Epistulae
Themistocles
Themistocles Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Φεύγομεν, ὥσπερ ἐγκελεύῃ, κατὰ τάχος, ὦ Πολύγνωτε, καὶ ἐξελθόντες ἐξ Ἄργους ἐν θαλάσσῃ ἐσμέν, ὅ τε πλοῦς ἐπὶ Κέρκυραν ἡμῖν τέταται, καὶ νεαλῆ ἔχοντες τὰ πλοῖα ἀπερχόμεθα. τὸν μὲν οὖν ἄγγελον τῆς σπουδῆς καὶ σὺ ἐπαινέσεις· ἀφεθεὶς γὰρ ᾗ τὴν ἐκκλησίαν ἔλυσαν Ἀθηναῖοι, οὐ πόρρω τῆς ἑσπέρας ὥς φασιν οὔσης, τῇ μετὰ τὴν νύκτα ἐκείνην ἡμέρᾳ ἦν ἐν Ἄργει, μηδὲ μεσημβρίας ἤδη ἐφισταμένης. δέος δέ ἐστι μὴ ἀνωφελῆ ἡμῶν τὴν σπουδὴν ἐπιμένων ὁ χειμὼν ποιήσῃ ἢ καὶ βραδύτεροι τῶν ἀγγέλων οἱ φεύγοντες γενώμεθα. ἢν δὲ καὶ Λακεδαιμόνιοι τῆς φυγῆς αἴσθωνται, διώξει χρώμενοι αὐτίκα αὐτοῖς ἀγαθὸς ἔσται ὁ Παυσανίας, ταὐτὰ καὶ ἡμᾶς ἐργασάμενοι. σοὶ μὲν οὖν, ὦ Πολύγνωτε, σωζόμεθα καὶ οὐδὲν ἡμᾶς οὔτε χειμὼν οὔτε Λακεδαιμόνιοι σοί γε χάριν εἰδέναι κωλύουσιν, ἀλλὰ σὲ ἀγάμεθα καὶ τοῦ ἀγγεῖλαι σπουδῇ τοσαύτῃ τὰ ἐκ Λακεδαιμονίων πραχθέντα καὶ τὴν Ἀριστείδου σπουδήν, ἣν μόνος περὶ ἡμῶν καίπερ ἐχθρὸς ὢν ἐπεδείξατο, καὶ τοῦ διαγορεῦσαι μὴ φεύγοντας ἡμᾶς ὑπ’ ἐχθροῦ καταληφθήσεσθαι καὶ διεγνωσμένου ἤδη θανάτου. θεὸς δ’ ἂν εἴη τὸ ἐκ τοῦδε αἴτιος, εἴ σοι ἄρα τούτων καὶ τὰς ἀμοιβάς, ὦ Πολύγνωτε, ἀποτίσομεν.