον ἀγαθός τις οὖσα δημιουργὸς ἡ φύσις, ἡνίκα τὸ πρῶτον ἐκ τοῦ παρὰ τῆς μητρὸς αἵματος, εἰς τὴν μήτραν ἰόντος, ἐγέννα τε καὶ διέπλαττε τὸ ἔμβρυον, εἰς μὲν τὴν τῶν σκληροτέρων σωμάτων πῆξιν εἷλκεν ἐξ αὐτοῦ τὸ παχύτερον, εἰς δὲ τὴν τῶν μαλακωτέρων τὸ ὑγρότερον; οὕτω δὲ καὶ τὸ μὲν θερμότερον εἰς τὴν τῶν θερμοτέρων, τὸ δὲ ψυχρότερον εἰς τὴν τῶν ψυχροτέρων; ἐμοὶ μὲν οὖν οὕτω δοκεῖ μακρῷ φυσικώτερον εἶναι, καὶ κατὰ τὴν πρώτην ἀρχὴν εὐθέως διαπεπλάσθαι τὸ κύημα, κᾀν τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τὴν τροφὴν καὶ τὴν αὔξησιν ἕκαστον τῶν μορίων ἔχειν ἐκ τῆς οἰκείας ὕλης. ἕν μὲν γάρ τι φαίνεται τὸ αἷμα, καθάπερ καὶ τὸ γάλα. διδάσκει δ’ ὁ λόγος, οὐχ ἓν ὑπάρχειν αὐτὸ, καθότι μηδὲ τὸ γάλα.
496
τὸ μὲν γάρ ἐστιν ἄκρως ὀῤῥῶδες καὶ λεπτὸν ἐν τῷ γάλακτι, τὸ δὲ ἄκρως τυρῶδες καὶ παχύ. ταῦτα δὲ, ἕως μὲν ἐκέκρατο πρὸς ἄλληλα, μέσον ἀπειργάζετο τὸ γάλα τυροῦ καὶ ὀῤῥοῦ· διακριθέντα δὲ, τὴν οἰκείαν ἰδέαν ἐνεδείξατο, καὶ τὴν τοῦ γάλακτος ἐδίδαξε φύσιν, ὡς οὐκ ἄρα ἓν ἦν ἀκριβῶς, ἀλλ’ ἐξ ἐναντίων τε καὶ διαφερόντων συγκείμενον. ὡς οὖν ἐν τῷ γάλακτι τὸ μέν ἐστιν ὀῤῥὸς, τὸ δὲ τυρὸς, οὕτω καὶ ἐν τῷ αἵματι τὸ μὲν οἷον ἰχὼρ αἵματος ἀνάλογον ὀῤῥῷ γάλακτος, τὸ δὲ οἶον ἰλύς τις καὶ τρὺξ ἀνάλογον τῷ τυρῷ. καὶ μὲν δὴ καὶ ἶνας ἐμφερομένας τῷ αἵματι σαφῶς ἐστι θεάσασθαι, καὶ τούτων ἐξαιρεθεισῶν, οὐ πήγνυται τὸ αἷμα, καὶ χωρισθὲν τῶν ἰνῶν τὸ αἷμα καὶ χροιᾷ καὶ συστάσει διαφέρει. τὸ μὲν γὰρ ἐρυθρὸν ἀκριβῶς φαίνεται, τὸ δὲ ξανθότερον τούτου, τὸ δὲ μελάντερον. ἔστιν ὅτε δὲ καὶ σαφῶς ἐπανθεῖ τι λευκὸν αὐτῷ, καί ποτε πελιδνὸν ἅπαν 
497
ἐφάνη, καὶ νὴ Δία γε πολλάκις ἐγγὺς τῷ μέλανι, καθάπερ τις πορφύρα κατακορής· ὥστ’ οὐχ ἓν ἀκριβῶς τὸ αἷμα. πάντων γὰρ ἂν, οἶμαι, καὶ ζώων καὶ ἀνθρώπων ὅμοιον ὑπῆρχε διὰ παντὸς, εἴπερ ἦν ὄντως ἓν. ἀλλά ποτε ἐν αὐτῷ πλεονεκτεῖ τὸ παχὺ καὶ μέλαν, ὡς καὶ τὴν χρόαν ἅπαντος τοῦ σώματος μελαντέραν φαίνεσθαι, καὶ τὰς οὐλὰς μελαίνεσθαι, καὶ κιρσοῦσθαι τὰς ἐν τοῖς σκέλεσι φλέβας, ἅμα τινὶ πελιδνῷ χρώματι· ποτὲ δὲ τὸ ξανθὸν, ὡς καὶ τοῦτ’ ἔκ τε τῶν τριχῶν ἐστιν ἰδεῖν, κᾀκ τῆς συμπάσης τοῦ σώματος χρόας, ἐμέτων τε καὶ διαχωρημάτων· ἔστι δ’ ὅτε τὸ ἐρυθρὸν ἢ λευκὸν, ὡς καὶ ταῦτα ἔκ τε τῶν τοῦ ὅλου σώματος χρωμάτων καὶ τριχῶν καὶ διαχωρημάτων φαίνεσθαι. καὶ μὲν δὴ κᾂν εἰ τὰς φλέβας ἐκτέμοις ὑγιαινόντων ἔτι τῶν ἀνθρώπων, τοῦ μέν τινος αὐτῶν ξανθὸν ῥυήσεται τὸ αἷμα, τοῦ δ’ ἐρυθρὸν, τοῦ δὲ λευκότερον, τοῦ δὲ μελάντερον. κᾂν εἰ δοῦναι δὲ φάρμακον ἐθέλοις ἐκκαθαῖρον τὸ σῶμα, τοιοῦτον
498
ἐκκενώσει χυμὸν, ὁποῖον ἕλκειν πέφυκεν, ἀλλ’ οὐκ ἴσον ἐν πάσῃ φύσει σώματος, οὔθ’ ὑγιαινόντων, οὔτ’ ἀῤῥωστούντων. ἵνα γὰρ ἀπὸ τῶν ἀῤῥωστούντων ἄρξωμαι, χολῆς τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης εἰ δοίης τοῖς ἰκτεριῶσιν ἀγωγὸν φάρμακον, ἄξει σοι παμπόλλην χολήν. εἰ δέ γε τοῖς τὸν καλούμενον ὕδερον λευκοφλεγματίαν νοσοῦσι ταὐτὸ τοῦτο δοίης φάρμακον, ἐλαχίστην μὲν ἐκκενώσει χολήν. εἰ δ’ αὖ πάλιν ἕτερον δοίης φάρμακον, ὑφ’ οὗ φλέγμα κενοῦσθαι πέφυκεν, ἥκιστα μὲν ἐν τοῖς ἰκτεριῶσι κενώσει φλέγμα, καὶ σὺν μεγάλῃ τῇ βλάβῃ· πάμπολυ δὲ τοῖς προειρημένοις ὑδέροις, καὶ χωρὶς τοῦ βλάψαι. καὶ μέντοι καὶ τοῖς ἐλεφαντιῶσι πολλάκις ἐδώκαμεν, ὅ τι χολὴν ἐκκαθαίρει μέλαιναν· ὑφ’ οὗ καὶ ῥᾴστην καὶ πλείστην σὺν ὠφελείᾳ μεγάλῃ τὴν κένωσιν εἴδομεν ἀπαντῶσαν.

499

Ἀσκληπιάδης δὲ, πάντα τὰ καλὰ τῆς τέχνης ἐπιχειρῶν ἀνατρέπειν τῷ λόγῳ διὰ τοὺς θαυμαστοὺς ὄγκους καὶ πόρους, πειρᾶται μεταπείθειν ἡμᾶς, ὡς οὐχ ἕλκει τὸ οἰκεῖον ἕκαστον τῶν φαρμάκων, ἀλλὰ μεταβάλλει. καὶ τρέπει, καὶ ἀλλοιοῖ, διαφθεῖρον εἰς τὴν ἑαυτοῦ φύσιν, ὁποῖον ἂν ᾖ τὸ ἑλχθέν. εἶτα τὴν ἀκολουθοῦσαν ὠφέλειαν, οὐ τῇ τοῦ λυποῦντος καθάρσει γίνεσθαί φησιν, ἀλλὰ τῷ κοινῷ λόγῳ τῆς κενώσεως. ὁ μὲν οὖν Ἀσκληπιάδους λόγος οὕτως ἀναισχυντεῖ κατὰ τοῦ φαινομένου. τὸ φαινόμενον δέ γ’, ὡς Ἱπποκράτης τε καὶ οἱ λοιποὶ πάντες ἰατροὶ, τῇ πείρᾳ βασανίζοντες, ἔμαθον, ὡς εἴρηται πρόσθεν, ἔχει. εἰ γὰρ ἐπιχειρήσεις ἀνθρώπῳ χολῶντι φλέγματος ἀγωγὸν δοῦναι φάρμακον, οὐ μετὰ μικρᾶς, εὖ οἶδ’ ὅτι, ζημίας πειράσῃ τοῦ ἐγχειρήματος. εἰ δέ γ’ ὡς κενοῦντα μόνον ὠφελεῖ τὰ καθαίροντα, τί οὐ φλέβας τέμνομεν ἁπάντων, εἴτ’ ἰσχνοὶ

500
τύχοιεν ὄντες, εἴτε παχεῖς, εἴτ’ ἰκτεριῶντες, εἴτε μελαγχολῶντες; ἀλλὰ πολλοῖς μὲν τῶν τοιούτων, ἰσχνοῖς οὖσιν ἱκανῶς, οὐ σμικρὰν ἤνεγκεν ὠφέλειαν ἡ τοῦ λυποῦντος χυμοῦ κένωσις. εἰ δ’ αἵματος αὐτῶν ἀφελεῖν ἐτόλμησέ τις, εὐθὺς ἂν ἀπέκτεινεν. ἀλλὰ ταῦτα λέγειν ἀναγκάζουσιν Ἀσκληπιάδην οἱ ὄγκοι καὶ πόροι καὶ τὰ ἄναρμα στοιχεῖα. τούτοις γὰρ ἕπεται τὸ μηδεμίαν εἶναι τῆς φύσεως ἡμῶν ἀλλοτρίαν ποιότητα, μηδὲ τὴν τῶν ὁσημέραι διὰ τῆς γαστρὸς ἡμῶν ἐκκενουμένων περιττωμάτων· ἀλλ’ ὅταν ἐπισχεθῇ ἡ γαστὴρ, τῷ λόγῳ τοῦ πλήθους ἡμᾶς βλάπτεσθαι, καὶ εἶναι τὴν ἴασιν ὀλιγοσιτίαν ἢ ἀσιτίαν παντελῆ. πλῆθος γάρ τοι τοιούτων λόγων ἀποτετόλμηται πρὸς Ἀσκληπιάδου, τοῖς ἐναργέσι μαχομένων, οἳ τοὺς μὲν ἀγνοοῦντας τὸ φαινόμενον ἀπορεῖν ἀναγκάζουσι, τοὺς δὲ γινώσκοντας ἐκπλήττεσθαί τε καὶ θαυμάζειν τὴν ἀναισχυντίαν τοῦ ἀνθρώπου. ἀλλὰ πρὸς μὲν τὴν Ἀσκληπιάδειον τόλμαν ἐν ἑτέροις ἐπὶ πλέον εἰρήσεται. τὰ φαινόμενα δ’ ἐναργῶς πάλιν
501
ἀναλάβωμεν, ἑπόμενοι ταῖς Ἱπποκράτους ῥήσεσιν, ὡς οὐ μαντευσαμένου δήπουθεν, ὡς ἰατρός τις ἄπειρος ἢ ἀναίσχυντος ἐς τοσοῦτον ἔσοιτο, καθάπερ Ἀσκληπιάδης, ὡς ἤτοι παντάπασιν ἀγνοῆσαι τὰ οὕτω σμικρὰ τῆς τέχνης, ἢ γνοὺς ἀρνήσηται μὴ γινώσκειν. ὅθεν, οἶμαι, καὶ ὁ λόγος ἡμῖν μὲν μακρότερος γίνεται διὰ τὰς πρὸς τοὺς ἀναισχυντήσαντας ἀντιλογίας· Ἱπποκράτει δὲ βραχὺς καὶ σύντομος, αὐτὸ τὸ φαινόμενον ἐναργῶς γράφοντι, χωρὶς ἁπάσης κατασκευῆς, τῷ μηδ’ ὑπονοῆσαι μηδένα, μήτ’ ἀγνοῆσαι τὰ τοιαῦτα, μήτ’ ἀρνήσασθαι.