Epistulae
Themistocles
Themistocles Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Ἀπολελόγησαι ὑπὲρ τῆς τύχης, ὦ Παυσανία· δι’ ὧν γὰρ οὕτως ἠτύχηκας δικαίως ἀφῄρησαι καὶ ἡμᾶς τοῦ κατηγορεῖν ἔτι τῆς τύχης. σὺ γὰρ ἐπιχειρῶν Μῆδος γενέσθαι Λακεδαιμόνιος ὤν, καὶ Μήδοις προστιθεὶς τὴν Ἑλλάδα ἀρχῆς μὲν ἀπεστέρησαι ἧς ἐφ’ Ἑλλησπόντῳ εἶχες, καὶ ἐξουσίας δι’ ἧς ταῦτα ἔπρασσες, αὐτὸς δὲ περιειη καὶ κατὰ καιροῦ ποθεῖς, ἐν ᾧ τὰ διεγνωσμένα καὶ δρᾶσαι δυνήσῃ, ὥστε σὺ τὴν τύχην ἠδίκηκας, ἣν τότε εἶχες, οὐ σὲ ἐκείνη. καὶ νῦν ἔτι εὐτυχεῖς, ὅτι κινδυνεύσεις ἀκμὴν καὶ μέλλεις ἀποθανεῖσθαι ὑπὸ Λακεδαιμονίων· ἕξεις παραμυθίαν ὅτι καὶ οὐκ ἀδίκως ἀποθνήσκεις. Ἀρταβάζῳ ὑπερφυῶς ἔνσπονδος εἶ καὶ βασιλέως γαμβρὸς εἶναι ὀρέγῃ. καὶ πῶς ἴσα ἀντὶ ἴσων οἴει διδόναι τε καὶ λαμβάνειν, ὅς γε λαμβάνεις μὲν γυναῖκα βάρβαρον καὶ γῆν μετ’ αὐτῆς Καρῶν τάχα ἢ Φρυγῶν, δίδως δὲ γῆν τε τὴν Ἑλληνίδα καὶ πόλεις τὰς Ἑλλήνων, καὶ οὐδὲ Λακεδαίμονα ἐξαιρεῖς; καὶ τελέσειν ἃ διέγνωκας, ὦ μάταιε, ἐλπίζεις ἀποτυχών τε λήσειν, ὅτι σου τὸ φρόνημα μόνον ἦν προδότου, τὰ δὲ ἐργα ὑστέρησεν; οὐ τοσοῦτον ὦ Παυσανία διείργεται τῆς Πελοποννήσου ἥ τε Τρωὰς ἀκτὴ καὶ Κολωναί, ἔνθα σοι καταδύντι τὰ βασιλεῖ συμφέροντα μέλει, ὥστε τῶν σῶν ἔργων κωφὰ τἀνθάδε εἶναι, ἀλλά σοι τὰ πρὸς βασιλέα ὁ τολυπεύων ἐστὶ Γογγύλος ὁ κάκιστος Ἐρετριέων, εἴ γε τούτῳ ἀγαθῷ κέχρησαι ἀγγελιαφόρῳ, εἰς δὲ τὴν Ἑλλάδα φῆμαι ταῦτα ἀγγελιαφοροῦσι καὶ Μναστορίδας, ὃν σὺ Λακεδαιμόνιον ὄντα καὶ μένειν τοῦτο βουλόμενον καί σοι ῥῆσιν ἀεὶ ποιούμενον τὸν ἐν Σπάρτῃ νόμον ὑβρίσας ἔχεις καὶ μόνος τῆς προδοσίας ἀπολαύεις. ἀλλὰ σκόπει, ὦ σχέτλιε, εἴ τί σε Ἀρτάβαζος ὀνήσει Λακεδαιμονίων καλεσάντων ἢ ἡ βασιλέως θυγάτηρ ἤδη οὖσα ὡραία γάμου. καὶ σοὶ ταῦτα ὑφ’ ἡμῶν γραφόμενα πολὺ γενέσθω χαλεπώτερα καὶ δι’ ἡμᾶς, ὅτι σοὶ ταῦτα αὐτοὶ φυγάδες ὄντες ὀνειδίζομεν.