Ars Medica

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ὑγιεινόν ἐστιν ἁπλῶς σῶμα τὸ ἐκ γενετῆς εὔκρατον μὲν ὑπάρχον τοῖς ἁπλοῖς καὶ πρώτοις μορίοις·

310
σύμμετρον δὲ τοῖς ἐκ τούτων συγκειμένοις ὀργάνοις. ὑγιεινὸν δὲ νῦν ἐστι σῶμα, τὸ κατὰ τὸ παρὸν ὑγιαῖνον. ἔστι δὲ δή που καὶ τοῦτο, καθ’ ὃν ὑγιαίνει χρόνον, εὔκρατόν τε καὶ σύμμετρον, οὐ τὴν ἀρίστην εὐκρασίαν τε καὶ συμμετρίαν, ἀλλὰ τὴν οἰκείαν. αὐτοῦ δὲ τοῦ ἁπλῶς ὑγιεινοῦ σώματος, διὰ παντὸς μὲν τοιοῦτόν ἐστι τὸ εὐκρατότατόν τε καὶ συμμετρότατον, ὡς τὸ πολὺ δὲ τὸ τῆς ἀρίστης κατασκευῆς ἀπολειπόμενον οὐ πολλῷ. νοσῶδες δέ ἐστι ἁπλῶς σῶμα, τὸ ἐκ γενετῆς ἤτοι δύσκρατον τοῖς ὁμοιομερέσιν, ἢ ἀσύμμετρον τοῖς ὀργανικοῖς, ἢ ἀμφότερα. νοσῶδες δὲ νῦν ἐστι σῶμα τὸ νοσοῦν, ἐν ᾧ λέγεται χρόνῳ τοιοῦτον ὑπάρχειν. εὔδηλον δὲ, ὡς καὶ τοῦτο, καθ’ ὃν λέγεται χρόνον εἶναι νοσῶδες, ἤτοι δύσκρατόν ἐστιν ἐν τοῖς ὁμοιομερέσιν, ἢ ἀσύμμετρον ἐν τοῖς ὀργανικοῖς, ἢ ἀμφότερον. καὶ δὴ καὶ διὰ παντὸς νοσῶδές ἐστιν, ὅ τι περ ἂν ἐκ γενετῆς, ἤτοι δυσκρατότατον ὑπάρχον ἐν ἁπλοῖς καὶ πρώτοις μορίοις ἅπασιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις, ἢ καὶ τοῖς ὀργανικοῖς ἀσυμμετρότατον, ὁμοίως
311
καὶ ἐν τούτοις, ἢ πᾶσιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις. ὡς τὸ πολὺ δὲ νοσῶδές ἐστι σῶμα. τὸ τοῦ τοιούτου τῆς κακίας ἀπολειπόμενον, οὔπω δ’ ἐν τῷ μέσῳ καθεστηκός. ἐπεὶ δὲ καὶ τὸ οὐδέτερον σῶμα τριχῶς ἐλέγετο, τὸ μὲν μηδ’ ἑτέρας τῶν ἄκρων διαθέσεων μετέχον, τὸ δὲ τῷ ἀμφοτέρων, τὸ δὲ τῷ, ποτὲ μὲν τῆσδε, ποτὲ δὲ τῆσδε· κατὰ μὲν τὸ πρῶτον σημαινόμενον οὐδέτερον ἔσται σῶμα τὸ μέσον ἀκριβῶς ὑπάρχον, τοῦ τε ὑγιεινοτάτου σώματος καὶ τοῦ νοσωδεστάτου. καὶ τούτου τὸ μὲν ἁπλῶς τοιοῦτόν ἐστιν, ὅτι περ ἐκ γενετῆς τοιοῦτον κατεστήσατο. τὸ δὲ νῦν ὁτιοῦν, κατὰ παρὸν τὸ μέσον ὑπάρχον τοῦ τε ὑγιεινοτάτου καὶ τοῦ νοσωδεστάτου. αὐτοῦ δὲ τοῦ ἁπλῶς τὸ μὲν διὰ παντὸς τοιοῦτον, ὅτι περ ἂν ἐν ἁπάσαις ταῖς ἡλικίαις διαμένῃ τοιοῦτον. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ, τὸ καὶ μεταβολάς τινας λαμβάνον. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐδέτερον ἔσται σῶμα τὸ ἐναντίων ἅμα διαθέσεων μετέχον ἐκ γενετῆς, ἤτοι καθ’ ἓν μόριον, ἢ κατὰ δύο διαφέροντα. καθ’ ἓν μὲν, εἰ κατὰ
312
τὴν ἑτέραν ἀντίθεσιν εὔκρατον εἴη τῶν δραστικῶν ποιοτήτων, ἢ κατ’ ἀμφοτέρας μὲν, ἀλλὰ περὶ τὴν διάπλασιν, ἢ τὸ μέγεθος, ἢ τὸν ἀριθμὸν τῶν μορίων, ἢ τὴν θέσιν ἐσφαλμένον, ἢ ἔμπαλιν ἐν τούτοις μὲν κατωρθωμένον ἅπασιν, ἤ τισιν, ἐν δὲ τῇ κράσει διημαρτημένον. ἐν διαφέρουσι δὲ μορίοις, καὶ κατὰ πάσας τὰς ἀντιθέσεις δύναταί τι τῶν ἐναντίων ἅμα μετέχειν. καὶ διὰ παντὸς μὲν τοιοῦτον, τὸ κατὰ πάσας τὰς ἡλικίας μένον ὅμοιον, ὡς τὸ πολὺ δ’ ἐστὶ, τὸ καὶ μεταβάλλον κατά τι. οὕτως δὲ κᾀν τῷ νῦν οὐδέτερον ἔσται σῶμα, κατὰ τὸ δεύτερον σημαινόμενον, ἢ τῷ περὶ ἓν μόριον, τὰ μὲν ἔχειν ὑγιεινὰ, τὰ δὲ νοσερὰ τῶν ὑπαρχόντων αὐτῷ, ἢ τῷ περὶ διαφέροντα μέρη. κατὰ δὲ τὸ τρίτον σημαινόμενον, οὐδέτερον ἔσται σῶμα τὸ ποτὲ μὲν ὑγιεινὸν, ποτὲ δὲ νοσερὸν ἐν μέρει γινόμενον, ὥσπερ ἐνίοις ὑπῆρξε, παισὶ μὲν οὖσιν, ὑγιεινοῖς γενέσθαι, νεανίσκοις δὲ γενομένοις, νοσεροῖς, ἢ ἔμπαλιν. ἐν ἑνὶ δὲ χρόνῳ τὸ οὕτως οὐδέτερον, ἀκριβῶς μὲν οὐκ ἐγχωρεῖ συστῆναι, κατὰ πλάτος
313
δ’ ἐγχωρεῖ. ἴσμεν δὲ, ὅτι τὸ νῦν διχῶς λέγεται. τὸ μὲν οὖν ὑγιεινὸν, καὶ νοσῶδες, καὶ οὐδέτερον σῶμα ποσαχῶς λέγεται, καὶ ὁποῖον ἕκαστόν ἐστιν, αὐτάρκως διώρισται.

Περὶ δὲ τῶν σημείων ἐφεξῆς ἂν εἴη ῥητέον. ἔστι δὲ καὶ τούτων ὑγιεινὰ μὲν, ὅσα τῆς τε παρούσης ὑγείας ἐστὶ διαγνωστικὰ, καὶ τῆς μελλούσης ἔσεσθαι προγνωστικὰ, καὶ τῆς προγεγενημένης ἀναμνηστικά. νοσώδη δὲ τά τε τῆς παρούσης νόσου διαγνωστικὰ, καὶ τῆς προγεγενημένης ἀναμνηστικὰ, καὶ τῆς μελλούσης ἔσεσθαι προγνωστικά. κατὰ ταῦτα δὲ καὶ τὰ οὐδέτερα, τά τε τῶν οὐδετέρων διαθέσεων διαγνωστικὰ, καὶ προγνωστικὰ, καὶ ἀναμνηστικὰ, καὶ τὰ μηδὲν ὅλως δηλοῦντα περὶ διαθέσεων, ἢ τὰ μηδὲν μᾶλλον ὑγιεινὴν, ἢ νοσερὰν δηλοῦντα διάθεσιν. καὶ τὰ κατά τι μὲν ὑγιεινὴν, κατά τι δὲ νοσερὰν δηλοῦντα διάθεσιν, καὶ τὰ ποτὲ μὲν ὑγιεινὴν, ποτὲ δὲ νοσώδη. καὶ ταῦτα δὲ κατὰ τοὺς τρεῖς χρόνους ὁμοίως τοῖς

314
ὑγιεινοῖς τε καὶ νοσώδεσι. καλεῖται δ’ ἐνίοτε πρὸς τῶν παλαιῶν ἰατρῶν ἅπαντα ταῦτα τὰ σημεῖα προγνωστικὰ, κᾂν τῶν ἐνεστώτων ἢ προγεγονότων ᾖ δηλωτικά. καὶ ἡ χρεία μεγάλη μὲν τῶν διαγνωστικῶν τε καὶ προγνωστικῶν, ἐλάττων δὲ τῶν ἀναμνηστικῶν.