Epistulae
Themistocles
Themistocles Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Ἐπηγγέλλεσθέ μοι πολλάκις, ὦ Ἀνταγόρα, σὺ καὶ Αὐτόλυκος, ῥᾳδίως ἡμᾶς τοῦ ἐξοστρακισμοῦ ἀπολύσειν· μαχεῖσθαι γὰρ τῷ ἐχθρῷ ἡμῶν Ἀριστείδῃ ἐλέγετε καὶ πρὸς τὰ ἐναντία τὸ πλῆθος ἢ ἐκεῖνος ἄξειν, καὶ ἤδη αὐτὸν ἔλασσον φέρεσθαι μὴ ἐθέλοντα
ἀνεῖναι τῆς ἔχθρας. Ἀριστειδη δ’ ἡμῖν Ἀνταγόρας γέγονε καὶ Ἀριστείδης Αὐτόλυκος, καὶ οὐδενὸς ἂν τῶν κακῶν μετέσχομεν, ὧν ἐμέλλομέν τε καὶ ἤδη μετέχομεν, εἴπερ ἡμῖν τοιοῦτοι τρεῖς ἢ τέσσαρες ἐγένεσθε ἐν Ἀθήναις φίλοι ὁποῖος Ἀριστείδης ἐχθρὸς εἷς, μᾶλλον δὲ εἰ καὶ ἐπείσθητε ἡμῶν τῷ ἐχθρῷ. νῦν δὲ διὰ τίνας μᾶλλον, ὦ Ἀνταγόρα, φεύγομεν ἢ δι’ ὑμᾶς; οὐ γὰρ διὰ τοὺς ἐχθρούς γε ἀλλοτιηι κατερχόμεθα ἀγγεῖλαι. ἀλλὰ νικήσατε, ὦ φίλοι, καὶ φεύγομεν οὐδένα οὐδαμοῦ αἰτιασόμενοι, καὶ εἰ τὰ οἴκτιστα πεισόμεθα.