De constitutione artis medicae ad Patrophilum

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, προσθῶμεν τῷ λόγῳ τὸ λεῖπον, ὑπερ ὧν ὀλίγον ἔμπροσθεν εἴπομεν, ἐξευρίσκοντες τὰ βοηθήματα. τὰς μὲν γὰρ οἷον

269
γενικὰς αὐτῶν ἰδέας διήλθομεν, ὡς χρὴ τὰ μὲν ψύχειν, τὰ δὲ θερμαίνειν, τὰ δὲ ὑγραίνειν, τὰ δὲ ξηραίνειν. οὗτοι γὰρ ἐν τοῖς ὁμοιομερέσιν οἱ σκοποὶ, καθάπερ ἐν τοῖς κατὰ τὸ πηλίκον, ἤτοι καθαίρειν ἢ ἀνατρέφειν, οὕτω δὲ κᾀν τοῖς κατ’ ἀριθμὸν, ἢ ἐξαιρεῖν ὅλον, ἢ γεννᾷν. ἐν δὲ τοῖς κατὰ διάπλασιν εἰς τὰ κατὰ φύσιν ἐπαναγαγεῖν σχήματα, καὶ κενοῦν τὰ πεπληρωμένα, καὶ πληροῦν τὰ κεκενωμένα, καὶ τὰς ἐμφράξεις ἐκφράττειν, καὶ τὰς ἀναστομώσεις συνάγειν, καὶ τὰ μεμυκότα, καὶ πεπυκνωμένα πρὸς τοὐναντίον ἐπιστρέφειν, τὰ μὲν ἀναστομοῦντα, τὰ δὲ ἀραιοῦντα. οὕτω δὲ κᾀν τῷ κατὰ τὴν σύνθεσιν νοσήματι πρὸς τὸ κατὰ φύσιν ἐπανάγειν ὁ σκοπὸς, κᾀν τῷ τὴν ἕνωσιν λελύσθαι κόλλησιν ἐργάζεσθαι τῶν κεχωρισμένων. ἀλλ’ ἐν ἅπασι τούτοις ἐξευρίσκειν ὕλας βοηθημάτων οὐ μικρόν ἐστι μόριον τῆς τέχνης. οἷον εὐθέως ἐπὶ τῶν παραλλαττόντων ἄρθρων, ἐπειδὴ συμβαίνει μὴ μόνον ὀπίσω καὶ πρόσω, καὶ ἔνθα καὶ ἔνθα μεταχωρεῖν τὸ ἐξιστάμενον, ἀλλὰ καὶ πρὸς τὸν ἄνω τόπον ὑπὸ τῆς τῶν μυῶν συντονίας ἀνέλκεσθαι, διττῆς
270
κινήσεώς ἐστι τοῖς ἐμβάλλουσιν ἡ χρεία, πρώτης μὲν τῆς κάτω, δευτέρας δὲ τῆς εἰς τὴν οἰκείαν χώραν ἀποθέσεως. καὶ διὰ τοῦτο χωρὶς ἀντιτάσεως ἀδύνατον γενέσθαι τὴν ἐμβολήν. εἰς δὲ τὴν ἀντίτασιν ὅτι μὲν ἰσχυροτέρων ἀντιλήψεών τε καὶ τάσεών ἐστι χρεία, πρόδηλον ἅπαντι. ποιεῖν δ’ αὐτὰ ἐνίοτε διὰ τῶν ἡμετέρων χειρῶν ἀδυνατοῦντες, ὄργανα πρὸς τοῦτ’ ἐξευρήκαμεν ἐπιτήδεια. τὰ πολλὰ δ’ αὐτῶν καὶ εἰς αὐτὴν τὴν ἀπόθεσιν τῶν ἐξηρθρηκότων συμπράττει. καὶ ταῦτα πάντα τὰ ὄργανα τῶν βοηθημάτων ὕλαι τινές εἰσιν, ὥσπερ καὶ τὰ ἁρμοζόμενα πάντα, καὶ τὰ φάρμακα, καὶ τὰ ἐδέσματα, καὶ τὰ πόματα, καὶ ἁπλῶς ὅσα προσαγόμενα τῷ σώματι τὰς εἰρημένας διαθέσεις εἰς τὸ κατὰ φύσιν ἐπανάγει. χρὴ τοίνυν πεπραγματεῦσθαι καὶ περὶ τῆς τούτων ὕλης τὸν ἰατρὸν, συμβιβάζοντα τοὺς εἰρημένους ἔμπροσθεν σκοποὺς τῇ χρήσει τῶν ὑλῶν, ἵνα μή ποτε πλανηθῇ ὅμιοιόν τι πάθος τοῖς οἰομένοις, ὅσα μὲν δεῖται ψύχεσθαι, πᾶσιν αὐτοῖς ἁρμόττειν ὕδωρ ψυχρὸν, ὅσα δὲ θερμαίνεσθαι, θερμὸν, οὐκ εἰδόσιν, ὅτι κατὰ συμβεβηκὸς
271
ἐνίοτε καὶ τὸ ψυχρὸν θερμαίνει, καὶ τὸ θερμὸν ψύχει. πλεῖστα δὲ περὶ τῆς ἐν τούτοις ἅπασι μεθόδου κατὰ τὴν περὶ φαρμάκων πραγματείαν λέγονται. ἐν δὲ τῷ παρόντι λόγῳ τοῦτο προσθῶμεν, ὡς ἅπαν τὸ τοιοῦτον γένος τῆς ὕλης τῶν βοηθημάτων ἐν προσφερομένοις, καὶ ποιουμένοις, καὶ κενουμένοις, καὶ τοῖς ἔξωθεν προσπίπτουσι κεῖται, δι’ ὦν ἁπάντων ὁ συνιστάμενος τὴν τέχνην διεξελθὼν καὶ τῆς κατὰ μέρος ὕλης ἁπάσης ἐπιστήμην ἔχων οὐ μόνον τῆς δυνάμεως, ἀλλὰ καὶ τῆς χρήσεως οὕτως ἂν εἴη συμπεπληρωκὼς ἅπαντα τὰ ὑγιεινὰ τῶν αἰτίων, ὡς μηδὲν λείπειν αὐτῷ πρὸς τὴν τῆς θεραπευτικῆς τέχνης σύστασιν, εἰς δύο κεφάλαια τούτων ἁπάντων ἀναγομένων, εἴς τε τὴν γνῶσιν τῶν σωμάτων, οἶς προσάγεται τὰ βοηθήματα, καὶ αὐτὴν τὴν τῶν βοηθημάτων φύσιν.