Ἐπειδὴ δὲ κατὰ τοῦτο γέγονεν ὁ λόγος, ἀναμνησθῆναι χρὴ τῆς μεθόδου τὴν δύναμιν. οὔτε γὰρ οἰκίας, οὔτε νεὼς, οὔτε σκίμποδος, οὔτε ἄλλου τῶν ἁπάντων οὐδενὸς, ἑτέρως ἄν τις ἐξετάσειε τὴν κατασκευὴν, εἴτ’ ἄμεμπτός ἐστιν, εἴτε μεμπτὴ, χωρὶς τοῦ τὰ συνθετικὰ διασκέψασθαι μόρια, πόσα τε τὸν ἀριθμόν ἐστι, καὶ πηλίκον ἕκαστον, ὅπως τε διαπέπλεκται, καὶ ὅπως κεῖται· ἀλλ’ ἐν τούτοις ἐστιν ἥ τ’ ἀρετὴ καὶ ἡ κακία τῶν συνθέτων ἁπάντων σωμάτων. ἐν αὐτοῖς δὲ τούτοις ἐδείκνυτο καὶ τὰ πάθη τῆς οἰκίας εἶναι, καὶ τῆς νεὼς, ἤτοι μεγέθει, καὶ διαπλάσει, καὶ ἀριθμῷ, καὶ θέσει τῶν μορίων, εἴπερ γε καὶ ἡ ἀρετὴ καὶ ἡ κακία. σκίμποδος δὲ οὐκ ἐν τούτοις· ἱματίων δὲ ἄρα
238
ἐν ἄλλοις τισίν· ὑποδήματος δὲ οὐκ ἐν τοῖς αὐτοῖς. ἐν ἅπασιν οὖν τοῖς ὀργανικοῖς σώμασιν, οἷς οὐσία κατὰ σύνθεσιν, ἐν τέτταρσι γένεσι ἡ ἀρετὴ, καὶ ἡ κακία, καὶ τὸ πάθος ἐστίν. εἰ δὲ καὶ κατὰ φύσιν ἕνωσιν λαμβάνοι τὰ μόρια, πέμπτον τι γένος τοῦθ’ ὑπάρξει τοῖς τοιούτοις σώμασιν, ὥστε τὸν μὲν ἄριστον ἀρίστας ἔχειν τὰς ἐνεργείας, τὸν δὲ μοχθηρότατον χειρίστας. εἰ δὲ καὶ λυθείη τις σύμφυσις, οὐ μεμπτὴ μόνον ἡ τοιαύτη διάθεσις, ἀλλ’ ἤδη καὶ νόσημά ἐστι. καλείσθω δ’ ἕνεκα σαφοῦς διδασκαλίας τὸ τοιοῦτον γένος ἑνώσεως λύσις, οὐδὲν διαφέρον, εἰ καὶ συνεχείας τις εἴποι λύσιν. ἀλλ’ ὅτι γε καὶ τοῖς ὁμοιομερέσιν ἐγγίγνεται τὸ πάθος τοῦτο, γιγνώσκεσθαι χρή. καὶ γὰρ ὀστοῦ, καὶ νεύρου, καὶ φλεβὸς, καὶ ἀρτηρίας, καὶ σαρκὸς ἐν τῷ νύττεσθαί τε καὶ διαβιβρώσκεσθαι, καὶ τέμνεσθαι, καὶ διασπᾶσθαι, καὶ ῥήγνυσθαι, διαφθείρεται τὸ συνεχές. ἀλλ’ ἐν μὲν ὀστῷ κάταγμα καλεῖται τὸ πάθος· ῥῆγμα δὲ ἐν τοῖς σαρκώδεσι μορίοις τῶν μυῶν ἐκ διατάσεως γιγνόμενον.
239
αἱ δ’ ἶνες ὅταν ὁμοίως ταθεῖσαι ῥαγῶσι, σπάσμα καλεῖται τὸ πάθος. ὡσαύτως δὲ τῷ ῥήγματι τὸ τραῦμα συνεχείας ἐστὶν ἐν σαρκὶ λύσις, οὐκ ἐκ διατάσεως, ἀλλ’ ἐντομῆς. εἰ δ’ ὀξὺ καὶ λεπτὸν εἴη τὸ τιτρῶσκον, ὀνομάζεται νύγμα καὶ νύξις· εἰ δὲ βαρὺ, θλάσμα καὶ θλάσις. τῶν δ’ ἐξ ἀναβρώσεως, ὅσα μὲν ἐν ὀστῷ γίγνεται, τερηδών· ὅσα δὲ ἐν τοῖς ἄλλοις, ἕλκος. ἀλλ’ ὀνομάζειν μὲν ἐξέστω καὶ ἄλλως. αἱ διαφοραὶ δὲ αἱ σύμπασαι τοιαῦταί εἰσι καὶ τοσαῦται τοῦ πέμπτου γένους τῶν νοσημάτων, ὅταν ἐν τοῖς πρώτοις συνίστηται μέρεσιν. ἐν ὀργανικοῖς δὲ, ὡς εἴρηται, κατὰ τὰς τῶν ἑτερογενῶν γίγνεται συμφύσεις, καὶ καλεῖται πάντα ἀποσπάσματα. διαιρεθέντος μέντοι τινὸς ὅλου τῶν ὁμοιομερῶν, εἴη μὲν ἄν καὶ αὐτοῦ τοῦ διῃρημένου τὸ πάθος, εἴη δ’ ἂν καὶ τοῦ σύμπαντος ὀργάνου, ποτὲ μὲν κατὰ συμβεβηκὸς, ὡς ἐπειδὰν ἤτοι μῦς, ἤ τι τοιοῦτον ἕτερον πάθῃ, ποτὲ δὲ καὶ πρῶτον, ἐπειδὰν σύνδεσμος. ὥσπερ οὖν ἐφ’ ἑνὸς γένους νοσήματος, ἐν ᾧ τὸ συνεχές τῶν μορίων βλάπτεται, τὰς διαφορὰς
240
ἐγὼ νῦν ἐπῆλθον, οὕτω καὶ σὺ πειράθητι τῶν ἄλλων τεττάρων γενῶν, ὡσαύτως διελθεῖν. ἀναμιμνήσκειν γὰρ αὐτῶν ἐν τῷδε τῷ λόγῳ περιττὸν ἐδόκει μοι, γεγραμμένων γε ἁπάντων ἀκριβῶς ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς.