Epistulae
Themistocles
Themistocles Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Ἤραμεν εἰς Πέρσας, ὦ Ἀριστείδη, ἤραμεν, καὶ οὐδὲν δεινὸν ἐπάθομεν ὑπ’ αὐτῶν. οἶδα δὲ ὅτι κατὰ σαυτὸν μὲν θαυμάσῃ, τοῖς δὲ ** προσποιήσῃ μὴ παρ’ ἐλπίδα σοι τοῦτον τὸν λόγον λελέχθαι, ἀλλὰ καὶ τεκμηρίῳ χρήσῃ πρὸς τὸ πλῆθος ὅτι βεβαιοῦταί μου ἡ διαβολὴ τῇ τ’ ἐμῇ εἰς ἐκείνους ἐλπίδι τῇ τε ἐκείνων φιλοφροσύνῃ εἰς ἐμέ. ἀλλ’ ὅταν ταῦτα ληρῇς ἔχων, ἐπιπεσέτω σοι τὸ ἐν Σαλαμῖνι τρόπαιον· ἔστι δὲ λίθινον, οἶσθα, καὶ νεανικῶς εὐμέγεθες. οὐκ ἂν ἔτι, ὡς ἐγὦμαι, τὸν δῆμον ταράττοις οὐδ’ ἄλλοις εὐεργέταις φθονοίης, εἴ τις ἄρα δαίμων, οὐ κατὰ τὴν σὴν ἀλαζονείαν δίκαιος ἀλλ’ ἀληθινῶς, ἐκείνην τὴν πέτραν εἰς τὴν ἐπάρατόν σου καὶ ἀχάριστον κεφαλὴν ἐμβάλοι. ἐμὲ δὲ οὐκ ἀντευποιῶν περισώζεται βασιλεὺς ὁ μέγας (ἦπου τὰ μέγιστα ἂν ἡμῖν χαρίζοιτο ἀμειβόμενος, παθῶν ἃ ἐπεπόνθει), ἀλλὰ τὰ μὲν ἄλλα ἐχθρὸν ᾔδει με αὑτοῦ, τῆς δ’ ἀρετῆς ἐθαύμαζεν καὶ τῆς τύχης ᾤκτειρε. τοιγάρτοι κινδυνεύειν αὐτοὶ περὶ ἐμοῦ ἐπιπρεσβεύεσθε παρ’ ἐκεῖνον, ηποιπερ αὐτοὶ ἠδικεῖτε, ἢν ἐκεῖνος βοηθοίη ἀδικουμένῳ, αὐτοί τε ἐλεεινὸν ἐποιεῖτε ἐκβάλλοντες, ὃ δὲ ἄρα ᾤκτειρεν εἰκότως ἐκβεβλημένον. ἀλλ’ οὐ γὰρ ἐλεεινοὶ τὰ νῦν ἔτι οἱ φυγάδες ἡμεῖς. ὥστε πνιγέσθω μὲν ὁ Λυσιμάχου υἱὸς Ἀριστείδης, πνιγέσθω δὲ πᾶς, ὅτῳ μὴ καθʼ ἡδονήν ἐστιν ὅτι δεξιώτερα ἡμῖν ἀπήντηκεν ὧν αὐτὸς ἤλπιζεν.