Τὴν εἰς ἑκάτερα ἐπιχείρησιν ἀρίστην εἶναι διδασκαλίαν ὁ Φαβωρῖνος φησίν. ὀνομάζουσι δ’ οὕτως οἱ Ἀκαδημιακοὶ, καθ’ ἣν τὴν ἀντικειμένην προσαγορεύουσι. οἱ μὲν οὖν παλαιότεροι τελευτᾷν αὐτὴν εἰς ἐποχὴν ὑπολαμβάνουσι, ἐποχὴν καλοῦντες τὴν, ὡς ἂν εἴποι τὶς, ἀοριστίαν, ὅπερ ἐστὶ περὶ μηδενὸς πράγματος ὁρίσασθαι, μηδὲ ἀποφήνασθαι βεβαίως. οἱ νεώτεροι δὲ, οὐ γὰρ μόνος ὁ Φαβωρῖνος, ἐνίοτε μὲν εἰς τοσοῦτον προάγουσι τὴν ἐποχὴν, ὡς μηδὲ τὸν ἥλιον ὁμολογεῖν εἶναι καταληπτόν· ἐνίοτε δὲ εἰς τοσοῦτον
41
τὴν γνῶσιν, ὡς καὶ τοῖς μαθηταῖς ἐπιτρέπειν αὐτὴν, ἄνευ τοῦ διδαχθῆναι πρότερον ἐπιστημονικὸν κριτήριον. οὐδὲ γὰρ ἄλλο τί ἐστιν, ὃ Φαβωρῖνος εἴρηκεν ἐν τῷ περὶ τῆς Ἀκαδημιακῆς διαθέσεως, ὃ Πλούταρχος ἐπιγέγραπται. λέγει δὲ αὐτὸ ἐν τῷ πρὸς Ἐπίκτητον, ἐν ᾧ δήπουθεν ἐστὶν Ὀνήσιμος ὁ Πλουτάρχου δοῦλος Ἐπικτήτῳ διαλεγόμενος. καὶ μέντοι κᾀν τῷ μετὰ ταῦτα γραφέντι βιβλίῳ Ἀλκιβιάδη καὶ τοὺς ἄλλους τοὺς Ἀκαδημιακοὺς ἐπαινεῖ, προσαγορεύοντας μὲν ἑκατέρῳ τῶν ἀντικειμένων ἀλλήλοις λόγων, ἐπιτρέποντας δὲ τοῖς μαθηταῖς αἱρεῖσθαι τοὺς ἀληθεστέρους· ἀλλ’ ἐν τούτῳ μὲν εἴρηκε, πιθανὸν ἑαυτῷ φαίνεσθαι, μηδὲν εἶναι καταληπτόν. ἐν δὲ τῷ Πλουτάρχῳ συγχωρεῖν ἔοικεν, εἶναί τι βεβαίως γνωστόν. ἄμεινον γὰρ οὕτως ὀνομάζειν τὸ καταληπτὸν, ἀποχωροῦντας ὀνόματι Στωϊκῷ. καὶ ἔγωγε ἐθαύμαζον νὴ τοὺς θεοὺς, ὅπως ὁ Φαβωρῖνος εἰς τὴν τῶν Ἀττικῶν φωνὴν εἰωθὼς μεταλαμβάνειν ἕκαστα τῶν ὀνομάτων, οὐ παύεται λέγων, οὔτε τὸ καταληπτὸν, οὔτε τὴν κατάληψιν, οὔτε τὴν καταληπτικὴν φαντασίαν, οὔτε τὰ τούτοις ἀντικείμενα οἷον στερητικῶς λεγόμενα,
42
ἀκατάληπτον φαντασίαν, ἢ τὴν ἀκαταληψίαν αὐτήν. ὡς δὲ καὶ τρία βιβλία γράψας, ἓν μὲν πρὸς Ἀδριανὸν, ἕτερον δὲ πρὸς Δρύσωνα, καὶ τρίτον πρὸς Ἀρίσταρχον, ἅπαντα περὶ τῆς καταληπτικῆς φαντασίας ἐπέγραψε. καὶ καθ’ ὅλα γε αὐτὰ γενναίως ἀγωνίζεται, πειρώμενος ἐπιδεικνύναι τὴν καταληπτικὴν φαντασίαν ἀνύπαρκτον.
Ἐγὼ δ’ οὔτ’ ἄλλο τι καταληπτὸν ἡγοῦμαι σημαίνειν παρὰ τὸ γνωστὸν, οὔτ’ ἄλλο τι τὸ καταλαμβάνεσθαι τοῦ βεβαίως γιγνώσκειν, ἀνάλογον δ’ αὐτοῖς λέγεσθαι τήν τε κατάληψιν καὶ τὴν καταληπτικὴν φαντασίαν. ἐπειδὴ γὰρ ἔνια μὲν οἰόμεθα ἢ βλέπειν, ἢ ἀκούειν, ἢ ὅλως αἰσθάνεσθαι, καθάπερ ἐν ὀνείροις καὶ μανίαις, ἔνια δὲ οὐκ οἰόμεθα μόνον, ἀλλὰ καὶ κατ’ ἀλήθειαν ὁρῶμεν, ἢ ὅλως αἰσθανόμεθα, ταυτὶ μὲν τὰ δεύτερα πάντες ἄνθρωποι πλὴν Ἀκαδημιακῶν τε καὶ Πυῤῥωνείων εἰς βεβαίαν γνῶσιν ἥκειν νομίζουσιν, ἃ δ’ ὄναρ ἢ παραπαιόντων ἡ ψυχὴ φαντάζεται, ψευδῆ ταῦθ’ ὑπάρχειν. εἰ μὲν δὴ
43
συγχωροῦσιν αὐτὸ τοῦθ’ οὕτως ἔχειν, ἐξαλειψάτωσαν, ἐν οἷς γράφουσι, μήτε τοῦ μαινομένου τὸν σωφρονοῦντα, μήτε τοῦ νοσοῦντος τὸν ὑγιαίνοντα, μήτε τοῦ κοιμωμένου τὸν ἐγρηγορότα πιστότερον ὑπάρχειν εἰς τὴν τῶν πραγμάτων γνῶσιν. εἰ δ’ οὐδὲν μᾶλλον ἐκείνοις ἐστὶν ἢ τοῖς ἐναντίως διακειμένοις γνωστὸν, συγκέχυται μὲν δήπου τὰ τῆς ἀληθείας κριτήρια, οὔτ’ αὐτὸς ὁ διδάσκαλος ὁ Ἀκαδημιακὸς, οὔτ’ ὁ μαθητὴς αὐτοῦ δυνήσεται κρῖναι τοὺς εἰς ἑκάτερα τῶν ἀντικειμένων εἰρημένους λόγους. ἔτι δὲ οὐ δεησόμεθα τὴν ἀρχὴν τοιούτων διδασκάλων, δυνάμενοί γε καὶ αὐτοὶ τὰ γεγραμμένα τοῖς ἀπὸ τῶν αἱρέσεων ἀντιδιῃρημένων ἀναγινώσκειν, καὶ οὐδὲν ἧττον τῶν Ἀκαδημιακῶν εἰδέναι, κᾂν ἀσαφὲς αὐτῶν τὶ ᾖ, τὸ μὲν παρὰ τῷ Χρυσίππῳ τοῖς Στωϊκοῖς διδασκάλοις ἀσφαλέστερον ὀνομάζειν ἐστὶ, τὸ δὲ παρὰ Θεοφράστῳ καὶ Ἀριστοτέλει τοῖς περιπατητικοῖς. οὕτω δὲ κᾀπὶ τῶν ἄλλων, ὥστ’ οὐδὲν ἄν τι λείποιτο πρὸς διδασκαλίαν τοῖς Ἀκαδημιακοῖς, ὅσον ἐπὶ τῷ Φαβωρίνου λόγῳ τοῖς μὲν γὰρ πρεσβυτέροις αὐτὸ δὴ τοῦτο ἦν δίδαγμα, τὸ μηδὲν εἶναι κριτήριον ἀνθρώπῳ δεδομένον ὑπὸ τῆς φύσεως,
44
ᾧ παραβάλλων ἕκαστον τῶν ὄντων ἀκριβῶς διαγνώσεται. διὸ μήδ’ ἀποφήνασθαι περὶ μηδενὸς ἠξίουν, ἀλλὰ περὶ πάντων ἐπέχειν ἀεί. ἀλλ’ εἰ δὴ τοῖς φυσικοῖς κριτηρίοις αἴσθησιν ἱκανῶς συγχωρήσουσιν ἡμῖν, οὐδὲν ἔτι δεησόμεθα τῆς εἰς ἑκάτερα ἐπιχειρήσεως, ἀλλ’ ἑτέρου τινὸς ἀπαιτήσεως, μᾶλλον μὲν τοὺς τεχνίτας παρέχοντας τοῖς μαθηταῖς εὐθέως, ἀλλ’ ἕτερον τὸ λογίζεσθαι, τὸ καλούμενον ὑπὸ τῶν πολλῶν ψηφίζειν. τοῦτο δ’ ἔστι τὸ ἐπισταθῆναι τῷ γυμναζομένῳ, καὶ τούτῳ προσέχειν τὸν νοῦν, ἐν οἷς σφάλλεται, καὶ ταῦτα ἐπανορθούμενον μόνα. παραπλησίως δὲ καὶ ὁ παιδοτρίβης ἐπανορθοῦται τὰ τῶν παλαιόντων ἁμαρτήματα. καὶ ὁ γραμματικὸς, καὶ ὁ ῥήτωρ, καὶ γεωμέτρης, καὶ μουσικὸς, οὕτω διδάσκουσιν οὐ διασείοντες, οὐδὲ σαλεύοντες τῶν μαθητῶν ἣν ἔχουσι πίστιν ἐπὶ τοῖς φυσικοῖς κριτηρίοις, ἀλλ’ ἐφεστῶτες αὐτοῖς γυμναζομένοις, ἄχρι περ ἂν ἀναμαρτήτους ἀποδείξωσι, τὰς κατὰ μέρος ἐνεργείας, ἀλλ’ οὐχὶ τὴν ἐποχὴν εἰσάγοντες. οὗτοι γάρ εἰσιν οἱ καὶ ταῖς ἐνεργείαις σὺν αἰσθήσεσιν ἀπιστεῖν ἀνατιθέντες, ἢ τοῖς ὑπό
45
του βεβαίως γιγνωσκομένοις καταφρονεῖν. ὁ γοῦν Καρνεάδης οὐδὲ τοῦτο τὸ πάντων ἐναργέστατον συγχωρεῖ πιστεύειν, ὅτι τὰ τῷ αὐτῷ ἴσα μεγέθη καὶ ἀλλήλοις ἴσα γίγνεται. τοὺς μὲν οὖν λόγους, οἷς ἐπιχειρεῖ λύειν καὶ ταῦτα καὶ ἄλλα πάμπολλα τῶν ἐναργῶς τὶ εἶναί σοι φαινομένων τε καὶ πιστευομένων, ἔτι καὶ εἰς τόδε σωζομένους ἔχομεν. ἀπόκεινται γὰρ ἐν γράμμασιν ὑπὸ τῶν μαθητῶν αὐτοῦ συναθροισθέντες. αἱ λύσεις δ’ οὔθ’ ὑπ’ ἐκείνων, οὔθ’ ὑπ’ ἄλλου τινὸς εἴρηνται τῶν μετ’ αὐτὸν Ἀκαδημιακῶν. ἆρ’ οὖν εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἐδήλωσε μόνον, ὅτι σοφίσματά εἰσιν οἱ λόγοι πάντες οὗτοι, καὶ ζητητέον τὴν λύσιν αὐτῶν ὑμῖν, ὦ μαθηταί. μοχθηρὸν μὲν γὰρ τοῦτο, σμικρότερον δ’ ὅμως οὐ πεποιήκασιν οἱ γράψαντες μὲν αὐτοὺς, μὴ δηλώσαντες δ’ ὑμῖν, ὁποῖοί τινές εἰσι.
Ἡδέως δ’ ἂν ἠρόμην, εἴπερ ἦν ὁ Φαβωρῖνος, ἆρά κελεύει με πείθεσθαι αὐτοῖς ἅπασι τοῖς λόγοις, ἢ σκοπεῖσθαι, πότερον ἀληθεῖς εἰσὶν, ἢ ψευδεῖς. ἓν δὴ γὰρ
46
σκοπεῖσθαι συνεχώρησεν. ἠρόμην δ’ ἂν ἐπὶ τῷδε πάντως, εἰ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει διακρίνειν ἀληθεῖς λόγους ψευδῶν, ἢ μέθοδός ἐστε τῆς ἑκατέρων γνώσεως. εἰ μὲν γὰρ φύσει, πῶς οὐχ ὁμολογοῦμεν ἀλλήλοις ἅπαντες, οὐδ’ ὡσαύτως ἀποφαινόμεθα περὶ τῶν αὐτῶν; εἰ δὲ μέθοδός τίς ἐστιν, αὐτὴν πρώτην μαθεῖν ἐδεήθην. ἑξῆς δὲ ἐπιστατοῦντας αὐτοὺς γυμνάσασθαι πολυειδῶς ἐπὶ παραδειγμάτων πλειόνων, ὥσπερ οἱ παλαίειν μανθάνοντες, ἢ σκυτοτομεῖν, ἢ οἰκοδομεῖν, ἢ ναυπηγεῖν, ἢ ῥητορεύειν, ἢ ἀναγιγνώσκειν, ἢ γράφειν, ἢ ὅλως ὁτιοῦν ἐνεργεῖν κατὰ τέχνην. εἰ μὲν οὖν ἔγραψέ τις τῶν Ἀκαδημιακῶν, οἶον μέν τι χρῆμά ἐστιν ἡ ἀπόδειξις, οἷον δὲ σόφισμα, καὶ ὡς χρὴ διαγιγνώσκειν αὐτὰ, καὶ ὡς χρὴ γυμνάζεσθαι κατὰ ταῦτα, ὡς ὁ Φαβωρῖνος ἐπιτρέπει τὴν κρίσιν, ὡς εἰς ἑκάτερα ἐπιχειρουμένων τῶν μαθητῶν, πλὴν ὅτι περιττός ἐστιν, ἐδίδασκεν ὁ Ἀκαδημιακὸς ἕκαστον τῶν εἰρημένων, ἔχομέν. τε ἡμεῖς τοὺς ἰδίων τῶν δογμάτων διδασκάλους. εἰ δ’ οὔτ’ ἔγραψέ τις
47
ὑπὲρ τῆς διαφορᾶς αὐτῶν, οὔτ’ ἐγύμνασεν, ὅμοιόν τι ποιεῖ τέκτονι κελεύοντι τῷ μαθητῇ μετρῆσαί τε καὶ στῆσαι καὶ ἀποτεῖναι, καὶ κύκλον γράψαι, χωρὶς τοῦ πῆχυν δοῦναι, καὶ ξυστὸν, καὶ κανόνα, καὶ κιρκίνον. ἀλλ’ ἴσως φησὶ μηδὲν εἶναι τοιοῦτον ἐν φιλοσοφίᾳ καὶ δόγμασι. μὴ τοίνυν ἔτι προςποιοῦ γιγνώσκειν τι, μηδ’ ἀποφάναι, μηδ’ ἀποδίδρασκε τὴν ὑπὸ τῶν πρεσβυτέρων Ἀκαδημιακῶν εἰσαγομένην ἐποχὴν, μηδὲ σεμνύνου γραμματικοῦ ποιῶν ἔργον, ἃ μὲν εἰρήκασιν οἱ πρόσθεν ἐκμεμελετηκώς. ὅτι δὲ αὐτῶν ὑγιές ἐστιν οὐδὲν, εὔδηλον ἐννόῳ. οὐδὲ γὰρ διδασκάλου τόγε τοιοῦτον ἐστὶν, ἀλλ’ ἀδολεσχία τις ἢ λῆρος. πόθεν οὖν ἐλπὶς ὑπολείπεται τῆς τῶν ἀληθῶν εὑρέσεως; ᾧ γὰρ οὐδὲν ὑπάρχει κριτήριον ἀληθῶν καὶ ψευδῶν, ἀνέλπιστος ἡ γνῶσις αὐτοῦ. ἐγχείρησον δὲ διδάξαι μόνον σοφιστὰς, μηδὲν ἡμῖν ὑπάρχειν κριτήριον σύμφυτον, ὥστε γε μετὰ τοῦτο τολμηρῶς. ἡμῖν μέντοι ἴσως φησὶν, αἴσθησίν τε καὶ νόησιν ἐναργῆ κριτήρια τοῦ ἀληθοῦς εἶναι, συγχωρήσειεν ἄν τις ἐν λογικαῖς
48
κυλινδεῖσθαι βουλόμενος ἐλπίσι ματαίαις. ὅσοι δ’ ἀνῃρήκασιν ὅλην τὴν ἐλπίδα, καθάπερ ἐκεῖνος, μάτην φλυαροῦσι. εὔδηλος οὖν ἐστὶν ὁ Φαβωρῖνος, αἰδοῖ μὲν ἀνατρέπων πάντα, καὶ ἀγνοεῖν ὑπάρχειν ὁμολογῶν, ὅθεν ὑπάρχειν οἱ πρόσθεν ἔλεγον Ἀκαδημιακοί τε καὶ Πυῤῥώνειοι· προσποιούμενος δ’ ἐπιτρέπειν τὴν κρίσιν τοῖς μαθηταῖς, ἣν οὐδὲ ἑαυτοῖς ἐπέτρεψαν οἱ πρὸ αὐτοῦ.
Ὅτι μὲν οὖν ἡ τοιαύτη διδασκαλία τῶν μανθανόντων ὁτιοῦν, οἵαν ἐννοεῖται Φαβωρῖνος, οὐ μόνον οὐκ ἔστιν ἀρίστη τῶν ἄλλων, ἀλλ’ οὐδὲ διδασκαλία τὴν ἀρχὴν, ἐναργῶς οἶμαι δεδιδάχθαι. ἂν δ’ οἱ λοιποὶ πάντες, διδασκαλίαι μέν εἰσιν, εἰ δ’ ἄρισται, σκοπῶμεν, ἐξ ἀρχῆς ἀπὸ τῶν αὐτῶν αὖθις ἀρξάμενοι. φαίνεται γὰρ ἡμῖν ἐναργῶς τοῦτο, κᾂν ὅτι μάλιστα αὐτοῖς ἄπιστον ἐργάσασθαι σπουδάζουσιν οἱ σοφισταὶ, μηδὲν εἶναι κριτήριον φυσικόν. ὁ μὲν γὰρ κιρκίνος γράφει τὸν κύκλον, ὁ δὲ πῆχυς διακρίνει τὰ μήκη, καθάπερ ὁ ζυγὸς τὰ βάρη. ταῦτα δὲ αὐτὸς κατεσκεύασεν
49
ἄνθρωπος, ἐκ τῶν φυσικῶν ὀργάνων τε καὶ κριτηρίων ὁρμώμενος, ὧν ἀπωτέρω κριτήριον, σὔτε πρεσβύτερον, οὔτε σεμνότερον ἔχομεν. εἰ τοίνυν ἐντεῦθεν ἄρχεσθαι δεῖ, λέγει γὰρ πάλιν ὁ νοῦς, ὅτι πιστεῦσαι μὲν ἢ ἀπιστῆσαι ὡς τῷ φυσικῷ κριτηρίῳ δυνατὸν ἡμῖν ἐστι, κρῖναι δ’ οὐ δυνατὸν αὐτὸ δι’ ἑτέρου τινός. ᾧ γὰρ κρίνεται τἄλλα πάντα, πῶς ἂν τοῦτο πρὸς ἄλλου κριθείη; πιστεύειν βούλει τοῖς ὀφθαλμοῖς ἐναργῶς ὁρῶσι, καὶ τῇ γλώσσῃ γευομένῃ, τουτὶ μὲν μῆλον εἶναι, τουτὶ δὲ σῦκον, ἢ μὴ πιστεύειν; ὑπείσομαι ὃ βούλει ποιεῖν ἐφ’ ἡμῖν, εἰ μέντοι σπεύδεις διαλέγεσθαί μοι. μὴ πιστεύοντος δὲ, ὡς παρὰ φύσιν ἔχοντος ἀφίσταμαι. κείσθω πρότερον ἀπιστεῖν σε, μηδὲν ἐλπίζειν μαθήσεσθαι παρ’ ἐμοῦ. τοῦτο γὰρ ἄρτι πέπαυμαι λέγων. ὑποκείσθω δέ σε πιστεύειν, ἐλπίζεσθαι μαθήσεσθαι παρ’ ἐμοῦ κρίνειν. ἀλλ’ ἐγὼ τὰ μὲν αἰσθητὰ τοῖς ἐναργῶς αἰσθήσει φαινομένοις, τὰ δὲ νοητὰ τοῖς ἐναργῶς νοουμένοις. ἐπεὶ δ’ ἐκ τῶν φυσικῶν κριτηρίων αἱ τέχναι πᾶσαι κατασκευάζουσιν ὄργανά τε
50
καὶ κριτήρια τεχνικὰ, δι’ ὧν τὰ μὲν αὐτοῖς συντιθέασι, τὰ δὲ ὑφ’ ἑτέρων συγκείμενα κρίνουσιν, κᾀγὼ διδάξω ὅλως, ὄργανά τε καὶ κριτήρια, τὰ μὲν οἷς κατασκευάσεις τοὺς ἀληθεῖς λόγους, τὰ δ’ οἷς τοὺς ἐφ’ ἑτέρων κρινεῖς γεγονότας. ἔχει γὰρ οὕτως τὸ πᾶν. εἰ μὲν γὰρ ἐξ ἑαυτοῦ τι φαίνοιτο πρὸς αἴσθησιν ἢ νόησιν ἐναργῶς, οὐ χρῄζει τοῦτο ζητήσεως. εἰ δὲ μήτε τι τοιοῦτον ὑπάρχῃ, τῆς ἐξ ἑτέρου προςδεῖται γνώσεως. ἐγὼ μὲν ἐπαγγέλλομαί σοι διδάξειν ἔνια μὲν τοῖς κατὰ τὰς τέχνας ὀργάνοις ἀνάλογα, ἐξ ὧν εὑρήσεις τὸ ζητούμενον· ἔνια δὲ τοῖς κριτηρίοις, ἐξ ὧν τὸ δοκοῦν εὑρῆσθαι κρινεῖς. ἐπειδὰν δὲ μάθοις ταῦτα, ἐπὶ πολλῶν παραδειγμάτων γυμνάσω σε ταχέως τε ἅμα καὶ ἀκριβῶς εὑρίσκειν, καὶ κρίνειν τὸ ζητούμενον, ὥστ’ οὐδὲ βιβλίου δεήσει τινὸς ἔτι ἤδη πρὸς τὴν τῶν ἀληθῶν εὕρεσιν, οὔτε διδασκαλίας ἑτέρας, εὐθύς τε δήπου καὶ τοὺς ἄλλο τι λέγοντας ὧν εὕροις, ἑτοίμως γνωρίσειας. ὥσπερ γὰρ ὁ τὴν εὐθεῖαν ὁδὸν γιγνώσκων εὐθεῖαν οὖσαν οὐ δεῖται διδασκαλίας
51
ἑτέρας εἰς ἔλεγχον τῶν πεπλανημένων, οὕτω καὶ ὁ τὴν εὐθεῖαν ὁδὸν τῆς ἀποδείξεως ἐκμαθὼν, εὐθὺς ἅμα ταύτῃ καὶ τὰς πεπλανημένας γνωρίζει.
Φαβωρῖνος δέ μοι δοκεῖ παραπλήσιόν τι ποιεῖν τῷ φάσκοντί σε εἶναι τυφλὸν, δύνασθαι δὲ κρίνειν, πότερος ἡμῶν ἐστι ῥυπαρώτερος ἢ λευκότερος· οὐκ ἐννοῶν, ὅτι τῷ μὲν μέλλοντι τὰ τοιαῦτα κρίνειν ὑπάρχειν χρὴ πρότερον ὄψιν. οὐ μὴν οὐδὲ διαφέρει πρὸς τὴν κρίσιν, ἢ μήδ’ ὅλως ἔχειν ὄψιν, ἢ ἔχοντα μὴ πιστεύειν αὐτῇ. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅτι ᾧ κρίνομεν, ὁποῖόν ἐστί τι, καὶ ὅτι τῷ αὐτῷ ἴσα, καὶ ἀλλήλοις ἴσα ὑπάρχει, καθάπερ τοῖς ὄνοις οὐκ ἄν τις ἐπιτρέψειεν, ὅτι μήδ’ ὅλως ἔχουσι νοῦν, οὕτως οὐδὲ τοῖς ἀνθρώποις, εἰ μηδὲ οὖτοι πιστὸν ἔχουσι τὸν νοῦν. οὐδὲν γὰρ διαφέρει πρὸς τὴν τῶν κρινομένων διδασκαλιῶν ἀπιστίαν, ἢ μήδ’ ὅλως ἔχειν τὶ κριτήριον, ἀλλ’ ἢ ἀπιστεῖν αὐτῷ. γελοῖος οὖν ἐστὶν ὁ Φαβωρῖνος ἐπιτρέπων κρίνειν τοῖς μαθηταῖς, ἄνευ τοῦ συγχωρῆσαι τὴν πίστιν τοῖς κριτηρίοις. εἰ γὰρ οὐδέν ἐστιν ἐναργὲς τῷ νῷ,
52
ἢ πιστὸν ἐξ ἑαυτοῦ, διέφθαρται πάντων ἡ κρίσις. εἰ δ’ ἔστι μὲν, ὥσπερ ὀφθαλμὸς τῷ σώματι, τοιοῦτος ἐν τῇ ψυχῇ νοῦς, οὐ μὴν ἅπασί γε ὁμοίως ὀξὺς, ἐγχωρεῖ, καθάπερ ὁ βλέπων ὀξύτερον ἐπάγει πρὸς τὸ θέαμα τὸν ἀμβλύτερον ὁρῶντα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν νοημάτων, ὑπὸ τῶν φθασάντων ἰδεῖν ἐναργῶς τὸ νοητὸν, ἐπάγεσθαι πρὸς τὴν θέασιν αὐτοῦ τὸν ἀμβλύτατον, καὶ τοῦτ’ ἐστὶν ὁ διδάσκαλος, ὡς ὁ Πλάτων τε φησὶ, κᾀγὼ πείθομαι. καὶ γέγραπταί γέ μοι περὶ τούτων ἐπὶ πλέον ἐν τῇ τῆς ἀποδείξεως πραγματείᾳ, ὅτι τοιαύτη τις οὖσα ἦν πρὸς τὴν νόησιν ἐναργὴς ἡ διδασκαλία. γέγραπται δὲ καὶ, ὅπως ἄν τις ὁρμώμενος ἀπὸ τῶν ἐν ἑκάστῳ στοιχείων τε καὶ ἀρχῶν ἀποδεικνὺς εἴη μάλιστα πᾶν, ὅσον ἀποδειχθῆναι δυνατὸν, οὐχ ὡς ὁ θαυμαστὸς Φαβωρῖνος, ἓν ὅλον γράψας βιβλίον, ἐν ᾧ δείκνυσι μηδὲ τὸν ἥλιον εἶναι καταληπτὸν, ὡς ἐπιλήσμοσιν ἡμῖν ἑτέρωθι διαλέγεται, συγχωρεῖ τέ τι βεβαίως εἶναι γνωστὸν καὶ τοῦτ’ ἐπιτρέπων αἱρεῖσθαι τοῖς μαθηταῖς.