De constitutione artis medicae ad Patrophilum

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ἐστὶ μὲν δὴ τὸ προκείμενον, ὥσπερ τοῦ σύμπαντος σώματος ἐξ ἀνατομῆς ἐμάθομεν ἅπαντα τὰ μόρια μέχρι τῶν

246
ἁπλουστάτων, ὡς πρὸς τὴν αἴσθησιν, οὕτω καὶ αὐτὸ τοῦτο ἐξευρεῖν, ὁποῖα τὰ. πρὸς τὴν φύσιν ἐστὶ τὰ πρῶτά τε καὶ ἁπλούστατα μόρια. μὴ τοίνυν ἐπὶ πάντων, ἀλλ’ ἐφ’ ἑνὸς, ὡς ἐπὶ παραδείγματος, ὁ λόγος ἡμῖν γιγνέσθω. τῆς σαρκὸς ἐπισκεπτομένης, πρῶτον μὲν, εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ γεννῆσαν αὐτὴν στοιχεῖον. οὐδὲν γὰρ χεῖρον οὕτως ὀνομάσαι τὸ πρῶτόν τε καὶ ἁπλούστατον ἐν αὐτῇ μόριον. εἶθ’ ἑξῆς, εἴπερ μὴ φαίνοιτο τοιοῦτον, εἰ πολλά. κᾄπειτα, πόσα γε, καὶ τίνα, καὶ ὅστις ὁ τρόπος αὐτοῖς ἐστι τῆς συνθέσεως. ἐπεὶ τοίνυν ἡ σὰρξ ὀδυνᾶται τεμνομένη τε καὶ θερμαινομένη σφοδρῶς, ἀδύνατον ἓν εἶναι τῷ εἴδει τὸ στοιχεῖον, οἷον Ἐπίκουρος ὑπέθετο τὴν ἄτομον. ὅτι γὰρ οὐχ ἓν τῷ εἴδει τὸ στοιχεῖόν ἐστι τοιοῦτον, ἐνθένδε δῆλον. οὐδεμία τῶν ἀτόμων αὐτὴ καθ’ ἑαυτὴν οὔτε θερμὴ τὴν φύσιν ἐστὶν, οὔτε ψυχρὰ, οὐ μὴν οὐδὲ λευκὴ τίς ἐστιν ἐξ αὐτῶν ἢ μέλαινα. καὶ τί διατρίβω, καὶ καταμηκύνω κατακερματίζων τὸν λόγον; ὅλως γὰρ οὐδεμία ποιότης ἐστὶν αὐτῇ τῇ ἀτόμῳ, ὡς οἱ πατέρες αὐτῶν βούλονται. τῶν γὰρ δὴ τοιούτων ποιοτήτων πᾶσαι δι’ ὅλων
247
φαίνονται διεληλυθέναι τῶν σωμάτων· ὡς ἥ γε κατὰ τὸ σχῆμα ποιότης ὑπάρχει πάσαις αὐταῖς, ὑπάρχει δὲ καὶ ἀντιτυπία, καὶ βάρος. ἀλλ’ εἴτε ποιότητα χρὴ καλεῖν, εἴτε ἄλλο τι τὰ τοιαῦτα, πρός γε τὸ προκείμενον οὐδὲν διαφέρει. πάσαις γὰρ αὐταῖς ὑπάρχει τὰ εἰρημένα, καὶ οὐ διαφέρουσιν ἀλλήλων εἴδει, καθάπερ αἱ ὁμοιομέρειαι τοῖς ἐκείνας ὑποτιθεμένοις, ἢ τὰ τέτταρα στοιχεῖα τοῖς τιθεμένοις ταῦτα. φησὶν οὖν ὁ Ἱπποκράτης, ἐγὼ δέ φημι, εἰ ἓν ἦν ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν, ὀρθότατα λέγων. τὸ γὰρ ἓν ἀμετάβλητον εἰς ἕτερον, οὐκ ἔχον γε εἰς ὃ μεταβάλοι. τὸ δὲ ἀμετάβλητον ἀναλλοίωτον καὶ ἀπαθὲς, τὸ δὲ ἀπαθὲς ἀνώδυνον. γίγνεται τοίνυν ἐκ τῶν εἰρημένων προτάσεων συμπέρασμα, τὸ ἓν ἀπαθὲς ὑπάρχειν· ἐφ’ ᾧ πάλιν ἕτερος ἐρωτηθήσεται λόγος τοιόσδε. εἰ ἓν ἦν τῷ εἴδει τὸ στοιχεῖον, οὐδὲν ἐν τοῖς πᾶσιν οὐδέποτε ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τὸ στοιχεῖον. ἐπεὶ δ’ ὑπέκειτο περὶ σαρκὸς ποιεῖσθαι τὸν λόγον, ἐπ’ ἐκείνης ἐξεταζέσθω. εἰ ἓν ἦν τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον, οὐδέποτε ἡ σὰρξ
248
ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον. ὁ δ’ αὐτὸς λόγος καὶ καθ’ ἕτερον ἐρωτηθήσεται τρόπον. εἰ ἀπαθές ἐστι τὸ τῆς σαρκὸς στοιχεῖον, οὐκ ὀδυνηθήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἐστὶν ἀπαθές. εἰ δὲ καὶ πλείω λέγοι τις εἶναι τὰ στοιχεῖα, μὴ μέντοι γε ἀλλοιούμενα, καὶ ἐπ’ ἐκείνων ὁ αὐτὸς λόγος ἐρωτηθήσεται κατὰ τὸν αὐτὸν τρόπον. εἰ ἀπαθῆ τῆς σαρκός ἐστι τὰ στοιχεῖα, οὐκ ἀλγήσει· ἀλλὰ μὴν ἀλγεῖ· οὐκ ἄρα ἐστὶν ἀπαθῆ τὰ τῆς σαρκὸς στοιχεῖα. ὁ μὲν οὖν πρότερος λόγος ἀνατρέπει τήν τε τῶν ἀτόμων, καὶ τὴν τῶν ἀνάρμων, καὶ τὴν τῶν ἐλαχίστων ὑπόθεσιν. κατὰ δὲ τὸν δεύτερον ἥ τε τῶν ὁμοιομερειῶν ἀναιρεῖται δόξα, καὶ ἡ Ἐμπεδοκλέους. καὶ γὰρ οὗτος ἐκ τῶν τεσσάρων στοιχείων βούλεται συνίστασθαι τὰ σώματα, μὴ μεταβαλλόντων εἰς ἄλληλα. πρόσεχε νοῦν ἤδη τῷ λόγῳ, ὡς θᾶττον ἐλπίδος ἐξεῦρε τὸ μέγιστον μέρος ὧν ἐζήτεις. οὐκ ἀπαθῆ γὰρ ἀπέδειξεν εἶναι δεῖν τὰ στοιχεῖα τῆς σαρκός. οὔκουν ἔτι καθέξουσι
249
τὸ προκείμενον κατὰ τὸν λόγον ἐν τῇ συνθέσει τῶν ἀπαθῶν ἐκείνων σωμάτων, ἃ δὴ στοιχεῖα τῆς τῶν ὄντων ἁπάντων φύσεως ὑποτίθενται, τὰς ὀδύνας γεννᾶσθαι φάσκοντες. ἀπαθὲς γὰρ ὀδυνώμενον οὔθ’ ἡ διάνοια παραδέχεται, καὶ πολὺ δὴ μᾶλλον οὐδὲν τῶν αἰσθητῶν μαρτυρεῖ. τοὺς γοῦν δακτύλους εἰ συμπλέξῃς ἀλλήλοις, εἶτ’ αὖθις ἀποχωρίζοις, οὔθ’ ἡ σύνοδος, οὔθ’ ὁ διαχωρισμὸς ὀδύνην ἐργάσεται. τὸ μὲν γὰρ ὀδυνᾶσθαι σὺν τῷ πάσχειν ἐστίν. πάσχει δὲ οὐδὲν τὸ ψαῦον, ἐπειδήπερ ἐν δυοῖν τούτοιν ἐστὶ τὸ πάσχειν, ἀλλοιώσει τε τῇ δι’ ὅλων καὶ λύσει τῆς συνεχείας. ὁπότ’ οὖν οὐδ’ ἐν τοῖς παθητικοῖς ἐναργῶς σώμασιν οὔθ’ ἡ σύνοδος, οὔθ’ ἡ ἄφοδος ὀδύνην ἐργάζεται, σχολῇ γε ἂν ἐν τοῖς ἀπαθέσιν ἐργάσαιτο. οὐ μὴν οὐδὲ τὸ ἄναρμον τὸ Ἀσκληπιάδου θραυστὸν ὂν ὀδυνήσεται θραυόμενον, ἀναίσθητον γάρ ἐστιν. ὥστε οὐδὲ τούτῳ πλέον ὀδύνης ἔσται ἐξ ὧν πάσχει, τῆς αἰσθήσεως ἀπούσης, ὥσπερ ὀστῷ καὶ χόνδρῳ, καὶ πιμελῇ, καὶ συνδέσμῳ, καὶ
250
θριξί. καὶ γὰρ ταῦτα πάντα πάσχει μὲν, οὐκ ὀδυνᾶται δὲ, διότι μηδὲ αἰσθάνεται. χρὴ τοίνυν τὸ μέλλον ὀδυνήσεσθαι παθητὸν εἶναι καὶ αἰσθητόν. οὐ μὴν ἐξ αἰσθητικῶν γε τῶν πρώτων ἀναγκαῖον εἷναι τὸ αἰσθητικὸν, ἀλλ’ ἀρκεῖ τὸ παθητικὸν μόνον. αἰσθητικὸν γὰρ δύναται γενέσθαι ποτὲ, μεταβάλλον τε καὶ ἀλλοιούμενον. ἐπεὶ δ’ ἀπείρους ἐγχωρεῖ τὸ πλῆθος γενέσθαι τὰς ἐκ τῶν στοιχείων ἀλλοιώσεις τε καὶ κράσεις, ἄπειροι τῶν κατὰ μέρος σωμάτων αἱ ἰδιότητες συστήσονται, καθ’ ἃς οὐδὲν ἄτοπον ἀναίσθητα γενέσθαι πολλὰ, καὶ τῶν αἰσθανομένων τὸ μὲν μᾶλλον αἰσθάνεσθαι, τὸ δ’ ἧττον. ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστι καὶ πλείω τοῦ ἑνὸς εἶναι τὰ στοιχεῖα, καὶ ἀλλοιοῦσθαι φύσιν ἔχοντα, δεδήλωται σαφῶς, τοῖς γε, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τὴν παρασκευὴν ἔχουσιν ἅπασαν, ἐξ ὧν ἄν τις ἐπιστημονικὸς γένοιτο. τοὺς δ’ εἰς τοσοῦτον ἥκοντας ἀναισθησίας, ὡς μηδ’ εἴ τίς ἐστιν ἀποδεικτικὴ μέθοδος, ζητῆσαι πρότερον ἐθέλειν, ἢ παρ’ ἄλλου μαθεῖν, ἢ ἀσκηθῆναι, τούτους οὐδὲ κοινωνοὺς
251
τοῦ λόγου ποιητέον. οὐ γὰρ ἐρίζοντες ἄλλοις, ἢ νικᾷν ἐθέλοντες, ἀλλὰ τὴν ἀλήθειαν αὐτὴν εὑρεῖν σπουδάζοντες, ἐπὶ τόνδε τὸν λόγον ἀφικόμεθα. τῷ γὰρ βουλομένῳ καὶ τὰς ἀπαιδεύτους ὑπολήψεις αὐτῶν ἐξελέγχειν ἴδιον γέγραπται βιβλίον, ἐν ᾧ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐπισκεπτόμεθα.