Epistulae
Themistocles
Themistocles Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Ἀνιῶμαι μέν, ὦ Φιλοστέφανε, τῆς σῆς ἀχαριστίας καὶ καθόλου ἀδικίας εἰς ἐμαυτόν, ἄχθομαί γε μὴν οὐκ ἐπὶ μεῖον ἀλλὰ τῷ παντὶ πλέον τῆς ἐμαυτοῦ νωθείας καὶ ὅτι κινδυνεύω βλάξ τις βεβιωκέναι πάντα τοῦτον τὸν βίον, οὐδ’ ὑπὲρ ἑνὸς ἀνδρὸς ἐν τῇ τριόδῳ καθεζομένου τῆς Ἑλλάδος γυμνοῦ τὰ ἤθη διὰ τὴν τῆς ἐργασίας περιφάνειαν ἀληθές τι ἢ προσῆκον ἐρρωμένως εἰκάσαι καὶ ὑπολαβεῖν. καίτοι ἡγοῦμαι μέν σε καὶ δι’ ἐμαυτὸν εὐδαιμονέστερον καὶ λαμπρότερον γεγονέναι οὐ μόνον τῶν ἐν Κορίνθῳ ἀλλὰ καὶ τῶν ἄλλοθί που τῇ τοῦ τραπεζιτεύειν ἐργασίᾳ χρωμένων. ἦσθα δὲ καὶ πρὶν ἐμέ σοι συμβαλεῖν εἰ καὶ μὴ πλούσιος οὕτως, ἀλλὰ πιστὸς εὖ μάλα καὶ πιστότερός γε ἢ νῦν εἶναι κινδυνεύεις, ὅτε περ καὶ δι’ ἡμᾶς γέγονας πλούσιος. ὥστε οὐδὲ μεγάλη ἁμαρτία, εὐεξετάστῳ καὶ εὐθεωρήτῳ τὸν τρόπον ἀνδρὶ πιστεῦσαι, ἐμὴ δὲ ἴσως τὸν δυστυχῆ αὐτὸν μηδὲ ἀπὸ ὑφ’ ὧν οὐδὲν ἀγαθὸν πέπονθεν, πιστὸν εἰς τὰ πρὸς ἐμὲ μόνον ὑφ’ οὗ τὰ τηλικαῦτα ὤνηται, ἄδικον γεγονέναι. πόθεν δέ μοι ταῦτα τισιννέον; ἥκων εἰς Ἔφεσον Ἀθήνηθεν ὁ Τίβιος ἔφραζέ μοι πεμφθῆναι ὑπὸ τῶν ἀμφὶ Μείδωνα, δεῆσαν αὐτοῖς ἐκ τῶν ἐμῶν ὑπαργμάτων ἑβδομήκοντα μνῶν ἀργυρίου, ταῦτα ἀποληψόμενος παρὰ σοῦ, βραχυτάτην μοῖραν ἐκ τετταράκοντα ὅλων ταλάντων· τοσαῦτα γὰρ ὁ τελευταῖος λογισμός,
ὃν ἐλογισάμεθα μετ’ ἀλλήλων ἐν Ἰσθμίοις, ἀπέφαινεν ἔτι παρὰ σοὶ περιεῖναι τῶν ἐμῶν. ἀναγνόντα τέ σε τὰς ἐπιστολὰς πυθόμενόν τε τὴν χρείαν ἔπειτα ἀποφήνασθαι τῇ μὲν ἤπια καὶ ἐπιεικῆ, τῇ δ’ αὖ ἀγνώμονά τε καὶ μοχθηρά, ἐῶ γὰρ εἰπεῖν ἀνόσια. τὸ μὲν γὰρ φάναι φιλότητός τε τῆς πρὸς ἡμᾶς ἕνεκα καὶ χρειῶν ὅσας ἐτυγχάνομεν ἀλλήλοις κεχρημένοι προῖκα βούλεσθαι προέσθαι τἀργύριον ἐκεῖνο ἢ δάνεισμα δανείζοντα χρήστην ὑπάρχειν εἰς ἐμέ, τοῦτο μὲν ἀστεῖόν τε ἐποίεις καὶ τῆς εὐνοίας τῆς πρὸς ἡμᾶς ἄξιον· ὁπότε μέντοι, ὥς φησιν ὁ Τίβιος, ἔξαρνος ἦσθα καὶ διετείνου πικρῶς μηδ’ ὁτιοῦν ὀφείλειν ἐμοί, τοῦτο δὲ πολὺ μεῖζον ἔπραττες κακὸν ἢ θάτερον ἀγαθόν. ἡ μὲν γὰρ χρηστότης σου ἑβδομήκοντα μνῶν ἐστὶν ἀξία, ἡ δὲ πονηρία τεσσαράκοντα ταλάντων. εἰ μὲν οὖν (γένοιτο γὰρ ἄν, κἀγὼ καὶ νῦν ἔτι, καίπερ οὕτως ὑπὸ τοῦ παρ’ ἐλπίδας ἰλιγγιῶν, ὅμως οὔπω ταχέως οὕτως ἀφίσταμαι χρηστόν τι καὶ δίκαιον περὶ σοῦ ὑπολαμβάνειν) περὶ τοῦ πιστοῦ ἄπιστος ἦσθα καὶ περὶ τοῦ δικαίου ἄδικος, οὐκ εἰς τὸ σαυτοῦ κέρδος θρασυνόμενος καὶ ἀναισχυντῶν, δὲ τοὐμὸν ὡς ἐδόκεις ὄφελος ἐξαρνούμενος, αὐτός τε ἂν εἴης οὐ κακός, κἀμὲ ἀποφήνειας οὐ μωρόν, ὅτι οὕτως ὑπὲρ σοῦ διετέθην· εἰ δ’ ἀληθῶς οἰόμεθα καὶ τοὐπὶ σοὶ εἶναι καὶ πανταχῆ πάντα ἀθηναίων γέμει, οὔτε τοὺς θεοὺς ἀσεβῶν λήσεις, ὦ Φιλοστέφανε, οὔτε ἐμὲ ἀδικῶν καταπροΐξῃ (οὐδ’ εἰ κἀμοῦ καταφρονήσεις καὶ τῶν θεῶν ἀμελήσεις), ἀλλὰ τελευτῶν Ἀθηναίους γε οὐκ ἐκφεύξῃ. ἐπεὶ κἀγὼ τῷ παντὶ μᾶλλον ἄσμενος ὑπὸ τῆς πατρίδος ἂν τῆς ἐμαυτοῦ καὶ ταῦτα ἀφαιρεθείην, ὥσπερ καὶ τὰ ἄλλα πάντα, ἢ ὑπὸ Φιλοστεφάνου τοῦ Κορινθίου χρυσαμοιβοῦ. τοιγάρτοι ἤδη μοι γράφε καὶ ἀντεπίστελλε ὅστις εἶ πρὸς ἐμὲ καὶ ὅπη σοι διέγνωσται τὰ ἄλλα πρὸς σέ, ἵνα, εἰ μὲν εἶ ἐκεῖνος ὁ εὔσημος φίλος καὶ διαμένεις ὃς ἦσθα, ὅπως μοι σωθήσεται εἰς ἐπανόρθωσιν τῆς ἐμῆς δυστυχίας τἀμὰ χρήματα βουλεύωμαι, εἰ δὲ μή, ὅπως μὴ παρὰ τὴν ὴν γνώμην ἀπολεῖται.